De oratione
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/origenes" aria-label="More works by Origenes">
—
⋯
Original / primary: Pg Scrape Grc
26.1.1
«0Γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς20.» ὁ Λουκᾶς μετὰ τὸ «0ἐλθέτω ἡ βασιλεία σου20» ταῦτα παρασιωπήσας ἔταξε· «0τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν καθ' ἡμέραν20»· διόπερ ἃς προετάξαμεν λέξεις ὡς παρὰ μόνῳ τῷ Ματθαίῳ κειμένας ἐξετάσωμεν ἀκολούθως τοῖς πρὸ τούτων. ἔτι ὄντες «0ἐπὶ γῆς20» οἱ εὐχόμενοι, νοοῦντες «0ἐν οὐρανῷ20» γεγονέναι «0τὸ θέλημα20» τοῦ θεοῦ παρὰ πᾶσι τοῖς οἰκείοις τῶν οὐρανῶν20, εὐξώ μεθα καὶ ἡμῖν τοῖς «0ἐπὶ γῆς20» ὁμοίως ἐκείνοις κατὰ πάντα γενέσθαι «τὸ θέλημα20» τοῦ θεοῦ· ὅπερ συμβήσεται, μηδὲν ἡμῶν παρὰ «0τὸ θέλημα20» πραττόντων αὐτοῦ. ἐπὰν δὲ, «0ὡς ἐν οὐρανῷ» τὸ θέλημά20» ἐστι τοῦ θεοῦ, καὶ ἡμῖν τοῖς «0ἐπὶ γῆς20» κατορθωθῇ, ὁμοιωθέντες τοῖς ἐν οὐρανοῖς20, ἅτε φορέσαντες παραπλησίως ἐκείνοις «τὴν εἰκόνα τοῦ ἐπουρανίου,» «βασιλείαν» οὐρανῶν20 κληρονομήσομεν, τῶν20 μεθ' ἡμᾶς «0ἐπὶ γῆς20» καὶ ἡμῖν, γενομένοις «0ἐν οὐρανῷ20,» ὁμοιωθῆναι εὐχομένων.
26.2.1
δύναται μέντοι γε κατὰ μόνον τὸν Ματθαῖον ἀπὸ κοινοῦ τὸ «0ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς20» λαμβάνεσθαι, ἵν' ᾖ τοιοῦτον τὸ προσ τασσόμενον ἡμῖν ἐν τῇ εὐχῇ λέγειν· «0ἁγιασθήτω τὸ ὄνομά σου» «ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς»· «ἐλθέτω ἡ βασιλεία σου» «ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς»· «γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς»· «τό» τε γὰρ «ὄνομα20» τοῦ θεοῦ ἡγιάσθη20 παρὰ τοῖς «0ἐν οὐρανῷ20,» καὶ ἐνέστη αὐτοῖς «ἡ» τοῦ θεοῦ «0βασι λεία,» γεγένηταί τε20 ἐν αὐτοῖς «0τὸ θέλημα20» τοῦ θεοῦ· ἅπερ πάντα ἡμῖν λείπει τοῖς «0ἐπὶ γῆς20,» δυνάμενα ἡμῖν ὑπαρχθῆναι ἐν τῷ ἀξίους ἑαυτοὺς κατασκευάζειν ἐπηκόου περὶ τούτων πάντων τοῦ θεοῦ τυχεῖν.
