De oratione
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/origenes" aria-label="More works by Origenes">
—
⋯
Original / primary: Pg Scrape Grc
27.1.1
«0Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον20,» ἢ ὡς ὁ Λουκᾶς· «0τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν καθ' ἡμέραν20.» ἐπεί τινες ὑπολαμβάνουσι περὶ τοῦ σωματικοῦ ἄρτου20 λέγεσθαι εὔχεσθαι ἡμᾶς, ἄξιον αὐτῶν τὴν ψευδο δοξίαν διὰ τούτων περιελόντας παραστῆσαι τὸ ἀληθὲς περὶ τοῦ ἐπιουσίου ἄρτου20. λεκτέον οὖν πρὸς αὐτοὺς ὅτι πῶς ὁ λέγων δεῖν αἰτεῖν ἐπουράνια καὶ μεγάλα, οὔτε ἐπουρανίου ὄντος τοῦ20 εἰς τὴν σάρκα ἡμῶν ἀναδιδομένου ἄρτου20 οὔτε μεγάλου αἰτήματος τοῦ περὶ τούτου ἀξιοῦν, ὡσπερεὶ κατ' αὐτοὺς ἐπιλαθόμενος ὧν ἐδίδαξε προσ τάττει περὶ ἐπιγείου καὶ μικροῦ ἔντευξιν ἀναφέρειν τῷ πατρί;
27.2.1
ἡμεῖς δὲ ἑπόμενοι αὐτῷ διδασκάλῳ, διδάσκοντι τὰ περὶ τοῦ ἄρ του20, διὰ πλειόνων ταῦτα παραθησόμεθα. φησὶν ἐν τῷ κατὰ Ἰωάννην πρὸς ἐληλυθότας εἰς Καφαρναοὺμ ζητεῖν αὐτόν· «ἀμὴν ἀμὴν λέγω ὑμῖν, ζητεῖτέ οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ' ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων20 καὶ ἐχορτάσθητε.» ὁ γὰρ φαγὼν «ἐκ τῶν» ὑπὸ Ἰησοῦ εὐλογηθέντων «0ἄρτων20» καὶ πληρωθεὶς αὐτῶν μᾶλλον ζητεῖ καταλαβεῖν ἀκριβέστερον τὸν υἱὸν τοῦ θεοῦ καὶ σπεύδει πρὸς αὐτόν. διόπερ καλῶς προστάτ τει λέγων· «ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει20.» πρὸς ταῦτα δὲ πυθομένων τῶν ἀκουσάντων καὶ λεγόν των· «τί ποιῶμεν, ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ θεοῦ; ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· τοῦτό ἐστι τὸ ἔργον τοῦ θεοῦ, ἵνα πισ τεύητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος.» «ἀπέστειλε» δὲ ὁ θεὸς «τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτοὺς,» ὡς ἐν ψαλμοῖς γέγραπται, δηλονότι τοὺς νενοσηκότας· ᾧ λόγῳ οἱ πιστεύοντες ἐργάζονται «τὰ ἔργα τοῦ θεοῦ,» ὄντα «βρῶσιν μένουσαν εἰς ζωὴν αἰώνιον.» καὶ «ὁ πατὴρ» δέ μου, φησὶ, «0δίδωσιν20 ὑμῖν τὸν ἄρτον20 ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν· ὁ γὰρ ἄρτος20 τοῦ θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς20 τῷ κόσμῳ.» «0ἄρτος20» δὲ ἀληθινός ἐστιν ὁ «τὸν» «ἀληθινὸν» τρέφων «ἄνθρωπον,» τὸν «κατ' εἰκόνα τοῦ θεοῦ» πεποιημένον, ᾧ ὁ τραφεὶς καὶ «καθ' ὁμοίωσιν» «τοῦ κτίσαντος» γίνεται. τί δὲ λόγου τῇ ψυχῇ τροφιμώτερον, ἢ τί τῆς σοφίας τοῦ θεοῦ τῷ νῷ τοῦ χωροῦντος αὐτὴν τιμιώτερον; τί δὲ ἀληθείας τῇ λογικῇ φύσει καταλληλότερον;
27.3.1
ἐὰν δέ τις πρὸς ταῦτα ἀνθυποφέρῃ λέγων μὴ ἂν αὐτὸν διδά σκειν ὡς περὶ ἑτέρου ὄντος ἄρτου τοῦ ἐπιουσίου20 αἰτεῖν, ἀκουέτω ὅτι καὶ ἐν τῷ κατὰ Ἰωάννην ὅπου μὲν ὡς περὶ ἑτέρου τινὸς παρ' αὐτὸν διαλέγεται, ὅπου δὲ ὡς αὐτὸς ὁ ἄρτος20 ὤν· ὡς μὲν περὶ ἑτέρου διὰ τούτων· «Μωϋσῆς δέδωκεν20 ὑμῖν τὸν ἄρτον20 ἐκ τοῦ οὐρανοῦ,» «οὐ» «τὸν ἀληθινὸν,» «ἀλλ' ὁ πατήρ μου δίδωσιν20 ὑμῖν τὸν ἄρτον20 ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν»· ὡς δὲ περὶ αὐτοῦ φησι πρὸς εἰπόντας αὐτῷ· «πάντοτε δὸς ἡμῖν τὸν ἄρτον20 τοῦτον,» «ἐγώ εἰμι ὁ ἄρτος20 τῆς ζωῆς· ὁ ἐρχόμενος πρός με οὐ μὴ πεινάσῃ, καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσῃ πώποτε.» καὶ μετ' ὀλίγα· «ἐγώ εἰμι ὁ ἄρτος20 ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου20, ζήσει εἰς τὸν αἰῶνα· καὶ ὁ ἄρτος20 δὲ, ὃν ἐγὼ δώσω20, ἡ σάρξ μου ἐστὶν, ἣν ἐγὼ δώσω20 ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.» 27. 