Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Origenes PG 11-17
De oratione
Orat 6.5.1
Choose a text More by Origenes
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
6.5.1
οὕτως οὖν ἤδη οἱονεὶ ἐρεῖ ὁ προδιατασσόμενος τὰ ὅλα ὅτι Ἀμὼς γεννήσει τὸν Ἰωσίαν, ὅστις οὐ ζηλώσει τὰ τοῦ πατρὸς πταίσματα ἀλλὰ τυχὼν τῆσδε τῆς ἐπ' ἀρετὴν προτρεπούσης ὁδοῦ διὰ τῶνδε τῶν συνεσομένων καλὸς ἔσται καὶ ἀγαθὸς, ὅστις κατασκάψει τὸ τοῦ Ἱεροβοὰμ κακῶς οἰκοδομηθὲν θυσιαστήριον. οἶδα δὲ καὶ Ἰούδαν, ἐπιδημήσαντός μου τοῦ υἱοῦ τῷ τῶν ἀνθρώπων γένει, κατὰ μὲν τὰς ἀρχὰς ἐσόμενον καλὸν καὶ ἀγαθὸν ὕστερον δὲ ἐκτρα πησόμενον καὶ εἰς τὰ ἀνθρώπινα ἁμαρτήματα ἐκπεσούμενον, ὅντινα ἐπὶ τούτοις εὔλογον ἔσται παθεῖν τάδε τινά. (ἡ δὲ πρόγνωσις αὕτη τάχα μὲν ἐπὶ πάντων πάντως δὲ ἐπὶ Ἰούδα καὶ ἑτέρων μυστηρίων καὶ ἐν τῷ υἱῷ τοῦ θεοῦ γίνεται, ἑωρακότι τῇ κατανοήσει τοῦ ἐξε λιγμοῦ τῶν ἐσομένων τὸν Ἰούδαν καὶ τὰ ἁμαρτήματα τὰ ἁμαρτη θησόμενα αὐτῷ· ὥστε μετὰ καταλήψεως αὐτὸν, καὶ πρὶν γενέσθαι τὸν Ἰούδαν, διὰ τοῦ Δαυῒδ εἰρηκέναι· «ὁ θεὸς, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς» καὶ τὰ ἑξῆς.) εἰδὼς δὲ τὰ μέλλοντα, καὶ ὁποῖον τόνον ἕξει πρὸς τὴν θεοσέβειαν ὁ Παῦλος, ἐν ἐμαυτῷ μὲν, πρὶν κτίσαι τὸν κόσμον ἐπιβαλλόμενος τῇ ἀρχῇ τῆς κοσμοποιΐας, αὐτὸν ἐπιλέξομαι καὶ ταῖσδε συνεργούσαις ἀνθρώπων σωτηρίᾳ δυνάμεσιν ἅμα τῷ γεννηθῆναι παραθήσομαι, ἀφορίζων αὐτὸν «ἐκ κοιλίας μη τρὸς» καὶ ἐπιτρέπων κατὰ τὰς ἀρχὰς ἐν νεότητι ζήλῳ μετὰ ἀγνοίας ἐγγινομένῳ προφάσει θεοσεβείας διώκειν τοὺς εἰς τὸν Χριστόν μου πεπιστευκότας καὶ τηρεῖν «τὰ ἱμάτια» τῶν λιθοβολούντων τὸν θε ραπευτήν μου καὶ μάρτυρα Στέφανον, ἵνα νεανιευσάμενος ὕστερον ἀφορμῆς λαβόμενος καὶ μεταβαλόμενος ἐπὶ τὰ βέλτιστα «μὴ καυ χήσηται» «ἐνώπιον» ἐμοῦ ἀλλὰ λέγῃ· «οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ θεοῦ,» καὶ αἰσθόμενος τῆς ἐσομένης μου εἰς αὐτὸν εὐεργεσίας μετὰ τὰ ἐν νεότητι προφάσει θεοσεβείας πταίσματα εἴπῃ· «χάριτι δὲ θεοῦ εἰμι ὅ εἰμι»· καὶ κω λυόμενος δὲ ὑπὸ τοῦ συνειδότος διὰ τὰ ὑπὸ νεανίου αὐτοῦ ἔτι τυγ χάνοντος πεπραγμένα κατὰ Χριστοῦ οὐχ ὑπερεπαρθήσεται «τῇ ὑπερ βολῇ τῶν» ἐπ' εὐεργεσίᾳ φανερωθησομένων αὐτῷ «ἀποκαλύψεων.» 