Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De principiis
OrigenesPrin 3 · pg-scrape-grcMore by Origenes
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/origenes" aria-label="More works by Origenes"> —
⋯
More
Original / primary: Pg Scrape Grc
3.1.1
. 1 Ἐπεὶ δὲ ἐν τῷ κηρύγματι τῷ ἐκκλησιαστικῷ περιέχεται ὁ περὶ κρίσεως δικαίας θεοῦ λόγος, ὅστις καὶ τοὺς ἀκούοντας, πιστευθεὶς εἶναι ἀληθής, προκαλεῖται ἐπὶ τὸ καλῶς βιοῦν καὶ παντὶ τρόπῳ φεύγειν τὴν ἁμαρτίαν, δηλονότι συγκατατιθεμένους τῷ ἐφ' ἡμῖν εἶναι τὰ ἐπαίνου καὶ ψόγου ἄξια, φέρε καὶ [τὰ] περὶ τοῦ αὐτεξουσίου ἰδίᾳ ὀλίγα διαλάβωμεν, ἀναγκαιοτάτου ὡς ἔνι μάλιστα προβλήματος. ἵνα δὲ νοήσωμεν τί τὸ αὐτεξούσιον, τὴν ἔννοιαν αὐτοῦ ἀναπτύξαι δεῖ, ἵνα ταύτης σαφηνισθείσης ἀκριβῶς παρασταθῇ τὸ ζητούμενον.
3.1.2
. 2 Τῶν κινουμένων τὰ μέν τινα ἐν ἑαυτοῖς ἔχει τὴν τῆς κινή σεως αἰτίαν, ἕτερα δὲ ἔξωθεν μόνον κινεῖται. ἔξωθεν μὲν οὖν μόνον κινεῖται τὰ φορητά, οἷον ξύλα καὶ λίθοι καὶ πᾶσα ἡ ὑπὸ ἕξεως μόνης συνεχομένη ὕλη. ὑπεξῃρήσθω δὲ νῦν τοῦ λόγου τὸ κίνησιν λέγειν τὴν ῥύσιν τῶν σωμάτων, ἐπεὶ μὴ χρεία τούτου πρὸς τὸ προκείμενον. ἐν ἑαυτοῖς δὲ ἔχει τὴν αἰτίαν τοῦ κινεῖσθαι ζῷα καὶ φυτὰ καὶ ἁπαξαπλῶς ὅσα ὑπὸ φύσεως καὶ ψυχῆς συνέχεται· ἐξ ὧν φασιν εἶναι καὶ τὰ μέταλλα, πρὸς δὲ τούτοις καὶ τὸ πῦρ αὐτοκίνητόν ἐστι, τάχα δὲ καὶ αἱ πηγαί. τῶν δὲ ἐν ἑαυτοῖς τὴν αἰτίαν τοῦ κινεῖσθαι ἐχόν των τὰ μέν φασιν ἐξ ἑαυτῶν κινεῖσθαι, τὰ δὲ ἀφ' ἑαυτῶν· ἐξ ἑαυ τῶν μὲν τὰ ἄψυχα, ἀφ' ἑαυτῶν δὲ τὰ ἔμψυχα. καὶ ἀφ' ἑαυτῶν κι νεῖται τὰ ἔμψυχα φαντασίας ἐγγινομένης ὁρμὴν προκαλουμένης. καὶ πάλιν ἔν τισι τῶν ζῴων φαντασίαι γίνονται ὁρμὴν προκαλούμεναι φύσεως φανταστικῆς τεταγμένως κινούσης τὴν ὁρμήν, ὡς ἐν τῷ ἀράχνῃ φαντασία τοῦ ὑφαίνειν γίνεται καὶ ὁρμὴ ἀκολουθεῖ ἐπὶ τὸ ὑφαίνειν, τῆς φανταστικῆς αὐτοῦ φύσεως τεταγμένως ἐπὶ τοῦτο αὐτὸν προκαλουμένης καὶ οὐδενὸς ἄλλου μετὰ τὴν φανταστικὴν αὐ τοῦ φύσιν πεπιστευμένου τοῦ ζῴου, καὶ ἐν τῇ μελίσσῃ ἐπὶ τὸ κηρο πλαστεῖν.
3.1.3
. 3 Τὸ μέντοι λογικὸν ζῷον καὶ λόγον ἔχει πρὸς τῇ φαντα στικῇ φύσει, τὸν κρίνοντα τὰς φαντασίας καί τινας μὲν ἀποδοκιμά ζοντα, τινὰς δὲ παραδεχόμενον, ἵνα ἄγηται τὸ ζῷον κατ' αὐτάς. ὅθεν ἐπεὶ ἐν τῇ φύσει τοῦ λόγου εἰσὶν ἀφορμαὶ τοῦ θεωρῆσαι τὸ καλὸν καὶ τὸ αἰσχρόν, αἷς ἑπόμενοι θεωρήσαντες τὸ καλὸν καὶ τὸ αἰσχρὸν αἱρούμεθα μὲν τὸ καλόν, ἐκκλίνομεν δὲ τὸ αἰσχρόν, ἐπαινετοὶ μέν ἐσμεν ἐπιδόντες ἑαυτοὺς τῇ πράξει τοῦ καλοῦ, ψεκτοὶ δὲ κατὰ ἐναντίον. οὐκ ἀγνοητέον μέντοι γε ὅτι τὸ πλέον τῆς εἰς πάντα τεταγμένης φύσεως ποσῶς ἐστιν ἐν τοῖς ζῴοις, ἐπὶ τὸ πλέον δὲ ἢ ἐπὶ τὸ ἔλαττον· ὥστε ἐγγύς που εἶναι, ἵν' οὕτως εἴπω, τοῦ λογικοῦ τὸ ἐν τοῖς ἰχνευταῖς κυσὶν ἔργον καὶ ἐν τοῖς πολεμικοῖς ἵπποις. τὸ μὲν οὖν ὑποπεσεῖν τόδε τι τῶν ἔξωθεν, φαντασίαν ἡμῖν κινοῦν τοιάνδε ἢ τοιάνδε, ὁμολογουμένως οὐκ ἔστι τῶν ἐφ' ἡμῖν· τὸ δὲ κρῖναι οὑτωσὶ χρήσασθαι τῷ γενομένῳ ἢ ἑτέρως, οὐκ ἄλλου τινὸς ἔργον ἢ τοῦ ἐν ἡμῖν λόγου ἐστίν, ἤτοι παρὰ τὰς ἀφορμὰς ἐνεργοῦν τος ἡμᾶς πρὸς τὰς ἐπὶ τὸ καλὸν προκαλουμένας καὶ τὸ καθῆκον ὁρμάς, ἢ ἐπὶ τὸ ἐναντίον ἐκτρέποντος.
3.1.4
. 4 Εἰ δέ τις αὐτὸ τὸ ἔξωθεν λέγοι εἶναι τοιόνδε, ὥστε ἀδυ νάτως ἔχειν ἀντιβλέψαι αὐτῷ τοιῷδε γενομένῳ, οὗτος ἐπιστησάτω τοῖς ἰδίοις πάθεσι καὶ κινήμασιν, εἰ μὴ εὐδόκησις γίνεται καὶ συγ κατάθεσις καὶ ῥοπὴ τοῦ ἡγεμονικοῦ ἐπὶ τόδε τι διὰ τάσδε τὰς πιθα νότητας. οὐ γάρ, φέρ' εἰπεῖν, ἡ γυνὴ τῷ κρίναντι ἐγκρατεύεσθαι καὶ ἀνέχειν ἑαυτὸν ἀπὸ μίξεων, ἐπιφανεῖσα καὶ προκαλεσαμένη ἐπὶ τὸ ποιῆσαί τι παρὰ πρόθεσιν, αὐτοτελὴς αἰτία γίνεται τοῦ τὴν πρό θεσιν ἀθετῆσαι· πάντως γὰρ εὐδοκήσας τῷ γαργαλισμῷ καὶ τῷ λείῳ τῆς ἡδονῆς, ἀντιβλέψαι αὐτῷ μὴ βεβουλημένος μηδὲ τὸ κεκριμένον κυρῶσαι, πράττει τὸ ἀκόλαστον. ὁ δέ τις ἔμπαλιν, τῶν αὐτῶν συμ βεβηκότων τῷ πλείονα μαθήματα ἀνειληφότι καὶ ἠσκηκότι· οἱ μὲν γαργαλισμοὶ καὶ οἱ ἐρεθισμοὶ συμβαίνουσιν, ὁ λόγος δέ, ἅτε ἐπὶ πλεῖον ἰσχυροποιηθεὶς καὶ τραφεὶς τῇ μελέτῃ καὶ βεβαιωθεὶς τοῖς δόγμασι πρὸς τὸ καλὸν ἢ ἐγγύς γε τοῦ βεβαιωθῆναι γεγενημένος, ἀνακρούει τοὺς ἐρεθισμοὺς καὶ ὑπεκλύει τὴν ἐπιθυμίαν.
3.1.5
. 5 Τὸ δὲ τούτων οὕτως ἡμῖν γινομένων τὰ ἔξωθεν αἰτιᾶσθαι καὶ ἑαυτοὺς ἀπολῦσαι ἐγκλήματος, ὁμοίους ἑαυτοὺς ἀποφηναμένους ξύλοις καὶ λίθοις ἑλκυσθεῖσιν ὑπὸ τῶν ἔξωθεν αὐτὰ κινησάντων, οὐκ ἀληθὲς οὐδὲ εὔγνωμον, βουλομένου τε λόγος ἐστὶν ὁ τοιοῦτος τὴν ἔννοιαν τοῦ αὐτεξουσίου παραχαράττειν. εἰ γὰρ πυθοίμεθα αὐ τοῦ, τί ἦν τὸ αὐτεξούσιον, λέγοι ἂν ὅτι εἰ μηδὲν τῶν ἔξωθεν ἀπήντα, ἐμοῦ τόδε τι προθεμένου, τὸ ἐπὶ τὸ ἐναντίον προκαλούμενον. πάλιν τε αὖ ψιλὴν τὴν κατασκευὴν αἰτιᾶσθαι παρὰ τὸ ἐναργές ἐστι, λόγου παιδευτικοῦ τοὺς ἀκρατεστάτους καὶ τοὺς ἀγριωτάτους παραλαμβά νοντος, εἰ τῇ προτροπῇ παρακολουθήσαιεν, καὶ μεταβάλλοντος· ὥστε παρὰ πολὺ γεγονέναι τὴν προτροπὴν καὶ τὴν ἐπὶ τὸ κρεῖττον μετα βολήν, πολλάκις τῶν ἀκολαστοτάτων βελτιόνων γινομένων παρὰ τοὺς τῇ φύσει πρότερον οὐ δοκοῦντας εἶναι τοιούτους, καὶ τῶν ἀγριωτάτων ἐπὶ τοσοῦτον ἡμερότητος μεταβαλλόντων, ὥστε τοὺς μηδὲ πώποτε οὕτως ἀγριωθέντας ἀγρίους εἶναι δοκεῖν συγκρίσει τοῦδέ τινος μεταβεβληκότος ἐπὶ τὸ ἥμερον. ὁρῶμέν τε ἑτέρους εὐσταθεστάτους καὶ σεμνοτάτους ἐκ διαστροφῆς ἐπὶ τὰς χείρους δια τριβὰς ἐκκρουομένους τοῦ σεμνοῦ καὶ εὐσταθοῦς, ὥστε εἰς ἀκολασίαν αὐτοὺς μεταβαλεῖν, πολλάκις ἀρχομένους τῆς ἀκολασίας μεσούσης τῆς ἡλικίας καὶ ἐμπίπτοντας εἰς ἀταξίαν μετὰ τὸ παρεληλυθέναι τὸ τῆς νεότητος ὅσον ἐπὶ τῇ φύσει ἄστατον. οὐκοῦν ὁ λόγος δεί κνυσιν ὅτι τὰ μὲν ἔξωθεν οὐκ ἐφ' ἡμῖν ἐστι, τὸ δὲ οὕτως ἢ ἐναν τίως χρήσασθαι αὐτοῖς τὸν λόγον κριτὴν παραλαβόντα καὶ ἐξεταστὴν τοῦ πῶς δεῖ πρὸς τάδε τινὰ τῶν ἔξωθεν ἀπαντῆσαι, ἔργον ἐστὶν ἡμέτερον.
3.1.6
. 6 Ὅτι δὲ ἡμέτερον ἔργον τὸ βιῶσαι καλῶς ἐστι, καὶ αἰτεῖ ἡμᾶς τοῦτο ὁ θεὸς ὡς οὐκ αὐτοῦ ὂν οὐδὲ ἐξ ἑτέρου τινὸς παραγινό μενον ἤ, ὡς οἴονταί τινες, ἀπὸ εἱμαρμένης, ἀλλ' ἢ ὡς ἡμέτερον ἔργον, μαρτυρήσει ὁ προφήτης Μιχαίας λέγων· «εἰ ἀνηγγέλη σοι, ἄνθρωπε, τί καλόν; ἢ τί κύριος ἐκζητεῖ παρὰ σοῦ ἀλλ' ἢ τοῦ ποιεῖν κρίμα καὶ ἀγαπᾶν ἔλεος καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ κυρίου θεοῦ σου;» καὶ Μωσῆς· «τέθεικα πρὸ προσώπου σου τὴν ὁδὸν τῆς ζωῆς καὶ τὴν ὁδὸν τοῦ θανάτου· ἔκλεξαι τὸ ἀγαθὸν καὶ πορεύου ἐν αὐτῷ» καὶ Ἡσαΐας· «ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα» καὶ ἐν τοῖς ψαλ μοῖς· «εἰ ὁ λαός μου ἤκουσέ μου, καὶ Ἰσραὴλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη, ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα, καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον ἂν τὴν χεῖρά μου», ὡς ἐπὶ τῷ λαῷ ὄντος τοῦ «ἀκούειν» καὶ «πορεύεσθαι ταῖς ὁδοῖς» τοῦ θεοῦ. καὶ ὁ σωτὴρ δὲ λέγων τὸ «ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ» καὶ «ὅτι ὃς ἂν ὀργισθῇ τῷ ἀδελφῷ αὐτοῦ, ἔνοχος ἔσται τῇ κρίσει» καὶ «ὃς ἐὰν ἐμβλέψῃ γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν ἐν τῇ καρδίᾳ αὐτοῦ», καὶ εἴ τινα ἄλλην δίδωσιν ἐντολήν, φησὶν ὡς ἐφ' ἡμῖν ὄντος τοῦ φυλάξαι τὰ προστεταγμένα, καὶ εὐλόγως «ἐνόχων» ἡμῶν «τῇ κρίσει» ἐσομένων, εἰ παραβαίνοιμεν αὐτά. ὅθεν καὶ «πᾶς» φησιν «ὁ ἀκούων μου τοὺς λόγους τούτους καὶ ποιῶν αὐτοὺς ὁμοιω θήσεται ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησεν αὐτοῦ τὴν οἰκίαν ἐπὶ τὴν πέτραν» καὶ τὰ ἑξῆς, «ὁ δὲ ἀκούων καὶ μὴ ποιῶν ὅμοιός ἐστιν ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησεν αὐτοῦ τὴν οἰκίαν ἐπὶ τὴν ἄμμον» καὶ τὰ ἑξῆς. καὶ λέγων δὲ «τοῖς ἐκ δεξιῶν· δεῦτε πρός με, οἱ εὐλογημένοι τοῦ πατρός μου» καὶ τὰ ἑξῆς, «ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με» σφόδρα σαφῶς ὡς αἰτίοις οὖσι τοῦ ἐπαι νεῖσθαι δίδωσι τὰς ἐπαγγελίας, καὶ ἐκ τοῦ ἐναντίου τοῖς ἑτέροις ὡς ψεκτοῖς παρ' αὐτοὺς λέγει τὸ «πορεύεσθε οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον». Ἴδωμεν δὲ πῶς καὶ ὁ Παῦλος ὡς αὐτεξουσίοις ἡμῖν διαλέγεται καὶ ἑαυτοῖς αἰτίοις τυγχάνουσιν ἀπωλείας ἢ σωτηρίας· «ἢ τοῦ πλού του» γάρ φησι «τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μα κροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ θεοῦ εἰς μετά νοιάν σε ἄγει; κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δι καιοκρισίας τοῦ θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· τοῖς μὲν καθ' ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρ σίαν ζητοῦσι, ζωὴν αἰώνιον, τοῖς δὲ ἐξ ἐριθείας καὶ ἀπειθοῦσι μὲν τῇ ἀληθείᾳ, πειθομένοις δὲ τῇ ἀδικίᾳ, ὀργὴ καὶ θυμός, θλίψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κα κόν, Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος· δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι». Μυρία μὲν οὖν ἐστιν ἐν ταῖς γραφαῖς σφόδρα σαφῶς παριστῶντα τὸ αὐτεξούσιον.
3.1.7
. 7 ἐπεὶ δὲ εἰς τὸ ἐναντίον, τουτέστι τὸ μὴ ἐφ' ἡμῖν τυγχά νειν τηρεῖν τὰς ἐντολὰς καὶ σώζεσθαι καὶ τὸ παραβαίνειν αὐτὰς καὶ ἀπόλλυσθαι, περισπᾷ ῥητά τινα ἀπὸ τῆς παλαιᾶς καὶ τῆς καινῆς, φέρε ἀπὸ μέρους καὶ ἐκ τούτων παραθέμενοι θεασώμεθα αὐτῶν τὰς λύσεις, ἵνα ἀφ' ὧν παρατιθέμεθα κατὰ τὸ ὅμοιον ἐκλεξάμενός τις ἑαυτῷ πάντα τὰ δοκοῦντα ἀναιρεῖν τὸ αὐτεξούσιον, ἐπισκέψηται τὰ περὶ τῆς λύσεως αὐτῶν. καὶ δὴ πολλοὺς κεκίνηκε τὰ περὶ τοῦ Φαραώ, περὶ οὗ χρηματίζων ὁ θεός φησιν· «ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν Φαραώ» πλεονάκις. εἰ γὰρ ὑπὸ θεοῦ σκληρύνεται καὶ διὰ τὸ σκληρύνεσθαι ἁμαρτάνει, οὐκ αὐτὸς ἑαυτῷ τῆς ἁμαρτίας αἴτιος· εἰ δὲ τοῦτο, οὐδὲ αὐτεξούσιος ὁ Φαραώ. καὶ φήσει τις ὅτι ἐκ τοῦ ὁμοίου οἱ ἀπολλύμενοι οὐκ αὐτεξούσιοι οὐδὲ παρ' ἑαυτοὺς ἀπολοῦνται. καὶ ἐν τῷ Ἰεζεκιὴλ δὲ λεγόμενον τὸ «ἐξελῶ αὐτῶν τὰς λιθίνας καρ δίας καὶ ἐμβαλῶ σαρκίνας, ὅπως ἐν τοῖς προστάγμασί μου πορεύωνται καὶ τὰ δικαιώματά μου φυλάσσωσι» κινήσαι ἄν τινα ὡς τοῦ θεοῦ διδόντος τὸ «πορεύεσθαι ἐν ταῖς ἐντολαῖς καὶ φυλάσσειν τὰ δικαιώ ματα» ἐν τῷ τὸ ἐμποδίζον ὑπεξῃρηκέναι, τὴν «λιθίνην καρδίαν», καὶ τὸ κρεῖττον ἐντεθεικέναι, τὴν «σαρκίνην». Ἴδωμεν δὲ καὶ τὸ ἐκ τοῦ εὐαγγελίου, τί ὁ σωτὴρ ἀποκρίνεται πρὸς τοὺς πυθομένους, «διὰ τί ἐν παραβολαῖς τοῖς πολλοῖς λαλεῖ»· «ἵνα» φησὶν «βλέποντες μὴ βλέπωσι, καὶ ἀκούοντες ἀκούωσι καὶ μὴ συνιῶσι· μήποτε ἐπιστρέψωσι, καὶ ἀφεθῇ αὐτοῖς». ἔτι δὲ καὶ παρὰ τῷ Παύλῳ τὸ «οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ», καὶ ἐν ἄλλοις· «καὶ τὸ θέλειν δὲ καὶ τὸ ἐνεργεῖν ἐκ τοῦ θεοῦ ἐστιν», καὶ ἐν ἄλλοις· «ἄρ' οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει. ἐρεῖς μοι οὖν· τί ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν;» [καὶ «ἡ πεισμονὴ ἐκ τοῦ καλοῦντος» καὶ οὐκ ἐξ ἡμῶν,] «μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ, ὁ ἀνταποκρινόμενος τῷ θεῷ; [καὶ πάλιν·] μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· τί με ἐποίησας οὕτως; ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν;» ταῦτα γὰρ καθ' ἑαυτὰ ἱκανά ἐστι τοὺς πολλοὺς ἐκταράξαι, ὡς οὐκ ὄντος τοῦ ἀνθρώπου αὐτεξουσίου, ἀλλὰ τοῦ θεοῦ σώζοντος καὶ ἀπολλύντος οὓς ἐὰν αὐτὸς βούληται.
3.1.8
. 8 Ἀρξώμεθα τοίνυν ἀπὸ τῶν περὶ τοῦ Φαραὼ εἰρημένων ὡς σκληρυνομένου ὑπὸ θεοῦ, ἵνα μὴ ἐξαποστείλῃ τὸν λαόν· ᾧ συν εξετασθήσεται ἅμα καὶ τὸ ἀποστολικόν· «ἄρ' οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει». καὶ ἐπεὶ χρῶνται τούτοις τῶν ἑτεροδόξων τινές, σχεδὸν καὶ αὐτοὶ τὸ αὐτεξούσιον ἀναιροῦντες διὰ τὸ φύσεις εἰσάγειν ἀπολλυμένας, ἀνεπιδέκτους τοῦ σώζεσθαι, καὶ ἑτέρας σωζο μένας, ἀδυνάτως ἐχούσας πρὸς τὸ ἀπολέσθαι, τόν τε Φαραώ φασι φύσεως ὄντα ἀπολλυμένης διὰ τοῦτο σκληρύνεσθαι ὑπὸ τοῦ θεοῦ, ἐλεοῦντος μὲν τοὺς πνευματικούς, σκληρύνοντος δὲ τοὺς χοϊκούς, φέρε ἴδωμεν ὅ τί ποτε καὶ λέγουσι. πευσόμεθα γὰρ αὐτῶν, εἰ χοϊκῆς φύσεως ὁ Φαραὼ ἦν. ἀποκρινομένοις δὲ ἐροῦμεν ὅτι ὁ τῆς χοϊκῆς φύσεως πάντως ἀπειθεῖ θεῷ· εἰ δὲ ἀπειθεῖ, τίς χρεία σκληρύνεσθαι αὐτοῦ τὴν καρδίαν, καὶ τοῦτο οὐχ ἅπαξ ἀλλὰ πλεονάκις; εἰ μὴ ἄρα ἐπεὶ δυνατὸν ἦν πείθεσθαι αὐτόν, καὶ πάντως ἐπείσθη ἂν ἅτε οὐκ ὢν χοϊκὸς ὑπὸ τῶν τεράτων καὶ σημείων δυσωπούμενος, χρῄζει δὲ αὐτοῦ ὁ θεὸς ὑπὲρ τοῦ ἐνδείξασθαι ἐπὶ σωτηρίᾳ τῶν πολλῶν τὰ μεγαλεῖα ἐπὶ πλεῖον ἀπειθοῦντος, διὰ τοῦτο αὐτοῦ σκληρύνει τὴν καρδίαν. Ταῦτα δὲ λελέξεται πρῶτον πρὸς αὐτοὺς εἰς τὸ ἀνατραπῆναι ὃ ὑπολαμβάνουσιν, ὅτι φύσεως εἴη ἀπολλυμένης ὁ Φαραώ. τὸ δ' αὐτὸ καὶ περὶ τοῦ παρὰ τῷ ἀποστόλῳ λεγομένου λεκτέον πρὸς αὐτούς. τίνας γὰρ σκληρύνει ὁ θεός; τοὺς ἀπολλυμένους; ὡς τί πεισομένους, εἰ μὴ σκληρυνθεῖεν; ἢ δηλονότι σωθησομένους τῷ μὴ εἶναι αὐτοὺς φύσεως ἀπολλυμένης; τίνας δὲ καὶ ἐλεεῖ; ἆρα τοὺς σωθησομέ νους; καὶ πῶς χρεία ἐλέου δευτέρου αὐτοῖς, ἅπαξ κατασκευασθεῖσι σωθησομένοις καὶ πάντως διὰ τὴν φύσιν μακαρίοις ἐσομένοις; εἰ μὴ ἄρα, ἐπεὶ ἐπιδέχονται ἀπώλειαν, εἰ μὴ ἐλεηθεῖεν, ἐλεοῦνται, ἵν' ὅπερ ἐπιδέχονται μὴ λάβωσι, τὸ ἀπολέσθαι, ἀλλὰ γένωνται ἐν χώρᾳ σωζο μένων. καὶ ταῦτα μὲν πρὸς ἐκείνους.