26.3.1
ζητήσαι δ' ἄν τις διὰ τὸ «0γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς20» λέγων· πῶς γεγένηται «τὸ θέλημα20» τοῦ θεοῦ «0ἐν οὐρανῷ20,» ὅπου ἐστὶ «τὰ πνευματικὰ τῆς πονηρίας,» δι' ἃ μεθυσθήσεται «ἡ μάχαιρα» τοῦ θεοῦ καὶ «ἐν τῷ οὐρανῷ20»; εἰ δὲ οὕτως εὐχόμεθα γενηθῆναι «ἐπὶ20» τῆς «0γῆς» «τὸ θέλημα20» τοῦ θεοῦ, ὥσπερ γίνεται «ἐν οὐρανῷ20,» μή ποτε λεληθότως εὐξώμεθα μένειν «0ἐπὶ γῆς20» καὶ τὰ ἐναντία, ὅπου ἀπ' οὐρανοῦ20 καὶ ταῦτα ἔρχεται, πολλῶν φαύλων γινομένων «ἐπὶ γῆς» διὰ τὰ ἡττῶντα «πνευματικὰ τῆς πονηρίας,» ὄντα «ἐν τοῖς ἐπουρανίοις.» ὁ μὲν οὖν τις ἀλληγορῶν τὸν οὐρανὸν20 καὶ φάσκων αὐτὸν εἶναι τὸν Χριστὸν, γῆν20 δὲ τὴν ἐκκλησίαν (τίς γὰρ οὕτως ος «θρόνος» τοῦ πατρὸς ὡς ὁ Χριστός; ποῖον δὲ «ὑποπόδιον τῶν ποδῶν» τοῦ θεοῦ ὡς ἡ ἐκ κλησία;) εὐχερῶς λύσει τὰ ζητούμενα, λέγων εὔχεσθαι δεῖν ἕκαστον τῶν ἀπὸ τῆς ἐκκλησίας οὕτω χωρῆσαι «τὸ» πατρικὸν «θέλημα,» ὃν τρόπον Χριστὸς κεχώρηκεν, ὁ ἐλθὼν ποιῆσαι «0τὸ θέλημα20» αὐτοῦ τοῦ πατρὸς καὶ πᾶν αὐτὸ τελειώσας· δυνατὸν γὰρ κολληθέντα αὐτῷ «ἓν» γενέσθαι «πνεῦμα» σὺν αὐτῷ, διὰ τοῦτο χωροῦντα «0τὸ θέλημα20,» ἵν' «0ὡς20» τετέλεσται «0ἐν οὐρανῷ20,» οὕτω τελεσθῇ «0καὶ ἐπὶ γῆς20»· ὁ κολλώ μενος» γὰρ «τῷ κυρίῳ» κατὰ τὸν Παῦλον «ἓν πνεῦμά ἐστι.» καὶ οἶμαι ὅτι οὐκ εὐκαταφρόνητος ἔσται αὕτη ἡ ἑρμηνεία τῷ ἐπιμε λέστερον κατανοοῦντι αὐτήν.
26.4.1
ἀντιλέγων δέ τις αὐτῇ παραθήσεται τὸ ἐπὶ τέλει τούτου τοῦ εὐαγγελίου μετὰ τὴν ἀνάστασιν ὑπὸ τοῦ κυρίου εἰρημένον πρὸς τοὺς ἕνδεκα μαθητάς· «ἐδόθη μοι πᾶσα ἐξουσία ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς20.» ἔχων γὰρ ἐξουσίαν τῶν «0ἐν οὐρανῷ20» φησι προσειλη φέναι τὴν «0ἐπὶ γῆς20,» τῶν μὲν «0ἐν οὐρανῷ20» καὶ πρότερον ὑπὸ τοῦ λόγου πεφωτισμένων, ἐπὶ δὲ «τῇ συντελείᾳ τοῦ αἰῶνος» καὶ τῶν «0ἐπὶ γῆς20» διὰ τὴν δεδομένην ἐξουσίαν τῷ υἱῷ τοῦ θεοῦ μιμου μένων τὰ, ὧν ἐξουσίαν ὁ σωτὴρ ἔλαβεν, «0ἐν οὐρανῷ20» κατορθου μένων. οἱονεὶ οὖν διὰ τῶν εὐχῶν συνεργοὺς πρὸς τὸν πατέρα βούλεται λαβεῖν τοὺς μαθητευομένους αὐτῷ, ἵν' ὁμοίως τοῖς «0ἐν οὐρανῷ20» ὑποτεταγμένοις ἀληθείᾳ καὶ λόγῳ τὰ «0ἐπὶ γῆς20» διορθω θέντα τὴν ἐξουσίαν, ἣν ἔλαβεν «0ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς20,» εἰς τέλος ἀγάγῃ τῶν ἐξουσιαζομένων μακάριον. ὁ δὲ θέλων οὐρανὸν20 εἶναι τὸν σωτῆρα τὴν δὲ γῆν20 ἐκκλησίαν, τὸν πρωτότοκον «πάσης κτίσεως,» ᾧ ὁ πατὴρ ὡς θρόνῳ ἐπαναπαύεται, φάσκων εἶ ναι τὸν οὐρανὸν20, εὕροι ἂν «τὸν» «ἄνθρωπον,» ὃν ἐνεδύσατο οἰκειω θέντα ἐκείνῃ τῇ δυνάμει διὰ τὸ τεταπεινωκέναι «ἑαυτὸν» καὶ γενό μενον ὑπήκοον «μέχρι θανάτου,» λέγειν μετὰ τὴν ἀνάστασιν τό· «ἐδόθη μοι πᾶσα ἐξουσία ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς20»· λαβόντος τοῦ κατὰ τὸν σωτῆρα ἀνθρώπου τὴν ἐξουσίαν τῶν «0ἐν οὐρανῷ20» οἷον τῶν ἐνυπαρχόντων τῷ μονογενεῖ, ἵνα αὐτῷ κοινωνῇ, ἀνακιρνά μενος ἐκείνου τῇ θεότητι καὶ ἑνούμενος αὐτῷ.
