Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De oratione
OrigenesOrat 17 · pg-scrape-grcMore by Origenes
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/origenes" aria-label="More works by Origenes"> —
⋯
More
Original / primary: Pg Scrape Grc
17.1.1
Οὐ θαυμαστὸν δὲ εἰ μὲν πᾶσιν ὁμοίως τοῖς λαμβά νουσιν, ἵν' οὕτως εἴπω, τὰ ποιητικὰ τῶν τοιούτων σκιῶν σώματα ἡ ὁμοία οὐ δίδοται σκιὰ, τισὶ δ' ὁμοίως δίδοται σκιά. τοῦτο γὰρ τοῖς θεωροῦσι τὰ γνωμονικὰ προβλήματα καὶ τὸν τῶν σκιῶν πρὸς τὸ φωτίζον σῶμα λόγον σαφῶς παρίσταται συμβαῖνον καὶ κατὰ τὰ σώματα· τισὶ γοῦν ἄσκιοί εἰσιν οἱ γνώμονες καιρῷ τινι, ἑτέροις δὲ, ἵν' οὕτως εἴπω, βραχύσκιοι καὶ ἑτέροις παρ' ἑτέρους μακροσκιώτεροι. οὐ μέγα τοίνυν εἰ, τῆς προθέσεως τοῦ δωρουμένου τὰ προηγούμενα χαριζομένης κατά τινας ἀναλογίας ἀποῤῥήτους καὶ μυστικὰς ἁρμο ζόντως τοῖς λαμβάνουσι καὶ τοῖς χρόνοις, ὅτε δίδοται τὰ προηγού μενα, ὁτὲ μὲν οὐδ' ὅλως αἱ σκιαὶ τοῖς λαμβάνουσιν ἕπονται ὁτὲ δὲ οὐ πάντων ἀλλὰ ὀλίγων ὁτὲ δὲ ἐλάττους συγκρίσει ἑτέρων, μειζό νων ἄλλοις ἐπακολουθουσῶν. ὥσπερ οὖν τὸν ζητοῦντα τὰς ἡλιακὰς ἀκτῖνας οὔτε παροῦσα οὔτε ἀποῦσα ἡ τῶν σωμάτων σκιὰ εὐφραίνει ἢ λυπεῖ, ἔχοντα τὸ ἀναγκαιότατον, ἐπὰν πεφωτισμένος ἤτοι ἐστερη μένος ᾖ τῆς σκιᾶς ἢ πλεῖον ἢ ἔλαττον ἔχῃ τῆς σκιᾶς· οὕτως ἂν παρῇ ἡμῖν τὰ πνευματικὰ καὶ φωτιζώμεθα ὑπὸ τοῦ θεοῦ πρὸς τὴν παντελῆ κτῆσιν τῶν ἀληθινῶν ἀγαθῶν, οὐ μικρολογήσομεν περὶ εὐ τελοῦς πράγματος τοῦ κατὰ τὴν σκιάν. πάντα γὰρ τὰ ὑλικὰ καὶ τὰ σωματικὰ, ὁποῖά ποτε ἂν τυγχάνῃ, σκιᾶς ἀμενηνοῦ καὶ ἀδρανοῦς ἔχει λόγον, οὐδαμῶς δυνάμενα παραβάλλεσθαι πρὸς τὰς σωτηρίους τοῦ θεοῦ τῶν ὅλων καὶ ἁγίας δωρεάς. ποία γὰρ σύγκρισις σωματικοῦ πλούτου πρὸς τὸν «ἐν παντὶ λόγῳ» πλοῦτον «καὶ πάσῃ» σοφίᾳ; τίς δ' ἂν μὴ μαινόμενος παραβάλοι ὑγείαν σαρκῶν καὶ ὀστέων πρὸς ὑγιαίνοντα νοῦν καὶ ἐῤῥωμένην ψυχὴν καὶ συμμέτρους λογισμούς; ἅτινα πάντα λόγῳ ῥυθμιζόμενα θεοῦ εὐτελῆ τινα ἀμυχὴν, καὶ εἴ τι ἀμυχῆς βραχύτερον νομίζομεν, ποιεῖ τὰ σωματικὰ παθήματα.
17.2.1