3.1.9
. 9 Ἐπαπορητέον δὲ πρὸς τοὺς νομίζοντας νενοηκέναι τὸ «ἐσκλή ρυνε», τί δήποτε λέγουσι τὸν θεὸν ἐνεργοῦντα σκληρύνειν καρδίαν, καὶ τί προτιθέμενον τοῦτο ποιεῖν. τηρείτωσαν γὰρ καὶ ἔννοιαν θεοῦ, κατὰ μὲν τὸ ὑγιὲς δικαίου καὶ ἀγαθοῦ, εἰ δὲ μὴ βούλον ται, ἐπὶ τοῦ παρόντος αὐτοῖς συγκεχωρήσθω, δικαίου· καὶ παρα στησάτωσαν, πῶς ὁ ἀγαθὸς καὶ δίκαιος ἢ ὁ δίκαιος μόνον φαίνεται δικαίως σκληρύνων καρδίαν τοῦ διὰ τὸ σκληρύνεσθαι ἀπολλυμένου, καὶ πῶς ὁ δίκαιος αἴτιος ἀπωλείας γίνεται καὶ ἀπειθείας τῶν ὑπ' αὐτοῦ διὰ τὸ σκληρύνεσθαι καὶ ἀπειθῆσαι αὐτῷ κολαζομένων. τί δὲ αὐτῷ καὶ μέμφεται λέγων· «σὺ δὲ οὐ βούλει ἐξαποστεῖλαι τὸν λαόν μου. ἰδοὺ πατάσσω πάντα τὰ πρωτότοκα ἐν Αἰγύπτῳ καὶ τὸν πρωτότοκόν σου», καὶ ὅσα ἄλλα ἀναγέγραπται ὡς τοῦ θεοῦ λέγοντος διὰ Μωσέως τῷ Φαραώ; ἀναγκαῖον γὰρ τὸν πιστεύοντα ὅτι ἀληθεῖς αἱ γραφαὶ καὶ ὅτι ὁ θεὸς δίκαιος, ἐὰν εὐγνώμων ᾖ, ἀγωνίζεσθαι, πῶς ἐν ταῖς τοιαύταις λέξεσι δίκαιος τρανῶς νοηθῇ. εἰ μὲν γὰρ ἀπογραψάμενός τις γυμνῇ τῇ κεφαλῇ ἵστατο πρὸς τὸ πονηρὸν εἶναι τὸν δημιουργόν, ἄλλων ἔδει λόγων πρὸς αὐτόν.
3.1.10
. 10 Ἐπεὶ δέ φασι διακεῖσθαι περὶ αὐτοῦ ὡς περὶ δικαίου, καὶ ἡμεῖς ὡς περὶ ἀγαθοῦ ἅμα καὶ δικαίου, σκοπήσωμεν, πῶς ἂν ὁ ἀγα θὸς καὶ δίκαιος σκληρύνοι τὴν καρδίαν Φαραώ. ὅρα τοίνυν εἰ διά τινος παραδείγματος, ᾧ ὁ ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους ἐχρή σατο, δυνάμεθα παραστῆσαι, πῶς μιᾷ ἐνεργείᾳ ὁ θεὸς «ὃν μὲν ἐλεεῖ, ὃν δὲ σκληρύνει», οὐ προτιθέμενος σκληρύνειν, ἀλλὰ διὰ προθέσεως χρηστῆς, ᾗ ἐπακολουθεῖ διὰ τὸ τῆς κακίας ὑποκείμενον τοῦ παρ' ἑαυτοῖς κακοῦ τὸ σκληρύνεσθαι, σκληρύνειν λεγόμενος τὸν σκληρυ νόμενον. «γῆ» φησιν «ἡ πιοῦσα τὸν ἐπ' αὐτῆς ἐρχόμενον ὑετὸν καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις, δι' οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ὑπὸ τοῦ θεοῦ· ἐκφέρουσα δὲ ἀκάνθας καὶ τρι βόλους, ἀδόκιμος καὶ κατάρας ἐγγύς, ἧς τὸ τέλος εἰς καῦσιν». οὐκοῦν μία ἐνέργεια ἡ κατὰ τὸν ὑετόν· μιᾶς δὲ ἐνεργείας οὔσης τῆς κατὰ τὸν ὑετόν, ἡ μὲν γεωργηθεῖσα γῆ καρποφορεῖ, ἡ δὲ ἀμεληθεῖσα καὶ χέρσος ἀκανθοφορεῖ. καὶ δύσφημον μὲν ἂν δόξαι εἶναι τὸ λέγειν τὸν ὕοντα· ἐγὼ τοὺς καρποὺς ἐποίησα καὶ τὰς ἀκάνθας τὰς ἐν τῇ γῇ, ἀλλ' εἰ καὶ δύσφημον, ἀλλ' ἀληθές· ὑετοῦ γὰρ μὴ γενομένου οὔτ' ἂν καρποὶ οὔτ' ἂν ἄκανθαι γεγόνεισαν, τούτου δὲ εὐκαίρως καὶ μεμετρημένως ἐπιρρεύσαντος ἀμφότερα γεγένηται. «ἐκφέρουσα» γοῦν «ἀκάνθας καὶ τριβόλους ἡ πιοῦσα γῆ τὸν ἐπ' αὐτῆς ἐρχόμενον πολλάκις ὑετὸν ἀδόκιμος καὶ κατάρας ἐγγύς». οὐκοῦν τὸ μὲν ἀγα θὸν τοῦ ὑετοῦ καὶ ἐπὶ τὴν χείρονα γῆν ἐλήλυθε, τὸ δὲ ὑποκείμενον, ἠμελημένον καὶ ἀγεώργητον τυγχάνον, ἀκάνθας καὶ τριβόλους ἐβλά στησεν. οὕτω τοίνυν καὶ τὰ γινόμενα ὑπὸ τοῦ θεοῦ τεράστια οἱονεὶ ὑετός ἐστιν· αἱ δὲ προαιρέσεις αἱ διάφοροι οἱονεὶ ἡ γεγεωργημένη γῆ ἐστι καὶ ἡ ἠμελημένη, μία τῇ φύσει ὡς γῆ τυγχάνουσα 3.