26.5.1
μὴ λύοντος δέ πω τοῦ δευτέρου τὰ ἠπορημένα περὶ τοῦ πῶς «0τὸ θέλημα20» τοῦ θεοῦ ἐστιν «0ἐν οὐρανῷ20,» τῶν «ἐν τοῖς ἐπου ρανίοις» πνευματικῶν «τῆς πονηρίας» ἀντιπαλαιόντων τοῖς «0ἐπὶ γῆς20,» ἐκεῖθεν ἐνέσται λύειν οὕτως τὸ ζητούμενον· ὅτι, ὥσπερ οὐ διὰ τὸν τόπον ἀλλὰ διὰ τὴν προαίρεσιν ὁ ἔτι ὢν «0ἐπὶ γῆς20,» «πολί τευμα» ἔχων «0ἐν οὐρανοῖς20» καὶ θησαυρίζων «0ἐν οὐρανῷ20,» τὴν καρδίαν ἔχων «0ἐν οὐρανῷ20,» «τὴν εἰκόνα τοῦ ἐπουρανίου» φορῶν, οὐκέτι ἐστὶν «ἐκ τῆς γῆς» οὐδὲ «τοῦ» «κάτω» «κόσμου» ἀλλ' ἐκ τοῦ οὐρανοῦ20 καὶ «τοῦ» κρείττονος «τούτου» οὐρανίου «κόσμου»· οὕτως καὶ «τὰ» ἔτι «ἐν τοῖς ουρανίοις» διατρίβοντα «πνευματικὰ τῆς πονηρίας,» «τὸ πολίτευμα» ἔχοντα «0ἐπὶ γῆς20» καὶ δι' ὧν ἀντιπα λαίει ἐπιβουλεύοντα ἀνθρώποις, θησαυρίζοντα «0ἐπὶ γῆς20,» «εἰκόνα τοῦ χοϊκοῦ» φοροῦντα, ὅστις «ἐστὶν ἀρχὴ πλάσματος κυρίου, πε ποιημένος ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων,» οὐκ ἔστιν ἐπουράνια οὐδὲ ἐν τοῖς οὐρανοῖς διὰ τὴν μοχθηρὰν διάθεσιν οἰκεῖ. ἐπὰν οὖν λέγηται· «0γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς20,» ἐκείνους οὐδὲ «0ἐν οὐρανῷ20» εἶναι λογιστέον, τῷ φρονήματι μετὰ τοῦ πεσόντος ἐξ «0οὐρανοῦ20» δίκην ἀστραπῆς πεπτωκότας.
