De oratione
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/origenes" aria-label="More works by Origenes">
—
⋯
Original / primary: Pg Scrape Grc
28.1.1
«0Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν20,» ἢ ὡς ὁ Λουκᾶς· «0καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν, καὶ γὰρ αὐτοὶ ἀφήκαμεν παντὶ ὀφείλοντι ἡμῖν20.» περὶ τῶν ὀφειλημάτων20 καὶ ὁ ἀπόστολος λέγει· «ἀπόδοτε πᾶσι τὰς ὀφειλὰς, τῷ τὸν φόρον τὸν φόρον, τῷ τὸν φόβον τὸν φόβον, τῷ τὸ τέλος τὸ τέλος, τῷ τὴν τιμὴν τὴν τιμήν· μηδενὶ μηδὲν ὀφείλετε20 εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾶν.» ὀφείλο μεν20 τοιγαροῦν ἔχοντές τινα καθήκοντα οὐ μόνον ἐν τῇ δόσει ἀλλὰ καὶ λόγῳ προσηνεῖ καὶ τοῖσδέ τισι τοῖς ἔργοις, ἀλλὰ καὶ διάθεσίν τινα τοιάνδε ὀφείλομεν20 ἔχειν πρὸς αὐτούς. ταῦτα δὴ ὀφείλοντες20 ἤτοι ἀποδίδομεν διὰ τοῦ ἐπιτελεῖν τὰ προστασσόμενα ὑπὸ τοῦ θείου νό μου, ἢ τῷ καταφρονεῖν τοῦ ὑγιοῦς λόγου μὴ ἀποδιδόντες μένομεν ἐν τῷ ὀφείλειν20.
28.2.1
τὸ παραπλήσιον δὲ νοητέον ἐν τοῖς πρὸς τοὺς ἀδελφοὺς ὀφει 28. 2 λήμασι20, τούς τε κατὰ τὸν τῆς θεοσεβείας λόγον ἐν Χριστῷ ἡμῖν συναναγεγεννημένους καὶ τοὺς ὁμομητρίους ἢ ὁμοπατρίους ἡμῖν. ἔστι τις καὶ πρὸς πολίτας ὀφειλὴ καὶ ἄλλη κοινὴ πρὸς πάντας ἀν θρώπους, ἰδίᾳ μὲν ξένους ἰδίᾳ δὲ καὶ ἡλικίαν πατέρων ἔχοντας, καὶ ἄλλη πρός τινας, οὓς εὔλογον ὡς υἱοὺς ἢ ὡς ἀδελφοὺς τιμᾶν. ὁ οὖν τὰ ὀφειλόμενα20 ἀδελφοῖς ἐπιτελεῖσθαι μὴ ποιῶν μένει ὀφειλέ της20 ὧν μὴ πεποίηκεν. οὕτως δὲ, εἰ καὶ ἀνθρώποις ἀπὸ τοῦ φιλανθρώ που τῆς σοφίας πνεύματος ἐπιβαλλόντων τινῶν ἀφ' ἡμῶν ἐλλείποιμεν, πλείων γίνεται ἡ ὀφειλή. ἀλλὰ καὶ ἐν τοῖς εἰς ἡμᾶς αὐτοὺς ὀφεί λομεν20 τῷ μὲν σώματι οὑτωσὶ χρῆσθαι, οὐχὶ εἰς τὸ κατατρίβειν σάρ κας σώματος διὰ τῆς φιληδονίας· ὀφείλομεν20 δὲ καὶ τῇ ψυχῇ τήνδε τὴν ἐπιμέλειαν προσάγειν καὶ τοῦ νοῦ τῆς ὀξύτητος πρόνοιαν ποι εῖσθαι τοῦ τε λόγου, ἵν' ἄκεντρος καὶ ὠφέλιμος ᾖ καὶ μηδαμῶς ἀρ γός. ἐπὰν δὴ καὶ τὰ εἰς ἡμᾶς ὑφ' ἡμῶν αὐτῶν ὀφειλόμενα20 μὴ πράττωμεν, βαρύτερον ἡμῖν τὸ ὄφλημα γίνεται.
