De oratione
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/origenes" aria-label="More works by Origenes">
—
⋯
Original / primary: Pg Scrape Grc
29.1.1
«0Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ»· τὸ δὲ «ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ20» παρὰ τῷ Λουκᾷ σεσιώπηται. εἰ μὴ ἀδύνατα προσ τάττει ὁ σωτὴρ ἡμᾶς εὔχεσθαι, ζητήσεώς μοι ἄξιον φαίνεται, πῶς κελευόμεθα, παντὸς τοῦ ἐπὶ γῆς ἀνθρώπων βίου πειρατηρίου ὄντος, προσεύχεσθαι μὴ εἰσελθεῖν «0εἰς πειρασμόν20.» ᾗ γάρ ἐσμεν ἐπὶ γῆς περικείμενοι τὴν στρατευομένην σάρκα «κατὰ τοῦ πνεύματος,» ἧς «τὸ φρόνημα» «ἔχθρα» ἐστὶν «εἰς θεὸν,» μηδαμῶς δυναμένης ὑποτάσσεσ θαι «τῷ νόμῳ τοῦ θεοῦ,» ἐν πειρασμῷ20 ἐσμεν.
29.2.1
ὅτι δὲ «πειρατήριον» πᾶς «ὁ» «ἐπὶ γῆς» ἀνθρώπινος «βίος,» ἀπὸ τοῦ Ἰὼβ μεμαθήκαμεν διὰ τούτων· «πότερον οὐχὶ πειρατήριόν ἐστιν ὁ βίος τῶν ἀνθρώπων ἐπὶ γῆς;» καὶ ἀπὸ τοῦ ἑπτακαιδεκάτου ψαλμοῦ τὸ αὐτὸ δηλοῦται ἐν τῷ· «ἐν σοὶ ῥυσθήσομαι ἀπὸ πειρατηρίου.» ἀλλὰ καὶ ὁ Παῦλος Κορινθίοις γράφων οὐχὶ τὸ μὴ πειράζεσθαι ἀλλὰ τὸ μὴ παρὰ δύναμιν πειράζεσθαί φησι χαρίζεσθαι τὸν θεὸν, λέγων· «0πειρασμὸς20 ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος· πιστὸς δὲ ὁ θεὸς, οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ20 καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν.» εἴτε γὰρ «ἡ πάλη» «ἐστὶ» «πρὸς» τὴν ἐπιθυμοῦσαν ἢ στρατευομένην «κατὰ τοῦ πνεύ ματος» «σάρκα» ἢ πρὸς τὴν ψυχὴν «πάσης σαρκὸς» (ἥτις ἐστὶν ὁμωνύ μως ᾧ ἐγκατοικεῖ σώματι τὸ ἡγεμονικὸν, ὃ καλεῖται καρδία), ὁποία ἐστὶν «ἡ πάλη» τοῖς τοὺς ἀνθρωπίνους πειραζομένοις πειρασμοὺς20, εἴτε ὡς διαβεβηκόσι καὶ τελεωτέροις ἀθληταῖς, οὐκέτι «πρὸς αἷμα καὶ σάρκα» παλαίουσιν οὐδὲ ἐν τοῖς ἀνθρωπίνοις πειρασμοῖς20 ἐξεταζομέ νοις, οὓς καταπεπατήκασιν ἤδη, «πρὸς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου καὶ τὰ πνευματικὰ τῆς πονη ρίας» ἐστὶν ἡμῖν τὰ ἀγωνίσματα, τοῦ πειράζεσθαι οὐκ ἀπηλλάγμεθα.
29.3.1
πῶς οὖν κελεύει ἡμᾶς ὁ σωτὴρ εὔχεσθαι μὴ εἰσελθεῖν «0εἰς πειρασμὸν20,» πειράζοντός πως πάντας τοῦ θεοῦ; «μνήσθητε» γὰρ, φησὶν ἡ Ἰουδαία [εἰ] οὐ πρὸς τοὺς τότε πρεσβυτέρους μόνον ἀλλὰ καὶ πρὸς πάντας τοὺς ἐντυγχάνοντας αὐτῆς τῇ γραφῇ, «ὅσα ἐποίησε μετὰ Ἀβραὰμ, καὶ ὅσα ἐπείρασε τὸν Ἰσαὰκ, καὶ ὅσα ἐγένετο τῷ Ἰακὼβἐν Μεσοποταμίᾳ τῆς Συρίας, ποιμαίνοντι Λάβαν τὰ πρόβατα τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ· οὐ γὰρ καθὼς ἐκείνους ἐπύρωσεν εἰς ἐτασμὸν καρδίας αὐτῶν, καὶ ἡμᾶς ἐκδικεῖ ὁ εἰς νουθέτησιν μαστιγῶν κύριος τοὺς ἐγγίζοντας αὐτῷ.» καὶ ὡς καθολικὸν δὲ ἀποφαίνεται περὶ πάντων δικαίων ὁ μὲν Δαυῒδ λέγων· «πολλαὶ αἱ θλίψεις τῶν δικαίων,» ὁ δὲ ἀπόστολος ἐν ταῖς Πράξεσιν· «ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ.» 