3.1.11
. 12 Ἀλλ' ἐπεὶ δυσπειθεῖς αἱ τοιαῦται διηγήσεις καὶ βίαιοι εἶναι νομίζονται, ἴδωμεν καὶ ἀπὸ προφητικοῦ λόγου, τί φασιν οἱ πολλῆς χρηστότητος θεοῦ πεπειραμένοι καὶ† μὴ† βιώσαντες καλῶς, ἀλλὰ μετὰ ταῦτα ἁμαρτήσαντες. «τί ἐπλάνησας ἡμᾶς, κύριε, ἀπὸ τῆς ὁδοῦ σου; ἵνα τί ἐσκλήρυνας ἡμῶν τὴν καρδίαν, τοῦ μὴ φοβεῖσθαι τὸ ὄνομά σου; ἐπίστρεψον διὰ τοὺς δούλους σου, διὰ τὰς φυλὰς τῆς κληρονομίας σου, ἵνα μικρόν τι κληρονομήσωμεν τοῦ ὄρους τοῦ ἁγίου σου»· καὶ ἐν τῷ Ἱερεμίᾳ· «ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην, ἐκρά τησας καὶ ἐδυνάσθης». τὸ γὰρ «ἵνα τί ἐσκλήρυνας ἡμῶν τὴν καρδίαν, τοῦ μὴ φοβεῖσθαι τὸ ὄνομά σου;» λεγόμενον ὑπὸ τῶν ἐλεηθῆναι παρακαλούντων, ἐν ἤθει λεγόμενον τοιοῦτόν ἐστιν· ἵνα τί ἐπὶ τοσοῦ τον ἐφείσω ἡμῶν, οὐκ ἐπισκεπτόμενος ἡμᾶς ἐπὶ ταῖς ἁμαρτίαις, ἀλλὰ καταλιπὼν ἕως εἰς μέγεθος ἔλθῃ πταισμάτων τὰ ἡμέτερα; ἐγκατα λείπει δὲ μὴ κολαζομένους τοὺς πλείονας, ἵνα τε τὰ ἑκάστου ἤθη ἐκ τοῦ ἐφ' ἡμῖν ἐξετασθῇ, καὶ φανεροὶ μὲν ἐκ τῆς γενομένης βασάνου οἱ κρείττους γένωνται, οἱ δὲ λοιποὶ μὴ λαθόντες– οὐχὶ θεὸν («πάντα γὰρ οἶδε πρὸ γενέσεως αὐτῶν»), ἀλλὰ τὰ λογικὰ καὶ ἑαυτούς, ὕστερον τύχωσιν ὁδοῦ θεραπείας, οὐκ ἂν ἐγνωκότες τὴν εὐεργεσίαν, εἰ μὴ ἑαυτῶν κατεγνώκεισαν· ὅπερ συμφέρει ἑκάστῳ, ἵνα αἴσθηται τῆς ἰδιότητος τῆς ἑαυτοῦ καὶ τῆς χάριτος τῆς τοῦ θεοῦ. ὁ δὲ μὴ αἰσθα νόμενος τῆς ἰδίας ἀσθενείας καὶ τῆς θείας χάριτος, κἂν εὐεργετῆται μὴ ἑαυτοῦ πεπειραμένος μηδὲ ἑαυτοῦ κατεγνωκώς, οἰήσεται ἴδιον εἶναι ἀνδραγάθημα τὸ ἀπὸ τῆς οὐρανίου χάριτος αὐτῷ ἐπιχορηγηθέν. τοῦτο δέ, οἴημα ἐμποιῆσαν καὶ φυσίωσιν, αἴτιον ἔσται καταπτώσεως· ὅπερ νομίζομεν καὶ περὶ τὸν διάβολον γεγονέναι, ἑαυτῷ χαρισάμενον ἃ εἶχε προτερήματα, ὅτε ἄμωμος ἦν. «πᾶς γὰρ ὁ ὑψῶν ἑαυτὸν τα πεινωθήσεται, ὡς πᾶς ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται». κατανόει δὲ ὅτι διὰ τοῦτο «ἀποκέκρυπται ἀπὸ σοφῶν καὶ συνετῶν» τὰ θεῖα, «ἵνα», ὥς φησιν ὁ ἀπόστολος, «μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ θεοῦ»· «καὶ ἀποκεκάλυπται νηπίοις», τοῖς μετὰ τὴν νηπιότητα ἐπὶ τὰ κρείττονα ἐληλυθόσι καὶ μεμνημένοις ὅτι οὐ παρὰ τὴν ἑαυτῶν αἰτίαν τοσοῦτον ὅσον παρὰ τὴν ἄρρητον εὐεργεσίαν ἐπὶ πλεῖστον ὅσον μα καριότητος ἐληλύθασιν.
3.1.12
. 13 Οὐκοῦν ἐγκαταλείπεται θείᾳ κρίσει ὁ ἐγκαταλειπόμενος καὶ μακροθυμεῖ ἐπί τινας τῶν ἁμαρτανόντων ὁ θεὸς οὐκ ἀλόγως, ἀλλ' ὡς αὐτοῖς συνοίσοντος ὡς πρὸς τὴν ἀθανασίαν τῆς ψυχῆς καὶ τὸν ἄπειρον αἰῶνα τοῦ μὴ ταχὺ συνεργηθῆναι εἰς σωτηρίαν, ἀλλὰ βράδιον ἐπὶ ταύτην ἀχθῆναι μετὰ τὸ πειραθῆναι πολλῶν κακῶν. ὥσπερ γάρ τινα καὶ ἰατροὶ δυνάμενοι τάχιον ἰάσασθαι, ὅταν ἐγκε κρυμμένον ἰὸν ὑπονοῶσιν ὑπάρχειν περὶ τὰ σώματα, τὸ ἐναντίον τῷ ἰάσασθαι ἐργάζονται, διὰ τὸ ἰᾶσθαι βούλεσθαι ἀσφαλέστερον τοῦτο ποιοῦντες, ἡγούμενοι κρεῖττον εἶναι πολλῷ χρόνῳ παρακατασχεῖν τινα ἐν τῷ φλεγμαίνειν καὶ κάμνειν ὑπὲρ τοῦ βεβαιότερον αὐτὸν τὴν ὑγείαν ἀπολαβεῖν ἤπερ τάχιον μὲν ῥῶσαι δοκεῖν, ὕστερον δὲ ἀναδῦναι καὶ πρόσκαιρον γενέσθαι τὴν ταχυτέραν ἴασιν· τὸν αὐτὸν τρόπον καὶ ὁ θεός, γινώσκων τὰ κρύφια τῆς καρδίας καὶ προγινώ σκων τὰ μέλλοντα, διὰ τῆς μακροθυμίας ἐπιτρέπει τάχα καὶ διὰ τῶν ἔξωθεν συμβαινόντων ἐφελκόμενος τὸ ἐν κρυπτῷ κακὸν ὑπὲρ τοῦ καθᾶραι τὸν δι' ἀμέλειαν τὰ σπέρματα τῆς ἁμαρτίας κεχωρηκότα, ἵνα εἰς ἐπιπολὴν ἐλθόντα αὐτά τις ἐμέσας, εἰ καὶ ἐπὶ πλεῖον ἐν κα κοῖς γεγένηται, ὕστερον δυνηθῇ καθαρσίου τυχὼν τοῦ μετὰ τὴν κα κίαν ἀναστοιχειωθῆναι. θεὸς γὰρ οἰκονομεῖ τὰς ψυχὰς οὐχ ὡς πρὸς τὴν φέρ' εἰπεῖν πεντηκονταετίαν τῆς ἐνθάδε ζωῆς, ἀλλ' ὡς πρὸς τὸν ἀπέραντον αἰῶνα· ἄφθαρτον γὰρ φύσιν πεποίηκε τὴν νοερὰν καὶ αὐτῷ συγγενῆ, καὶ οὐκ ἀποκλείεται ὥσπερ ἐπὶ τῆς ἐνταῦθα ζωῆς ἡ λογικὴ ψυχὴ τῆς θεραπείας.
