De oratione
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/origenes" aria-label="More works by Origenes">
—
⋯
Original / primary: Pg Scrape Grc
22.1.1
«0Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς20.» ἄξιον ἐπιμε λέστερον ἐπιτηρῆσαι τὴν λεγομένην παλαιὰν διαθήκην, εἰ ἔστι που εὑρεῖν ἐν αὐτῇ εὐχήν τινος λέγοντος τὸν θεὸν πατέρα20· ἐπὶ γὰρ τοῦ παρόντος κατὰ δύναμιν ἐξετάσαντες οὐχ εὕρομεν. οὐ τοῦτο δέ φαμεν, ὅτι ὁ θεὸς πατὴρ20 οὐκ εἴρηται, ἢ οἱ πεπιστευκέναι νομιζό μενοι θεῷ υἱοὶ οὐκ ὠνομάσθησαν θεοῦ, ἀλλ' ὅτι ἐν προσευχῇ τὴν ἀπὸ τοῦ σωτῆρος κατηγγελμένην παῤῥησίαν περὶ τοῦ ὀνομάσαι τὸν θεὸν πατέρα20 οὐχ εὕρομέν πω. ὅτι δὲ εἴρηται πατὴρ20 ὁ θεὸς καὶ υἱοὶ οἱ τῷ λόγῳ τοῦ θεοῦ προσεληλυθότες, πολλαχοῦ ἔστιν ἰδεῖν ὥσπερ καὶ ἐν Δευτερονομίῳ· «θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες, καὶ ἐπελάθου θεοῦ τοῦ τρέφοντός σε,» καὶ πάλιν· «οὐκ αὐτὸς οὗτός σου πατὴρ20 ἐκτήσατό σε καὶ ἐποίησέ σε καὶ ἔκτισέ σε;» καὶ πάλιν· «υἱοὶ, οἷς οὐκ ἔστι πίστις ἐν αὐτοῖς»· καὶ ἐν τῷ Ἡσαΐᾳ· «υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν»· καὶ ἐν τῷ Μαλαχίᾳ· «υἱὸς δοξάσει πατέρα, καὶ δοῦλος τὸν κύριον αὐτοῦ. καὶ εἰ πατήρ20 εἰμι ἐγὼ, ποῦ ἐστιν ἡ δόξα μου; καὶ εἰ κύριός εἰμι ἐγὼ, ποῦ ἐστιν ὁ φόβος μου;» 22. 2 καὶ εἰ λέγεται τοίνυν πατὴρ20 ὁ θεὸς, καὶ υἱοὶ οἱ τῷ λόγῳ τῆς εἰς αὐτὸν πίστεως γεγεννημένοι, τὸ βέβαιόν γε καὶ τὸ ἀμετάπτω τον τῆς υἱότητος οὐκ ἔστιν ἰδεῖν παρὰ τοῖς ἀρχαίοις. αὐτὰ γοῦν ἃ παρεθέμεθα ὑπαιτίους ἐμφαίνει εἶναι τοὺς λεγομένους υἱούς· ἐπεὶ κατὰ τὸν ἀπόστολον, ἕως «ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν δια φέρει δούλου, κύριος πάντων ὢν, ἀλλ' ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰ κονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός20»· «τὸ» δὲ «πλήρωμα τοῦ χρόνου» ἐν τῇ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπιδημίᾳ ἔνεστιν, ὅτε τὴν υἱοθεσίαν ἀπολαμβάνουσιν οἱ βουλόμενοι, ὡς ὁ Παῦλος δι δάσκει διὰ τούτων· «οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας εἰς φόβον ἀλλὰ ἐλάβετε πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν· Ἀββὰ ὁ πατήρ20»· καὶ ἐν τῷ κατὰ Ἰωάννην· «ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐ τοῦ.» καὶ διὰ τοῦτο τὸ τῆς «υἱοθεσίας πνεῦμα» ἐν τῇ καθολικῇ τοῦ Ἰωάννου ἐπιστολῇ περὶ τῶν ἐκ θεοῦ γεγεννημένων μεμαθή καμεν ὅτι «πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, ὅτι σπέρμα αὐτοῖ ἐν αὐτῷ μένει· καὶ οὐ δύναται ἁμαρτάνειν, ὅτι ἐκ τοῦ θεοῦ γεγέννηται.» 22. 3 εἰ μέντοι νοήσαιμεν, τί ἐστι τὸ «ὅταν προσεύχησθε, λέγετε· πάτερ20,» ὅπερ παρὰ τῷ Λουκᾷ· γέγραπται, ὀκνήσομεν μὴ γενόμενοι υἱοὶ γνήσιοι προενέγκασθαι ταύτην τὴν φωνὴν αὐτῷ, μή ποτε πρὸς τοῖς ἄλλοις ἡμῶν ἁμαρτήμασι καὶ ἀσεβείας ἐγκλήματι ἔνοχοι γενώμεθα. ὃ δὲ λέγω, τοιοῦτόν ἐστι. φησὶν ἐν τῇ προτέρᾳ πρὸς Κορινθίους ὁ Παῦλος· «οὐδεὶς δύναται εἰπεῖν· κύριος Ἰησοῦς, εἰ μὴ ἐν πνεύματι ἁγίῳ, καὶ οὐδεὶς ἐν πνεύματι θεοῦ λαλῶν λέγει· ἀνάθεμα Ἰησοῦς,» τὸ αὐτὸ ὀνομάζων ἅγιον πνεῦμα καὶ πνεῦμα «θεοῦ.» τί δὲ τὸ εἰπεῖν «ἐν πνεύματι ἁγίῳ» κύριον Ἰησοῦν, οὐ πάνυ ἐστὶ σαφὲς, προφερομέ νων τὴν φωνὴν ὑποκριτῶν μυρίων καὶ ἑτεροδόξων πλειόνων, ἐνίοτε καὶ δαιμόνων, νικωμένων ὑπὸ τῆς ἐν τῷ ὀνόματι δυνάμεως. οὐδεὶς οὖν τολμήσει τινὰ τούτων ἀποφήνασθαι «ἐν πνεύματι ἁγίῳ» λέγειν κύριον Ἰησοῦν· διόπερ οὐδ' ἂν δειχθεῖεν λέγειν κύριον Ἰησοῦν, μόνων τῶν ἀπὸ διαθέσεως λεγόντων ἐν τῷ δουλεύειν τῷ λόγῳ τοῦ θεοῦ καὶ μηδένα παρὰ τοῦτον ἐν τῷ ὅ τι ποτ' οὖν πράττειν ἀναγορευόν των κύριον τό· «κύριος Ἰησοῦς.» εἰ δὲ τοιοῦτοι οἱ λέγοντες· «κύριος Ἰησοῦς,» τάχα πᾶς ὁ ἁμαρτάνων, διὰ τοῦ παρανομεῖν ἀναθεματίζων τὸν θεῖον λόγον, διὰ τῶν ἔργων κέκραγεν· «ἀνάθεμα Ἰησοῦς.» ὥσπερ οὖν ὁ τοιόσδε λέγει· «κύριος Ἰησοῦς» καὶ ὁ τούτῳ ἐναντίως διακεί μενος τὸ «ἀνάθεμα Ἰησοῦς,» οὕτως «πᾶς ὁ ἐκ τοῦ θεοῦ γεγεννημένος» καὶ μὴ ποιῶν «ἁμαρτίαν» τῷ σπέρματος μετέχειν θεοῦ, πάσης ἁμαρ τίας ἀποτρέποντος, δι' ὧν πράττει λέγει· «0πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς20,» αὐτοῦ τοῦ πνεύματος συμμαρτυροῦντος «τῷ πνεύματι» αὐτῶν «ὅτι» εἰσὶ «τέκνα θεοῦ» «καὶ κληρονόμοι» αὐτοῦ «συγκληρονόμοι» τε τοῦ «Χριστοῦ,» ἐπεὶ συμπάσχοντες καὶ συνδοξάζεσθαι ἐλπίζουσιν εὐλόγως. ἵνα δὲ μὴ ἐξ ἡμίσους λέγωσι τὸ «0πάτερ ἡμῶν20» οἱ τοιοῦτοι, μετὰ τῶν ἔργων καὶ ἡ καρδία, ἡ τῶν καλῶν ἔργων πηγὴ καὶ ἀρχὴ, πιστεύει «εἰς δικαιοσύνην,» οἷς συμφώνως τὸ στόμα ὁμολογεῖ «εἰς σωτηρίαν.» 