28.3.1
καὶ ἐπὶ τούτοις πᾶσι τὸ ὑπὲρ πάντα «ποίημα» καὶ πλάσμα ὄντες τοῦ θεοῦ ὀφείλομέν20 τινα διάθεσιν σῴζειν πρὸς αὐτὸν καὶ ἀγάπην τὴν «ἐξ ὅλης καρδίας» «καὶ ἐξ ὅλης ἰσχύος» «καὶ ἐξ ὅλης διανοίας»· ἅτινα ἐὰν μὴ κατορθώσωμεν, ὀφειλέται20 μένομεν θεοῦ, ἁμαρτάνοντες εἰς κύριον. καὶ τίς ἐπὶ τούτοις εὔξεται περὶ ἡμῶν; «ἐὰν» γὰρ «ἁμαρ τάνων ἁμάρτῃ ἀνὴρ εἰς ἄνδρα, καὶ προσεύξονται περὶ αὐτοῦ· ἐὰν εἰς κύριον ἁμάρτῃ, τίς προσεύξεται περὶ αὐτοῦ;» ὥς φησιν ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν ὁ Ἠλεί. ἀλλὰ καὶ Χριστοῦ ὠνησαμένου ἡμᾶς τῷ ἰδίῳ αἵματι ὀφειλέται20 ἐσμὲν, ὥσπερ καὶ πᾶς οἰκέτης τοῦ ὠνησαμένου ἐστὶν ὀφειλέτης20 τοῦ τοσοῦδε δοθέντος ὑπὲρ αὐτοῦ χρή ματος. ἔστι τις ἡμῖν καὶ πρὸς «τὸ ἅγιον πνεῦμα» ὀφειλὴ, ἀποδι δομένη, ὅτε οὐ λυποῦμεν αὐτὸ, «ἐν ᾧ» ἐσφραγίσθημεν «εἰς ἡμέραν ἀπολυτρώσεως,» καὶ μὴ λυποῦντες αὐτὸ φέρομεν τοὺς καρποὺς, οὓς ἀπαιτούμεθα, συνόντος αὐτοῦ ἡμῖν καὶ ζῳοποιοῦντος ἡμῶν τὴν ψυχήν. εἰ καὶ μὴ ἴσμεν δὲ ἐπιμελῶς, τίς ὁ ἑκάστου ἡμῶν ἄγγελος βλέπων «τοῦ ἐν οὐρανοῖς» «πατρὸς» «τὸ πρόσωπον,» ἀλλὰ φανερόν γε ἐπισκοπήσαντι ἑκάστῳ ἡμῶν γίνεται ὅτι κἀκείνῳ ὀφειλέται20 τινῶν ἐσμεν. εἰ δὲ καὶ ἐν θεάτρῳ ἐσμὲν κόσμου καὶ ἀγγέλων καὶ ἀνθρώπων, ἰστέον ὅτι, ὥσπερ ὁ ἐν θεάτρῳ ὀφειλέτης20 ἐστὶ τοῦ τάδε τινὰ εἰπεῖν ἢ ποιῆσαι ἐν ὄψει τῶν θεατῶν, ἅπερ μὴ πράξας τις ὡς τὸ πᾶν ὑβρίσας θέατρον κολάζεται· οὕτως καὶ ἡμεῖς «τῷ» ὅλῳ «κόσμῳ» «καὶ» τοῖς πᾶσιν «ἀγγέλοις» τῷ τε τῶν ἀνθρώπων γένει ὀφείλομεν20 ταῦτα, ἃ βουληθέντες ἀπὸ τῆς σοφίας μαθησόμεθα.