26.6.1
καὶ τάχα λέγων δεῖν εὔχεσθαι ὁ σωτὴρ ἡμῶν, ἵνα γένηται «τὸ θέλημα20» τοῦ πατρὸς «0ὡς ἐν οὐρανῷ20» οὕτως «0καὶ ἐπὶ γῆς20,» οὐ πάντως περὶ τῶν ἐν τόπῳ τῆς «γῆς» κελεύει γίνεσθαι τὰς εὐχὰς, ὅπως ὁμοιωθῶσι τοῖς ἐν τόπῳ οὖσιν οὐρανίῳ· ἀλλ' ἔστιν αὐτῷ ἡ πρόσταξις τῆς εὐχῆς, βουλομένῳ ὁμοιωθῆναι πάντα τὰ «0ἐπὶ γῆς20,» τουτέστι τὰ χείρονα καὶ τοῖς γηΐνοις ᾠκειωμένα, τοῖς κρείττοσι καὶ ἔχουσι «τὸ πολίτευμα ἐν οὐρανοῖς20,» πᾶσι γενομένοις οὐρανῷ20. ὁ μὲν γὰρ ἁμαρτάνων, ὅπου ποτ' ἂν ᾖ, ἐστὶ «γῆ,» εἰς τὴν συγγενῆ, ἐὰν μὴ μετανοῇ, ἐσόμενός πῃ· ὁ δὲ ποιῶν «0τὸ θέλημα20» τοῦ θεοῦ καὶ μὴ παρακούων τῶν σωτηρίων πνευματικῶν νόμων οὐρανός20 ἐστιν. εἴτε οὖν «γῆ» ἔτι ἐσμὲν διὰ τὴν ἁμαρτίαν, εὐχώμεθα καὶ ἐφ' ἡμᾶς οὕτω «0τὸ θέλημα20» τοῦ θεοῦ διατεῖναι διορθωτικῶς, ὥσπερ ἔφθακεν ἐπὶ τοὺς πρὸ ἡμῶν γενομένους οὐρανὸν20 ἢ ὄντας οὐρανόν20· εἴτε μὴ γῆ ἀλλ' οὐρανὸς20 ἤδη λελογίσμεθα τῷ θεῷ, ἀξιώσωμεν, ἵνα καὶ «0ἐπὶ τῆς γῆς20» ὁμοίως «0τῷ οὐρανῷ20,» λέγω δὲ ἐπὶ τῶν χειρόνων, πληρωθῇ «0τὸ θέλημα20» τοῦ θεοῦ εἰς τὴν, ἵν' οὕτως εἴπω, οὐρανο ποίησιν αὐτῆς, ὥστε μηκέτι ποτὲ εἶναι γῆν20 ἀλλὰ πάντα γενέσθαι οὐρανόν20. ἐὰν γὰρ ὡς «0ἐν οὐρανῷ20» κατὰ τὰ ἡρμηνευμένα «0τὸ θέλημα20» τοῦ θεοῦ οὕτω γένηται20 «καὶ ἐπὶ γῆς,» ἡ γῆ οὐ μενεῖ γῆ· ὡς (εἰ λέγοιμι ἐπὶ ἄλλου παραδείγματος σαφέστερον) ἐὰν, ὥσπερ γεγένηται «τὸ θέλημα20» τοῦ θεοῦ ἐπὶ τοὺς σώφρονας, οὕτω γένη ται20 καὶ ἐπὶ τοὺς ἀκολάστους, οἱ ἀκόλαστοι σώφρονες ἔσονται, ἢ ὡς γεγένηται «τὸ θέλημα20» τοῦ θεοῦ ἐπὶ τοὺς δικαίους, καὶ ἐπὶ τοὺς ἀδίκους, οἱ ἄδικοι δίκαιοι ἔσονται· διὰ τοῦτο ἐὰν, ὡς «0ἐν οὐρανῷ» γεγένηται «τὸ θέλημα20» τοῦ θεοῦ, γένηται «καὶ ἐπὶ γῆς20,» ἐσόμεθα πάντες οὐρανὸς20, τῆς μὴ ὠφελούσης σαρκὸς καὶ συγγενοῦς αὐτῇ αἵματος μὴ δυναμένων κληρονομεῖν «βασιλείαν θεοῦ,» κληρονομεῖν δ' ἂν λεχθησομένων, ἐὰν μεταβάλωσιν ἀπὸ σαρκὸς καὶ γῆς20 καὶ χοῦ καὶ αἵματος ἐπὶ τὴν οὐράνιον οὐσίαν.