Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De oratione
OrigenesOrat 31 · pg-scrape-grcMore by Origenes
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/origenes" aria-label="More works by Origenes"> —
⋯
More
Original / primary: Pg Scrape Grc
31.1.1
Δοκεῖ δέ μοι μετὰ ταῦτα οὐκ ἄτοπον εἶναι ὑπὲρ τοῦ πληρωθῆναι τὸ περὶ τῆς εὐχῆς πρόβλημα διαλαβεῖν εἰσαγωγικώτερον περὶ τῆς καταστάσεως καὶ τοῦ σχήματος, ὃ δεῖ ἔχειν τὸν εὐχόμενον, καὶ τόπου, οὗ εὔχεσθαι χρὴ, καὶ κλίματος, εἰς ὃ ἀφορᾶν δεῖ χωρὶς πάσης περιστάσεως, καὶ χρόνου εἰς εὐχὴν ἐπιτηδείου καὶ ἐξαιρέτου, καὶ εἴ τι τούτοις ἐστὶν ὅμοιον. καὶ τὸ μὲν τῆς καταστάσεως εἰς τὴν ψυχὴν ἐγκαταθετέον, τὸ δὲ τοῦ σχήματος εἰς τὸ σῶμα. φησὶ τοίνυν ὁ Παῦλος, ὡς ἐν τοῖς ἀνωτέρω ἐλέγομεν, τὴν κατάστασιν ὑπογράφων ἐν τῷ δεῖν «προσεύχεσθαι» «χωρὶς ὀργῆς καὶ διαλογισμοῦ,» τὸ δὲ σχῆμα ἐν τῷ «ἐπαίροντας ὁσίους χεῖρας»· ὅπερ εἰληφέναι μοι δοκεῖ ἀπὸ τῶν ψαλμῶν, οὕτως ἔχον· «ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπε ρινή»· περὶ δὲ τόπου· «βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ»· περὶ δὲ κλίματος ἐν τῇ Σοφίᾳ Σολομῶντος· «ὅπως γνωστὸν ᾖ ὅτι δεῖ φθάνειν τὸν ἥλιον ἐπ' εὐχαριστίαν σου καὶ πρὸ ἀνατολῆς φωτὸς ἐντυγχάνειν σοι.» 31. 2 δοκεῖ τοίνυν μοι τὸν μέλλοντα ἥκειν ἐπὶ τὴν εὐχὴν, ὀλίγον ὑποστάντα καὶ ἑαυτὸν εὐτρεπίσαντα, ἐπιστρεφέστερον καὶ εὐτονώ τερον πρὸς τὸ ὅλον γενέσθαι τῆς εὐχῆς· πάντα πειρασμὸν καὶ λο γισμῶν ταραχὴν ἀποβεβληκότα ἑαυτόν τε ὑπομνήσαντα κατὰ τὸ δυ νατὸν τοῦ μεγέθους, ᾧ προσέρχεται, καὶ ὅτι ἀσεβές ἐστι τούτῳ χαῦνον καὶ ἀνειμένον προσελθεῖν καὶ ὡσπερεὶ καταφρονοῦντα, ἀπο θέμενον πάντα τὰ ἀλλότρια, οὕτως ἥκειν ἐπὶ τὸ εὔξασθαι, πρὸ τῶν χειρῶν ὡσπερεὶ τὴν ψυχὴν ἐκτείναντα καὶ πρὸ τῶν ὀφθαλμῶν τὸν νοῦν πρὸς τὸν θεὸν ἐντείναντα καὶ πρὸ τοῦ στῆναι διεγείραντα χα μόθεν τὸ ἡγεμονικὸν καὶ στήσαντα αὐτὸ πρὸς τὸν τῶν ὅλων κύ ριον, πᾶσαν μνησικακίαν τὴν πρός τινα τῶν ἠδικηκέναι δοκούντων ἐπὶ τοσοῦτον ἀποθέμενον, ὅσον τις καὶ αὐτῷ μνησικακεῖν τὸν θεὸν βούλεται, ἠδικηκότι καὶ εἰς πολλοὺς τῶν πλησίον ἡμαρτηκότι ἢ ὁποῖα δή ποτε παρὰ τὸν ὀρθὸν λόγον πεπραγμένα ἑαυτῷ συν ειδότι. οὐδὲ διστάσαι γὰρ χρὴ ὅτι, μυρίων