28.4.1
χωρὶς δὲ τούτων καθολικωτέρων ὄντων ἔστι τις χήρας προ νοουμένης ὑπὸ τῆς ἐκκλησίας ὀφειλὴ καὶ ἑτέρα διακόνου καὶ ἄλλη πρεσβυτέρου, καὶ ἐπισκόπου δὲ ὀφειλὴ βαρυτάτη ἐστὶν, ἀπαιτουμένη ὑπὸ τοῦ τῆς ὅλης ἐκκλησίας σωτῆρος καὶ ἐκδικουμένη, εἰ μὴ ἀπο διδοῖτο. ἤδη δὲ ὁ ἀπόστολος ὀφειλήν τινα κοινὴν ὠνόμασεν ἀν δρὸς καὶ γυναικὸς λέγων· «τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλὴν ἀποδι δότω, ὁμοίως καὶ ἡ γυνὴ τῷ ἀνδρί»· καὶ ἐπιφέρει· «μὴ ἀποστερεῖτε ἀλλήλους.» καὶ τί με δεῖ λέγειν, παρὸν τὰ ἑαυτῶν ἀναλέγεσθαι ἐκ τῶν εἰρημένων τοὺς ἐντυγχάνοντας τῇδε τῇ γραφῇ, ὅσα ὀφείλοντες20 ἤτοι μὴ ἀποδιδόντες κατασχεθησόμεθα ἢ ἀποδιδόντες ἐλευθερωθησό μεθα; πλὴν οὐκ ἔστιν ἐν τῷ βίῳ ὄντα πάσης ὥρας νυκτὸς καὶ ἡμέ ρας μὴ ὀφείλειν20.
28.5.1
ἀλλ' ἐν τῷ ὀφείλειν20 ἤτοι ἀποδίδωσί τις ἢ ἀποστερεῖ τὴν ὀφειλήν· καὶ δυνατόν γε ἐν τῷ βίῳ ἀποδιδόναι, δυνατὸν δὲ καὶ ἀποστερεῖν. καὶ τινὲς μὲν οὐδενὶ ὀφείλουσιν20 οὐδέν· τινὲς δὲ τὰ πλεῖστα ἀποτιννύντες ὀλίγα ἀποδιδόντες τὰ πλείονα ὀφείλουσι20· καὶ τάχα ἔστιν ὁ μηδὲν ἀποδιδοὺς ἀλλὰ πάντα ὀφείλων20. καὶ ὁ ἀποδιδοὺς μέντοι γε πάντα, ὥστε μηδὲν ὀφείλειν20, χρόνῳ ποτὲ τοῦτο κατορθοῖ, δεόμενος ἀφέσεως περὶ τῶν προτέρων ὀφειλῶν· ἧστινος ἀφέσεως εὐλόγως δύναται τυχεῖν ὁ φιλοτιμησά μενος ἀπό τινος χρόνου τοιοῦτος γενέσθαι, ὥστε μηδὲν ὀφείλειν20 τῶν ἐπιβαλλόντων ὡς οὐκ ἀποδιδομένων. αὗται δὲ αἱ παράνομοι ἐνέργειαι, ἐν τῷ ἡγεμονικῷ τυπούμεναι, «τὸ καθ' ἡμῶν» γίνονται «χειρόγραφον,» ἀφ' οὗ δικασθησόμεθα, δίκην βίβλων τῶν ὑπὸ πάν των, ἵν' οὕτως εἴπω, κεχειρογραφημένων προαχθησομένων, ὅτε «πάν τες παραστησόμεθα τῷ βήματι» «τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον.» κατὰ ταύτας τὰς ὀφειλὰς καὶ τὸ ἐν ταῖς Παροιμίαις λέγεται· «μὴ δίδου σεαυτὸν εἰς ἐγγύην ὁ αἰσχυνόμενος πρόσωπον· εἰ γὰρ οὐχ ἕξει πόθεν ἀποδώσει, λήψονται τὸ σὸν στρῶμα τὸ ὑπὸ τὰς πλευ ράς σου.» 28. 