4 ἐπεὶ δὲ πᾶσα τροφὴ «0ἄρτος20» λέγεται κατὰ τὴν γραφὴν, ὡς δῆλον ἐκ τοῦ περὶ Μωϋσέως ἀναγεγράφθαι· «0ἄρτον20 οὐκ» ἔφαγε «τεσσαράκοντα ἡμέρας καὶ ὕδωρ οὐκ» ἔπιε, ποικίλος δέ ἐστι καὶ διά φορος ὁ τρόφιμος λόγος, οὐ πάντων δυναμένων τῇ στεῤῥότητι καὶ εὐτονίᾳ τρέφεσθαι τῶν θείων μαθημάτων· διὰ τοῦτο βουλόμενος παραστῆσαι ἀθλητικὴν τελειοτέροις ἁρμόζουσαν τροφήν φησιν· «ὁ ἄρτος20 δὲ, ὃν ἐγὼ δώσω20, ἡ σάρξ μου ἐστὶν, ἣν ἐγὼ δώσω20 ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς,» καὶ μετ' ὀλίγα· «ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, καὶ ἐγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. ἡ γὰρ σάρξ μου ἀλη θής ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ἀληθής ἐστι πόσις. ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ. καθὼς ἀπέστειλέ με ὁ ζῶν πατὴρ, κἀγὼ ζῶ διὰ τὸν πατέρα· καὶ ὁ τρώγων με κἀκεῖνος ζήσει δι' ἐμέ.» αὕτη δέ ἐστιν ἡ «ἀληθὴς» «βρῶσις,» «σὰρξ» Χριστοῦ, ἥτις «λόγος» οὖσα γέγονε «σὰρξ» κατὰ τὸ εἰρημένον· «καὶ ὁ λόγος σὰρξ ἐγένετο.» ὅτε δὲ πίοιμεν αὐτὸν, «καὶ ἐσκήνωσεν ἐν ἡμῖν»· ἐπὰν δὲ ἀναδιδῶται, πληροῦ ται τὸ «ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ.» «οὗτός ἐστιν ὁ ἄρτος20 ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, οὐ καθὼς ἔφαγον οἱ πατέρες καὶ ἀπέθανον· ὁ τρώγων τοῦτον τὸν ἄρτον20 ζήσει εἰς τὸν αἰῶνα.» 27. 5 ὁ δὲ Παῦλος «νηπίοις» διαλεγόμενος καὶ «κατὰ ἄνθρωπον» πε ριπατοῦσι Κορινθίοις φησί· «γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα· οὔπω γὰρ ἐδύνασθε. ἀλλ' οὐδὲ ἔτι νῦν δύνασθε· ἔτι γάρ ἐστε σάρκινοι» καὶ ἐν τῇ πρὸς Ἑβραίους· «καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος, οὐ στερεᾶς τροφῆς. πᾶς γὰρ ὁ μετέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης, νήπιος γάρ ἐστι· τελείων δέ ἐστιν ἡ στερεὰ τροφὴ, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ.» ἐγὼ δὲ ἡγοῦμαι καὶ τὸ «ὃς μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει» μὴ περὶ σωματικῶν τροφῶν αὐτῷ προη γουμένως λέγεσθαι ἀλλὰ περὶ τῶν τρεφόντων τὴν ψυχὴν λόγων θεοῦ· τοῦ μὲν πιστοτάτου καὶ τελειοτάτου δυναμένου πάντων μετα λαμβάνειν, ὅνπερ δηλοῖ διὰ τοῦ «ὃς μὲν πιστεύει φαγεῖν πάντα,» τοῦ δὲ ἀσθενεστέρου καὶ ἀτελεστέρου ἁπλουστέροις καὶ μὴ πάνυ εὐτονίαν ἐμποιοῦσι μαθήμασιν ἀρκουμένου, ὅντινα αὐτὸς σημῆναι θέλων λέγει· «ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει.» 27. 6 καὶ τὸ παρὰ τῷ Σολομῶντι δὲ ἐν ταῖς Παροιμίαις λεγόμε νον ἡγοῦμαι διδάσκειν ὅτι βελτίων ὁ μὴ χωρῶν τὰ εὐτονώτερα καὶ μείζονα τῶν δογμάτων διὰ τὴν ἁπλότητα (οὐκ ἐσφαλμένα μέντοι γε φρονῶν) τοῦ ἐντρεχεστέρου μὲν καὶ ὀξυτέρου καὶ μειζόνως ἐπιβάλλον τος τοῖς πράγμασι τὸν δὲ τῆς εἰρήνης καὶ συμφωνίας τῶν ὅλων λόγον μὴ τρανοῦντος. ἔχει δὲ οὕτως αὐτῷ ἡ λέξις· «κρείσσων ξενισμὸς λαχάνων πρὸς φιλίαν καὶ χάριν ἢ μόσχος ἀπὸ φάτνης μετὰ ἔχθρας.» πολλάκις γοῦν ἀπεδεξάμεθα ἰδιωτικὴν καὶ ἁπλουστέραν μετὰ εὐσυνειδησίας ἑστίασιν, ξενιζόμενοι παρὰ τοῖς πλέον ἡμῖν παρα σχεῖν μὴ δυναμένοις, ἤπερ λόγων ὕψος ἐπαιρομένων «κατὰ τῆς γνώσεως τοῦ θεοῦ,» μετὰ πολλῆς πιθανότητος ἀλλότριον καταγγέλλον τοῦ «τὸν νόμον καὶ τοὺς προφήτας» δεδωκότος πατρὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ δόγμα. ἵνα τοίνυν μήτε δι' ἔνδειαν τροφῶν τὴν ψυχὴν νοσήσωμεν μήτε διὰ «λιμὸν λόγου κυρίου» τῷ θεῷ ἀποθάνωμεν, τὸν ζῶντα ἄρτον20, ὅστις ὁ αὐτός ἐστι τῷ ἐπιουσίῳ20, πειθόμενοι τῷ διδασκάλῳ σωτῆρι ἡμῶν, πιστεύοντες καὶ βιοῦντες δεξιώτερον, αἰτῶμεν παρὰ τοῦ πατρός.
