Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De principiis
OrigenesPrin 1 · pg-scrape-grcMore by Origenes
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/origenes" aria-label="More works by Origenes"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1
De principiis Περὶ αὐτεξουσίου καὶ τῶν δοκούντων τοῦτο ἀναιρεῖν ῥητῶν γραφικῶν λύσις καὶ ἑρμηνεία
1.11.1
Ὥσπερ δὲ εἰ καὶ ὁ ἥλιος ἔλεγε φωνὴν προϊέμενος ὅτι ἐγὼ τήκω καὶ ξηραίνω, ἐναντίων ὄντων τοῦ τήκεσθαι καὶ τοῦ ξηραί νεσθαι, οὐκ ἂν ψεῦδος ἔλεγε παρὰ τὸ ὑποκείμενον, ἀπὸ τῆς μιᾶς θερμότητος τηκομένου μὲν τοῦ κηροῦ, ξηραινομένου δὲ τοῦ πηλοῦ· οὕτως ἡ μία ἐνέργεια ἡ διὰ Μωσέως γινομένη σκληρυμμὸν μὲν ἤλεγχε τὸν τοῦ Φαραὼ διὰ τὴν κακίαν αὐτοῦ, πειθὼ δὲ τὴν τῶν «ἐπιμίκτων» Αἰγυπτίων, συνεξορμησάντων τοῖς Ἑβραίοις. καὶ τὸ κατὰ βραχὺ δὲ ἀναγεγράφθαι οἱονεὶ μαλάσσεσθαι τὴν καρδίαν Φαραὼ λέ γοντος· «ἀλλ' οὐ μακρὰν ἀποτενεῖτε, τριῶν γὰρ ἡμερῶν πορεύσεσθε, καὶ τὰς γυναῖκας ὑμῶν καταλείπετε», καὶ ὅσα ἄλλα κατὰ βραχὺ ἐν διδοὺς πρὸς τὰ τεράστια ἔλεγε, δηλοῖ ὅτι ἐνήργει μέν τι καὶ εἰς αὐτὸν τὰ σημεῖα, οὐ μὴν τὸ πᾶν κατειργάζετο. οὐκ ἂν δὲ οὐδὲ ταῦτα ἐγίνετο, εἰ τὸ νοούμενον ὑπὸ τῶν πολλῶν «σκληρυνῶ τὴν καρδίαν Φαραώ» ὑπ' αὐτοῦ ἐνηργεῖτο, τοῦ θεοῦ δηλονότι. Οὐκ ἄτοπον δὲ καὶ ἀπὸ τῆς συνηθείας τὰ τοιαῦτα παραμυθή σασθαι, πολλάκις τῶν χρηστῶν δεσποτῶν φασκόντων τοῖς διὰ τὴν χρηστότητα καὶ μακροθυμίαν ἐπιτριβομένοις οἰκέταις τό· ἐγώ σε πονηρὸν ἐποίησα, καί· ἐγώ σοι αἴτιος γέγονα τῶν τηλικούτων ἁμαρ τημάτων. δεῖ γὰρ τοῦ ἤθους ἀκοῦσαι καὶ τῆς δυνάμεως τοῦ λεγο μένου, καὶ μὴ συκοφαντεῖν μὴ κατακούοντας τοῦ βουλήματος τοῦ λόγου. ὁ γοῦν Παῦλος σαφῶς ταῦτα ἐξετάσας φησὶ πρὸς τὸν ἁμαρ τάνοντα· «ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιάν σε ἄγει; κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ θεοῦ». ἃ γὰρ λέγει πρὸς τὸν ἁμαρτάνοντα ὁ ἀπόστολος, λεγέσθω πρὸς τὸν Φαραώ, καὶ πάνυ ἁρμοδίως νοηθείη ταῦτα ἀπαγγελλόμενα αὐτῷ, «κατὰ τὴν σκληρότητα καὶ ἀμετανόητον αὐτοῦ καρδίαν θησαυρίζοντος ἑαυτῷ ὀργήν», τῆς σκληρότητος οὐκ ἂν οὕτως ἐλεγχθείσης οὐδὲ φανερᾶς γεγενημένης, εἰ μὴ τὰ σημεῖα ἐγεγόνει, ἢ ἐγεγόνει μέν, μὴ τὰ τοσαῦτα δὲ καὶ τηλικαῦτα.
