De oratione
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/origenes" aria-label="More works by Origenes">
—
⋯
Original / primary: Pg Scrape Grc
30.1.1
Δοκεῖ δέ μοι ὁ Λουκᾶς διὰ τοῦ «0μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν20» δυνάμει δεδιδαχέναι καὶ τὸ «0ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ20.» καὶ εἰκός γε πρὸς μὲν τὸν μαθητὴν, ἅτε δὴ ὠφε λημένον, εἰρηκέναι τὸν κύριον τὸ ἐπιτομώτερον, πρὸς δὲ τοὺς πλείο νας, δεομένους τρανοτέρας διδασκαλίας, τὸ σαφέστερον. ῥύεται δ' «ἡμᾶς20» ὁ θεὸς «0ἀπὸ τοῦ πονηροῦ20» οὐχὶ, ὅτε οὐδαμῶς ἡμῖν20 πρόσ εισιν ἀντιπαλαίων ὁ ἐχθρὸς δι' οἵων δή ποτε μεθοδειῶν ἑαυτοῦ καὶ ὑπηρετῶν τοῦ θελήματος αὐτοῦ, ἀλλ' ὅτε νικῶμεν ἀνδρείως ἱστά μενοι πρὸς τὰ συμβαίνοντα. οὕτως δὲ ἐξειλήφαμεν καὶ τὸ «πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύεται20 αὐτούς.» «0ῥύε ται20» γὰρ ἀπὸ τῶν θλίψεων ὁ θεὸς, οὐχὶ μὴ γινομένων ἔτι θλίψεων (εἴ γε καὶ ὁ Παῦλός φησι τό· «ἐν παντὶ θλιβόμενοι» ὡς μηδὲ πώ ποτε οὐ «θλιβόμενοι»), ἀλλ' ὅτε «θλιβόμενοι» βοηθείᾳ θεοῦ μὴ στενοχωρούμεθα, τοῦ μὲν θλίβεσθαι κατά τι πάτριον παρ' Ἑβραίοις οὕτω σημαινομένου ἐπὶ τοῦ ἀπροαιρέτως συμβαίνοντος περιστατι κοῦ, τοῦ δὲ στενοχωρεῖσθαι ἐπὶ τοῦ προαιρετικοῦ, ὑπὸ τῆς θλίψεως νενικημένου καὶ ἐνδεδωκότος αὐτῇ. ὅθεν καλῶς ὁ Παῦλός φησιν· «ἐν παντὶ θλιβόμενοι ἀλλ' οὐ στενοχωρούμενοι.» ὅμοιον δὲ τούτῳ εἶναι νομίζω καὶ τὸ ἐν ψαλμοῖς· «ἐν θλίψει ἐπλάτυνάς με.» συνεργίᾳ γὰρ καὶ παρουσίᾳ τοῦ παραμυθουμένου καὶ σῴζοντος ἡμᾶς20 λόγου θεοῦ τὸ τῆς διανοίας ἡμῶν ἱλαρὸν καὶ εὔθυμον ἐν τῷ καιρῷ τῶν περιστατικῶν ἀπὸ θεοῦ γινόμενον πλατυσμὸς ὠνόμασται.