καταστάσεων οὐσῶν τοῦ σώματος, τὴν κατάστασιν τὴν μετ' ἐκτάσεως τῶν χειρῶν καὶ ἀνατάσεως τῶν ὀφθαλμῶν πάντων προκριτέον, οἱονεὶ τὴν εἰκόνα τῶν πρεπόντων ἰδιωμάτων τῇ ψυχῇ κατὰ τὴν εὐχὴν φέροντα καὶ ἐπὶ τοῦ σώματος. ταῦτα δὲ λέγομεν χωρὶς πάσης περιστάσεως δεῖν γενέσθαι προηγουμένως· μετὰ γὰρ περιστάσεως δέδοται καθηκόντως ποτὲ καθεζόμενον εὔξασθαι διά τινα νόσον τῶν ποδῶν οὐκ εὐκατα φρόνητον ἢ καὶ κατακείμενον διὰ πυρετοὺς ἢ τοιαύτας ἀσθενείας, καὶ διὰ περιεστῶτα δὲ, φέρε εἰπεῖν, ἐὰν πλέωμεν, ἢ τὰ πράγματα μὴ ἐπιτρέπῃ ἀναχωροῦντας ἡμᾶς ἀποδοῦναι τὴν ὀφειλομένην εὐχὴν, ἔστιν εὔξασθαι μηδὲ προσποιούμενον τοῦτο ποιεῖν.
31.3.1
καὶ ἡ γονυκλισία δὲ ὅτι ἀναγκαία ἐστὶν, ὅτε τις μέλλει τῶν ἰδίων ἐπὶ θεοῦ ἁμαρτημάτων κατηγορεῖν, ἱκετεύων περὶ τῆς ἐπὶ τούτοις ἰάσεως καὶ τῆς ἀφέσεως αὐτῶν, εἰδέναι χρὴ ὅτι σύμβολον τυγχάνει τοῦ ὑποπεπτωκότος καὶ ὑποτεταγμένου, Παύλου λέγοντος· «τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται.» τὴν δὲ νοητὴν γονυ κλισίαν, οὕτως ὀνομαζομένην παρὰ τὸ ὑποπεπτωκέναι τῷ θεῷ «ἐν τῷ ὀνόματι Ἰησοῦ» [καὶ] ἕκαστον τῶν ὄντων αὐτῷ ἑαυτὸν τε ταπεινωκέναι, δηλοῦν μοι ὁ ἀπόστολος φαίνεται ἐν τῷ «ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ κα ταχθονίων.» ἐσχηματίσθαι γὰρ τῶν ἐπουρανίων τὰ σώματα, ὡς καὶ γόνατα σωματικὰ ἔχειν αὐτὰ, ὑπολαμβάνειν οὐ πάνυ τι χρὴ, σφαιρο ειδῶν παρὰ τοῖς ἀκριβῶς περὶ τούτων διειληφόσιν ἀποδεδειγμένων αὐτῶν τῶν σωμάτων. ὁ δὲ μὴ βουλόμενος τοῦτο παραδέξασθαι, καὶ τὰς χρείας ἑκάστου τῶν μελῶν, ἵνα μὴ μάτην ᾖ τι δεδημιουργημένον αὐτοῖς ὑπὸ τοῦ θεοῦ, ἐὰν μὴ ἀναιδεύηται πρὸς τὸν λόγον, παρα δέξεται, ἑκατέρωθεν πταίων, εἴτε φήσει μέλη σώματος μάτην καὶ μὴ ἐπὶ τῷ ἰδίῳ ἔργῳ γεγονέναι αὐτοῖς ὑπὸ τοῦ θεοῦ, εἴτε ἐρεῖ τὰ ἔγκατα καὶ τὸ ἀπευθυσμένον ἔντερον τὰς ἰδίας χρείας ἐπιτελεῖν καὶ ἐν τοῖς ἐπουρανίοις. σφόδρα δὲ μωρῶς ἀναστραφήσεται, ἐὰν τρό πον ἀνδριάντων τις νομίζῃ τὴν μὲν ἐπιφάνειαν μόνην εἶναι ἀνθρω ποειδῆ οὐκέτι δὲ καὶ τὰ ἐν βάθει. ταῦτα δέ μοι λέγεται ἐξετάζοντι τὴν γονυκλισίαν καὶ ὁρῶντι ὅτι «ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων.» ἀλλὰ καὶ τὸ ἐν τῷ προφήτῃ γεγραμμένον· «ἐμοὶ κάμψει πᾶν γόνυ» ταὐτόν ἐστι.