1.23.1
Τοῖς δὲ τὰς φύσεις εἰσάγουσι καὶ χρωμένοις τῷ ῥητῷ ταῦτα λεκτέον. εἰ σώζουσι τὸ «ἀπὸ ἑνὸς φυράματος» γίνεσθαι τοὺς ἀπολλυ μένους καὶ τοὺς σωζομένους, καὶ τὸν δημιουργὸν τῶν σωζομένων εἶναι δημιουργὸν καὶ τῶν ἀπολλυμένων, καὶ εἰ ἀγαθὸς ὁ ποιῶν οὐ μόνον πνευματικοὺς ἀλλὰ καὶ χοϊκοὺς (τοῦτο γὰρ αὐτοῖς ἕπεται), δυ νατὸν μέντοι γε ἐκ προτέρων τινῶν κατορθωμάτων γενόμενον νῦν σκεῦος τιμῆς, καὶ μὴ ὅμοια δράσαντα μηδὲ ἀκόλουθα τῷ σκεύει τῆς τιμῆς, γενέσθαι εἰς ἕτερον αἰῶνα σκεῦος ἀτιμίας· ὡς πάλιν οἷόν τέ ἐστι διὰ πρεσβύτερα τούτου τοῦ βίου γενόμενον σκεῦος ἀτιμίας ἐνθάδε, διορθωθέντα ἐν τῇ «καινῇ κτίσει» γενέσθαι «σκεῦος τιμῆς ἡγια σμένον καὶ εὔχρηστον τῷ δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμέ νον». καὶ τάχα οἱ νῦν Ἰσραηλῖται μὴ ἀξίως τῆς εὐγενείας βιώσαντες ἐκπεσοῦνται τοῦ γένους, οἱονεὶ ἀπὸ σκευῶν τιμῆς εἰς σκεῦος ἀτιμίας μεταβαλοῦντες· καὶ πολλοὶ τῶν νῦν Αἰγυπτίων καὶ Ἰδουμαίων τῷ Ἰσραὴλ προσελθόντες, ἐπὰν καρποφορήσωσιν ἐπὶ πλεῖον, «εἰσελεύσονται εἰς ἐκκλησίαν κυρίου», οὐκ ἔτι Αἰγύπτιοι καὶ Ἰδουμαῖοι εἶναι λελο γισμένοι ἀλλ' ἐσόμενοι Ἰσραηλῖται· ὥστε κατὰ τοῦτο διὰ τὰς προ αιρέσεις τινὰς μὲν ἐκ χειρόνων εἰς κρείττονα προκόπτειν, ἑτέρους δὲ ἀπὸ κρειττόνων εἰς χείρονα καταπίπτειν, καὶ ἄλλους ἐν τοῖς καλοῖς τηρεῖσθαι ἢ ἀπὸ καλῶν εἰς κρείττονα ἐπαναβαίνειν, ἄλλους τε αὖ τοῖς κακοῖς παραμένειν ἢ ἀπὸ κακῶν, χεομένης τῆς κακίας, χείρονας γίνεσθαι. 3.