29. 4 καὶ ἐὰν μὴ συνῶμεν τὸ τοὺς πολλοὺς λανθάνον περὶ τοῦ μὴ εἰσελθεῖν «0εἰς πειρασμὸν20» προσεύχεσθαι, ὥρα λέγειν ὅτι οἱ ἀπόσ τολοι εὐχόμενοι οὐκ ἐπηκούοντο, μυρία ὅσα ἐν παντὶ τῷ χρόνῳ ἑαυτῶν πεπονθότες, «ἐν κόποις περισσοτέρως ἐν πληγαῖς περισσοτέ ρως ἐν φυλακαῖς ὑπερβαλλόντως ἐν θανάτοις πολλάκις,» ὁ δὲ Παῦ λος ἰδίᾳ «ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν» εἴληφε, «τρὶς» ἐῤῥαβδίσθη, «ἅπαξ» ἐλιθάσθη, «τρὶς» ἐναυάγησε, «νυχθήμερον ἐν τῷ βυθῷ» πεποίηκεν, ἄνθρωπος «ἐν παντὶ» θλιβόμενος καὶ ἀπο ρούμενος καὶ διωκόμενος καὶ καταβαλλόμενος ὁμολογῶν τε τό· «ἄχρι τῆς ἄρτι ὥρας πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημού μενοι παρακαλοῦμεν.» τῶν δὲ ἀποστόλων ἐν τῷ εὔχεσθαι μὴ ἐπιτε τευχότων, τίς ἐλπὶς τῶν ὑποδεεστέρων τινὶ παρ' ἐκείνους εὐχομένῳ ἐπηκόου θεοῦ τυχεῖν;
29.5.1
τὸ δὲ ἐν τῷ εἰκοστῷ πέμπτῳ ψαλμῷ· «δοκίμασόν με, κύριε, καὶ πείρασόν με, πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου» εὐλόγως τις ὑπολήψεται τῶν μὴ ἀκριβούντων, τί τὸ βούλημα τῆς προστάξεως τοῦ σωτῆρος, ἐναντίως γεγονέναι οἷς ὁ κύριος ἡμῶν περὶ εὐχῆς ἐδίδαξε. πότε δέ τις νενόμικεν εἶναι ἔξω πειρασμῶν20 ἀνθρώ πους, ὧν ᾔδει τὸν λόγον συμπεπληρωκώς; καὶ ποῖος καιρός ἐστιν, ἐν ᾧ ὡς μὴ ἀγωνιζόμενος περὶ τοῦ μὴ ἁμαρτήσεσθαι καταπεφρό νηκε; πένεταί τις; εὐλαβείσθω, μή ποτε κλέψας ὀμόσῃ «τὸ ὄνομα τοῦ θεοῦ»· ἀλλὰ πλουτεῖ; μὴ καταφρονείτω· δύναται γὰρ «πλησθεὶς ψευδὴς» γενέσθαι καὶ ἐπαρθεὶς εἰπεῖν· «τίς με ὁρᾷ;» οὐδὲ Παῦλος γοῦν πλουτῶν «ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει» κινδύνου ἀπήλλα κται τοῦ ὡς ἐπὶ τούτοις ἐν τῷ ὑπεραίρεσθαι ἁμαρτάνειν, ἀλλὰ δεῖται σκόλοπος τοῦ σατανᾶ κολαφίζοντος αὐτὸν, «ἵνα μὴ» ὑπεραίρηται. κἂν συνειδῇ τις ἑαυτῷ τὰ κρείττονα καὶ ἀναπτερωθῇ ἀπὸ τῶν κακῶν, ἀναγινωσκέτω τὸ εἰρημένον ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων περὶ Ἐζεκίου, ὅστις πεπτωκέναι λέγεται «ἀπὸ τοῦ ὕψους τῆς καρδίας αὐτοῦ.»
29.6.1
εἰ δὲ, ἐπεὶ μὴ πλείονα περὶ τοῦ πένητος εἰρήκαμεν, καταφρο νεῖ τις, ὡς μὴ πειρασμοῦ20 τοῦ περὶ τῆς πενίας, ἴστω ὅτι ὁ ἐπιβου λεύων ἐπιβουλεύει ὑπὲρ «τοῦ καταβαλεῖν πτωχὸν καὶ πένητα,» καὶ μάλιστα ἐπεὶ κατὰ τὸν Σολομῶντα. «ὁ πτωχὸς οὐχ ὑφίσταται ἀπει λήν.» τί δὲ δεῖ λέγειν, ὅσοι διὰ τὸν σωματικὸν πλοῦτον, μὴ καλῶς αὐτὸν οἰκονομήσαντες, τὴν μετὰ τοῦ ἐν τῷ εὐαγγελίῳ πλουσίου χώραν ἐν τῇ κολάσει εἰλήφασι, καὶ ὅσοι ἀγεννῶς τὴν πενίαν φέροντες, δου λοπρεπέστερον καὶ ταπεινότερον ἢ κατὰ τὰ ἐν τοῖς «ἁγίοις» πρέποντα ἀναστρεφόμενοι, τῆς ἐπουρανίου ἐλπίδος ἀποπεπτώκασιν; οὐδὲ οἱ μεταξὺ δὲ τούτων καθ' ἑκάτερον, πλοῦτον καὶ πενίαν, τοῦ κατὰ τὴν σύμμετρον κτῆσιν ἁμαρτάνειν πάντως εἰσὶν ἀπηλλαγμένοι.
