Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De oratione
OrigenesOrat 25 · pg-scrape-grcMore by Origenes
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/origenes" aria-label="More works by Origenes"> —
⋯
More
Original / primary: Pg Scrape Grc
25.1.1
«0Ἐλθέτω ἡ βασιλεία σου20.» εἰ «ἡ βασιλεία τοῦ θεοῦ20» κατὰ τὸν λόγον τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν «μετὰ παρα τηρήσεως» «οὐκ ἔρχεται,» «οὐδὲ ἐροῦσιν· ἰδοὺ ὧδε ἢ ἰδοὺ ἐκεῖ,» ἀλλὰ «ἡ βασιλεία20 τοῦ θεοῦ ἐντὸς» ἡμῶν «ἐστιν» («ἐγγὺς» γὰρ «τὸ ῥῆμά ἐστι σφόδρα ἐν τῷ στόματι» ἡμῶν «καὶ ἐν τῇ καρδίᾳ» ἡμῶν), δῆλον ὅτι ὁ εὐχόμενος ἐλθεῖν τὴν βασιλείαν20 τοῦ θεοῦ περὶ τοῦ τὴν20 ἐν αὐτῷ βασιλείαν20 τοῦ θεοῦ ἀνατεῖλαι καὶ καρποφορῆσαι καὶ τελειωθῆναι εὐλόγως εὔχεται· παντὸς μὲν ἁγίου ὑπὸ θεοῦ βασι λευομένου καὶ τοῖς πνευματικοῖς νόμοις τοῦ θεοῦ πειθομένου, οἱ ονεὶ εὐνομουμένην πόλιν οἰκοῦντος ἑαυτόν· παρόντος αὐτῷ τοῦ πατρὸς καὶ συμβασιλεύοντος τῷ πατρὶ τοῦ Χριστοῦ ἐν τῇ τετελειω μένῃ ψυχῇ κατὰ τὸ εἰρημένον, οὗ πρὸ βραχέος ἐμνημόνευον· «πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα» (καὶ οἶμαι νοεῖσθαι θεοῦ μὲν βασιλείαν20 τὴν μακαρίαν τοῦ ἡγεμονικοῦ κατά στασιν καὶ τὸ τεταγμένον τῶν σοφῶν διαλογισμῶν, Χριστοῦ δὲ βασι λείαν20 τοὺς προϊόντας σωτηρίους τοῖς ἀκούουσι λόγους καὶ τὰ μὲν ἐπι τελούμενα ἔργα δικαιοσύνης καὶ τῶν λοιπῶν ἀρετῶν· λόγος γὰρ καὶ δικαιοσύνη ὁ υἱὸς τοῦ θεοῦ)· παντὸς ἁμαρτωλοῦ κατατυραννου μένου ὑπὸ τοῦ ἄρχοντος «τοῦ αἰῶνος τούτου,» ἐπεὶ πᾶς ἁμαρτωλὸς τῷ ἐνεστῶτι αἰῶνι πονηρῷ. ᾠκείωται, μὴ ἐμπαρέχων ἑαυτὸν τῷ δόντι «ἑαυτὸν περὶ τῶν ἁμαρτωλῶν ἡμῶν, ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ» καὶ «ἐξέληται» «κατὰ τὸ θέλημα τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν» κατὰ τὰ ἐν τῇ πρὸς Γαλάτας εἰρημένα ἐπιστολῇ. ὁ δὲ κατατυραννούμενος ὑπὸ τοῦ ἄρχοντος τούτου τοῦ αἰῶνος τῷ ἑκουσίῳ τῆς ἁμαρτίας καὶ βασιλεύεται ὑπὸ τῆς ἁμαρτίας· διόπερ κελευόμεθα ὑπὸ τοῦ Παύλου μηκέτι ὑποτάσσεσθαι θελούσῃ τῇ ἁμαρτίᾳ βασιλεύειν ἡμῶν, καὶ προστασσόμεθά γε διὰ τούτων· «μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ἡμῶν σώματι εἰς τὸ ὑπα κούειν ταῖς ἐπιθυμίαις αὐτῆς.» 25. 2 ἀλλ' ἐρεῖ τις πρὸς ἀμφότερα, τό τε «0ἁγιασθήτω τὸ ὄνομά σου20» καὶ τὸ «0ἐλθέτω ἡ βασιλεία σου20,» ὅτι, εἰ ὁ εὐχόμενος ἐπὶ τῷ ἐπακούεσθαι εὔχεται καὶ ἐπακούεταί ποτε, δηλονότι ἁγιασ θήσεταί20 ποτε τινὶ κατὰ τὰ προειρημένα «τὸ ὄνομα20» τοῦ θεοῦ, ᾧ καὶ «ἡ βασιλεία20» τοῦ θεοῦ ἐνστήσεται. εἰ δὲ ταῦτ' αὐτῷ ἔσται, πῶς ἔτι καθηκόντως εὔξεται περὶ τῶν παρόντων ἤδη ὡς μὴ παρόν των λέγων· «0ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου20»; εἰ δὲ τοῦτο, ἔσται ποτὲ καθῆκον μὴ λέγειν· «0ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου20.» λεκτέον