27.7.1
τί δὲ καὶ τὸ «0ἐπιούσιον20,» ἤδη κατανοητέον. πρῶτον δὲ τοῦτο ἰστέον, ὅτι ἡ λέξις ἡ «0ἐπιούσιον20» παρ' οὐδενὶ τῶν Ἑλλή νων οὔτε τῶν σοφῶν ὠνόμασται οὔτε ἐν τῇ τῶν ἰδιωτῶν συνηθείᾳ τέτριπται, ἀλλ' ἔοικε πεπλάσθαι ὑπὸ τῶν εὐαγγελιστῶν. συνηνέ χθησαν γοῦν ὁ Ματθαῖος καὶ ὁ Λουκᾶς περὶ αὐτῆς μηδαμῶς διαφε ρούσης, αὐτὴν ἐξενηνοχότες. τὸ ὅμοιον δὲ καὶ ἐπ' ἄλλων οἱ ἑρμη νεύοντες τὰ Ἑβραϊκὰ πεποιήκασιν. τίς γάρ ποτε Ἑλλήνων ἐχρήσατο τῇ «ἐνωτίζου» προσηγορίᾳ ἢ τῇ «ἀκουτίσθητι» ἀντὶ τοῦ «εἰς τὰ ὦτα δέξαι» καὶ «ἀκοῦσαι ποίει σ «; ἰσομοία τῇ «0ἐπιούσιον20» προσηγορίᾳ ἐστὶ παρὰ Μωϋσεῖ γεγραμμένη, ὑπὸ θεοῦ εἰρημένη· «ὑμεῖς δὲ ἔσεσθέ μοι» «λαὸς περιούσιος.» καὶ δοκεῖ μοι ἑκατέρα λέξις παρὰ τὴν οὐσίαν πεποιῆσθαι, ἡ μὲν τὸν20 εἰς τὴν οὐσίαν συμβαλλόμε νον ἄρτον20 δηλοῦσα, ἡ δὲ τὸν περὶ τὴν οὐσίαν καταγινόμενον λαὸν καὶ κοινωνοῦντα αὐτῇ σημαίνουσα.
27.8.1
ἡ μέντοι κυρίως οὐσία τοῖς μὲν προηγουμένην τὴν τῶν ἀσω μάτων ὑπόστασιν εἶναι φάσκουσι νενόμισται κατὰ τὰ ἀσώματα, τὸ εἶναι βεβαίως ἔχοντα καὶ οὔτε προσθήκην χωροῦντα οὔτε ἀφαίρεσιν πάσχοντα (τοῦτο γὰρ ἴδιον σωμάτων, περὶ ἃ γίνεται ἡ αὔξη καὶ ἡ φθίσις παρὰ τὸ εἶναι αὐτὰ ῥευστὰ, δεόμενα τοῦ ὑποστηρίζοντος ἐπεισιόντος καὶ τρέφοντος· ὅπερ ἐὰν πλεῖον ἐν καιρῷ ἐπεισίῃ τοῦ ἀποῤῥέοντος, αὔξησις γίνεται, ἐὰν δὲ ἔλαττον, μείωσις· τάχα δέ τινα οὐδ' ὅλως τὸ ἐπεισιὸν λαμβάνοντα ἐν ἀκράτῳ, ἵν' οὕτως εἴπω, μειώσει γίνεται), τοῖς δὲ ἐπακολουθητικὴν αὐτὴν εἶναι νομίζουσι προηγουμένην δὲ τὴν τῶν σωμάτων ὅροι αὐτῆς οὗτοί εἰσιν· οὐσία ἐστὶν ἢ πρώτη τῶν ὄντων ὕλη, καὶ ἐξ ἧς τὰ ὄντα, ἢ τῶν σωμάτων ὕλη, καὶ ἐξ ἧς τὰ σώματα, ἢ τῶν ὀνομαζομένων, καὶ ἐξ ἧς τὰ ὀνο μαζόμενα, ἢ τὸ πρῶτον ὑπόστατον ἄποιον ἢ τὸ προϋφιστάμενον τοῖς οὖσιν ἢ τὸ πάσας δεχόμενον τὰς μεταβολάς τε καὶ ἀλλοιώσεις, αὐτὸ δὲ ἀναλλοίωτον κατὰ τὸν ἴδιον λόγον, ἢ τὸ ὑπομένον πᾶσαν ἀλλοί ωσιν καὶ μεταβολήν. κατὰ τούτους δὲ ἡ οὐσία ἐστὶν ἄποιός τε καὶ ἀσχημάτιστος κατὰ τὸν ἴδιον λόγον ἀλλ' οὐδὲ μέγεθος ἀποτεταγμένον ἔχουσα, πάσῃ δὲ ἔγκειται ποιότητι καθάπερ ἕτοιμόν τι χωρίον. ποιότητας δὲ διατακτικῶς λέγουσι τὰς ἐνεργείας καὶ τὰς ποιήσεις κοινῶς, ἐν αἷς εἶναι τὰς κινήσεις καὶ σχέσεις συμβέβηκεν· οὐδέ τινος γὰρ τούτων κατὰ τὸν ἴδιον λόγον μετέχειν φασὶ τὴν οὐσίαν, ἀεὶ δέ τινος αὐτῶν ἀχώριστον εἶναι πάθει τήνδε, οὐδὲν ἧττον καὶ ἐπι δεκτὴν πασῶν τῶν τοῦ ποιοῦντος ἐνεργειῶν, ὡς ἂν ἐκεῖνο ποιῇ καὶ μεταβάλλῃ· ὁ γὰρ συνὼν αὐτῇ τόνος καὶ δι' ὅλων κεχωρηκὼς πάσης τε ποιότητος καὶ τῶν περὶ αὐτὴν αἴτιος ἂν οἰκονομιῶν· δι' ὅλων τε μεταβλητὴν καὶ δι' ὅλων διαιρετὴν λέγουσιν εἶναι, καὶ πᾶσαν οὐσίαν πάσῃ συγχεῖσθαι δύνασθαι, ἡνωμένην μέντοι.