3.1.13
. 14 Φέρε δὲ καὶ τοιαύτῃ εἰκόνι ἀπὸ τοῦ εὐαγγελίου χρησώ μεθα. ἔστι τις πέτρα ὀλίγην ἔχουσα καὶ ἐπιπόλαιον γῆν, εἰς ἣν ἂν πέσῃ τὰ σπέρματα ταχὺ ἀνθεῖ, ἀλλ' ἀνθήσαντα, ἐπεὶ «ῥίζαν οὐκ ἔχει», «ἡλίου ἀνατείλαντος καυματίζεται καὶ ξηραίνεται». καὶ αὕτη ἡ πέτρα ἀνθρωπίνη ἐστὶ ψυχὴ διὰ τὴν ἀμέλειαν σκληρυνθεῖσα καὶ διὰ τὴν κακίαν ἀπολιθωθεῖσα· «λιθίνη» γὰρ οὐδενὶ ἔκτισται ὑπὸ θεοῦ «καρδία», ἀλλ' ἀπὸ τῆς πονηρίας τοιαύτη γίνεται. ὥσπερ οὖν εἰ ἐγκαλοῖ τις τῷ γεωργῷ, μὴ τάχιον τὰ σπέρματα ἐπὶ τὴν πετρώδη γῆν βαλόντι, ὁρῶν ἄλλην τινὰ πετρώδη γῆν λαβοῦσαν τὰ σπέρματα καὶ ἀνθοῦσαν, ἀποκρίναιτο ἂν ὁ γεωργὸς ὅτι βράδιον σπερῶ τὴν γῆν ταύτην, ἐπι βαλὼν τὰ δυνάμενα παρακατασχεῖν τὰ σπαρησόμενα, κρείττονος ἐσο μένου τῇδε τῇ γῇ τοῦ βραδυτέρου καὶ ἀσφαλεστέρου παρὰ τὴν τάχιον εἰληφυῖαν καὶ ἐπιπολαιοτέρως, πεισθείημεν ἂν ὡς εὐλόγως λέγοντι τῷ γεωργῷ καὶ ὡς ἐπιστημόνως πεποιηκότι· οὕτω καὶ ὁ μέγας πάσης φύσεως γεωργὸς ὑπερτίθεται τὴν νομισθεῖσαν ἂν τάχιον εὐποιΐαν, ἵνα μὴ ἐπιπόλαιος γένηται. ἀλλ' εἰκός τινα ἡμῖν πρὸς ταῦτα ἀνθυπ ενεγκεῖν· διὰ τί δέ «τι τῶν σπερμάτων πίπτει ἐπὶ τὴν» ἐξ ἐπιπολῆς ἔχουσαν τὴν γῆν, οἱονεὶ «πέτραν» οὖσαν, ψυχήν; λεκτέον δὲ καὶ πρὸς τοῦτο ὅτι βέλτιον τῇδέ τινι προπετέστερον βεβουλημένῃ τὰ κρείτ τονα καὶ οὐχὶ ὁδῷ ἐπ' αὐτὰ ὁδευσάσῃ τυχεῖν οὗ βεβούληται, ἵνα ἑαυτῆς ἐπὶ τούτῳ καταγνοῦσα τὴν κατὰ φύσιν γεωργίαν μακροθυμήσῃ ὕστερον πολλῷ χρόνῳ λαβεῖν. Ἄπειροι γὰρ ἡμῖν, ὡς ἂν εἴποι τις, αἱ ψυχαί, καὶ ἄπειρα τὰ τού των ἤθη, καὶ πλεῖστα ὅσα τὰ κινήματα καὶ αἱ προθέσεις καὶ αἱ ἐπι βολαὶ καὶ αἱ ὁρμαί· ὧν εἷς μόνος οἰκονόμος ἄριστος, καὶ τοὺς καιροὺς ἐπιστάμενος καὶ τὰ ἁρμόζοντα βοηθήματα καὶ τὰς ἀγωγὰς καὶ τὰς ὁδούς, ὁ τῶν ὅλων θεὸς καὶ πατήρ, ὁ εἰδὼς πῶς καὶ τὸν Φαραὼ ἄγει διὰ τοσῶνδε καὶ καταποντισμοῦ. εἰς ὃν οὐ καταλήγει ἡ οἰκονο μία τοῦ Φαραώ, οὐ γὰρ ἐπεὶ κατεποντώθη, ἀνελύθη· «ἐν γὰρ χειρὶ θεοῦ καὶ ἡμεῖς καὶ οἱ λόγοι ἡμῶν πᾶσά τε φρόνησις καὶ ἐργατιῶν ἐπιστήμη». καὶ ταῦτα μὲν μετρίως εἰς ἀπολογίαν περὶ τοῦ «ἐσκλη ρύνθαι τὴν καρδίαν Φαραὼ» καὶ περὶ τοῦ· «ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει».
3.1.14
. 15 Ἴδωμεν δὲ καὶ τὸ ἐκ τοῦ Ἰεζεκιὴλ λέγοντος· «ἐξελῶ τὰς λιθίνας καρδίας ἀπ' αὐτῶν καὶ ἐμβαλῶ σαρκίνας, ὅπως ἐν τοῖς δι καιώμασί μου πορεύωνται καὶ τὰ προστάγματά μου φυλάσσωσιν». εἰ γὰρ ὅτε βούλεται ὁ θεὸς «ἐξαιρεῖ τὰς λιθίνας καρδίας» καὶ ἐντίθησι «σαρκίνας», ὥστε «τὰ προστάγματα αὐτοῦ φυλάττεσθαι» καὶ τηρεῖσθαι τὰς ἐντολάς, οὐκ ἔστι τὴν κακίαν ἀποθέσθαι ἐφ' ἡμῖν. τὸ γὰρ «ἐξαι ρεθῆναι τὰς λιθίνας καρδίας» οὐδὲν ἄλλο ἐστὶν ἢ τὴν κακίαν, καθ' ἣν σκληρύνεταί τις, περιαιρεθῆναι ἀφ' οὗ ὁ θεὸς βούλεται· καὶ τὸ ἐγγενέσθαι καρδίαν «σαρκίνην», ἵνα ἐν τοῖς «προστάγμασί» τις «πορεύη ται» τοῦ θεοῦ καὶ «φυλάσσῃ» αὐτοῦ τὰς ἐντολάς, τί ἄλλο ἐστὶν ἢ εἰκτικὸν γενέσθαι καὶ μὴ ἀντίτυπον πρὸς τὴν ἀλήθειαν καὶ πρακτι κὸν τῶν ἀρετῶν; εἰ δὲ ταῦτα ἐπαγγέλλεται ὁ θεὸς ποιεῖν, καὶ πρὶν ἀφελεῖν αὐτὸν «τὰς λιθίνας καρδίας» οὐκ ἀποτιθέμεθα αὐτάς, δῆλον ὅτι οὐκ ἐφ' ἡμῖν ἐστιν ἀποθέσθαι τὴν κακίαν· καὶ εἰ οὐχ ἡμεῖς τι πράττομεν, ἵνα ἐγγένηται ἡμῖν ἡ «σαρκίνη καρδία», ἀλλὰ θεοῦ ἐστιν ἔργον, οὐχ ἡμέτερον ἔργον ἔσται τὸ κατ' ἀρετὴν βιοῦν, ἀλλὰ πάντη θεία χάρις. Ταῦτα μὲν ἐρεῖ ὁ ἀπὸ τῶν ψιλῶν ῥητῶν τὸ ἐφ' ἡμῖν ἀναιρῶν. ἡμεῖς δὲ ἀποκρινούμεθα τούτων οὕτως ἀκούειν δεῖν λέγοντες ὅτι, ὥσπερ ὁ ἐν ἀμαθίᾳ καὶ ἀπαιδευσίᾳ τυγχάνων, αἰσθανόμενος τῶν ἰδίων κακῶν ἤτοι ἐκ προτροπῆς τοῦ διδάσκοντος ἢ ἄλλως ἐξ ἑαυτοῦ, ἐπι δίδωσιν ἑαυτὸν ᾧ νομίζει δύνασθαι αὐτὸν χειραγωγήσειν ἐπὶ παί δευσιν καὶ ἀρετήν, ἐπιδιδόντος δὲ τούτου ὁ παιδεύων ἐπαγγέλλεται ἐξελεῖν τὴν ἀπαιδευσίαν καὶ ἐνθήσειν παιδείαν, οὐχ ὡς οὐδενὸς ὄντος εἰς τὸ παιδευθῆναι καὶ φυγεῖν τὴν ἀπαιδευσίαν ἐπὶ τῷ ἑαυτὸν προσ αγηοχότι θεραπευθησόμενον, ἀλλ' ὡς ἐπαγγελλόμενος βελτιώσειν τὸν βουλόμενον· οὕτως ὁ θεῖος λόγος ἐπαγγέλλεται τῶν προσιόντων τὴν κακίαν ἐξαιρεῖν, ἣν ὠνόμασε «λιθίνην καρδίαν», οὐχὶ ἐκείνων οὐ βουλομένων, ἀλλ' ἑαυτοὺς τῷ ἰατρῷ τῶν καμνόντων παρεσχηκότων· ὥσπερ ἐν τοῖς εὐαγγελίοις εὑρίσκονται οἱ κάμνοντες προσερχόμενοι τῷ σωτῆρι καὶ ἀξιοῦντες ἰάσεως τυχεῖν καὶ θεραπευόμενοι. καὶ ἔστι φέρ' εἰπεῖν τὸ «τοὺς τυφλοὺς ἀναβλέψαι» ἔργον κατὰ μὲν τὸ ἠξιω κέναι πιστεύσαντας δύνασθαι θεραπεύεσθαι τῶν πεπονθότων, κατὰ δὲ τὴν ἀποκατάστασιν τῆς ὁράσεως τοῦ σωτῆρος ἡμῶν. οὕτως οὖν ἐπαγγέλλεται ὁ λόγος τοῦ θεοῦ ἐμποιήσειν ἐπιστήμην τοῖς προσιοῦ σιν, «ἐξελὼν τὴν λιθίνην» καὶ σκληρὰν «καρδίαν», ὅπερ ἐστὶ τὴν κα κίαν, ὑπὲρ τοῦ τινα «πορεύεσθαι» ἐν ταῖς θείαις ἐντολαῖς καὶ «φυλάσ σειν» τὰ θεῖα «προστάγματα».
