Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De oratione
OrigenesOrat 33 · pg-scrape-grcMore by Origenes
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/origenes" aria-label="More works by Origenes"> —
⋯
More
Original / primary: Pg Scrape Grc
33.2.1
τούτους δὲ τοὺς τόπους, ὡς προείπομεν, διεσπαρμένους εὕρο μεν ἐν ταῖς γραφαῖς, τὸν μὲν τῆς δοξολογίας διὰ τούτων ἐν ἑκα τοστῷ τρίτῳ ψαλμῷ· «κύριε, ὁ θεός μου, ὡς ἐμεγαλύνθης σφόδρα· ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, ὁ ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέριν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ, ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων, ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα, ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα· ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσι»· καὶ τὰ πλεῖστα δὲ τούτου τοῦ ψαλμοῦ δοξολογίαν περιέχει τοῦ πατρός. ἔνεστι δέ τινα ἑαυτῷ πλείονα ἀναλεγόμενον ὁρᾶν, ὡς ὁ τόπος τῆς δοξολογίας πολλαχοῦ διέσπαρται.
33.3.1
τῆς δὲ εὐχαριστίας ἐκκείσθω τοῦτο παράδειγμα ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν κείμενον, μετὰ τὰς διὰ τοῦ Νάθαν πρὸς τὸν Δαυῒδ ἐπαγγελίας ὑπὸ τοῦ Δαυῒδ ἀπαγγελλόμενον, ἐκπλαγέντος τὰς τοῦ θεοῦ δωρεὰς καὶ εὐχαριστοῦντος ἐπ' αὐταῖς διὰ τούτων· «τίς εἰμι ἐγὼ, κύριέ μου κύριε, καὶ τίς ὁ οἶκός μου, ὅτι ἠγάπησάς με ἕως τούτων; καὶ κατεσμικρύνθην μικρὸν ἐνώπιόν σου, κύριέ μου, καὶ ἐλάλησας ὑπὲρ τοῦ οἴκου τοῦ δούλου σου εἰς μακράν· οὗτος δὲ ὁ νόμος τοῦ ἀνθρώπου, κύριέ μου κύριε. καὶ τί προσθήσει Δαυῒδ ἔτι τοῦ λαλῆσαι πρός σε; καὶ νῦν σὺ οἶδας τὸν δοῦλόν σου, κύριε· διὰ τὸν δοῦλόν σου πεποίηκας, καὶ κατὰ τὴν καρδίαν σου ἐποίησας πᾶσαν τὴν μεγαλωσύνην σου ταύτην γνωρίσαι τῷ δούλῳ σου ἕνεκα τοῦ μεγαλῦναί σε, κύριέ μου κύριε.» 33. 4 τῶν δὲ ἐξομολογήσεων παράδειγμα· «ἀπὸ πασῶν τῶν ἀνομιῶν μου ῥῦσαί με,» καὶ ἐν ἄλλοις· «προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου· ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην.» 33. 5 τῶν δὲ αἰτήσεων ἐν εἰκοστῷ ἑβδόμῳ ψαλμῷ· «μὴ συνελκύσῃς με μετὰ ἁμαρτωλῶν, καὶ μετὰ ἐργαζομένων ἀδικίαν μὴ συναπολέσῃς με,» καὶ εἴ τι τούτοις ὅμοιον.
33.6.1
εὔλογον δὲ ἀρξάμενον ἀπὸ δοξολογίας εἰς δοξολογίαν καταλήγοντα καταπαύειν τὴν εὐχὴν, ὑμνοῦντα καὶ δοξάζοντα τὸν τῶν ὅλων πατέρα «διὰ Ἰησοῦ Χριστοῦ» ἐν ἁγίῳ πνεύματι, «ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας.» 34. 1 Ταῦτα κατὰ δύναμιν ἐμὴν εἰς τὸ τῆς εὐχῆς πρόβλημα καὶ εἰς τὴν ἐν τοῖς εὐαγγελίοις εὐχὴν τά τε πρὸ αὐτῆς παρὰ τῷ Ματθαίῳ εἰρημένα ἡμῖν διήθληται, φιλομαθέστατοι καὶ γνησιώτατοι ἐν θεοσεβείᾳ ἀδελφοὶ, Ἀμβρόσιε καὶ Τατιανή. οὐκ ἀπογινώσκω δὲ, «τοῖς ἔμπροσθεν» ὑμῶν ἐπεκτεινομένων καὶ τῶν ὄπισθεν ἐπιλανθανομένων εὐχομένων τε ἐν τούτοις ὄντων περὶ ἡμῶν, πλείονα καὶ θειότερα εἰς πάντα ταῦτα δυνηθῆναι χωρῆσαι ἀπὸ τοῦ διδόντος θεοῦ καὶ λαβὼν πάλιν περὶ τῶν αὐτῶν διαλαβεῖν μεγαλοφυέστερον καὶ ὑψηλότερον καὶ τρανότερον· πλὴν ἐπὶ τοῦ παρόντος μετὰ συγγνώμης τούτοις ἐντεύξεσθε.

Intertext edge

Open linked passage

Note