29.7.1
ἀλλὰ ὑγιαίνων τῷ σώματι καὶ εὐεκτῶν ἔξω παντὸς πειρασ μοῦ20 κατ' αὐτὸ τὸ ὑγιαίνειν καὶ εὐεκτεῖν ὑπολαμβάνει τυγχάνειν· καὶ τίνων ἄλλων ἢ τῶν εὐεκτούντων καὶ ὑγιαινόντων ἐστὶν ἁμάρτημα τὸ φθείρειν «τὸν ναὸν τοῦ θεοῦ,» οὐ τολμήσει τις διὰ τὸ ἐκκεῖσθαι πᾶσι σαφῶς τὰ κατὰ τὸν τόπον εἰπεῖν. νοσῶν δὲ τίς τοὺς εἰς τὸ φθείρειν «τὸν ναὸν τοῦ θεοῦ» [τίς] ἐρεθισμοὺς ἐκπέφευγε, σχολάζων κατ' ἐκεῖνο καιροῦ καὶ πάνυ τι δεχόμενος τοὺς περὶ τῶν ἀκαθάρτων πραγμάτων λογισμούς; ἀλλ' ὅσα παρὰ τούτους ταράττει αὐτὸν, ἐὰν μὴ «πάσῃ φυλακῇ» τηρῇ τὴν «καρδίαν,» τί δεῖ καὶ λέγειν; πολλοὶ γὰρ ὑπὸ τῶν πόνων νικώμενοι καὶ ἀνδρείως νόσους φέρειν οὐκ ἐπισ τάμενοι μᾶλλον τὴν ψυχὴν ἠλέγχθησαν τότε νενοσηκότες ἢ τὰ σώ ματα· πολλοὶ δὲ καὶ διὰ τὸ φεύγειν τὴν ἀδοξίαν, ἐπαισχυνόμενοι τὸ Χριστοῦ εὐγενῶς ὄνομα φέρειν, εἰς αἰσχύνην αἰώνιον καταπεπ τώκασιν.
29.8.1
ἀλλ' οἴεταί τις ἀναπαύεσθαι ὡς μὴ πειραζόμενος, ὅτε δεδό ξασται παρὰ τοῖς ἀνθρώποις· καὶ πῶς οὐ χαλεπὸν τὸ «ἀπέχουσι τὸν μισθὸν» ἀπὸ «τῶν ἀνθρώπων,» ἀπαγγελλόμενον τοῖς ἐπαιρομένοις ὡς ἐπ' ἀγαθῷ τῇ παρὰ τοῖς πολλοῖς δόξῃ; πῶς δ' οὐκ ἐπιπληκτικὸν τὸ «πῶς δύνασθε ὑμεῖς πιστεῦσαι, δόξαν παρ' ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου θεοῦ οὐ ζητεῖτε;» καὶ τί με δεῖ καταλέγειν τὰ τῶν νομιζομένων εὐγενῶν ἐν ὑπερηφανίᾳ πταίσματα καὶ τῶν λεγομένων δυσγενῶν διὰ τὸ ἀνεπίστημον τὴν πρὸς τοὺς ὑπερέχειν νομιζομένους ὑπόπτωσιν θωπευτικὴν, ἀφιστᾶσαν θεοῦ τοὺς γνησίαν μὲν φιλίαν οὐκ ἔχοντας τὸ δὲ κάλλιστον τῶν ἐν ἀνθρώποις, τὴν ἀγάπην, ὑποκρινομένους;
29.9.1
πᾶς τοίνυν «ὁ βίος,» καθὼς προείρηται, τοῦ «ἀνθρώπου ἐπὶ τῆς γῆς» «ἐστι» «πειρατήριον»· διόπερ εὐχώμεθα ῥυσθῆναι20 πειρα τηρίου, οὐκ ἐν τῷ μὴ πειράζεσθαι (τοῦτο γὰρ ἀμήχανον, μάλιστα τοῖς «ἐπὶ γῆς») ἀλλὰ ἐν τῷ μὴ ἡττᾶσθαι πειραζομένους. τὸν δὲ ἡττώμενον ἐν τῷ πειράζεσθαι εἰσέρχεσθαι «εἰς» τὸν «0πειρασμὸν20,» ἐνεχόμενον τοῖς δικτύοις αὐτοῦ, ὑπολαμβάνω· εἰς ἅπερ δίκτυα διὰ τοὺς προκατειλημμένους ἐν αὐτοῖς εἰσελθὼν ὁ σωτὴρ, «ἐκκύπτων διὰ τῶν δικτύων» κατὰ τὸ ἐν τῷ Ἄισματι τῶν ᾀσμάτων εἰρημένον, «ἀποκρίνεται» τοῖς προκατειλημμένοις ὑπ' αὐτῶν καὶ εἰσελθοῦσιν «0εἰς» τὸν «πειρασμὸν20,» «καὶ λέγει» οὖσι νύμφῃ αὐτοῦ· «ἀνάστα, ἐλθὲ ἡ πλησίον μου, καλή μου, περιστερά μου.» προσθήσω δὲ εἰς τὸ πει ρασθῆναι πάντα καιρὸν πειρασμοῦ20 εἶναι τοῖς ἀνθρώποις καὶ ταῦτα· οὐδὲ ὁ τὸν νόμον τοῦ θεοῦ μελετῶν «ἡμέρας καὶ νυκτὸς» καὶ ἀ σκῶν κατορθῶσαι τὸ εἰρημένον· «στόμα δικαίου μελετήσει σοφίαν» τοῦ πειράζεσθαι ἀπήλλακται.
29.10.1
ὅσοι γοῦν παρεκδεξάμενοι ἐν τῷ ἀνατεθεικέναι αὑτοὺς τῇ ἐξετάσει τῶν θείων γραφῶν τὰ ἐν νόμῳ καὶ προφήταις ἀπηγγελμένα ἀθέοις καὶ ἀσεβέσι δόγμασιν ἑαυτοὺς ἀνατεθείκασιν ἠλιθίοις καὶ γελοίοις, τί δεῖ καὶ λέγειν, τῶν δοκούντων τῷ τῆς ἀμελείας τῶν ἀνα γνωσμάτων ἐγκλήματι μὴ εἶναι ἐνόχων μυρίων ὅσων τὰ τοιαῦτα πταιόντων; τὸ δ' αὐτὸ καὶ ἐπὶ τῶν ἀποστολικῶν καὶ εὐαγγελικῶν ἀναγνωσμάτων πολλοὶ πεπόνθασι, διὰ τὰς ἰδίας ἀνοίας ἀναπλάττον τες ἕτερον παρὰ τὸν θεολογούμενον καὶ κατὰ τὴν ἀλήθειαν νενοη μένον τοῖς ἁγίοις υἱὸν ἢ πατέρα. ὁ γὰρ μὴ τὰ ἀληθῆ φρονῶν περὶ θεοῦ ἢ Χριστοῦ αὐτοῦ τοῦ μὲν ἀληθινοῦ ἀποπέπτωκε θεοῦ καὶ τοῦ μονογενοῦς αὐτοῦ· ὃν δὲ ἀνέπλασεν ἡ ἄνοια αὐτοῦ, νομίζουσα εἶναι πατέρα καὶ υἱὸν, οὐκ ὄντως προσκυνεῖ, τοῦτο παθὼν διὰ τὸ τὸν ἐν τῷ ἀναγινώσκειν τὰ ἅγια πειρασμὸν20 μὴ νενοηκέναι μηδὲ ὡς πρὸς ἀγῶνα καὶ τότε αὐτῷ ἐνεστηκότα ὁπλισάμενος καὶ στάς.