30.2.1
ὁμοίως οὖν νοητέον καὶ τὸ ῥυσθῆναί20 τινα «0ἀπὸ τοῦ πονη ροῦ.» ἐῤῥύσατο20 ὁ θεὸς οὐχὶ τῷ μὴ εἰληφέναι ἐξουσίαν τοῖσδέ τισι τοῖς πειρασμοῖς20 αὐτὸν περιβαλεῖν (εἴληφε γὰρ), ἀλλὰ «ἐν πᾶσι τοῖς συμβεβηκόσι» μηδὲν ἁμαρτεῖν αὐτὸν ἐνώπιον «τοῦ κυρίου» ἀλλὰ ἀναφανῆναι δίκαιον· τοῦ εἰπόντος· «μὴ δωρεὰν σέβεται Ἰὼβ τὸν κύριον; οὐ σὺ περιέφραξας τὰ ἔξω αὐτοῦ καὶ τὰ ἔσω τῆς οἰκίας αὐτοῦ καὶ τὰ ἔξω πάντων τῶν ὄντων αὐτῷ κύκλῳ, ἔργα αὐτοῦ εὐλόγησας καὶ τὰ κτήνη αὐτοῦ πολλὰ ἐποίησας ἐπὶ τῆς γῆς; ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι πάντων ὧν ἔχει, ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει» καταισχυνθέντος, ὡς καὶ τότε καταψευσαμένου κατὰ τοῦ Ἰώβ· ὅστις τοσαῦτα παθὼν οὐχ, ὡς ἔλεγεν ὁ ἀντικείμενος, «εἰς πρόσωπον» εὐλογεῖ τὸν θεὸν ἀλλὰ καὶ παραδοθεὶς τῷ πειράζοντι ἐπιμένει εὐλογῶν τὸν κύριον, ἐπιτιμῶν τῇ γυναικὶ λεγούσῃ· «εἰπόν τι ῥῆμα πρὸς κύριον, καὶ τελεύ τα» καὶ ἐπιπλήσσων ἐν τῷ φάσκειν· «ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας· εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν;» καὶ δεύτερον δὲ περὶ τοῦ Ἰὼβ «ὁ διάβολος εἶπε τῷ κυρίῳ· δέρμα ὑπὲρ δέρματος, ὅσα ὑπάρχει τῷ ἀνθρώπῳ ὑπὲρ τῆς ψυχῆς αὐτοῦ ἐκτίσει. οὐ μὴν δὲ ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι τῶν ὀστῶν αὐτοῦ καὶ τῶν σαρκῶν αὐτοῦ, ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει.» νενικημένος δὲ ὑπὸ τοῦ τῆς ἀρετῆς ἀθλητοῦ ψευδὴς ἀποδείκνυται· καίτοι γὰρ τὰ χαλεπώ τατα πεπονθὼς ἐπέμεινε, μηδὲν ἁμαρτῶν «τοῖς χείλεσιν» ἐνώ πιον «τοῦ θεοῦ.» δύο δὲ παλαίσματα παλαίσας ὁ Ἰὼβ καὶ νικήσας τρίτον οὐκ ἀγωνίζεται τηλικοῦτον ἀγῶνα· ἔδει γὰρ τὴν περὶ τῶν τριῶν πάλην τηρηθῆναι τῷ σωτῆρι, ἥτις ἐν τοῖς τρισὶν εὐαγγελίοις ἀναγέγραπται, τὰ τρία νικήσαντος τοῦ κατὰ τὸν ἄνθρωπον σωτῆρος ἡμῶν νοουμένου τὸν ἐχθρόν.
30.3.1
ἵν' οὖν νοοῦντες αἰτῶμεν τὸν θεὸν τὸ μὴ εἰσελθεῖν «0εἰς πειρασμὸν20» καὶ τὸ ῥυσθῆναι «ἀπὸ τοῦ πονηροῦ20,» ἐπιμελέστερον ταῦτα ἐξετάσαντες καὶ παρ' ἑαυτοῖς ἐρευνήσαντες, ἄξιοι διὰ τοῦ ἀκούειν θεοῦ τοῦ ἀκούσεσθαι ὑπ' αὐτοῦ γινόμενοι, παρακαλῶμεν πει ραζόμενοι μὴ θανατοῦσθαι καὶ βαλλόμενοι ὑπὸ τῶν «0τοῦ πονηροῦ20» πεπυρωμένων βελῶν μὴ ἀνάπτεσθαι ὑπ' αὐτῶν. ἀνάπτονται δὲ ὑπ' αὐτῶν πάντες, ὧν κατά τινα τῶν δώδεκα «αἱ καρδίαι» «ὡς κλίβανος» ἐγενήθησαν· οὐκ ἀνάπτονται δὲ οἱ τῷ θυρεῷ «τῆς πίστεως» πάντα σβεννύντες τὰ ἐπιπεμπόμενα αὐτοῖς «πεπυρωμένα» ὑπὸ «0τοῦ πονη ροῦ20» «βέλη»· ἐπὰν ἔχωσιν ἐν ἑαυτοῖς ποταμοὺς «ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον,» τοὺς μὴ ἐῶντας ἰσχῦσαι τὸ «0τοῦ πονηροῦ20» ἀλλὰ εὐχερῶς αὐτὸ λύοντας τῷ κατακλυσμῷ τῶν ἐνθέων καὶ σωτηρίων λογισμῶν, ἐντυπουμένων ἀπὸ τῶν τῆς ἀληθείας θεωρημάτων τῇ τοῦ ἀσκοῦντος εἶναι πνευματικοῦ ψυχῇ.