27.9.1
ἐπεὶ δὲ περὶ τῆς οὐσίας ζητοῦντες διὰ «0τὸν ἐπιούσιον» «ἄρτον20» καὶ τὸν περιούσιον λαὸν εἰς τὸ τὰ σημαίνοντα διακριθῆναι τῆς οὐσίας ταῦτ' εἰρήκαμεν, ἄρτος20 δὲ ἐν τοῖς πρὸ τούτων νοητὸς ἦν, ὃν αἰτεῖν ἡμᾶς ἐχρῆν, ἀναγκαῖον συγγενῆ τῷ ἄρτῳ20 τὴν οὐσίαν εἶναι νοεῖν· ἵν' ὥσπερ ὁ σωματικὸς ἄρτος20 ἀναδιδόμενος εἰς τὸ τοῦ τρεφομένου σῶμα χωρεῖ αὐτοῦ εἰς τὴν οὐσίαν, οὕτως «ὁ ζῶν» καὶ «ἐξ οὐρανοῦ» καταβεβηκὼς «0ἄρτος20» ἀναδιδόμενος εἰς τὸν νοῦν καὶ τὴν ψυχὴν μεταδῷ τῆς ἰδίας δυνάμεως τῷ ἐμπαρεσχηκότι ἑαυτὸν τῇ ἀπ' αὐτοῦ τροφῇ· καὶ οὕτως ἔσται ὃν αἰτοῦμεν «0ἄρτον» «ἐπιούσιον20.» καὶ πάλιν ὃν τρόπον κατὰ τὴν ποιότητα τῆς «τρο φῆς,» «στερεᾶς» οὔσης καὶ ἀθληταῖς ἁρμοζούσης ἢ γαλακτώδους τινὸς καὶ λαχανώδους, ἐν διαφόρῳ δυνάμει ὁ τρεφόμενος γίνεται, οὕτως ἀκόλουθόν ἐστι, τοῦ λόγου τοῦ θεοῦ ἤτοι ὡς γάλακτος παιδίοις ἁρμοζόντως διδομένου ἢ ὡς λαχάνου ἀσθενοῦσιν ἐπιτηδείως ἢ ὡς σαρκὸς ἀγωνιζομένοις προσ, ἕκαστον τῶν τρεφομένων κατὰ τὴν ἀναλογίαν, ᾧ ἐμπαρέσχεν ἑαυτὸν λόγῳ, τόδε τι ἢ τόδε δύνασθαι καὶ τοιόνδε ἢ τοιόνδε γίνεσθαι. ἔστι μέντοι γε τὶς νομιζομένη τροφὴ, οὖσα δηλητήριος, καὶ ἑτέρα νοσοποιὸς καὶ ἄλλη μηδὲ ἀναδοθῆναι δυναμένη· ἅπερ πάντα κατ' ἀναλογίαν μετενεκτέον ἐστὶ καὶ ἐπὶ τὰς διαφορὰς τῶν νομιζομένων τροφίμων μαθημάτων. ἐπιούσιος20 τοίνυν ἄρτος20 ὁ τῇ φύσει τῇ λογικῇ καταλληλότατος καὶ τῇ οὐσίᾳ αὐτῇ συγγενὴς, ὑγείαν ἅμα καὶ εὐεξίαν καὶ ἰσχὺν περιποιῶν τῇ ψυχῇ καὶ τῆς ἰδίας ἀθανασίας (ἀθάνατος γὰρ ὁ λόγος τοῦ θεοῦ) μεταδιδοὺς τῷ ἐσθίοντι αὐτοῦ.