29.11.1
χρὴ τοίνυν εὔχεσθαι οὐχ ἵνα μὴ πειρασθῶμεν (τοῦτο γὰρ ἀδύνατον) ἀλλ' ἵνα μὴ ὑπὸ τοῦ πειρασμοῦ20 περιβληθῶμεν, ὅπερ πά σχουσιν οἱ ἐνεχόμενοι αὐτῷ καὶ νενικημένοι. ἐπεὶ οὖν ἔξω μὲν τῆς εὐχῆς γέγραπται «μὴ εἰσελθεῖν εἰς πειρασμὸν20,» ὅπερ ἐκ τῶν εἰρημένων δύναταί πως εἶναι σαφὲς, ἐν δὲ τῇ εὐχῇ λέγειν ἡμᾶς δεῖ· «0μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν20» τῷ πατρὶ θεῷ· ἄξιον ἰδεῖν, πῶς χρὴ νοεῖν τὸν θεὸν εἰσάγειν τὸν μὴ εὐξάμενον ἢ τὸν μὴ ἐπα κουόμενον «0εἰς20» τὸν «0πειρασμόν20.» ἀπεμφαίνει γὰρ, τοῦ νικωμένου εἰσερχομένου «0εἰς20» τὸν «0πειρασμὸν20», τὸν θεὸν νομίζειν εἰσάγειν τινὰ «0εἰς πειρασμὸν20,» οἱονεὶ τῷ νικᾶσθαι αὐτὸν παραδόντα. ἡ δ' αὐτὴ ἀπέμφασις περιμένει καὶ τὸν ὅπως ποτὲ ἐξηγούμενον τὸ «εὔχεσθε μὴ20 εἰσελθεῖν εἰς πειρασμόν20.» εἰ γὰρ κακὸν τὸ ἐμπεσεῖν «0εἰς πειρασ μὸν20,» ὅπερ ἵνα μὴ πάθωμεν εὐχόμεθα, πῶς οὐκ ἄτοπον νοεῖν τὸν ἀγαθὸν θεὸν, μὴ δυνάμενον «καρποὺς» φέρειν «πονηροὺς,» περιβάλ λειν τινὰ τοῖς κακοῖς;
29.12.1
χρήσιμον οὖν εἰς ταῦτα παραθέσθαι τὰ ἐν τῇ πρὸς Ῥωμαί ους ὑπὸ τοῦ Παύλου εἰρημένα τοῦτον τὸν τρόπον· «φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν. διὸ παρέδωκεν αὐτοὺς ὁ θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν, τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν ἑαυτοῖς,» καὶ μετ' ὀλίγα· «διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς πάθη ἀτιμίας· αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν· ὁμοίως καὶ οἱ ἄρσενες ἀφέντες τὴν φυσι κὴν χρῆσιν τῆς θηλείας ἐξεκαύθησαν» καὶ τὰ ἑξῆς· καὶ πάλιν μετ' ὀλίγα· «καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέ δωκεν αὐτοὺς ὁ θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα.» πλὴν ταῦτα πάντα προσεκτέον τοῖς διακόπτουσι τὴν θεότητα, καὶ λεκτέον πρὸς αὐτοὺς, ἕτερον νομίζοντας εἶναι τὸν ἀγαθὸν πατέρα τοῦ κυρίου ἡμῶν παρὰ τὸν τοῦ νόμου θεὸν, εἰ ὁ ἀγαθὸς θεὸς τὸν μὴ τυγχάνοντα τῆς εὐχῆς εἰσάγει «0εἰς πειρασμὸν20,» καὶ εἰ ὁ πατὴρ τοῦ κυρίου παραδίδωσιν «ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν» τοὺς προημαρτηκότας τι «εἰς ἀκαθαρσίαν, τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν αὑτοῖς,» καὶ εἰ, ὡς αὐτοί φασι, τοῦ κρίνειν καὶ κολάζειν ἀπηλλαγμένος παραδίδωσιν «εἰς πάθη ἀτιμίας» καὶ «εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα,» οὐκ ἂν «ἐν ταῖς ἐπιθυμίαις τῶν καρ διῶν ἑαυτῶν» γεγενημένων τῶν μὴ παραδοθέντων αὐταῖς ὑπὸ τοῦ θεοῦ, οὐδ' ἂν πάθεσιν «ἀτιμίας» ὑποπεπτωκότων τῶν μὴ ὑπὸ τοῦ θεοῦ παραδοθέντων αὐτοῖς, οὐδ' ἂν «εἰς ἀδόκιμον νοῦν» καταπιπτόντων χωρὶς τοῦ παραδίδοσθαι αὐτῷ ὑπὸ θεοῦ τοὺς οὕτω καταδικασθέντας;