31.4.1
καὶ περὶ τόπου δὲ ἰστέον ὅτι πᾶς τόπος ἐπιτήδειος εἰς τὸ εὔξασθαι ὑπὸ τοῦ καλῶς εὐχομένου γίνεται· «ἐν παντὶ» γὰρ «τόπῳ θυμίαμά μοι προσάγετε,» «λέγει κύριος,» καὶ «βούλομαι οὖν προσ εύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ.» ἔχει δὲ καὶ τεταγμένον ὑπὲρ τοῦ ἐφ' ἡσυχίας μὴ περισπώμενον τὰς εὐχὰς ἐπιτελεῖν ἕκαστον, ἐπιλεξάμενον τοῦ ἰδίου οἴκου, ἐὰν ἐγχωρῇ, τὸ σεμνότερον, ἵν' οὕτως εἴπω, χωρίον, οὕτως εὔχεσθαι, πρὸς τῷ καθολικῷ τῆς περὶ αὐτοῦ ἐξετάσεως ἐπισκοποῦντα εἰ ἐν τῷδε τῷ τόπῳ, ᾧ εὔχεται, οὐ παρα νενόμηταί ποτε καὶ παρὰ τὸν ὀρθὸν λόγον πεποίηται· οἱονεὶ γὰρ οὐ μόνον ἑαυτὸν ἀλλὰ καὶ τὸν τόπον τῆς ἰδίας εὐχῆς τοιοῦτον πε ποίηκεν, ὡς φυγεῖν ἐκεῖθεν τὴν ἐπισκοπὴν τοῦ θεοῦ. ἐπισκοποῦντι δέ μοι ἐπὶ πλεῖον καὶ περὶ τούτου τοῦ τόπου λεκτέον δόξαν μὲν ἄν τι εἶναι βαρὺ τάχα δὲ τῷ ἐπιμελῶς αὐτὸ βασανίζοντι οὐκ εὐ καταφρόνητον. ἐν γὰρ τῷ τόπῳ τῆς παρανόμου μίξεως ἀλλὰ ὑπὸ τοῦ ἀποστολικοῦ λόγου «κατὰ συγγνώμην οὐ κατ' ἐπιταγὴν» συγκεχωρημένης ἐξεταστέον εἰ ὅσιόν ἐστι καὶ καθαρὸν ἐντυγχάνειν τῷ θεῷ· εἰ γὰρ σχολάσαι «τῇ προσευχῇ» ὃν τρόπον χρὴ οὐχ οἷόν τε ἐστὶν, ἐὰν μὴ «ἐκ συμφώνου πρὸς καιρὸν» τούτῳ τις ἑαυτὸν ἐπιδῷ, τάχα καὶ περὶ τοῦ τόπου, ἐὰν ἐγχωρῇ, θεωρητέον.