27.10.1
οὗτος δὴ ὁ ἐπιούσιος ἄρτος20 ἄλλῳ ὀνόματι δοκεῖ μοι ἐν τῇ γραφῇ «ξύλον ζωῆς» ὠνομάσθαι, ἐφ' ὅπερ ὁ ἐκτείνας «τὴν χεῖρα» καὶ λαβὼν ἀπ' αὐτοῦ «ζήσεται εἰς τὸν αἰῶνα.» καὶ τρίτῳ ὀνόματι τοῦτο τὸ «ξύλον» «σοφία» τοῦ θεοῦ ὀνομάζεται παρὰ τῷ Σολομῶντι διὰ τούτων· «ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς, καὶ τοῖς ἐπερειδομένοις ὡς ἐπὶ κύριον ἀσφαλής.» ἐπεὶ δὲ καὶ οἱ ἄγγελοι σοφίᾳ τρέφονται θεοῦ, ἀπὸ τῆς κατὰ τὴν ἀλήθειαν μετὰ σοφίας θεωρίας δυναμούμενοι πρὸς τὸ τὰ ἴδια ἔργα ἐπιτελεῖν, λέγεται ἐν ψαλμοῖς καὶ τοὺς ἀγγέλους τρέφεσθαι, κοινωνούντων τῶν ἀνθρώπων τοῦ θεοῦ, οἵτινες Ἑβραῖοι προσαγορεύονται, τοῖς ἀγγέλοις καὶ οἱονεὶ καὶ συνεστίων αὐτοῖς γινομένων. τοιοῦτον δέ ἐστι τὸ «0ἄρτον20 ἀγγέ λων ἔφαγεν ἄνθρωπος.» μὴ γὰρ ἐπὶ τοσοῦτον πτωχεύσαι ὁ νοῦς ἡμῶν, ὡς οἰηθῆναι σωματικοῦ τινος ἄρτου20, τοῦ ἱστορουμένου οὐρα νόθεν ἐπὶ τοὺς ἐξεληλυθότας τὴν Αἴγυπτον καταβεβηκέναι, τοὺς ἀγγέλους ἀεὶ μεταλαμβάνοντας τρέφεσθαι, τούτου αὐτοῦ κεκοινω νηκότων τῶν Ἑβραίων τοῖς ἀγγέλοις, τοῖς λειτουργικοῖς τοῦ θεοῦ πνεύμασιν.
27.11.1
οὐκ ἄκαιρον δὲ ζητοῦσιν ἡμῖν «0τὸν ἐπιούσιον» «ἄρτον20» καὶ τὸ «ξύλον τῆς ζωῆς» καὶ τὴν σοφίαν τοῦ θεοῦ τήν τε κοινὴν ἁγίων ἀνθρώπων καὶ ἀγγέλων τροφὴν ἐπιστῆσαι καὶ περὶ τῶν ἐν Γενέσει γεγραμμένων τριῶν ἀνδρῶν, καταχθέντων παρὰ τῷ Ἀβραὰμ καὶ μεταλαβόντων πεφυραμένων τριῶν μέτρων «σεμιδάλεως» εἰς ἐγκρυφιῶν ποίησιν, μή ποτε γυμνῶς τροπικῶς ταῦτα εἴρηται, δυ ναμένων τῶν ἁγίων μεταδοῦναί ποτε τροφῆς νοητῆς καὶ λογικῆς οὐ μόνον ἀνθρώποις ἀλλὰ καὶ θειοτέραις δυνάμεσιν ἤτοι εἰς ὠφέ λειαν αὐτῶν ἢ εἰς ἐπίδειξιν ὧν δεδύνηνται περιποιῆσαι ἑαυτοῖς τρο φιμωτάτων, εὐφραινομένων καὶ τρεφομένων ἐν τῇ τοιαύτῃ ἐπιδείξει τῶν ἀγγέλων καὶ ἑτοιμοτέρων γινομένων πρὸς τὸ παντὶ τρόπῳ συν εργῆσαι καὶ πρὸς τὸ ἑξῆς συμπνεῦσαι τῇ πλειόνων καὶ μειζόνων καταλήψει τοῦ ἐπὶ προτέροις παρεσκευασμένου τροφίμοις μαθήμασιν, εὐφράναντος καὶ, ἵν' οὕτως εἴπω, ἀναθρέψαντος αὐτούς. οὐ θαυ μαστὸν δὲ εἰ ἀγγέλους τρέφει ἄνθρωπος, ὅπου γε καὶ Χριστὸς ὁμο λογεῖ ἑστὼς παρὰ «τὴν θύραν» κρούειν, ἵν' εἰσελθὼν παρὰ τὸν ἀνοίξαντα αὐτῷ δειπνήσῃ «μετ' αὐτοῦ» ἐκ τῶν ἐκείνου, μετὰ ταῦτα καὶ αὐτὸς μεταδώσων τῶν ἰδίων τῷ πρότερον ἑστιάσαντι κατὰ τὴν ἰδίαν δύναμιν τὸν υἱὸν τοῦ θεοῦ.
27.12.1
τοῦ20 μὲν οὖν ἐπιουσίου20 ὁ μεταλαμβάνων ἄρτου20 στηριζό μενος τὴν «καρδίαν» υἱὸς θεοῦ γίνεται· «τοῦ» δὲ «δράκοντος» ὁ μετέχων οὐκ ἄλλος ἐστὶ τοῦ νοητοῦ Αἰθίοπος, διὰ τὰς τοῦ «δράκοντος» ἄρκυς μεταβάλλων καὶ αὐτὸς εἰς ὄφιν, ὥστε ὑπὸ τοῦ λόγου ὀνειδιζόμενον αὐτὸν, κἂν λέγῃ βαπτίζεσθαι θέλειν, ἀκούειν· «ὄφεις, γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;» λέγει δὲ περὶ τοῦ δρακοντείου σώματος ὑπὸ τῶν Αἰθιόπων ἑστιωμένου ὁ Δαυῒδ ταῦτα· «συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος, ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν.» εἰ δὲ μὴ ἀπεμφαίνει, οὐσιωδῶς ὑφεσ τῶτος τοῦ υἱοῦ τοῦ θεοῦ ὑφεστῶτος δὲ καὶ τοῦ ἀντικειμένου, ἑκά τερον αὐτῶν τροφὴν γίνεσθαι τοῦδε ἢ τοῦδε, τί ὀκνοῦμεν παρα δέξασθαι ἐπί γε πασῶν τῶν δυνάμεων κρειττόνων καὶ χειρόνων· καὶ ἐπὶ τῶν ἀνθρώπων τὸ δύνασθαι τρέφεσθαι ἀπὸ πάντων τού των ἕνα ἕκαστον ἡμῶν; κοινωνεῖν γοῦν τῷ ἑκατοντάρχῳ Κορνηλίῳ καὶ τοῖς ἅμα συναχθεῖσιν ἐν τῇ Καισαρείᾳ ὁ Πέτρος μέλλων μετὰ δὲ ταῦτα καὶ τοῖς ἔθνεσι μεταδώσειν τῶν λόγων τοῦ θεοῦ, ὁρᾷ τὸ «τέτταρσιν ἀρχαῖς καθιέμενον» οὐρανόθεν «σκεῦος,» «ἐν ᾧ» «πάντα τὰ τετράποδα καὶ ἑρπετὰ καὶ θηρία τῆς γῆς»· ὅτε καὶ κελεύεται «ἀναστὰς» θῦσαι καὶ φαγεῖν, προστασσόμενος μετὰ τὸ παραιτού μενον αὐτὸν εἰρηκέναι· σὺ οἶδας «ὅτι οὐδέ ποτε κοινὸν ἢ ἀκάθαρτον εἰσῆλθεν εἰς τὸ στόμα μου» «μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον» τῷ τὰ καθαρθέντα ὑπὸ θεοῦ μὴ δεῖν ὑπὸ Πέτρου κοι νοῦσθαι· φησὶ γὰρ ἡ λέξις· «ἃ ὁ θεὸς ἐκαθάρισε σὺ μὴ κοίνου.» οὐκοῦν τὸ καθαρὸν βρῶμα καὶ τὸ ἀκάθαρτον κατὰ τὸν Μωϋσέως νόμον ἐν ὀνομασίαις διακρινόμενον πλειόνων ζῴων, τὴν ἀναφορὰν ἔχον ἐπὶ τὰ διάφορα ἤθη τῶν λογικῶν, διδάσκει τούσδε μὲν τροφί μους ἡμῖν τυγχάνειν τούσδε δὲ ἐναντίως ἔχειν, ἕως καθαρίσας πάν τας ποιήσῃ τροφίμους ὁ θεὸς ἢ τοὺς ἀπὸ «παντὸς γένους.» 27. 13 τούτων δὴ οὕτως ἐχόντων καὶ τοσαύτης διαφορᾶς βρωμά των οὔσης, εἷς παρὰ πάντας τοὺς εἰρημένους ἐστὶν ὁ ἐπιούσιος ἄρτος20, περὶ οὗ εὔχεσθαι δεῖ, ἵνα ἐκείνου ἀξιωθῶμεν καὶ τρεφόμενοι τῷ «ἐν ἀρχῇ» «πρὸς θεὸν» θεῷ λόγῳ θεοποιηθῶμεν. ἐρεῖ δέ τις τὸ «0ἐπιούσιον20» παρὰ τὸ ἐπιέναι κατεσχηματίσθαι, ὥστε αἰτεῖν ἡμᾶς κελεύεσθαι τὸν ἄρτον20 τὸν οἰκεῖον τοῦ μέλλοντος αἰῶνος, ἵνα προ λαβὼν αὐτὸν ὁ θεὸς ἤδη ἡμῖν δωρήσηται, ὥστε τὸ οἱονεὶ αὔριον δοθησόμενον «0σήμερον20» ἡμῖν δοθῆναι, «0σήμερον20» μὲν τοῦ ἐνεσ τῶτος αἰῶνος λαμβανομένου αὔριον δὲ τοῦ μέλλοντος. ἀλλὰ βελ τίονος οὔσης τῆς προτέρας ἐκδοχῆς ὅσον ἐπ' ἐμοὶ κριτῇ, τὸ περὶ τῆς «0σήμερον20» παρὰ τῷ Ματθαίῳ τούτοις προσκείμενον ἢ τὸ «καθ' ἡμέραν20» παρὰ τῷ Λουκᾷ γεγραμμένον ἐξετάσωμεν. ἔθος δὴ πολλαχοῦ τῶν γραφῶν τὸν πάντα αἰῶνα «0σήμερον20» καλεῖσθαι, ὥσπερ ἐν τῷ «οὗτος πατὴρ Μωαβιτῶν ἕως τῆς σήμερον20 ἡμέρας» καὶ «οὗτος πατὴρ Ἀμμανιτῶν ἕως τῆς σήμερον20 ἡμέρας» καὶ «ἐφη μίσθη ὁ λόγος οὗτος παρὰ Ἰουδαίοις ἕως τῆς σήμερον20,» καὶ ἐν τοῖς ψαλμοῖς· «0σήμερον20 ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν.» ἐν δὲ τῷ Ἰησοῦ σαφέστατα οὕτω τοῦτο εἴρη ται· «μὴ ἀπόστητε ἀπὸ κυρίου ἐν ταῖς σήμερον20 ἡμέραις.» εἰ δὲ «0σήμερον20» ὁ πᾶς οὗτος αἰὼν, μή ποτε «ἐχθὲς» ὁ παρεληλυθώς ἐστιν αἰών. τοῦτο δὲ ἐν ψαλμοῖς καὶ παρὰ τῷ Παύλῳ ἐν τῇ πρὸς Ἑβραίους λέγειν ὑπειλήφαμεν, ἐν ψαλμοῖς οὕτως· «χίλια ἔτη ἐν ὀφθαλμοῖς σου ὡσεὶ ἡμέρα ἡ ἐχθὲς, ἥτις διῆλθεν» (ἥτις ποτέ ἐστιν ἡ διαβόητος χιλιονταετηρὶς, ὁμοιοῦται τῇ «ἐχθὲς» ἡμέρᾳ, δια φερούσῃ τῆς «0σήμερον20»), παρὰ δὲ τῷ ἀποστόλῳ γέγραπται· «Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον20 ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.» καὶ οὐ δὲν θαυμαστὸν τῷ θεῷ τὸν ὅλον αἰῶνα τῆς παρ' ἡμῖν μιᾶς ἡμέρας διαστήματος λόγον ἔχειν, ἐγὼ δ' οἶμαι ὅτι καὶ ἐλάττονος.