πρὸς ταῦτα ὅτι, ὥσπερ ὁ εὐχόμενος λόγου «γνώσεως» τυχεῖν καὶ λόγου «σοφίας» καθηκόντως ἀεὶ περὶ τούτων εὔξεται, ἀεὶ μὲν πλείονα θεωρήματα «σοφίας» καὶ «γνώσεως» ἐν τῷ ἐπακούεσθαι ληψόμενος, πλὴν «ἐκ μέ ρους» γινώσκων μὲν ὅσα ποτ' ἂν χωρῆσαι ἐπὶ τοῦ παρόντος δυνηθῇ, τοῦ τελείου καὶ καταργοῦντος «τὸ ἐκ μέρους» «τότε» φανερω θησομένου, ὅτε «πρόσωπον πρὸς πρόσωπον» ὁ νοῦς προσβάλλει χωρὶς αἰσθήσεως τοῖς νοητοῖς· οὕτως «τὸ τέλειον» τοῦ ἁγιασθῆναι20 ἑκάστῳ ἡμῶν «0τὸ ὄνομα20» τοῦ θεοῦ καὶ τοῦ ἐνστῆναι αὐτοῦ τὴν βασιλείαν20 οὐχ οἷόν τε ἐστὶν, ἐὰν μὴ «0ἔλθῃ20» καὶ· «τὸ» περὶ τῆς «γνώσεως» καὶ «σοφίας» «τέλειον» τάχα δὲ καὶ τῶν λοιπῶν ἀρετῶν. ὁδεύομεν δὲ ἐπὶ τὴν τελειότητα, ἐὰν «τοῖς» «ἔμπροσθεν» ἐπεκτεινόμε νοι τῶν ὄπισθεν ἐπιλανθανώμεθα. τῇ οὖν ἐν ἡμῖν βασιλείᾳ20 τοῦ θεοῦ ἡ ἀκρότης ἀδιαλείπτως προκόπτουσιν ἐνστήσεται, ὅταν πλη ρωθῇ τὸ παρὰ τῷ ἀποστόλῳ εἰρημένον, ὅτι ὁ Χριστὸς, πάντων αὐτῷ τῶν ἐχθρῶν ὑποταγέντων, παραδώσει «0τὴν βασιλείαν20 τῷ θεῷ καὶ πατρὶ,» «ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσι.» διὰ τοῦτο «ἀδιαλείπτως» προσευχόμενοι μετὰ διαθέσεως τῷ λόγῳ θεοποιου μένης λέγωμεν τῷ ἐν οὐρανοῖς πατρὶ ἡμῶν· «0ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου20.» 25. 3 ἔτι δὲ περὶ τῆς20 τοῦ θεοῦ βασιλείας20 καὶ τοῦτο διαληπ τέον, ὅτι, ὥσπερ οὐκ ἔστι «μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ» οὐδὲ «κοινωνία φωτὶ πρὸς σκότος» οὐδὲ «συμφώνησις Χριστῷ πρὸς Βελίαρ,» οὕτως ἀσυνύπαρκτόν ἐστι τῇ βασιλείᾳ20 τοῦ θεοῦ βασιλεία20 τῆς ἁμαρτίας. εἰ τοίνυν θέλομεν ὑπὸ θεοῦ βασιλεύεσθαι, μηδαμῶς «βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ἡμῶν σώματι,» μηδὲ ὑπακούω μεν τοῖς προστάγμασιν αὐτῆς, ἐπὶ «τὰ ἔργα τῆς σαρκὸς» καὶ τὰ ἀλλό τρια τοῦ θεοῦ προκαλουμένης ἡμῶν τὴν ψυχήν· ἀλλὰ νεκρώσαντες «τὰ μέλη τὰ ἐπὶ τῆς γῆς» καρποφορῶμεν τοὺς καρποὺς «τοῦ πνεύματος,» ἵνα ὡς «ἐν» «παραδείσῳ» πνευματικῷ κύριος ἡμῖν ἐμπεριπατῇ, βασιλεύων ἡμῶν μόνος σὺν τῷ Χριστῷ αὐτοῦ, ἐν ἡμῖν «ἐκ δεξιῶν» καθημένῳ ἧς εὐχόμεθα λαβεῖν «δυνάμεως» πνευματικῆς καὶ καθεζομένῳ, «ἕως» πάντες οἱ ἐν ἡμῖν ἐχθροὶ αὐτοῦ γένωνται «ὑποπόδιον τῶν ποδῶν» αὐτοῦ καὶ καταργηθῇ ἀφ' ἡμῶν πᾶσα ἀρχὴ καὶ ἐξουσία καὶ δύναμις. δυνατὸν γὰρ ταῦτα καθ' ἕκαστον ἡμῶν γενέσθαι καὶ τὸν ἔσχατον ἐχθρὸν καταργηθῆναι, τὸν θάνατον, ἵνα καὶ ἐν ἡμῖν λέγηται ὑπὸ τοῦ Χριστοῦ· «ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος;» ἤδη τοίνυν «τὸ φθαρτὸν» ἡμῶν ἐνδυσάσθω τὴν ἐν ἁγνείᾳ καὶ πάσῃ καθαρότητι ἁγιωσύνην καὶ «ἀφθαρσίαν,» «καὶ τὸ θνητὸν» ἀμφιεσάσ θω, τοῦ θανάτου κατηργημένου, τὴν πατρικὴν «ἀθανασίαν»· ὥστε ἡμᾶς βασιλευομένους ὑπὸ τοῦ θεοῦ ἤδη εἶναι ἐν τοῖς παλιγγενεσίας καὶ ἀναστάσεως ἀγαθοῖς.

Intertext edge

Open linked passage

Note