Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De oratione
OrigenesOrat 3 · pg-scrape-grcMore by Origenes
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/origenes" aria-label="More works by Origenes"> —
⋯
More
Original / primary: Pg Scrape Grc
3.1.1
Πρῶτον δὴ τὸ ὄνομα τῆς εὐχῆς ὅσον ἐπὶ παρατηρήσει τῇ ἐμῇ εὑρίσκω κείμενον, ἡνίκα ὁ Ἰακὼβ, φυγὰς γενόμενος τῆς ὀρ γῆς «τοῦ ἀδελφοῦ» ἑαυτοῦ Ἠσαῦ, ἀπῄει «εἰς τὴν Μεσοποταμίαν» κατὰ τὰς ὑποθήκας Ἰσαὰκ καὶ Ῥεβέκκας. οὕτω δὲ ἔχει ἡ λέξις· «καὶ ηὔξατο Ἰακὼβ εὐχὴν, λέγων· ἐὰν ᾖ κύριος ὁ θεὸς μετ' ἐμοῦ καὶ διαφυλάξῃ με ἐν τῇ ὁδῷ ταύτῃ, ᾗ ἐγὼ πορεύομαι, καὶ δώῃ μοι ἄρ τον φαγεῖν καὶ ἱμάτιον περιβαλέσθαι. καὶ ἀποστρέψῃ με μετὰ σω τηρίας εἰς τὸν οἶκον τοῦ πατρός μου· καὶ ἔσται κύριός μοι εἰς θεὸν, καὶ ὁ λίθος οὗτος, ὃν ἔστησα στήλην, ἔσται μοι οἶκος θεοῦ, καὶ πάντων ὧν ἐάν μοι δῷς δεκάτην ἀποδεκατώσω αὐτά σοι.».......................................................................................................................................
3.2.1
ἔνθα καὶ σημειωτέον ἐστὶν ὅτι τὸ ὄνομα τῆς εὐχῆς παρε λήφθη (πολλαχοῦ ἑτέρας οὔσης παρὰ τὴν προσευχὴν) ἐπὶ τοῦ μετὰ εὐχῆς ἐπαγγελλομένου τάδε τινὰ ποιήσειν, εἰ τύχοι ἀπὸ θεοῦ τῶνδε. τάσσεται μέντοι καὶ ἐπὶ τοῖς κατὰ συνήθειαν ἡμῶν λεγομένοις ἡ ὀνομασία· ὥσπερ ἐν Ἐξόδῳ εὕρομεν οὕτως μετὰ τὴν ἐπὶ τοῖς βα τράχοις μάστιγα, τῇ τάξει τῶν δέκα οὖσαν δευτέραν,....................................................................................................................................... «ἐκάλεσε Φαραὼ Μωϋσέα καὶ Ἀαρὼν καὶ εἶπεν αὐτοῖς· εὔξασθε περὶ ἐμοῦ πρὸς κύριον, καὶ περιελέτω τοὺς βατράχους ἀπ' ἐμοῦ καὶ τοῦ λαοῦ μου· καὶ ἐξαποστελῶ τὸν λαὸν, καὶ θύσωσι κυρίῳ.» ἐὰν δὲ δυσπειθῶς τις ἔχῃ διὰ τὸ τοῦ Φαραὼ εἶναι φωνὴν τὴν «εὔξασθε» πρὸς τὸ σημαίνεσθαι ἀπὸ τῆς εὐχῆς πρὸς τῷ προτέρῳ καὶ τὸ σύν ηθες, παρατηρητέον καὶ τὸ ἑξῆς οὕτως ἔχον· «εἶπε δὲ Μωϋσῆς πρὸς Φαραώ· τάξαι πρός με, πότε εὔξομαι περὶ σοῦ καὶ περὶ τῶν θερα πόντων σου καὶ τοῦ λαοῦ σου, ἀφανίσαι τοὺς βατράχους ἀπὸ σοῦ καὶ ἀπὸ τοῦ λαοῦ σου καὶ ἐκ τῶν οἰκιῶν ὑμῶν· πλὴν ἐν τῷ ποταμῷ ὑπολειφθήσονται.» 3. 