1.24.1
Ἐπεὶ δὲ ὅπου μὲν ὁ ἀπόστολος οὐ προσποιεῖται τὸ ἐπὶ τῷ θεῷ εἰς τὸ γενέσθαι «σκεῦος εἰς τιμὴν ἢ εἰς ἀτιμίαν», ἀλλὰ τὸ πᾶν ἐφ' ἡμᾶς ἀναφέρει λέγων· «ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτόν, ἔσται σκεῦος εἰς τιμήν, ἡγιασμένον καὶ εὔχρηστον τῷ δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον», ὅπου δὲ οὐ προσποιεῖται τὸ ἐφ' ἡμῖν, ἀλλὰ τὸ πᾶν ἐπὶ τὸν θεὸν ἀναφέρειν δοκεῖ φάσκων· «ἐξουσίαν ἔχει ὁ κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τι μὴν σκεῦος ὃ δὲ εἰς ἀτιμίαν», καὶ οὐκ ἔστιν ἐναντιώματα τὰ εἰρημένα ὑπ' αὐτοῦ, συνακτέον ἀμφότερα καὶ ἕνα λόγον ἐξ ἀμφοτέρων τέλειον ἀποδοτέον· οὔτε τὸ ἐφ' ἡμῖν χωρὶς τῆς ἐπιστήμης τοῦ θεοῦ, οὔτε ἡ ἐπιστήμη τοῦ θεοῦ προκόπτειν ἡμᾶς ἀναγκάζει, ἐὰν μὴ καὶ ἡμεῖς ἐπὶ τὸ ἀγαθόν τι συνεισαγάγωμεν, οὔτε τοῦ ἐφ' ἡμῖν χωρὶς τῆς ἐπιστή μης τοῦ θεοῦ καὶ τῆς καταχρήσεως τοῦ κατ' ἀξίαν τοῦ ἐφ' ἡμῖν ποιοῦντος εἰς τιμὴν ἢ εἰς ἀτιμίαν γενέσθαι τινά, οὔτε τοῦ ἐπὶ τῷ θεῷ μόνου κατασκευάζοντος εἰς τιμὴν ἢ εἰς ἀτιμίαν τινά, ἐὰν μὴ ὕλην τινὰ διαφορᾶς σχῇ τὴν ἡμετέραν προαίρεσιν, κλίνουσαν ἐπὶ τὰ κρείττονα ἢ ἐπὶ τὰ χείρονα. καὶ ταῦτα μὲν αὐτάρκως ἡμῖν κατε σκευάσθω περὶ τοῦ αὐτεξουσίου.
1.1.1
Ἐπεὶ περὶ τηλικούτων ἐξετάζοντες πραγμάτων, οὐκ ἀρ κούμενοι ταῖς κοιναῖς ἐννοίαις καὶ τῇ ἐναργείᾳ τῶν βλεπομένων, προσπαραλαμβάνομεν εἰς τὴν φαινομένην ἡμῖν ἀπόδειξιν τῶν λεγο μένων μαρτύρια τὰ ἐκ τῶν πεπιστευμένων ἡμῖν εἶναι θείων γραφῶν, τῆς τε λεγομένης παλαιᾶς διαθήκης καὶ τῆς καλουμένης καινῆς, λόγῳ τε πειρώμεθα κρατύνειν ἡμῶν τὴν πίστιν, καὶ οὐδέπω περὶ τῶν γραφῶν ὡς θείων διελέχθημεν· φέρε καὶ περὶ τούτων ὀλίγα ὡς ἐν ἐπιτομῇ διαλάβωμεν, τὰ κινοῦντα ἡμᾶς ὡς περὶ θείων γραμμάτων εἰς τοῦτο παρατιθέμενοι. καὶ πρῶτόν γε τοῦ ἀπ' αὐτῶν τῶν γραμμάτων καὶ τῶν ἐν αὐτοῖς δηλουμένων ῥητοῖς χρήσασθαι, περὶ Μωσέως καὶ Ἰησοῦ Χριστοῦ, τοῦ νομοθέτου τῶν Ἑβραίων καὶ τοῦ εἰσηγητοῦ τῶν κατὰ χριστιανισμὸν σωτηρίων δογμάτων, ταῦτα διαληπτέον. Πλείστων γὰρ ὅσων νομοθετῶν γεγενημένων ἐν Ἕλλησι καὶ βαρ βάροις, καὶ διδασκάλων δόγματα καταγγελλόντων ἐπαγγελλόμενα τὴν ἀλήθειαν, οὐδένα ἱστορήσαμεν νομοθέτην ζῆλον ἐμποιῆσαι δεδυνη μένον τοῖς λοιποῖς ἔθνεσι περὶ τοῦ παραδέξασθαι τοὺς λόγους αὐτοῦ· πολλήν τε παρασκευὴν τὴν μετὰ τῆς δοκούσης ἀποδείξεως