22. 4 πᾶν οὖν ἔργον αὐτοῖς καὶ λόγος καὶ νόημα, ὑπὸ τοῦ μονο γενοῦς λόγου μεμορφωμένα κατ' αὐτὸν, μεμίμηται τὴν εἰκόνα «τοῦ θεοῦ τοῦ ἀοράτου» καὶ γέγονε «κατ' εἰκόνα τοῦ κτίσαντος,» ἀνατέλλον τος «τὸν ἥλιον» «ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ» βρέχοντος «ἐπὶ δικαίους καὶ ἀδίκους,» ὡς εἶναι ἐν αὐτοῖς «τὴν εἰκόνα τοῦ ἐπουρανίου,» καὶ αὐτοῦ ὄντος εἰκόνος θεοῦ. «εἰκὼν» οὖν εἰκόνος οἱ ἅγιοι τυγχάνον τες, τῆς εἰκόνος οὔσης υἱοῦ, ἀπομάττονται υἱότητα, οὐ μόνῳ «τῷ σώματι τῆς δόξης» τοῦ Χριστοῦ γινόμενοι σύμμορφοι ἀλλὰ καὶ ὄντι ἐν «τῷ σώματι.» γίνονται δὲ σύμμορφοι τῷ ἐν «σώματι τῆς δόξης,» μεταμορφούμενοι «τῇ ἀνακαινίσει τοῦ νοός.» εἰ δ' οἱ τοιοῦτοι δι' ὅλων φασὶ τό· «0πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς20,» δηλονότι «ὁ ποιῶν τὴν ἁμαρτίαν,» ὥς φησιν ἐν τῇ καθολικῇ ὁ Ἰωάννης, «ἐκ τοῦ διαβόλου ἐστὶν, ὅτι ἀπ' ἀρχῆς ὁ διάβολος ἁμαρτάνει.» καὶ ὥσ περ «σπέρμα» τοῦ θεοῦ, ἐν τῷ γεγεννημένῳ «ἐκ τοῦ θεοῦ» μένον, αἴτιον τοῦ μὴ δύνασθαι «ἁμαρτάνειν» γίνεται τῷ κατὰ τὸν μονογενῆ λόγον μεμορφωμένῳ· οὕτως ἐν παντὶ τῷ ποιοῦντι «τὴν ἁμαρτίαν» «σπέρμα» τοῦ διαβόλου ἔνεστιν, ὅσον ἐνυπάρχει τῇ ψυχῇ, μὴ ἐῶν δύνασθαι κατορθοῦν τὸν ἔχοντα αὐτό. ἀλλ' ἐπεὶ «εἰς τοῦτο ἐφανερώθη ὁ υἱὸς τοῦ θεοῦ, ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου,» δυνατὸν τῇ εἰς τὴν ψυχὴν ἡμῶν ἐπιδημίᾳ τοῦ λόγου τοῦ θεοῦ, λυθέντων τῶν ἔργων «τοῦ διαβόλου,» ἐξαφανισθῆναι τὸ ἐντεθὲν ἡμῖν «σπέρμα» πονηρὸν, καὶ γενέσθαι ἡμᾶς «τέκνα τοῦ θεοῦ.» 22. 5 μὴ λέξεις τοίνυν νομίσωμεν διδάσκεσθαι λέγειν ἡμᾶς ἔν τινι ἀποτεταγμένῳ τοῦ εὔχεσθαι καιρῷ· ἀλλ' εἰ συνίεμεν τῶν ἡμῖν προεξετασθέντων εἰς τὸ «ἀδιαλείπτως» προσεύχεσθαι, πᾶς ἡμῶν ὁ βίος «ἀδιαλείπτως» προσευχομένων λεγέτω τό· «0πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς20,» «τὸ πολίτευμα» ἔχων οὐδαμῶς ἐπὶ γῆς ἀλλὰ παντὶ τρόπῳ «0ἐν οὐρανοῖς20,» θρόνοις τυγχάνουσι τοῦ θεοῦ διὰ τὸ ἱδρῦσθαι τὴν τοῦ θεοῦ βασιλείαν ἐν πᾶσι τοῖς φοροῦσι «τὴν εἰκόνα τοῦ ἐπουρανίου» καὶ διὰ τοῦτο γενομένοις ἐπουρανίοις.