29.13.1
ἐκείνους μὲν οὖν εὖ οἶδα ὅτι σφόδρα ταράξει ταῦτα, διὰ τοῦτο ἄλλον ἀναπλάσαντας παρὰ τὸν ποιητὴν οὐρανοῦ καὶ γῆς θεὸν, ἐπεὶ πολλὰ τοιαῦτα εὑρίσκοντες ἐν τῷ νόμῳ καὶ τοῖς προφήταις προσέκοψαν ὡς οὐκ ἀγαθῷ τῷ τοιαύτας προφερομένῳ φωνάς· ἡμῖν δὲ ἤδη διὰ τὰ ἐπαπορηθέντα περὶ τοῦ «0μὴ εἰσενέγκῃς εἰς πει ρασμὸν ἡμᾶς20,» δι' ἅπερ καὶ τὰς ἀποστολικὰς λέξεις παρεθέμεθα, θεωρητέον εἰ καὶ ἡμεῖς εὑρίσκομεν ἀξιολόγους τῶν ἀπεμφάσεων λύσεις. ἡγοῦμαι δὴ τὸν θεὸν ἑκάστην λογικὴν οἰκονομεῖν ψυχὴν, ἀφο ρῶντα εἰς τὴν ἀΐδιον αὐτῆς ζωὴν, ἀεὶ ἔχουσαν τὸ αὐτεξούσιον καὶ παρὰ τὴν ἰδίαν αἰτίαν ἤτοι ἐν τοῖς κρείττοσι κατ' ἐπανάβασιν ἕως τῆς ἀκρότητος τῶν ἀγαθῶν γινομένην καταβαίνουσαν διαφόρως ἐξ ἀπροσεξίας ἐπὶ τὴν τοσήνδε ἢ τοσήνδε τῆς κακίας χύσιν. ἐπεὶ οὖν ἡ ταχεῖα θεραπεία καὶ συντομωτέρα καταφρόνησίν τισιν ἐμποιεῖ τῶν, εἰς ἃ ἐμπεπτώκασι, νοσημάτων ὡς εὐθεραπεύτων, ὥστε καὶ δεύτερον ἂν μετὰ τὸ ὑγιᾶσθαι τοῖς αὐτοῖς περιπεσεῖν, εὐλόγως ἐπὶ τῶν τοιούτων περιόψεται τὴν ἐπί τι κακίαν αὔξουσαν, καὶ ἐπὶ πλεῖσ τον χεομένην ἐν αὐτοῖς ἀνίατον ὑπερορῶν, ἵνα τῷ προσδιατρῖψαι τῷ κακῷ καὶ ἐμφορηθῆναι ἧς ἐπιθυμοῦσιν ἁμαρτίας κορεσθέντες αἰσ θηθῶσι τῆς βλάβης, καὶ μισήσαντες ὅπερ πρότερον ἀπεδέξαντο δυνηθῶσι θεραπευθέντες βεβαιότερον ὄνασθαι τῆς ἐν τῷ θεραπευ θῆναι ὑπαρχούσης ὑγείας τῶν ψυχῶν αὐτοῖς· οἷον «ὁ ἐπίμικτός» ποτε ἐν τοῖς υἱοῖς Ἰσραὴλ «ἐπεθύμησαν ἐπιθυμίαν, καὶ καθίσαντες ἔκλαιον καὶ οἱ υἱοὶ Ἰσραὴλ καὶ εἶπαν· τίς ἡμᾶς ψωμιεῖ κρέα; ἐμνήσ θημεν τοὺς ἰχθύας, οὓς ἠσθίομεν δωρεὰν ἐν Αἰγύπτῳ, καὶ τοὺς σικυοὺς καὶ τοὺς πέπονας καὶ τὰ πράσα καὶ τὰ κρόμμυα καὶ τὰ σκόροδα· νυνὶ δὲ ἡ ψυχὴ ἡμῶν κατάξηρος, οὐδὲν πλὴν εἰς τὸ μάννα οἱ ὀφθαλμοὶ ἡμῶν.» εἶτα μετ' ὀλίγα λέγεται· «καὶ ἤκουσε Μωϋσῆς κλαιόντων αὐτῶν κατὰ δήμους αὐτῶν· ἕκαστος ἐπὶ τῆς θύρας αὐτοῦ.» καὶ πάλιν μετ' ὀλίγα κύριός φησι τῷ Μωϋσεῖ· «καὶ τῷ λαῷ ἐρεῖς· ἁγνίσασθε αὔριον, καὶ φάγεσθε κρέα, ὅτι ἐκλαύσατε ἐναντίον κυρίου λέ γοντες· τίς ἡμᾶς ψωμιεῖ κρέα; ὅτι καλὸν ἡμῖν ἐστιν ἐν Αἰγύπτῳ· καὶ δώσει ὑμῖν κύριος κρέα φαγεῖν, καὶ φάγεσθε κρέα. οὐχ ἡμέραν μίαν φάγεσθε οὐδὲ δύο οὐδὲ πέντε ἡμέρας οὐ δέκα ἡμέρας οὐδὲ εἴκοσιν ἡμέρας· ἕως μηνὸς ἡμερῶν φάγεσθε, ἕως ἂν ἐξέλθῃ ἐκ τῶν μυκτήρων ὑμῶν· καὶ ἔσται ὑμῖν εἰς χολέραν, ὅτι ἠπειθήσατε κυρίῳ, ὅς ἐστιν ἐν ὑμῖν, καὶ ἐκλαύσατε ἐναντίον αὐτοῦ λέγοντες· ἵνα τί ἡμῖν ἐξελθεῖν ἐξ Αἰγύπτου;»
29.14.1
ἴδωμεν οὖν τὴν ἱστορίαν, εἰ χρησίμως ὑμῖν παρεβάλομεν αὐτὴν πρὸς λύσιν τοῦ ἀπεμφαίνοντος ἐν τῷ «0μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν20» καὶ ἐν ταῖς ἀποστολικαῖς λέξεσιν. ἐπιθυμήσαντες «ἐπιθυμίαν» «ὁ ἐπίμικτος ὁ» ἐν υἱοῖς Ἰσραὴλ «ἔκλαιον καὶ οἱ υἱοὶ Ἰσραὴλ» σὺν αὐτοῖς. καὶ φανερὸν ὅτι ὅσον οὐκ εἶχον τὰ ἐπιθυμού μενα, κόρον οὐκ ἠδύναντο αὐτῶν λαβεῖν οὐδὲ παύσασθαι τοῦ πάθους· ἀλλὰ καὶ ὁ φιλάνθρωπος καὶ ἀγαθὸς θεὸς, διδοὺς αὐτοῖς τὸ ἐπιθυ μούμενον, οὐχ οὕτως ἐβούλετο διδόναι, ὥστε καταλιπέσθαι ἐν αὐτοῖς ἐπιθυμίαν. διόπερ φησὶ μὴ «μίαν ἡμέραν» φάγεσθαι αὐτοὺς τὰ «κρέα» (ἔμενε γὰρ ἂν τὸ πάθος αὐτῶν ἐν τῇ ψυχῇ πεπυρωμένῃ καὶ φλεγομένῃ ὑπ' αὐτοῦ, εἰ ἐπ' ὀλίγον τῶν κρεῶν μετειλήφεσαν), ἀλλ' οὐδὲ ἐπὶ «δύο» δίδωσιν αὐτοῖς τὸ ἐπιθυμούμενον «ἡμέρας»· βουλό μενος δὲ αὐτὸ προσκορὲς αὐτοῖς ποιῆσαι, οἱονεὶ οὐκ ἐπαγγέλλεται ἀλλὰ τῷ συνιέναι δυναμένῳ ἀπειλεῖ δι' ὧν χαρίζεσθαι αὐτοῖς ἐδόκει, λέγων· «οὐδὲ πέντε» μόνας ποιήσετε «ἡμέρας» ἐσθίοντες τὰ «κρέα» οὐδὲ τὰς τούτων διπλασίους οὐδὲ ἔτι τὰς ἐκείνων διπλασίους, ἀλλ' ἐπὶ τοσοῦτον «φάγεσθε,» ἐφ' ὅλον κρεωφαγοῦντες μῆνα, «ἕως ἐξέλθῃ ἐκ τῶν μυκτήρων» μετὰ χολερικοῦ πάθους τὸ νενομισμένον ὑμῖν καλὸν καὶ ἡ περὶ αὐτὸ ψεκτὴ καὶ αἰσχρὰ ἐπιθυμία· ἵν' ὑμᾶς ἀπαλ λάξω τοῦ βίου μηκέτι ἐπιθυμοῦντας, καὶ τοιοῦτοι ἐξελθόντες δυνη θῆτε ὡς καθαροὶ ἀπὸ ἐπιθυμίας μεμνημένοι τε, δι' ὅσων πόνων αὐτῆς ἀπηλλάγητε, ἤτοι μηδαμῶς αὐτῇ περιπεσεῖν ἔτι ἢ, εἰ ἄρα τοῦτό ποτε γίνεται, μακραῖς χρόνων περιόδοις, ἐπιλανθανόμενοι ὧν πεπόνθατε διὰ τὴν ἐπιθυμίαν, ἐὰν μὴ ἑαυτοῖς προσέχητε καὶ τὸν τελείως ἀπαλλάττοντα πάθους παντὸς λόγον ἀναλάβητε, τοῖς κακοῖς περιπέσητε ὕστερόν τε τῆς γενέσεως ἐπιθυμήσαντες πάλιν δεηθῆτε τοῦ δὶς τυχεῖν ὧν ἐπιθυμεῖτε, μισήσαντες τὸ ἐπιθυμούμενον, καὶ τότε οὕτω παλινδρομεῖν ἐπὶ τὰ καλὰ καὶ τὴν οὐράνιον τροφὴν, ἧς καταφρονήσαντες τῶν χειρόνων ὠρέχθησαν.