3.1.15
. 16 Ἦν μετὰ ταῦτα τὸ ἀπὸ τοῦ εὐαγγελίου, ὅτε ὁ σωτὴρ ἔφασκε «διὰ τοῦτο τοῖς ἔξω ἐν παραβολαῖς λαλεῖν, ἵνα βλέποντες μὴ βλέπωσι, καὶ ἀκούοντες μὴ συνιῶσι· μήποτε ἐπιστρέψωσι, καὶ ἀφεθῇ αὐτοῖς». καὶ ἐρεῖ ὁ ἐξ ἐναντίας· εἰ πάντως τῶν σαφεστέρων ἀκούσαντες οἵδε τινὲς ἐπιστρέφουσι, καὶ οὕτως ἐπιστρέφουσιν, ὥστε ἀξίους αὐτοὺς γενέσθαι ἀφέσεως ἁμαρτημάτων, οὐκ ἔστι δὲ ἐπ' αὐ τοῖς τὸ ἀκοῦσαι τῶν σαφεστέρων λόγων, ἀλλ' ἐπὶ τῷ διδάσκοντι, καὶ διὰ τοῦτο οὐκ ἀπαγγέλλει αὐτοῖς σαφέστερον, «μήποτε ἴδωσι καὶ συνῶσιν», οὐκ ἔστιν ἐπ' αὐτοῖς τὸ σωθῆναι· εἰ δὲ τοῦτο, οὔκ ἐσμεν αὐτεξούσιοι περὶ σωτηρίας καὶ ἀπωλείας. πιθανὴ μὲν οὖν πρὸς ταῦτα ἀπολογία ἦν, εἰ μὴ προσέκειτο τὸ «μήποτε ἐπιστρέψωσι, καὶ ἀφεθῇ αὐτοῖς», τὸ ὅτι οὐκ ἐβούλετο τοὺς μὴ ἐσομένους καλοὺς καὶ ἀγαθοὺς συνιέναι τῶν μυστικωτέρων ὁ σωτὴρ καὶ διὰ τοῦτο «ἐλάλει αὐτοῖς ἐν παραβολαῖς». νῦν δέ, κειμένου τοῦ «μήποτε ἐπιστρέψωσι, καὶ ἀφεθῇ αὐτοῖς», ἡ ἀπολογία ἐστὶ χαλεπωτέρα. Πρῶτον τοίνυν σημειωτέον ἐστὶ τὸν τόπον πρὸς τοὺς ἑτεροδό ξους, λεξιθηροῦντας μὲν τὰ ἀπὸ τῆς παλαιᾶς διαθήκης τοιαῦτα, ἔνθα ἐμφαίνεται, ὡς αὐτοὶ τολμῶντες λέγουσιν, ὠμότης τοῦ δημιουργοῦ ἢ ἀμυντικὴ καὶ ἀνταποδοτικὴ τῶν χειρόνων προαίρεσις, ἢ ὅ τι ποτὲ θέλουσι τὸ τοιοῦτον ὀνομάζειν, μόνον ἵνα λέγωσιν οὐκ ἀγαθότητα εἶναι ἐν τῷ κτίσαντι· οὐχ ὁμοίως δὲ οὐδὲ εὐγνωμόνως ἐντυγχάνοντας τῇ καινῇ, ἀλλὰ παραπεμπομένους τὰ παραπλήσια οἷς νομίζουσιν εἶναι ἐπιλήπτοις ἀπὸ τῆς παλαιᾶς. φανερῶς γὰρ καὶ κατὰ τὸ εὐαγγέλιον ὁ σωτὴρ δείκνυται, ὡς αὐτοὶ φάσκουσιν ἐπὶ τῶν προτέρων, διὰ τοῦτο σαφῶς μὴ φθεγγόμενος, ἵνα μὴ ἐπιστρέψωσιν οἱ ἄνθρωποι, καὶ ἐπι στρέψαντες ἀφέσεως ἁμαρτημάτων ἄξιοι γένωνται· ὅπερ καθ' αὑτὸ οὐδενὸς ἔλαττόν ἐστι τῶν ἀπὸ τῆς παλαιᾶς κατηγορουμένων τοιού των. ἐὰν δὲ περὶ τοῦ εὐαγγελίου ἀπολογίαν ζητῶσι, λεκτέον πρὸς αὐτούς, εἰ μὴ ἐπιλήπτως ποιοῦσιν ἐπὶ τῶν ὁμοίων προβλημάτων ἀνο μοίως ἱστάμενοι, καὶ κατὰ μὲν τὴν καινὴν οὐ προσκόπτοντες ἀλλ' ἀπολογίαν ζητοῦντες, κατὰ δὲ τὴν παλαιὰν περὶ τῶν παραπλησίων, δέον ἀπολογεῖσθαι ὁμοίως τοῖς ἀπὸ τῆς καινῆς, κατηγοροῦντες. ἐξ ὧν συμβιβάσομεν αὐτοὺς διὰ τὰς ὁμοιότητας ἐπὶ τὸ πάντα ἡγεῖσθαι ἑνὸς εἶναι γράμματα θεοῦ. Φέρε δὴ καὶ πρὸς τὸ προκείμενον ἀπολογίαν κατὰ τὸ δυνατὸν πορισώ μεθα.