λογικῆς εἰσενεγκαμένων τῶν περὶ ἀληθείας φιλοσοφεῖν ἐπαγγελλομένων, οὐδεὶς δεδύνηται τὴν νομισθεῖσαν αὐτῷ ἀλήθειαν ἔθνεσι διαφόροις ἐμποιῆ σαι, ἢ ἑνὸς ἔθνους ἀξιολόγοις πλήθεσι. καίτοιγε ἐβούλοντο ἂν καὶ οἱ νομοθέται κρατῦναι τοὺς φανέντας νόμους εἶναι καλοὺς εἰ δυνατὸν παρὰ παντὶ τῷ τῶν ἀνθρώπων γένει, οἵ τε διδάσκαλοι ἐπινεμηθῆναι ἣν ἐφαντάσθησαν εἶναι ἀλήθειαν πανταχοῦ τῆς οἰκουμένης. ἀλλ' ὡς οὐ δυνάμενοι προσκαλέσασθαι τοὺς ἀπὸ τῶν ἑτέρων διαλέκτων καὶ τῶν πολλῶν ἐθνῶν ἐπὶ τὴν τήρησιν τῶν νόμων καὶ τὴν παραδοχὴν τῶν μαθημάτων, τοῦτο ποιῆσαι οὐδὲ ἐπεβάλοντο τὴν ἀρχήν, οὐκ ἀφρόνως γε σκοπήσαντες περὶ τοῦ ἀδύνατον αὐτοῖς τὸ τοιοῦτον τυγ χάνειν. πᾶσα δὲ Ἑλλὰς καὶ βάρβαρος ἡ κατὰ τὴν οἰκουμένην ἡμῶν ζηλωτὰς ἔχει μυρίους, καταλιπόντας τοὺς πατρῴους νόμους καὶ νο μιζομένους θεούς, τῆς τηρήσεως τῶν Μωσέως νόμων καὶ τῆς μαθη τείας τῶν Ἰησοῦ Χριστοῦ λόγων· καίτοιγε μισουμένων μὲν ὑπὸ τῶν τὰ ἀγάλματα προσκυνούντων τῶν τῷ Μωσέως νόμῳ προστιθεμένων, καὶ τὴν ἐπὶ θανάτῳ δὲ πρὸς τῷ μισεῖσθαι κινδυνευόντων τῶν τὸν Ἰησοῦ Χριστοῦ λόγον παραδεξαμένων.
1.6.1
καὶ χρώμενοι τοῖς περὶ αὐτοῦ λόγοις προφητικοῖς, συναποδείκνυμεν θεοπνεύστους εἶναι τὰς προφητευούσας περὶ αὐτοῦ γραφάς, καὶ τὰ καταγγέλλοντα τὴν ἐπιδημίαν αὐτοῦ γράμματα καὶ διδασκαλίαν μετὰ πάσης δυνάμεως καὶ ἐξουσίας εἰρημένα καὶ διὰ τοῦτο τῆς ἀπὸ τῶν ἐθνῶν ἐκλογῆς κεκρατηκότα. λεκτέον δὲ ὅτι τὸ τῶν προφητικῶν λόγων ἔνθεον καὶ τὸ πνευματικὸν τοῦ Μωσέως νόμου ἔλαμψεν ἐπι δημήσαντος Ἰησοῦ. ἐναργῆ γὰρ παραδείγματα περὶ τοῦ θεοπνεύστους εἶναι τὰς παλαιὰς γραφὰς πρὸ τῆς ἐπιδημίας τοῦ Χριστοῦ παραστῆσαι οὐ πάνυ δυνατὸν ἦν· ἀλλ' ἡ Ἰησοῦ ἐπιδημία δυναμένους ὑποπτεύ εσθαι τὸν νόμον καὶ τοὺς προφήτας ὡς οὐ θεῖα εἰς τοὐμφανὲς ἤγαγεν ὡς οὐρανίῳ χάριτι ἀναγεγραμμένα. ὁ δὲ μετ' ἐπιμελείας καὶ προσο χῆς ἐντυγχάνων τοῖς προφητικοῖς λόγοις, παθὼν ἐξ αὐτοῦ τοῦ ἀνα γινώσκειν ἴχνος ἐνθουσιασμοῦ, δι' ὧν πάσχει πεισθήσεται οὐκ ἀνθρώ πων εἶναι συγγράμματα τοὺς πεπιστευμένους ἡμῖν εἶναι θεοῦ λόγους. καὶ τὸ ἐνυπάρχον δὲ φῶς τῷ Μωσέως νόμῳ, «καλύμματι» ἐναποκε κρυμμένον, συνέλαμψε τῇ Ἰησοῦ ἐπιδημίᾳ «περιαιρεθέντος τοῦ καλύμ ματος» καὶ «τῶν ἀγαθῶν» κατὰ βραχὺ εἰς γνῶσιν ἐρχομένων, ὧν «σκιὰν εἶχε» τὸ γράμμα.

Intertext edge

Open linked passage

Note