6 εἰ δὲ τοσούτοις ὀφείλομεν20, πάντως καὶ ἡμῖν τινες ὀφείλου σιν20· οἱ μὲν γὰρ ὀφείλουσιν20 ἡμῖν ὡς ἀνθρώποις οἱ δὲ ὡς πολίταις, ἄλλοι δὲ ὡς πατράσι καί τινες ὡς υἱοῖς, καὶ μετὰ τούτους ὡς ἀνδράσι γυναῖκες ἢ ὡς φίλοις φίλοι. ἐπὰν οὖν ἀπὸ τῶν πλείστων ἡμῖν ὀφει λετῶν20 ἀσθενέστερόν τινες περὶ τὴν ἀπόδοσιν τῶν πρὸς ἡμᾶς καθη κόντων ἀναστραφῶσι, φιλανθρωπότερον ποιήσομεν ἀμνησικάκως ἐνεχθέντες πρὸς αὐτοὺς καὶ ἰδίων μεμνημένοι ὀφειλῶν, ὅσας πολ λάκις παραλελοίπαμεν οὐ μόνον πρὸς ἀνθρώπους ἀλλὰ καὶ πρὸς αὐτὸν τὸν θεόν. μεμνημένοι γὰρ ὧν ὀφειλέται20 ὄντες οὐκ ἀποδεδώ καμεν ἀλλὰ ἀπεστερήσαμεν παραδραμόντος τοῦ χρόνου, ἐν ᾧ ἐχρῆν ἡμᾶς τάδε τινὰ πρὸς τὸν πλησίον πεποιηκέναι, πρᾳότεροι ἐσόμεθα πρὸς τοὺς καὶ ἡμῖν ὀφλήσαντας καὶ μὴ ἀποδεδωκότας τὴν ὀφειλήν· καὶ μάλιστα ἐὰν μὴ ἐπιλανθανώμεθα τῶν εἰς τὸ θεῖον ἡμῖν παρα νενομημένων καὶ τῆς «εἰς τὸ ὕψος» ἀδικίας ἡμῖν λελαλημένης ἤτοι κατὰ ἄγνοιαν τῆς ἀληθείας ἢ κατὰ δυσαρέστησιν τὴν πρὸς τὰ συμ βάντα ἡμῖν περιστατικά.
28.7.1
εἰ δὲ μὴ βουλόμεθα πρᾳότεροι γίνεσθαι πρὸς τοὺς ἡμῖν ὀφλήσαντας, πεισόμεθα τὰ τοῦ τὰ «ἑκατὸν δηνάρια» τῷ ὁμοδούλῳ μὴ συγχωρήσαντος, ὅντινα προσυγχωρηθέντα κατὰ τὴν κειμένην ἐν τῷ εὐαγγελίῳ παραβολὴν ἐνειλήσας ἐκπράσσει ὁ δεσπότης τὰ προ συγκεχωρημένα, λέγων αὐτῷ· «πονηρὲ δοῦλε καὶ ὀκνηρὲ,» «οὐκ ἔδει ἐλεῆσαί σε τὸν σύνδουλόν σου, ὡς κἀγώ σε ἠλέησα;» βάλετε αὐτὸν «εἰς» τὴν «φυλακὴν,» «ἕως ἀποδῷ πᾶν τὸ ὀφειλόμενον20.» ἐπιφέρει δὲ τούτοις ὁ κύριος· «οὕτως καὶ ὑμῖν ὁ πατὴρ ὁ οὐράνιος ποιήσει, ἐὰν μὴ ἀφῆτε20 ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν.» λέγουσι μέντοι γε μετανοεῖν τοῖς εἰς ἡμᾶς ἡμαρτηκόσιν ἀφετέον20, κἂν πολλάκις τοῦτο ὁ ὀφειλέτης20 ἡμῶν ποιῇ «ἐὰν» γὰρ «ἑπτάκις τῆς ἡμέρας ἁμάρτῃ,» φησὶν, «εἰς σὲ» «ὁ ἀδελφός σου» «καὶ ἑπτάκις ἐπι στρέψῃ λέγων· μετανοῶ, ἀφήσεις20 αὐτῷ.» οὐχ ἡμεῖς δὲ χαλεποὶ πρὸς τοὺς μὴ μετανοοῦντας, ἀλλ' ἑαυτοῖς οἱ τοιοῦτοί εἰσι πονηροί· «ὁ» γὰρ «ἀπωθούμενος παιδείαν μισεῖ ἑαυτόν»· πλὴν καὶ ἐπὶ τῶν τοι ούτων τὴν θεραπείαν παντὶ τρόπῳ ζητητέον ἐγγενέσθαι τῷ τὰ πάντα διαστραφέντι, ὡς μηδὲ συναισθέσθαι τῶν ἰδίων κακῶν με θύειν δὲ μέθην ὀλεθριωτέραν τῆς «ἀπὸ οἴνου,» τὴν ἀπὸ τοῦ σκο τισμοῦ τῆς κακίας.