ὁ δὲ κατανοήσας τί ποτ' ᾖ τὸ κάλλος τῆς νύμφης, ἧς ὁ «νυμφίος» λόγος ὢν θεοῦ ἐρᾷ, ψυχῆς τυγχανούσης ἀνθούσης ὑπερ ουρανίῳ καὶ ὑπερκοσμίῳ κάλλει, αἰδεσθήσεται κἂν τῷ αὐτῷ ὀνό ματι τοῦ κάλλους τιμῆσαι σωματικὸν κάλλος γυναικὸς ἢ παιδὸς ἢ ἀνδρός· τὸ γὰρ κυρίως κάλλος σὰρξ οὐ χωρεῖ, πᾶσα τυγχάνουσα αἶσχος. «πᾶσα» γὰρ «σὰρξ ὡς χόρτος,» καὶ ἡ «δόξα» αὐτῆς, ἥτις ἐστὶν ἐμφαινομένη τῷ λεγομένῳ κάλλει γυναικῶν καὶ παιδίων, ἄνθει κατὰ τὸν προφητικὸν παραβέβληται λόγον, λέγοντα· «πᾶσα σὰρξ ὡς χόρ τος, καὶ πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου. ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε· τὸ δὲ ῥῆμα τοῦ κυρίου μένει εἰς τὸν αἰῶνα.» ἀλλὰ καὶ εὐγένειαν τίς ἔτι κυρίως ὀνομάσει τὴν τετριμμένην λέ γεσθαι παρὰ ἀνθρώποις, νοήσας εὐγένειαν υἱῶν θεοῦ; «βασιλείαν» δὲ Χριστοῦ «ἀσάλευτον» θεωρήσας ὁ νοῦς πῶς οὐ καταφρονήσει ὡς οὐ δενὸς λόγου ἀξίας πάσης τῆς ἐπὶ γῆς βασιλείας; στρατιάν τε ἀγγέ λων καὶ ἀρχιστρατήγους ἐν αὐτοῖς δυνάμεων κυρίου ἀρχαγγέλους τε καὶ θρόνους καὶ κυριότητας καὶ ἀρχὰς καὶ ἐξουσίας ὑπερουρανίους, ὡς χωρεῖ ὁ ἔτι δεδεμένος σώματι ἀνθρώπινος νοῦς, κατὰ τὸ δυνατὸν τρανῶς ἰδὼν καὶ κατειληφὼς δύνασθαι ἰσοτίμου παρὰ τοῦ πατρὸς ἐκείνοις τυχεῖν, πῶς οὐχὶ, κἂν σκιᾶς ἀδρανέστερος ᾖ, καὶ τούτων τῶν παρὰ τοῖς ἀνοήτοις θαυμαζομένων ὡς ἀμαυροτάτων καὶ οὐ δενὸς λόγου ἀξίων συγκρίσει καταφρονῶν, κἂν διδῶται ταῦτα πάντα, ὑπερόψεται ὑπὲρ τοῦ τῶν ἀληθινῶν ἀρχῶν καὶ θειοτέρων ἐξουσιῶν μὴ ἀποτυχεῖν; εὐκτέον τοίνυν, εὐκτέον περὶ τῶν προηγου μένως καὶ ἀληθῶς μεγάλων καὶ ἐπουρανίων, καὶ τὰ περὶ τῶν ἐπακολουθουσῶν σκιῶν τοῖς προηγουμένοις θεῷ ἐπιτρεπτέον, τῷ ἐπισταμένῳ «ὧν χρείαν» διὰ τὸ ἐπίκηρον σῶμα ἔχομεν «πρὸ τοῦ» ἡμᾶς «αἰτῆσαι αὐτόν.» 18. 1 Αὐτάρκως δὴ ἐν τούτοις, κατὰ τὴν δεδομένην χάριν, ὡς κεχωρήκαμεν, ὑπὸ θεοῦ διὰ τοῦ Χριστοῦ αὐτοῦ (ἀλλ' εἴθε καὶ ἐν ἁγίῳ πνεύματι, ὅπερ εἰ οὕτως ἔχει, κρινεῖτε ἐντυγχάνοντες τῇ γραφῇ) ἡμῖν εἰρημένοις, ἐξετάσαντες τὸ περὶ εὐχῆς πρόβλημα, ἤδη καὶ ἐπὶ τὸν ἑξῆς ἆθλον ἐλευσόμεθα, τὴν ὑπογραφεῖσαν ὑπὸ τοῦ κυρίου προσευχὴν, ὅσης δυνάμεως πεπλήρωται, θεωρῆσαι βου λόμενοι.

Intertext edge

Open linked passage

Note