27.14.1
καὶ ἐξεταστέον εἰ ἐπὶ αἰῶνας ἀναφέρονται οἱ λόγοι τῶν κατὰ τὰς «ἡμέρας» ἢ «μῆνας» ἢ «καιροὺς» ἢ «ἐνιαυτοὺς» ἀναγεγραμμένων ἑορτῶν ἢ πανηγύρεων. εἰ γὰρ «σκιὰν» ἔχει «ὁ νόμος τῶν μελλόν των,» ἀνάγκη τὰ πολλὰ σάββατα πολλῶν τινων ἡμερῶν εἶναι «σκιὰν» καὶ τὰς νουμηνίας διὰ χρονικῶν διαστημάτων ἐνίστασθαι, οὐκ οἶδα ὑπὸ ποίας σελήνης συνοδευούσης τινὶ ἡλίῳ ἐπιτελουμένας. εἰ δὲ καὶ «πρῶτος» «μὴν» καὶ δεκάτη ἡμέρα «ἕως τεσσαρεσκαιδεκά της» καὶ τῶν ἀζύμων ἑορτὴ ἀπὸ τεσσαρεσκαιδεκάτης «ἕως μιᾶς καὶ εἰκάδος» «σκιὰν» περιέχει «μελλόντων,» «τίς σοφὸς καὶ» ἐπὶ τοσοῦ τον θεῷ «φίλος,» ὡς πλειόνων μηνῶν τὸν πρῶτον ἰδεῖν καὶ τὴν δε κάτην αὐτοῦ ἡμέραν καὶ τὰ ἑξῆς; τί δέ με δεῖ λέγειν περὶ τῆς ἑορ τῆς τῶν ἑπτὰ ἑβδομάδων ἡμερῶν καὶ περὶ τοῦ ἑβδόμου μηνὸς (οὗ ἡ νεομηνία ἡμέρα «σαλπίγγων» ἐστὶ, «τῇ» δὲ «δεκάτῃ» «ἡμέρα ἱλασ μοῦ»), τῷ μόνῳ νομοθετήσαντι αὐτὰ θεῷ ἐγνωσμένων; τίς δὲ ἐπὶ τοσοῦτον τὸν Χριστοῦ κεχώρηκε νοῦν, ὡς τοὺς ἑβδόμους ἐνιαυτοὺς τῆς ἐλευθερίας τῶν Ἑβραίων οἰκετῶν καὶ «τῆς ἀφέσεως» τῶν χρεῶν ἀνέσεώς τε ἀπὸ γεωργίας τῆς ἁγίας γῆς ἐκλαβεῖν; ἔστι δέ τις καὶ ἀνωτέρω τῆς διὰ ἑπτὰ ἐτῶν ἑορτῆς ὁ καλούμενος Ἰωβηλαῖος, ὅν τινα κἂν ἐπὶ ποσὸν φαντασθῆναι εἶναί τι τρανῶς ἢ τοὺς ἐν αὐτῷ νόμους πληρωθησομένους ἀληθινοὺς οὐδενός ἐστι τοῦ τὴν πατρικὴν βουλὴν περὶ τῆς ἐν ἅπασι τοῖς αἰῶσι διατάξεως κατὰ «τὰ» «ἀνεξερεύνητα» «αὐτοῦ» «κρίματα» καὶ τὰς ἀνεξιχνιάστους αὐτοῦ ὁδοὺς τεθεωρηκότος.