29.15.1
τὸ ὅμοιον οὖν τούτοις πείσονται οἱ ἀλλάξαντες «τὴν δόξαν τοῦ θεοῦ τοῦ ἀφθάρτου ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν,» διὰ τοῦ ἐγκαταλεί πεσθαι παραδιδόμενοι «ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν, τοῦ ἀτιμάζεσθαι τὰ σώματα» τῶν εἰς ἄψυχον σῶμα καὶ ἀναίσθητον καταβιβασάντων τὸ ὄνομα τοῦ πᾶσι τοῖς αἰσθομένοις λογικοῖς οὐ μόνον τὸ αἰσθέσθαι ἀλλὰ καὶ τὸ λογικῶς αἰσθέσθαι τισὶ δὲ καὶ τελείως καὶ ἐναρέτως αἰσθέσθαι καὶ νοεῖν χαρισαμένου. καὶ εὐλόγως οἱ τοιοῦτοι παραδίδονται ὑπὸ τοῦ καταλειφθέντος ὑπ' αὐ τῶν θεοῦ, ἀντικαταλειπόμενοι ὑπ' αὐτοῦ, εἰς τὰ τῆς «ἀτιμίας» «πάθη,» «τὴν ἀντιμισθίαν» «τῆς πλάνης» δι' ἧς ἠγάπησαν ψωρώ δους ἡδονῆς «ἀπολαμβάνοντες.» μᾶλλον γὰρ ἡ ἀντιμισθία «τῆς πλά νης» αὐτοῖς ἐγγίνεται, παραδιδομένοις «εἰς πάθη ἀτιμίας,» ἤπερ τῷ φρονίμῳ πυρὶ καθαιρομένοις καὶ ἐν τῇ φυλακῇ ἐκπρασσομένοις μέχρι τοῦ ἐσχάτου κοδράντου ἕκαστον τῶν ὀφλημάτων. ἐν γὰρ τῷ πάθεσιν «ἀτιμίας» οὐ μόνον τοῖς κατὰ φύσιν ἀλλὰ καὶ πολλοῖς τῶν παρὰ φύσιν παραδίδοσθαι μολύνονται καὶ ὑπὸ τῆς σαρκὸς παχύνον ται, οἱονεὶ οὐκέτι ἔχοντες τότε ψυχὴν οὐδὲ νοῦν ἀλλ' ὅλοι γινό μενοι σάρκες· ἐν δὲ τῷ πυρὶ καὶ τῇ φυλακῇ οὐκ «ἀντιμισθίαν» «τῆς πλάνης» ἀλλ' εὐεργεσίαν ἐπὶ καθάρσει τῶν ἐν τῇ πλάνῃ κακῶν μετὰ σωτηρίων λαμβάνοντες πόνων, ἑπομένων τοῖς φιληδόνοις, ἀπαλ λάττονται παντὸς ῥύπου καὶ αἵματος, ἐν οἷς ἐῤῥυπωμένοι καὶ πε φυρμένοι οὐδὲ τὸ ἐννοῆσαι περὶ τοῦ σῴζεσθαι ἐδύναντο τῇ σφῶν ἀπωλείᾳ. «ἐκπλυνεῖ» τοιγαροῦν ὁ θεὸς «τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιὼν, καὶ τὸ αἷμα ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν πνεύ ματι κρίσεως καὶ πνεύματι καύσεως»· «εἰσπορεύεται» γὰρ «ὡς πῦρ χωνευτηρίου καὶ ὡς πόα πλυνόντων,» ἀποπλύνων καὶ καθαίρων τοὺς τοιούτων φαρμάκων δεδεημένους διὰ τὸ μὴ δεδοκιμασμένως θέλειν «ἔχειν ἐν ἐπιγνώσει» «τὸν θεόν»· οἷς παραδοθέντες ἑκόντες μισήσουσι τὸν «ἀδόκιμον νοῦν»· οὐ γὰρ βούλεται ὁ θεός τινι τὸ ἀγαθὸν ὡς κατὰ ἀνάγκην γενέσθαι ἀλλὰ ἑκουσίως, τάχα τινῶν ἐκ τοῦ ἐπὶ πλεῖον ὡμιληκέναι τῇ κακίᾳ μόγις τὸ αἶσχος αὐτῆς κατα νενοηκότων καὶ ἀποστρεφομένων αὐτὴν ὡς ψευδῶς ὑποληφθεῖσαν εἶναι καλήν.
29.16.1
ἐπίστησον δὲ εἰ διὰ τοῦτο καὶ σκληρύνει τὴν τοῦ Φαραὼ καρδίαν ὁ θεὸς, ἵν' ὅπερ εἶπε μὴ σκληρυνθεὶς δυνηθῇ εἰπεῖν· «ὁ κύριος δίκαιος, ἐγὼ δὲ καὶ ὁ λαός μου ἀσεβής.» ἀλλ' ἐπὶ πλεῖον δέεται τοῦ σκληρύνεσθαι καὶ ἐπὶ πλεῖον πάσχειν τινὰ, ἵνα μὴ ἐκ τοῦ τάχιον τοῦ σκληρύνεσθαι παύεσθαι καταφρονῶν ὡς κακοῦ τοῦ σκληρύνεσθαι ἔτι πλεονάκις ἄξιος τοῦ σκληρύνεσθαι γίνηται. εἰ τοίνυν «οὐκ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς» κατὰ τὰ ἐν ταῖς Παροιμίαις εἰρημένα, ἀλλὰ εὐλόγως εἰσάγει ὁ θεὸς «εἰς τὴν παγίδα» κατὰ τὸν εἰπόντα· «εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα,» καὶ «ἄνευ» τῆς βουλῆς «τοῦ πατρὸς» οὐδὲ τὸ εὐτελέστερον τῶν ἐπτερωμένων στρου θίον ἐμπίπτει «εἰς τὴν παγίδα» (τοῦ ἐμπίπτοντος «εἰς τὴν παγίδα» διὰ τοῦτο ἐμπίπτοντος, ἐπεὶ μὴ καλῶς τῇ τῶν πτερῶν ἐχρήσατο δεδομένων ἐπὶ τὸ ὑψοῦσθαι ἐξουσίᾳ), εὐχώμεθα μηδὲν ἄξιον ποιῆσαι τοῦ ὑπὸ τῆς δικαίας κρίσεως τοῦ θεοῦ εἰσενεχθῆναι «εἰς20» τὸν «0πειρασμὸν20,» εἰσφερομένου παντός τε τοῦ παραδιδομένου ὑπὸ τοῦ θεοῦ «ἐν ταῖς ἐπιθυμίαις» τῆς καρδίας ἑαυτοῦ «εἰς ἀκαθαρσίαν» καὶ παντὸς τοῦ παραδιδομένου «εἰς πάθη ἀτιμίας» καὶ παντὸς τοῦ, «καθὼς οὐκ ἐδοκίμασε τὸν θεὸν ἔχειν ἐν» ἑαυτῷ, παραδιδομένου «εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα.» 29. 