Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De oratione
OrigenesOrat 20 · pg-scrape-grcMore by Origenes
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/origenes" aria-label="More works by Origenes"> —
⋯
More
Original / primary: Pg Scrape Grc
20.1.1
Εἰ δέ ἐστι τὶς διαφορὰ ἐκκλησίας καὶ συναγωγῆς (τῆς μὲν κυρίως ἐκκλησίας οὐκ ἐχούσης «σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιού των ἀλλὰ» ἁγίας καὶ ἀμώμου τυγχανούσης, εἰς ἣν οὔτε ὁ «ἐκ πόρνης» εἰσέρχεται οὔτε ὁ «θλαδίας» ἢ «ἀποκεκομμένος» ἀλλ' οὐδὲ Αἰγύπ τιος ἢ Ἰδουμαῖος, ἐὰν μὴ υἱῶν γεννηθέντων αὐτοῖς διὰ τὴν τρί την γενεὰν μόλις δυνηθῶσιν ἐφαρμόσαι τῇ ἐκκλησίᾳ, οὐδὲ ὁ «Μωα βίτης» καὶ «Ἀμμανίτης,» ἐὰν μὴ δεκάτη γενεὰ πληρωθῇ καὶ ὁ αἰὼν τελεσθῇ· τῆς δὲ συναγωγῆς ὑπὸ ἑκατοντάρχου οἰκοδομουμένης, ἐν τοῖς πρὸ τῆς Ἰησοῦ ἐπιδημίας χρόνοις τοῦτο ποιοῦντος, ὅτε οὐδέπω μεμαρτύρηται «πίστιν» ἔχειν, ὁπόσην «οὐδὲ ἐν τῷ Ἰσραὴλ» εὗρεν ὁ υἱὸς τοῦ θεοῦ), ὁ φιλῶν δὴ «προσεύχεσθαι» «ἐν ταῖς συναγωγαῖς» οὐ μακράν ἐστι τῶν γωνιῶν «τῶν πλατειῶν.» ἀλλ' οὐχ ὁ ἅγιος τοιοῦτος· οὐ φιλεῖ γὰρ «προσεύχεσθαι» ἀλλὰ ἀγαπᾷ, καὶ οὐκ «ἐν συναγωγαῖς» ἀλλ' ἐν ἐκκλησίαις, καὶ οὐκ «ἐν γωνίαις πλατειῶν» ἀλλ' ἐν τῇ εὐθύτητι τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ, ἀλλὰ καὶ οὐχ ἵνα φανῇ «τοῖς ἀνθρώποις» ἀλλ' ἵν' ὀφθῇ «ἐνώπιον κυρίου τοῦ θεοῦ.» ἄῤῥην γάρ ἐστι τὸν «δεκτὸν ἐνιαυτὸν κυρίου» νοῶν καὶ τὴν ἐντολὴν τηρῶν τὴν λέγουσαν· «τρὶς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικὸν ἐνώπιον κυρίου τοῦ θεοῦ.»
20.2.1
ἐπιμελῶς δὲ ἀκουστέον τοῦ «φανῶσιν,» ἐπεὶ οὐδὲν φαινό μενον καλόν ἐστιν, οἱονεὶ δοκήσει ὂν καὶ οὐκ ἀληθῶς καὶ τὴν φαν τασίαν πλανῶν ἀλλ' οὐκ ἀκριβῶς καὶ ἀληθῶς ἐκτυποῦν. ὥσπερ δὲ οἱ ἐν τοῖς θεάτροις δραμάτων τινῶν ὑποκριταὶ οὐχ ὅπερ λέγουσίν εἰσιν, οὐδ' ὅπερ βλέπονται καθ' ὃ περίκεινται πρόσωπον τοῦτο τυγχάνουσιν· οὕτως καὶ πάντες οἱ ἐπιμορφάζοντες τῷ δοκεῖν τὴν τοῦ καλοῦ φαντασίαν οὐ δίκαιοι ἀλλ' ὑποκριταί εἰσι δικαιοσύνης, καὶ αὐτοὶ ἐν ἰδίῳ θεάτρῳ ὑποκρινόμενοι, «ταῖς συναγωγαῖς καὶ ταῖς γωνίαις τῶν πλατειῶν.» ὁ δὲ μὴ ὑποκριτὴς ἀλλὰ πᾶν τὸ ἀλλό τριον ἀποθέμενος, ἐν τῷ παντὸς τοῦ προειρημένου θεάτρου καθ' ὑπερβολὴν μείζονι ἑαυτὸν ἀρέσκειν εὐτρεπίζων, εἰσέρχεται εἰς τὸ ἑαυτοῦ «ταμεῖον,» ἐπὶ τοῦ ἐναποτεθησαυρισμένου πλούτου τὸν «τῆς σοφίας καὶ γνώσεως» θησαυρὸν ἑαυτῷ ἀποκλείσας· καὶ μηδαμῶς ἔξω νεύων μηδὲ περὶ τὰ ἔξω κεχηνὼς πᾶσάν τε «τὴν θύραν» τῶν αἰσθητηρίων ἀποκλείσας, ἵνα μὴ ἕλκηται ὑπὸ τῶν αἰσθήσεων μηδὲ ἐκείνων ἡ φαντασία τῷ νῷ αὐτοῦ ἐπεισκρίνηται, προσεύχεται τῷ τὸ τοιοῦτον κρυπτὸν μὴ φεύγοντι μηδὲ ἐγκαταλείποντι πατρὶ ἀλλ' ἐν αὐτῷ κατοικοῦντι, συμπαρόντος αὐτῷ καὶ τοῦ μονογενοῦς. ἐγὼ γὰρ, φησὶ, «καὶ ὁ πατὴρ» «πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα.» δῆλον δὲ ὅτι τῷ δικαίῳ, ἐὰν δὴ οὕτως εὐχώ μεθα, οὐ μόνον θεῷ ἀλλὰ καὶ πατρὶ ἐντευξόμεθα, ὡς υἱῶν μὴ ἀπο λειπομένῳ ἀλλὰ παρόντι ἡμῶν «τῷ κρυπτῷ» καὶ ἐφορῶντι αὐτὸ καὶ πλείονα τὰ ἐν τῷ ταμείῳ ποιοῦντι, ἐὰν αὐτοῦ «τὴν θύραν» ἀποκλείσωμεν.

Intertext edge

Open linked passage

Note