7. 1 Καὶ πρὸς τὸ περὶ τῆς ἐπὶ τῷ ἀνατέλλειν τὸν ἥλιον εὐχῆς ταῦτα λεκτέον. ἔστι τι καὶ τοῦ ἡλίου ἐφ' ἡμῖν, καὶ αὐτοῦ αἰνοῦν τος μετὰ τῆς σελήνης τὸν θεόν· «αἰνεῖτε γὰρ αὐτὸν,» φησὶν, «ἥλιος καὶ σελήνη»· δῆλον δ' ὅτι καὶ τῆς σελήνης καὶ ἀκολούθως πάντων τῶν ἀστέρων· «αἰνεῖτε γὰρ αὐτὸν,» «πάντα τὰ ἄστρα καὶ τὸ φῶς.» ὥσπερ οὖν εἰρήκαμεν τῷ ἐφ' ἡμῖν ἑκάστου τῶν ἐπὶ γῆς καταχρώμενον τὸν θεὸν εἴς τινα χρείαν τῶν ἐπὶ γῆς κατατεταχέναι εἰς δέον αὐτά, οὕτως ὑποληπτέον τῷ ἐφ' ἡμῖν ἡλίου καὶ σελήνης καὶ ἄστρων, ἀραρότι καὶ βεβαίῳ ὄντι καὶ σταθηρῷ καὶ σοφῷ, δια τεταχέναι «πάντα τὸν κόσμον τοῦ οὐρανοῦ» καὶ τὴν τῶν ἄστρων ἁρμονίως τῷ παντὶ πορείαν καὶ κίνησιν. καὶ εἰ περὶ τοῦ ἐφ' ἡμῖν ἑτέρου μὴ μάτην εὔχομαι, πολλῷ πλέον περὶ τοῦ ἐφ' ἡμῖν τῶν ἐν οὐρανῷ σωτηρίως τῷ παντὶ χορευόντων ἀστέρων. καίτοι γε ἔστιν εἰπεῖν περὶ τῶν ἐπὶ γῆς ὅτι τοιαίδε τινὲς προσγενόμεναι ἐκ τῶν περιεστώτων φαντασίαι προκαλοῦνται τὸ ἀβέβαιον ἡμῶν ἢ τὸ ἐπὶ τὸ κρεῖττον ῥεπτικὸν ἡμῶν πρὸς τὸ ποιῆσαι ἢ εἰπεῖν τάδε τινὰ ἢ τάδε· ἐπὶ δὲ τῶν ἐν οὐρανῷ ποία δύναται ἐγγενομένη φαντασία ἐκστῆσαι καὶ μετακινῆσαι ἀπὸ τῆς ὠφελίμου τῷ κόσμῳ πορείας ἕκαστον τῶν τοιαύτην ψυχὴν ὑπὸ λόγου κατηρτισμένην καὶ παρὰ τὴν αὐτῶν αἰτίαν ἐχόντων καὶ τοιούτῳ σώματι αἰθερίῳ καὶ καθα ρωτάτῳ χρωμένων; Ἔτι δὲ οὐκ ἄλογον καὶ τοιούτῳ τινὶ παραδείγματι χρήσασθαι πρὸς τὸ προτρέψασθαι ἐπὶ τὸ εὔξασθαι καὶ ἀποτρέψασθαι τοῦ ἀμελεῖν τῆς εὐχῆς. ὥσπερ οὐκ ἔστι παιδοποιήσασθαι χωρὶς γυναικὸς καὶ τῆς εἰς παιδοποιΐαν χρησίμου παραλαμβανομένης ἐνερ γείας, οὕτως τῶνδέ τινων οὐκ ἄν τις τύχοι, μὴ οὕτως εὐξάμενος μετὰ διαθέσεως τοιᾶσδε, πιστεύων οὕτως, οὐ πρὸ τῆς εὐχῆς τόνδε βιώσας τὸν τρόπον. οὐ βαττολογητέον οὖν οὐδὲ μικρὰ αἰτητέον οὐδὲ περὶ ἐπιγείων προσευκτέον οὐδὲ μετὰ «ὀργῆς» καὶ τεταραγμένων λογισμῶν ἐπὶ τὴν προσευχὴν ἐλθετέον, ἀλλ' οὐδὲ χωρὶς καθαρεύσεως ἔστιν ἐπινοῆσαι γινομένην «τῇ προσευχῇ» σχολήν· ἀλλ' οὐδὲ ἀφέσεως ἁμαρτημάτων οἷόν τε τυχεῖν τὸν εὐχόμενον, μὴ ἀπὸ τῆς καρδίας ἀφιέντα τῷ πεπλημμεληκότι καὶ συγγνώμης τυχεῖν ἀξιοῦντι ἀδελφῷ.

Intertext edge

Open linked passage

Note