Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De oratione
OrigenesOrat 32 · pg-scrape-grcMore by Origenes
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/origenes" aria-label="More works by Origenes"> —
⋯
More
Original / primary: Pg Scrape Grc
32.1.1
Ἤδη δὲ καὶ περὶ τοῦ κλίματος, εἰς ὃ ἀφορῶντα εὔ χεσθαι δεῖ, ὀλίγα λεκτέον. τεσσάρων δὲ ὄντων κλιμάτων, τοῦ τε πρὸς ἄρκτον καὶ μεσημβρίαν καὶ τοῦ πρὸς δύσιν καὶ ἀνατολὴν, τίς οὐκ ἂν αὐτόθεν ὁμολογήσαι τὸ πρὸς ἀνατολὴν ἐναργῶς ἐμφαίνειν τὸ δεῖν ἐκεῖ νεύοντας συμβολικῶς, ὡς τῆς ψυχῆς ἐνορώσης τῇ τοῦ ἀληθινοῦ φωτὸς ἀνατολῇ, ποιεῖσθαι τὰς εὐχάς; ἐὰν δέ τις ὅπου δή ποτε τῶν θυρῶν τοῦ οἴκου νευουσῶν βούληται μᾶλλον κατὰ τὸ ἀνεῳγὸς τῆς οἰκίας προσφέρειν τὰς ἐντεύξεις, λέγων τὴν εἰς τὸν οὐρανὸν ὄψιν ἔχειν τι μᾶλλον προκαλούμενον ἐφ' ἑαυτὴν τῆς ἐπὶ τὸν τοῖχον ἐπιβλέψεως, εἰ τύχοιεν μὴ διανεῳγότα τοῦ οἴκου τὰ πρὸς ἀνατολὰς, λεκτέον πρὸς αὐτὸν ὅτι θέσει τῶν οἰκοδομημάτων ἀν θρώπων κατὰ τάδε τὰ κλίματα ἢ τάδε διανοιγομένων, φύσει δὲ τῆς ἀνατολῆς τῶν λοιπῶν προκεκριμένης κλιμάτων, τὸ φύσει τοῦ θέσει προτακτέον. ἀλλὰ καὶ ὁ ἐν πεδίῳ εὔξασθαι βουλόμενος, τί μᾶλλον κατὰ τοῦτον τὸν λόγον ἐπ' ἀνατολὰς ἢ ἐπὶ δύσιν προσεύξεται; εἰ δὲ ἐκεῖ προκριτέον τὰς ἀνατολὰς κατὰ τὸ εὔλογον, διὰ τί τοῦτο οὐ πανταχοῦ ποιητέον; καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον. Δοκεῖ δέ μοι ἔτι περὶ τῶν τόπων τῆς εὐχῆς διαλα βόντα οὕτω καταπαῦσαι τὸν λόγον. τέσσαρες δή μοι τόποι ὑπο γραπτέοι φαίνονται, οὓς εὗρον διεσκεδασμένους ἐν ταῖς γραφαῖς, καὶ σωματοποιητέον ἑκάστῳ κατὰ τούτους εὐχήν. εἰσὶ δὲ οἱ τόποι οὗ τοι· κατὰ δύναμιν δοξολογίας ἐν τῇ ἀρχῇ καὶ τῷ προοιμίῳ τῆς εὐχῆς λεκτέον τοῦ θεοῦ διὰ Χριστοῦ συνδοξολογουμένου ἐν τῷ ἁγίῳ πνεύματι συνυμνουμένῳ· καὶ μετὰ τοῦτο τακτέον ἑκάστῳ εὐ χαριστίας τε κοινὰς, πρὸς πολλοὺς εὐεργεσίας προσάγοντα ἐπὶ τῆς εὐχαριστίας, καὶ ὧν ἰδίᾳ τέτευχεν ἀπὸ θεοῦ· μετὰ δὲ τὴν εὐχα ριστίαν φαίνεταί μοι πικρόν τινα δεῖν γινόμενον τῶν ἰδίων ἁμαρτη μάτων κατήγορον ἐπὶ θεοῦ αἰτεῖν πρῶτον μὲν ἴασιν πρὸς τὸ ἀπαλ λαγῆναι τῆς τὸ ἁμαρτάνειν ἐπιφερούσης ἕξεως δεύτερον ἄφεσιν τῶν παρεληλυθότων· μετὰ δὲ τὴν ἐξομολόγησιν τέταρτόν μοι συν άπτειν φαίνεται δεῖν τὴν περὶ τῶν μεγάλων καὶ ἐπουρανίων αἴ τησιν, ἰδίων τε καὶ καθολικῶν, καὶ περί τε οἰκείων καὶ φιλτάτων· καὶ ἐπὶ πᾶσι τὴν εὐχὴν εἰς δοξολογίαν θεοῦ διὰ Χριστοῦ ἐν ἁγίῳ πνεύματι καταπαυστέον.

Intertext edge

Open linked passage

Note