31.5.1
ἔχει δέ τι ἐπίχαρι εἰς ὠφέλειαν τόπος εὐχῆς, τὸ χωρίον τῆς ἐπὶ τὸ αὐτὸ τῶν πιστευόντων συνελεύσεως, ὡς εἰκὸς, καὶ ἀγγελι κῶν δυνάμεων ἐφισταμένων τοῖς ἀθροίσμασι τῶν πιστευόντων καὶ αὐτοῦ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν δυνάμεως ἤδη δὲ καὶ πνευμά των ἁγίων, οἶμαι δὲ ὅτι καὶ προκεκοιμημένων, σαφὲς δὲ ὅτι καὶ ἐν τῷ βίῳ περιόντων, εἰ καὶ τὸ πῶς οὐκ εὐχερὲς εἰπεῖν. καὶ περὶ μὲν ἀγγέλων οὕτως ἐπιλογιστέον· εἰ «παρεμβαλεῖ ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτοὺς,» καὶ ἀληθεύει ὁ Ἰακὼβ οὐ περὶ ἑαυτοῦ μόνον ἀλλὰ καὶ περὶ πάντων τῶν ἀνακειμένων τῷ θεῷ τῷ συνιέντι λέγων· «ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν,» εἰκός ἐστι, πλειόνων συνεληλυθότων γνησίως εἰς δόξαν Χριστοῦ, παρεμβαλεῖν τὸν ἑκάστου ἄγγελον τὸν «κύκλῳ» ἑκάστου «τῶν φοβουμένων» μετὰ τούτου τοῦ ἀνδρὸς, ὃν φρουρεῖν καὶ οἰκο νομεῖν πεπίστευται· ὥστ' εἶναι ἐπὶ τῶν ἁγίων συναθροιζομένων διπλῆν ἐκκλησίαν, τὴν μὲν ἀνθρώπων τὴν δὲ ἀγγέλων. καὶ εἰ μό νου τοῦ Τωβὴτ ὁ Ῥαφαήλ φησιν εἰς «μνημόσυνον» ἀνενηνοχέναι τὴν προσευχὴν καὶ μετ' αὐτὸν Σάῤῥας, τῆς ὑστέρως νύμφης γενομένης αὐτοῦ διὰ τὸ γεγαμῆσθαι αὐτὴν τῷ Τοβίᾳ, τί λεκτέον, πλειόνων ἐν τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ συνοδευόντων καὶ σωματοποιου μένων ἐν Χριστῷ; περὶ δὲ τῆς δυνάμεως τοῦ κυρίου συμπαρούσης τῇ ἐκκλησίᾳ ὁ Παῦλός φησι· «συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύ ματος σὺν τῇ δυνάμει τοῦ κυρίου Ἰησοῦ,» ὡς δυνάμεως «τοῦ κυρίου Ἰησοῦ» συναπτομένης οὐ μόνον μετὰ Ἐφεσίων ἀλλὰ καὶ Κορινθίων. καὶ εἰ ὁ ἔτι τὸ σῶμα περικείμενος Παῦλος συνάρασθαι νενόμικε τῷ ἑαυτοῦ πνεύματι ἐν τῇ Κορίνθῳ, οὐκ ἀπογνωστέον οὕτω καὶ τοὺς ἐξεληλυθότας μακαρίους φθάνειν τῷ πνεύματι τάχα μᾶλλον τοῦ ὄντος ἐν τῷ σώματι ἐπὶ τὰς ἐκκλησίας· διόπερ οὐ καταφρονητέον τῶν ἐν αὐταῖς εὐχῶν, ὡς ἐξαίρετόν τι ἐχουσῶν τῷ γνησίως συν ερχομένῳ αὐτῶν.