17 ἡ δὲ χρεία τοῦ πειράζεσθαι τοιαύτη τις ἐστίν. ἅπερ ἐδέξατο ἡμῶν ἡ ψυχὴ, λανθάνοντα πάντας πλὴν τοῦ θεοῦ ἀλλὰ καὶ ἡμᾶς αὐτοὺς, φανερὰ διὰ τῶν πειρασμῶν20 γίνεται· ἵνα μηκέτι λανθάνωμεν, ὁποῖοί ποτε ἐσμὲν, ἀλλὰ καὶ αὐτοὺς ἐπιγινώσκοντες συναισθώμεθα, ἐὰν βου λώμεθα, τῶν ἰδίων κακῶν καὶ εὐχαριστῶμεν ἐπὶ τοῖς φανερουμένοις ἡμῖν διὰ τῶν πειρασμῶν20 ἀγαθοῖς. ὅτι δὲ οἱ γενόμενοι πειρασμοὶ20 ὑπὲρ τοῦ ἀναφανῆναι ἡμᾶς, οἵτινές ποτε ἐσμὲν, ἢ διαγνωσθῆναι τὰ ἐγκεκρυμμένα τῇ καρδίᾳ ἡμῶν γίνονται, παρίστησι τὸ ὑπὸ τοῦ κυρίου ἐν τῷ Ἰὼβ λεγόμενον καὶ τὸ ἐν τῷ Δευτερονομίῳ γεγραμμένον, οὕ τως ἔχοντα· «οἴει δέ με ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος;» καὶ ἐν τῷ Δευτερονομίῳ οὕτως· «ἐκάκωσέ σε καὶ ἐλιμαγ χόνησέ σε καὶ ἐψώμισέ σε τὸ μάννα» «καὶ διήγαγέ σε» «ἐν τῇ ἐρήμῳ,» «οὗ ὄφις δάκνων καὶ σκορπίος καὶ δίψα,» «ὅπως» «διαγνωσθῇ τὰ ἐν τῇ καρδίᾳ σου.» 29. 18 εἰ δὲ καὶ ἀπὸ τῆς ἱστορίας ἀναμνησθῆναι βουλόμεθα, ἰστέον ὅτι τὸ εὐεξαπάτητον καὶ τὸ σαθρὸν τοῦ λογισμοῦ αὐτῆς οὐχ, ὅτε παρακούσασα τοῦ θεοῦ τοῦ ὄφεως ἤκουσεν, ὑπέστη ἀλλὰ καὶ πρό τερον ὂν ἠλέγχθη, τοῦ ὄφεως διὰ τοῦτο αὐτῇ προσεληλυθότος, ἐπεὶ τῇ ἰδίᾳ φρονιμότητι ἀντελάβετο τῆς ἀσθενείας αὐτῆς. ἀλλ' οὐδὲ ἐν τῷ Κάϊν πονηρία ἤρξατο γίνεσθαι, ὅτε «ἀπέκτεινε» «τὸν ἀδελφὸν αὐτοῦ» (καὶ πρότερον γὰρ «ἐπὶ τῷ Κάϊν καὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχεν» «ὁ καρδιογνώστης θεὸς»), εἰς φανερὸν δὲ ἦλθεν ἡ κακία αὐτοῦ, ὅτε ἀνεῖλε τὸν Ἄβελ. ἀλλὰ καὶ εἰ μὴ πιὼν οὗ ἐγεώργησεν «οἴνου» «ἐμεθύσθη» ὁ Νῶε καὶ ἐ γύμνωτο, οὐκ ἂν ἀνεφάνη οὔτε ἡ τοῦ Χὰμ προπέτεια καὶ εἰς τὸν πατέρα ἀσέβεια οὔτε ἡ τῶν ἀδελφῶν αὐτοῦ σεμνότης καὶ αἰδὼς πρὸς τὸν γεγεννηκότα. καὶ ἡ κατὰ τοῦ Ἰακὼβ τοῦ Ἠσαῦ ἐπιβουλὴ πρόφασιν ἔδοξεν ἐσχηκέναι τὴν «τῆς εὐλογίας» ἀφαίρεσιν, καὶ πρό τερον δὲ τούτου ῥίζας τοῦ «πόρνος» καὶ «βέβηλος» εἶναι εἶχεν αὐτοῦ ἡ ψυχή· τήν τε λαμπρότητα τῆς τοῦ Ἰωσὴφ σωφροσύνης, παρε σκευασμένου πρὸς τὸ μὴ ἁλῶναι ὑπό τινος ἐπιθυμίας, οὐκ ἂν ἐγνώ κειμεν, μὴ ἐρασθείσης αὐτοῦ τῆς δεσποίνης.
29.19.1
διὰ τοῦτο ἐν τοῖς μεταξὺ καιροῖς τῆς τῶν πειρασμῶν20 δια δοχῆς ἱστάμενοι πρὸς τὰ ἐνεστηκότα, παρασκευαζώμεθα πρὸς τὰ δυνατὰ πάντα συμβῆναι, ἵν' ὅ τι ποτ' ἂν γένηται, μὴ ἐλεγχθῶμεν ὡς ἀνέτοιμοι ἀλλὰ φανερωθῶμεν ὡς ἐπιμελέστατα ἑαυτοὺς συγκροτή σαντες· τὸ γὰρ ἐλλεῖπον διὰ τὴν ἀνθρωπίνην ἀσθένειαν, ἐπὰν πάντα τὰ καθ' ἑαυτοὺς ἐπιτελέσωμεν, πληρώσει ὁ θεὸς, ὁ «τοῖς ἀγαπῶσιν» αὐτὸν «πάντα» συνεργῶν «εἰς ἀγαθὸν, τοῖς κατὰ» τὴν ἀψευδῆ πρό γνωσιν αὐτοῦ, ὅ τι ποτὲ ἔσονται παρ' αὑτοὺς, προεωραμένοις.