3 παρετηρήσαμεν δὲ ὅτι ἐπὶ ταῖς σκνιψὶ, τῇ τρίτῃ μάστιγι, οὔτε Φαραὼ εὐχὴν γενέσθαι ἀξιοῖ οὔτε Μωϋσῆς εὔχεται. καὶ ἐπὶ τῇ κυ νομυίᾳ δὲ, οὔσῃ τετάρτῃ, λέγει· «εὔξασθε οὖν περὶ ἐμοῦ πρὸς κύ ριον,» ὅτε καὶ εἶπε Μωϋσῆς ὅτι «ἐγὼ ἐξελεύσομαι ἀπὸ σοῦ καὶ εὔξομαι πρὸς τὸν θεὸν, καὶ ἀπελεύσεται ἡ κυνόμυια ἀπὸ Φαραὼ καὶ τῶν θεραπόντων αὐτοῦ καὶ τοῦ λαοῦ αὐτοῦ αὔριον»· καὶ μετ' ὀλίγα· «ἐξῆλθε δὲ Μωϋσῆς ἀπὸ Φαραὼ καὶ ηὔξατο πρὸς τὸν θεόν.» πάλιν δὲ ἐπὶ τῆς πέμπτης καὶ ἕκτης μάστιγος οὔτε Φαραὼ ἀξιώ σαντος εὐχὴν γενέσθαι οὔτε Μωϋσέως εὐξαμένου, ἐπὶ τῆς ἑβδόμης «ἀποστείλας Φαραὼ ἐκάλεσε Μωϋσέα καὶ Ἀαρὼν καὶ εἶπεν αὐτοῖς· ἡμάρτηκα τὸ νῦν· ὁ κύριος δίκαιος, ἐγὼ δὲ καὶ ὁ λαός μου ἀσεβής. εὔξασθε οὖν πρὸς κύριον, καὶ παυσάσθω τοῦ γενηθῆναι φωνὰς θεοῦ καὶ χάλαζαν καὶ πῦρ»· καὶ μετ' ὀλίγα· «ἐξῆλθε Μωϋσῆς ἀπὸ Φα ραὼ ἐκτὸς τῆς πόλεως καὶ ἐξεπέτασε τὰς χεῖρας πρὸς κύριον, καὶ αἱ φωναὶ ἐπαύσαντο.» διὰ τί δὲ οὐκ εἴρηται «καὶ ηὔξατο» ὡς ἐπὶ τῶν προτέρων ἀλλ' «ἐξεπέτασε τὰς χεῖρας πρὸς κύριον,» εὐκαι ρότερον ἐν ἄλλοις ἐξεταστέον. καὶ ἐπὶ τῆς ὀγδόης δὲ μάστιγός φησιν ὁ Φαραώ· «καὶ προσεύξασθε πρὸς κύριον τὸν θεὸν ὑμῶν, καὶ περι ελέτω ἀπ' ἐμοῦ τὸν θάνατον τοῦτον. ἐξῆλθε δὲ Μωϋσῆς ἀπὸ Φα ραὼ καὶ ηὔξατο πρὸς τὸν θεόν.» 3. 4 πολλαχοῦ δὲ εἴπομεν τὸ ὄνομα τῆς εὐχῆς μὴ κατὰ τὸ σύνηθες τετάχθαι ὥσπερ ἐπὶ τοῦ Ἰακώβ· ἀλλὰ καὶ ἐν Λευϊτικῷ· «ἐλάλησε κύριος πρὸς Μωϋσέα λέγων· λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς· ὃς εὔξηται εὐχὴν ὥστε τιμὴν τῆς ψυχῆς αὐτοῦ τῷ κυρίῳ, ἔσται ἡ τιμὴ τοῦ ἄῤῥενος, ἀπὸ εἰκοσαετοῦς ἕως ἑξηκον ταετοῦς ἔσται αὐτοῦ ἡ τιμὴ πεντήκοντα δίδραχμα ἀργυρίου τῷ σταθμίῳ τῷ ἁγίῳ»· καὶ ἐν Ἀριθμοῖς· «καὶ ἐλάλησε κύριος πρὸς Μωϋσέα λέγων· λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς· ἀνὴρ ἢ γυνὴ, ὃς ἐὰν μεγάλως εὔξηται εὐχὴν ἀφαγνίσασθαι ἁγνείαν κυρίῳ, ἀπὸ οἴνου καὶ σίκερα ἁγνισθήσεται» καὶ τὰ ἑξῆς περὶ τοῦ κα λουμένου Ναζιραίου, εἶτα μετ' ὀλίγα· «καὶ ἁγιάσει τὴν κεφαλὴν αὐ τοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ᾗ ἡγιάσθη κυρίῳ τὰς ἡμέρας τῆς εὐχῆς,» καὶ πάλιν μετ' ὀλίγα· «οὗτος ὁ νόμος τοῦ εὐξαμένου· ᾗ ἂν ἡμέρᾳ πληρώσῃ ἡμέραν εὐχῆς αὐτοῦ,» καὶ πάλιν μετ' ὀλίγον· «καὶ μετὰ ταῦτα πίεται ὁ ηὐγμένος οἶνον. οὗτος ὁ νόμος τοῦ εὐξαμένου, ὃς ἐὰν εὔξηται κυρίῳ δῶρον αὐτοῦ περὶ τῆς εὐχῆς, χωρὶς ὧν ἂν εὕρῃ ἡ χεὶρ αὐτοῦ κατὰ δύναμιν τῆς εὐχῆς αὐτοῦ, ἧς ἂν εὔξηται κατὰ τὸν νόμον ἁγνείας,» καὶ πρὸς τῷ τέλει τῶν Ἀριθμῶν· «καὶ ἐλάλησε Μωϋσῆς πρὸς τοὺς ἄρχοντας τῶν φυλῶν υἱῶν Ἰσραὴλ λέγων· τοῦτο τὸ ῥῆμα, ὃ συνέταξε κύριος· ἄνθρωπος, ὃς ἐὰν εὔξηται εὐχὴν κυρίῳ ἢ ὀμόσῃ ὅρκον ὁρισμῷ ἢ ὁρίσηται περὶ τῆς ψυχῆς αὐτοῦ, οὐ βεβη λώσει τὸ ῥῆμα αὐτοῦ· πάντα ὅσα ἂν ἐξέλθῃ ἐκ τοῦ στόματος αὐτοῦ ποιήσει. ἐὰν δὲ γυνὴ εὔξηται εὐχὴν κυρίῳ ἢ ὁρίσηται ὁρισμὸν ἐν τῇ οἰκίᾳ τοῦ πατρὸς αὐτῆς ἐν τῇ νεότητι αὐτῆς, καὶ ἀκούσῃ ὁ πα τὴρ αὐτῆς τὰς εὐχὰς αὐτῆς καὶ τοὺς ὁρισμοὺς αὐτῆς, οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς, καὶ παρασιωπήσῃ ὁ πατὴρ αὐτῆς, στήσονται πᾶσαι αἱ εὐχαὶ αὐτῆς, καὶ πάντες οἱ ὁρισμοὶ, οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς, μενοῦσιν αὐτῇ»· καὶ ἑξῆς τούτοις τινὰ περὶ τῆς τοι αύτης νομοθετεῖ. κατὰ τοῦτο τὸ σημαινόμενον ἐν ταῖς Παροιμίαις γέγραπται.............................................................................................................. «ἀνδρὶ ταχύ τι τῶν ἰδίων ἁγιάσαι· μετὰ γὰρ τὸ εὔξασθαι μετανοεῖν γίνεται»· καὶ ἐν τῷ Ἐκκλησιαστῇ· «ἀγαθὸν τὸ μὴ εὔξασθαι ἢ τὸ εὔξασθαι καὶ μὴ ἀποδοῦναι»· καὶ ἐν ταῖς Πρά ξεσι τῶν ἀποστόλων· «εἰσὶν ἄνδρες παρ' ἡμῖν τέσσαρες, εὐχὴν ἔχοντες ἀφ' ἑαυτῶν.» 4. 1 Οὐκ ἄλογον δή μοι ἐφάνη τὸ κατὰ τὰς γραφὰς σημαινό μενον πρῶτον διαστείλασθαι τῆς εὐχῆς δύο σημαινούσης, ὁμοίως δὲ καὶ τῆς προσευχῆς· καὶ γὰρ τοῦτο τὸ ὄνομα πρὸς τῷ κοινῷ καὶ συνήθει πολλαχοῦ κειμένῳ τέτακται καὶ ἐπὶ τῆς κατὰ τὸ σύνηθες ἡμῖν σημαινόμενον [τῆς] εὐχῆς ἐν τοῖς περὶ τῆς Ἄννης λεγομένοις ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν· «καὶ Ἠλεὶ ὁ ἱερεὺς ἐκάθητο ἐπὶ θρόνου ἐπὶ φλιῶν ναοῦ κυρίου. καὶ αὐτὴ ψυχῇ πικρᾷ καὶ προσηύξατο πρὸς κύριον καὶ κλαυθμῷ ἔκλαυσε. καὶ ηὔξατο εὐχὴν καὶ εἶπε· κύριε τῶν δυνάμεων, ἐὰν ἐφοράσει ἐπίδῃς ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης σου καὶ μνησθῇς μου καὶ μὴ ἐπιλάθῃ τῆς δούλης σου καὶ δῷς τῇ δούλῃ σου σπέρμα ἀνδρὸς, καὶ δώσω αὐτὸν τῷ κυρίῳ δοτὸν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ, καὶ σίδηρος οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφα λὴν αὐτοῦ.» 