27.15.1
πολλάκις δέ μοι ἐπῆλθεν ἀπορεῖν, συγκρούοντι δύο λέξεις ἀποστολικὰς, πῶς συντέλεια «αἰώνων» ἐστὶν, ἐφ' ᾗ «ἅπαξ» «εἰς ἀθέ τησιν τῶν ἁμαρτιῶν» Ἰησοῦς «πεφανέρωται,» εἰ μέλλουσιν εἶναι αἰῶνες μετὰ τοῦτον ἐπερχόμενοι. ἔχουσι δὲ αἱ λέξεις αὐτοῦ οὕτως, ἐν μὲν τῇ πρὸς Ἑβραίους· «νυνὶ δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν τῶν ἁμαρτιῶν διὰ τῆς θυσίας αὐτοῦ πεφανέρωται,» ἐν δὲ τῇ πρὸς Ἐφεσίους· «ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχο μένοις τὸ ὑπερβάλλον πλοῦτος τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφ' ἡμᾶς.» καὶ περὶ τηλικούτων στοχαζόμενος νομίζω ὅτι, ὥσπερ συντέλεια τοῦ ἐνιαυτοῦ ὁ τελευταῖός ἐστι μὴν, μεθ' ὃν ἀρχὴ μηνὸς ἑτέρου ἐνίσταται· οὕτω μή ποτε, πλειόνων αἰώνων οἱονεὶ ἐνιαυτὸν αἰώνων συμπληρούντων, συντέλειά ἐστιν ὁ ἐνεστὼς αἰὼν, μεθ' ὃν μέλλοντές τινες αἰῶνες ἐνστήσονται, ὧν ἀρχή ἐστιν ὁ μέλλων, καὶ ἐν ἐκείνοις τοῖς μέλλουσιν ἐνδείξεται ὁ θεὸς τὸν πλοῦτον «τῆς χάρι τος αὐτοῦ ἐν χρηστότητι»· τοῦ ἁμαρτωλοτάτου καὶ εἰς τὸ ἅγιον πνεῦμα δυσφημήσαντος κρατουμένου παρὰ τῆς ἁμαρτίας ἐν ὅλῳ τῷ ἐνεστῶτι αἰῶνι καὶ ἀρχῆθεν μέχρι τέλους τῷ μέλλοντι μετὰ ταῦτα οὐκ οἶδ' ὅπως οἰκονομησομένου.
27.16.1
ταῦτα τοίνυν ὁ ἰδὼν καὶ τῇ διανοίᾳ αἰώνων ἑβδομάδα, ἵνα σαββατισμόν τινα ἅγιον θεωρήσῃ, ἐννοήσας καὶ αἰώνων μῆνα, ἵνα τὴν ἁγίαν τοῦ θεοῦ ἴδῃ νουμηνίαν, καὶ αἰώνων ἐνιαυτὸν, ἵνα συνί δῃ τὰς τοῦ ἐνιαυτοῦ γε ἑορτὰς, ὅτε δεῖ «πᾶν ἀρσενικὸν» ἐνώπιον φαίνεσθαι «κυρίου θεοῦ,» καὶ τηλικούτων αἰώνων τοὺς ἀνάλογον ἐνιαυτοὺς, ἵνα τὸ ἕβδομον ἅγιον ἔτος καταλαμβάνῃ, καὶ αἰώνων ἑβδοματικοὺς ἑπτὰ, ὅπως ὑμνήσῃ τὸν τηλικαῦτα νομοθετήσαντα, ἐξε τάσας· πῶς δύναται μικρολογῆσαι περὶ τοῦ ἐλαχίστου μορίου ὥρας τῆς τοῦ τηλικούτου αἰῶνος ἡμέρας καὶ οὐχὶ πάντα ποιήσει, ἵνα ἀπὸ τῆς ἐνταῦθα παρασκευῆς ἄξιος γενόμενος τοῦ τυχεῖν τοῦ ἐπιουσίου ἄρτου20 ἐν τῇ «0σήμερον20» ἡμέρᾳ λάβῃ αὐτὸν καὶ «0καθ' ἡμέραν20,» ἤδη σαφοῦς ἐκ τῶν προειρημένων γινομένου τοῦ «0καθ' ἡμέραν20»; τῷ γὰρ ἐξ ἀπείρων ἐπ' ἄπειρον ὄντι θεῷ οὐ μόνον περὶ τῆς «0σήμερον20» ἀλλὰ καί πως τοῦ «0καθ' ἡμέραν20» ὁ «0σήμερον20» εὐχόμενος, ἀπὸ τοῦ δυνατοῦ δωρήσασθαι «ὑπὲρ ἐκ περισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν» λαβεῖν οἷός τε ἔσται, ἵν' οὕτως ὑπερβολικῶς εἴπω, καὶ τὰ ὑπὲρ «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ» τὰ ὑπὲρ ἃ «οὖς οὐκ ἤκουσε καὶ» τὰ ὑπὲρ ἃ «ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη.» 27. 17 καὶ ταῦτα δέ μοι δοκεῖ ἀναγκαιότατα ἐξητάσθαι, ἵνα τό τε «0σήμερον20» νοηθῇ καὶ τὸ «0καθ' ἡμέραν20,» ὅτε «0τὸν ἐπιούσιον» «ἄρτον20» δοθῆναι «ἡμῖν» ἀπὸ τοῦ πατρὸς αὐτοῦ εὐχόμεθα. εἰ κατὰ τελευταῖον δὲ βιβλίον πρότερον ἐξετάζομεν τὸ «0ἡμῶν20,» ἐπεὶ λέγεται οὐχί· «0τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον20» ἀλλὰ «0τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν καθ' ἡμέραν20,» ὅμως γε ἐξεταστέον, πῶς «0ἡμῶν20» ἐστιν ὁ ἄρτος20 οὗτος. διδάσκει δὴ ὁ ἀπόστολος ὅτι «εἴτε ζωὴ εἴτε θάνατος εἴτε ἐνεστῶτα εἴτε μέλ λοντα, πάντα» τῶν ἁγίων ἐστί· οὐκ ἀναγκαῖον ἐπὶ τοῦ παρόντος λέγειν.