31.6.1
ὥσπερ δὲ δύναμις Ἰησοῦ καὶ τὸ πνεῦμα Παύλου καὶ τῶν ὁμοίων καὶ οἱ παρεμβάλλοντες ἑκάστου τῶν ἁγίων «κύκλῳ» ἄγγελοι «κυρίου» συνοδεύουσι καὶ συνέρχονται τοῖς γνησίως συναθροιζομένοις, οὕτω στοχαστέον μή ποτε, ἐὰν ἁγίου ἀγγέλου ἀνάξιός τις ᾖ καὶ ἐπιδῷ ἑαυτὸν ἀγγέλῳ διαβόλῳ δι' ὧν ἁμαρτάνει καὶ θεοῦ καταφρο νῶν παρανομεῖ· ὅτι ὁ τοιοῦτος, σπανίων μὲν τῶν ὁμοίων αὐτῷ τυγχανόντων, οὐκ ἐπὶ πολὺ λήσεται τῆς τῶν ἀγγέλων προνοίας, ὑπηρεσίᾳ τοῦ θείου βουλήματος, ἐπισκοποῦντος τὴν ἐκκλησίαν, φε ρούσης εἰς γνῶσιν τῶν πολλῶν τοῦ τοιούτου τὰ πταίσματα· ἐὰν δὲ πλῆθος γενόμενοι οἱ τοιοῦτοι καθ' ἑταιρείας ἀνθρωπικὰς καὶ σωμα τικώτερόν τι πραγματευόμενοι συνέρχωνται, οὐκ ἐπισκοπηθήσονται. ὅπερ δηλοῦται ἐν τῷ Ἡσαΐᾳ τοῦ κυρίου λέγοντος· «οὐδὲ ἐὰν ἔρ χησθε ὀφθῆναί μοι,» «ἀποστρέψω» γὰρ, φησὶ, «τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν.» τάχα γὰρ ἀντὶ τῆς προειρημένης διπλῆς συντάξεως ἀνθρώπων ἁγίων καὶ μακαρίων ἀγγέλων πάλιν διπλῆ γίνεται ἐπὶ τὸ αὐτὸ σύνοδος ἀνθρώπων ἀσεβῶν καὶ πονηρῶν ἀγγέλων, καὶ λέγοιτο ἂν ἐπὶ τῆς τῶν τοιούτων συναγωγῆς ὑπό τε τῶν ἁγίων ἀγγέλων καὶ τῶν ἱερῶν ἀνθρώπων· «οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος, καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω· ἐμίσησα ἐκκλησίαν πονηρευομένων, καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω.» 31. 7 διὰ τοῦτο οἶμαι καὶ τοὺς ἐν Ἱερουσαλὴμ καὶ πάσῃ τῇ Ἰουδαίᾳ ἐν πλείοσιν ἁμαρτήμασι γεγενημένους ὑποχειρίους γεγονέναι τοῖς ἐχθροῖς τῷ καταλελεῖφθαι τοὺς καταλιπόντας τὸν νόμον λαοὺς ὑπὸ τοῦ θεοῦ καὶ τῶν ὑπερασπιζόντων ἀγγέλων καὶ τῆς σωτηρίας τῶν ἁγίων ἀνθρώπων. οὕτω γὰρ καὶ ὅλα ἀθροίσματά ποτε κατα λείπεται ἐμπεσεῖν εἰς πειρασμοὺς, ἵνα «καὶ ὃ» δοκοῦσιν «ἔχειν» ἀρθῇ ἀπ' αὐτῶν, ὁμοίως τῇ κατηραμένῃ συκῇ καὶ «ἐκ ῥιζῶν» ἀρθείσῃ διὰ τὸ μὴ δεδωκέναι τῷ Ἰησοῦ πεινῶντι καρπὸν, ξηραινόμενοι καὶ εἴ τι εἶχον ὀλίγον ζωτικῆς κατὰ τὴν πίστιν δυνάμεως ἀπολλύντες. ταῦτα δέ μοι ἀναγκαίως εἰρῆσθαι φαίνεται, τόπον εὐχῆς ἐξετάζοντι καὶ τὸ ἐξαίρετον ὡς ἐν τόπῳ παριστάντι ἐπὶ τῆς τῶν ἁγίων καὶ εὐλα βέστερον ἐπὶ τὸ αὐτὸ τῇ ἐκκλησίᾳ γινομένων συνελεύσεως.

Intertext edge

Open linked passage

Note