28.8.1
ὁ δὲ Λουκᾶς εἰπών· «0ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν20» 28. 8 (ἐπεὶ τὰ ἁμαρτήματα ὀφειλόντων ἡμῶν20 καὶ μὴ ἀποδιδόντων συν ίσταται) τὸ αὐτὸ λέγει τῷ Ματθαίῳ, ὅστις οὐκ ἔοικε χώραν δι δόναι τῷ βουλομένῳ μετανοοῦσιν ἀφιέναι20 τοῖς ὀφείλουσι20 μόνον, λέγων ὑπὸ τοῦ σωτῆρος νενομοθετῆσθαι τὸ ἡμᾶς δεῖν ἐν τῇ εὐχῇ προστιθέναι· «0καὶ γὰρ αὐτοὶ ἀφίεμεν παντὶ ὀφείλοντι ἡμῖν20.» πάντες μέντοι γε ἐξουσίαν ἀφιέναι20 τὰ εἰς ἡμᾶς ἡμαρτημένα· ὅπερ δῆλόν ἐστιν ἔκ τε τοῦ «0ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφει λέταις ἡμῶν20» καὶ ἐκ τοῦ «0καὶ γὰρ αὐτοὶ ἀφίεμεν παντὶ ὀφεί λοντι ἡμῖν20.» ὁ δὲ ἐμπνευσθεὶς ὑπὸ τοῦ Ἰησοῦ ὡς οἱ ἀπόστολοι καὶ «ἀπὸ τῶν καρπῶν» γινώσκεσθαι δυνάμενος, ὡς χωρήσας τὸ πνεῦμα τὸ ἅγιον καὶ γενόμενος πνευματικὸς τῷ ὑπὸ τοῦ πνεύματος ἄγεσθαι τρόπον υἱοῦ θεοῦ ἐφ' ἕκαστον τῶν κατὰ λόγον πρακτέων, ἀφίησιν20 ἃ ἐὰν ἀφῇ ὁ θεὸς20 καὶ κρατεῖ τὰ ἀνίατα τῶν ἁμαρτημάτων, ὑπηρετῶν ὥσπερ οἱ προφῆται ἐν τῷ λέγειν οὐ τὰ ἴδια ἀλλὰ τὰ τοῦ θείου βουλήματος τῷ θεῷ οὕτω καὶ αὐτὸς τῷ μόνῳ ἐξουσίαν ἔχοντι ἀφιέναι20 θεῷ.