4. 2 δύναται μέντοι γε τὶς οὐκ ἀπιθάνως ἐνταῦθα, ἐπιστήσας τῷ «προσηύξατο πρὸς κύριον» «καὶ ηὔξατο εὐχὴν,» εἰπεῖν ὅτι, εἰ τὰ δύο πεποίηκε, τουτέστι «προσηύξατο πρὸς κύριον» «καὶ ηὔξατο εὐχὴν,» μή ποτε τὸ μὲν «προσηύξατο» ἐπὶ τῆς συνήθως ἡμῖν ὀνο μαζομένης τέτακται εὐχῆς τὸ δὲ «ηὔξατο εὐχὴν» ἐπὶ τοῦ ἐν Λευϊ τικῷ καὶ Ἀριθμοῖς τεταγμένου σημαινομένου. τὸ γὰρ «δώσω αὐτὸν κυρίῳ δοτὸν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ, καὶ σίδηρος οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ» κυρίως οὐκ ἔστι προσευχὴ ἀλλ' ἐκείνη ἡ εὐχὴ, ἥντινα καὶ Ἰεφθάε ηὔξατο ἐν τούτοις· «καὶ ηὔξατο Ἰεφθάε εὐχὴν τῷ κυρίῳ καὶ εἶπεν· ἐὰν παραδώσει παραδῷς μοι τοὺς υἱοὺς Ἀμμὼν ἐν χειρί μου, καὶ ἔσται ὃς ἐὰν ἐξέλθῃ ἐκ τῶν θυρῶν τοῦ οἴκου μου εἰς ἀπάντησίν μου ἐν τῷ ἐπιστρέψαι με ἐν εἰρήνῃ ἀπὸ τῶν υἱῶν Ἀμμὼν, καὶ ἔσται τῷ κυρίῳ, καὶ ἀνοίσω αὐτὸν ὁλο καύτωμα.» 5. 1 Εἰ χρὴ τοίνυν μετὰ ταῦτα, ὥσπερ ἐκελεύσατε, ἐκθέσθαι τὰ πιθανὰ πρῶτον τῶν οἰομένων μηδὲν ἀπὸ τῶν εὐχῶν ἀνύεσθαι καὶ διὰ τοῦτο φασκόντων περισσὸν εἶναι τὸ εὔχεσθαι, οὐκ ὀκνήσο μεν κατὰ δύναμιν καὶ τοῦτο ποιῆσαι, κοινότερον νῦν καὶ ἁπλούστε ρον τοῦ τῆς εὐχῆς ὀνόματος ἡμῖν λεγομένου....................................................................................................................................... οὕτω δὴ ὁ λόγος ἐστὶν ἄδοξος καὶ μὴ τυχὼν ἐπισήμων τῶν προϊσταμένων αὐτοῦ, ὥστε μηδὲ πάνυ εὑρίσκεσθαι, ὅστις ποτὲ τῶν πρόνοιαν παραδεξαμένων καὶ θεὸν ἐπιστησάντων τοῖς ὅλοις εὐχὴν μὴ προσίεται. ἔστι γὰρ τὸ δόγμα ἤτοι τῶν πάντῃ ἀθέων καὶ τὴν οὐσίαν τοῦ θεοῦ ἀρνουμένων ἢ τῶν μέχρις ὀνόματος τι θέντων θεὸν τὴν πρόνοιαν δὲ αὐτοῦ ἀποστερούντων. ἤδη μέν τοι γε ἡ ἀντικειμένη ἐνέργεια, τὰ ἀσεβέστατα τῶν δογμάτων περιτιθέναι θέλουσα τῷ ὀνόματι τοῦ Χριστοῦ καὶ τῇ διδασκαλίᾳ τοῦ υἱοῦ τοῦ θεοῦ, καὶ περὶ τοῦ μὴ δεῖν εὔχεσθαι δεδύνηται πεῖσαί τινας· ἧς γνώμης προΐστανται οἱ τὰ αἰσθητὰ πάντῃ ἀναιροῦντες καὶ μήτε βαπτίσματι μήτε εὐχαριστίᾳ χρώμενοι, συκοφαντοῦντες τὰς γραφὰς, ὡς καὶ τὸ εὔχεσθαι τοῦτο οὐ βουλομένας ἀλλ' ἕτερόν τι σημαινόμενον παρὰ τοῦτο διδασκούσας.

Intertext edge

Open linked passage

Note