28.9.1
ἔχουσι δὲ ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ αἱ περὶ τῆς τῶν ἀποστόλων γινομένης ἀφέσεως φωναὶ οὕτως· «λάβετε πνεῦμα ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται20 αὐτοῖς· ἄν τινων κρα τῆτε, κεκράτηνται.» εἰ δέ τις ἀβασανίστως ἐκλαμβάνει ταῦτα, ἐγκα λέσαι τις ἂν τοῖς ἀποστόλοις μὴ πᾶσιν ἀφιεῖσιν20, ἵνα πᾶσιν ἀφεθῇ20, ἀλλά «τινων» «0τὰς ἁμαρτίας20» κρατοῦσιν, ὡς δι' αὐτοὺς καὶ παρὰ θεῷ κρατεῖσθαι αὐτάς. χρήσιμον δὲ παράδειγμα ἀπὸ τοῦ νόμου λαβεῖν πρὸς τὸ νοηθῆναι τὴν δι' ἀνθρώπων ἄφεσιν ὑπὸ θεοῦ γινο μένην ἀνθρώποις ἁμαρτημάτων. οἱ κατὰ νόμον ἱερεῖς κωλύονται περί τινων προσφέρειν ἁμαρτημάτων θυσίαν, ἵνα ἀφεθῇ20 τοῖς, περὶ ὧν αἱ θυσίαι, τὰ πλημμελήματα. καὶ οὐ δή που τὴν περί τινων ἐξουσίαν ὁ ἱερεὺς ἀκουσίων ἢ πλημμελημάτων ἀναφορὰν ἔχων ἤδη καὶ περὶ μοιχείας ἢ ἑκουσίου φόνου ἤ τινος ἄλλου χαλεπωτέρου πταίσματος προσφέρει «ὁλοκαύτωμα καὶ περὶ ἁμαρτίας.» οὕτω τοι γαροῦν καὶ οἱ ἀπόστολοι καὶ οἱ τοῖς ἀποστόλοις ὡμοιωμένοι, ἱερεῖς ὄντες κατὰ τὸν «μέγαν» «ἀρχιερέα,» ἐπιστήμην λαβόντες τῆς τοῦ θεοῦ θεραπείας, ἴσασιν, ὑπὸ τοῦ πνεύματος διδασκόμενοι, περὶ ὧν χρὴ ἀναφέρειν θυσίας ἁμαρτημάτων καὶ πότε καὶ τίνα τρόπον, καὶ γι νώσκουσι, περὶ ὧν οὐ χρὴ τοῦτο ποιεῖν. ὁ γοῦν ἱερεὺς Ἠλεὶ ἁμαρ τάνοντας ἐπιστάμενος τοὺς υἱοὺς Ὀφνεὶ καὶ Φινεὲς, ὡς μηδὲν δυνά μενος εἰς ἄφεσιν ἁμαρτημάτων αὐτοῖς συνεργῆσαι, καὶ τὸ ἀπογινώ σκειν τοῦτ' ἔσεσθαι ὁμολογεῖ δι' ὧν φησιν· «ἐὰν ἁμαρτάνων ἁμάρτῃ ἀνὴρ εἰς ἄνδρα, καὶ προσεύξονται περὶ αὐτοῦ· ἐὰν δὲ εἰς κύριον ἁμάρτῃ, τίς προσεύξεται περὶ αὐτοῦ;» 28. 10 οὐκ οἶδ' ὅπως ἑαυτοῖς τινες ἐπιτρέψαντες τὰ ὑπὲρ τὴν ἱερατι κὴν ἀξίαν, τάχα μηδὲ ἀκριβοῦντες τὴν ἱερατικὴν ἐπιστήμην, αὐχοῦσιν ὡς δυνάμενοι καὶ εἰδωλολατρείας συγχωρεῖν μοιχείας τε καὶ πορνείας ἀφιέναι20, ὡς διὰ τῆς εὐχῆς αὐτῶν περὶ τῶν ταῦτα τετολμηκότων λυομένης καὶ τῆς20 «πρὸς θάνατον» ἁμαρτίας20· οὐ γὰρ ἀναγινώσκουσι τὸ «ἔστιν ἁμαρτία20 πρὸς θάνατον· οὐ περὶ ἐκείνης λέγω ἵνα τις ἐρω τήσῃ.» οὐκ ἀποσιωπητέον καὶ τὸν ἀνδρειότατον Ἰὼβ περὶ τῶν υἱῶν ἀναφέροντα θυσίαν, λέγοντα· «μή ποτε οἱ υἱοί μου ἐν τῇ διανοίᾳ αὐτῶν κακὰ ἐνενόησαν πρὸς θεόν»· περὶ γὰρ δισταζομένων εἰ ἡμάρ τηται, καὶ ταῦτα οὐδὲ μέχρι τῶν χειλέων ἐφθακότων, ἀναφέρει τὴν θυσίαν.