3.1.16
. 17 ἐφάσκομεν καὶ περὶ τοῦ Φαραὼ ἐξετάζοντες ὅτι ἐνίοτε τὸ τάχιον θεραπευθῆναι οὐ πρὸς καλοῦ γίνεται τοῖς θεραπευομένοις, εἰ παρ' ἑαυτοὺς χαλεποῖς περιπεσόντες εὐχερῶς ἀπαλλαγεῖεν τούτων οἷς περιπεπτώκασι· καταφρονοῦντες γὰρ ὡς εὐιάτου τοῦ κακοῦ, δεύ τερον οὐ φυλαττόμενοι τὸ περιπεσεῖν αὐτῷ, ἐν αὐτῷ ἔσονται. διόπερ ἐπὶ τῶν τοιούτων ὁ θεὸς ὁ αἰώνιος, ὁ τῶν κρυπτῶν γνώστης, ὁ «εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν», κατὰ τὴν χρηστότητα αὐτοῦ ὑπερτίθεται τὴν ταχυτέραν πρὸς αὐτοὺς βοήθειαν καί, ἵν' οὕτως εἴπω, βοηθῶν αὐτοῖς οὐ βοηθεῖ, τούτου αὐτοῖς λυσιτελοῦντος. εἰκὸς οὖν καὶ «τοὺς ἔξω», περὶ ὧν ὁ λόγος, τῷ σωτῆρι κατὰ τὸ προκείμενον ἑωραμένους οὐ βεβαίους ἔσεσθαι ἐν τῇ ἐπιστροφῇ, εἰ τρανότερον ἀκούσαιεν τῶν λεγομένων, ὑπὸ τοῦ κυρίου ᾠκονομῆσθαι μὴ σαφέ στερον ἀκοῦσαι τῶν βαθυτέρων· μήποτε τάχιον ἐπιστρέψαντες καὶ ἰαθέντες ἐν τῷ ἀφέσεως τυχεῖν, ὡς εὐχερῶν τῶν τῆς κακίας τραυ μάτων καὶ εὐιάτων καταφρονήσαντες, πάλιν καὶ τάχιον αὐτοῖς περι πέσωσι. τάχα δὲ καὶ τίνοντες δίκας τῶν προτέρων ἁμαρτημάτων, ὧν εἰς τὴν ἀρετὴν ἐπλημμέλησαν καταλιπόντες αὐτήν, οὐδέπω τὸν πρέποντα χρόνον ἐκπεπληρώκεσαν τῷ καταλειπομένους αὐτοὺς ἀπὸ τῆς θείας ἐπισκοπῆς, ἐπὶ πλεῖον ἐμφορηθέντας τῶν ἰδίων ἃ ἔσπειραν κακῶν, ὕστερον εἰς βεβαιοτέραν μετάνοιαν καλεῖσθαι, οὐ ταχέως περιπεσουμένους οἷς πρότερον περιπεπτώκεσαν τὸ ἀξίωμα ἐνυβρί σαντες τῶν καλῶν καὶ τοῖς χείροσιν ἑαυτοὺς ἐπιδεδωκότες. οἱ μὲν οὖν «ἔξω» λεγόμενοι, δηλονότι συγκρίσει τῶν «ἔσω», οὐ πάντη πόρρω τῶν ἔσω τυγχάνοντες, τῶν ἔσω σαφῶς ἀκουόντων, ἀκούουσιν ἀσαφῶς διὰ τὸ «ἐν παραβολαῖς» αὐτοῖς λέγεσθαι· πλὴν ἀκούουσιν. ἕτεροι δὲ τῶν ἔξω, οἱ λεγόμενοι Τύριοι, καίτοιγε προεγνωσμένοι ὅτι «πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμενοι μετενόησαν», ἐγγὺς γενομένου τοῦ σωτῆρος τῶν ὁρίων αὐτῶν, οὐδὲ τὰ τῶν ἔξω ἀκούουσιν, ὡς εἰκός, μᾶλλον πόρρω ὄντες τῆς ἀξίας τῶν ἔξω, ἵν' ἐν ἄλλῳ καιρῷ μετὰ τὸ «ἀνεκτότερον» αὐτοῖς γενέσθαι παρὰ τοὺς μὴ παραδεξαμένους τὸν λόγον, ἐφ' ὧν ἐμνημόνευσε καὶ τῶν Τυρίων, εὐκαιρότερον ἀκούσαντες βεβαιότερον μετανοήσωσιν. Ὅρα δὲ εἰ μὴ μᾶλλον ἡμεῖς πρὸς τῷ ἐξεταστικῷ καὶ τὸ εὐ σεβὲς πάντη ἀγωνιζόμεθα τηρεῖν περὶ «θεοῦ καὶ τοῦ χριστοῦ αὐ τοῦ», ἐκ παντὸς ἀπολογεῖσθαι πειρώμενοι ὡς ἐν τηλικούτοις καὶ τοιού τοις περὶ τῆς ποικίλης προνοίας τοῦ θεοῦ, ἀθανάτου ψυχῆς προνοου μένου. εἰ γοῦν τις περὶ τῶν ὀνειδιζομένων ζητοίη ὅτι ὁρῶντες τεράστια καὶ ἀκούοντες θείων λόγων οὐκ ὠφελοῦνται, Τυρίων ἂν μετανοησάντων, εἰ τοιαῦτα παρ' αὐτοῖς ἐγεγόνει καὶ εἴρητο, ζητοίη δὲ φάσκων, τί δήποτε τοῖς τοιούτοις ἐκήρυξεν ὁ σωτὴρ ἐπὶ κακῷ αὐτῶν, ἵνα βαρύτερον αὐτοῖς τὸ ἁμάρτημα λογισθῇ· λεκτέον πρὸς αὐτὸν ὅτι ὁ πάντων τὰς διαθέσεις κατανοῶν τῶν αἰτιωμένων αὐτοῦ τὴν πρόνοιαν, ὡς παρ' ἐκείνην οὐ πεπιστευκότων μὴ δωρησαμένην ἰδεῖν ἃ ἑτέροις θεάσασθαι ἐχαρίσατο, καὶ μὴ οἰκονομήσασαν ἀκοῦσαι τούτων, ἃ ἄλλοι ἀκούσαντες ὠφέληνται, τὴν ἀπολογίαν οὐκ εὔ λογον οὖσαν ἐλέγξαι βουλόμενος δίδωσι ταῦτα, ἃ οἱ μεμφόμενοι τὴν διοίκησιν αὐτοῦ ᾔτησαν· ἵνα μετὰ τὸ λαβεῖν οὐδὲν ἧττον ἐλεγχθέντες ὡς ἀσεβέστατοι τῷ μηδ' οὕτως τῷ ὠφελεῖσθαι ἑαυτοὺς ἐπιδεδωκέναι, παύσωνται τοῦ τοιούτου θράσους, καὶ κατ' αὐτὸ τοῦτο ἐλευθερω θέντες μάθωσιν ὅτι ποτὲ εὐεργετῶν τινας ὁ θεὸς μέλλει καὶ βρα δύνει, μὴ χαριζόμενος ὁρᾶν καὶ ἀκούειν τοιαῦτα, ἐφ' οἷς ὁραθεῖσι καὶ ἀκουσθεῖσι βαρυτέρα καὶ χαλεπωτέρα ἡ ἁμαρτία ἐλέγχεται τῶν μετὰ τηλικαῦτα καὶ τοιαῦτα μὴ πεπιστευκότων.
3.1.17
. 18 Ἴδωμεν δὲ καὶ περὶ τοῦ «ἄρ' οὖν οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ». οἱ γὰρ ἐπιλαμβανόμενοί φασιν· εἰ «μὴ τοῦ θέλοντος μηδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ», οὐκ ἐκ τοῦ ἐφ' ἡμῖν τὸ σώζεσθαι, ἀλλ' ἐκ κατασκευῆς τῆς ἀπὸ τοῦ τοιούσδε κατασκευάσαντος γεγενημένης ἢ ἐκ προαιρέσεως τοῦ ὅτε βούλεται ἐλεοῦντος. παρ' ὧν τοῦτο πευστέον· τὸ θέλειν τὰ καλὰ καλόν ἐστιν ἢ φαῦλον; καὶ τὸ τρέχειν βουλόμενον τυχεῖν τοῦ τέλους ἐν τῷ σπεύδειν ἐπὶ τὰ καλὰ ἐπαινετόν ἐστιν ἢ ψεκτόν; εἴτε γὰρ ἐροῦσι ψεκτόν, παρὰ τὴν ἐνάργειαν ἀποκρινοῦνται, καὶ τῶν ἁγίων θελόντων καὶ τρεχόντων καὶ δηλονότι ἐν τούτῳ ψεκτὸν ποιούντων· εἴτε ἐροῦσιν ὅτι καλὸν τὸ θέλειν τὰ καλὰ καὶ τὸ τρέχειν ἐπὶ τὰ καλά, πευσόμεθα πῶς ἡ ἀπολλυμένη φύσις θέλει τὰ κρείττονα· οἱονεὶ γὰρ δένδρον πονηρὸν καρποὺς ἀγαθοὺς φέρει, εἴ γε καλὸν τὸ θέλειν τὰ κρείττονα. τρίτον δὲ ἐροῦσιν ὅτι τῶν μέσων ἐστὶ τὸ θέλειν τὰ καλὰ καὶ τὸ τρέχειν ἐπὶ τὰ καλά, καὶ οὔτε ἀστεῖον οὔτε φαῦλον. λεκτέον δὲ πρὸς τοῦτο ὅτι εἰ τὸ θέλειν τὰ καλὰ καὶ τὸ τρέχειν ἐπὶ τὰ καλὰ μέσον ἐστί, καὶ τὸ ἐναντίον αὐτῷ μέσον ἐστί, τουτέστι τὸ θέλειν τὰ κακὰ καὶ τὸ τρέχειν ἐπὶ τὰ κακά. οὐχὶ δέ γε μέσον ἐστὶ τὸ θέλειν τὰ κακὰ καὶ τρέχειν ἐπὶ τὰ κακά· οὐκ ἄρα μέσον τὸ θέλειν τὰ καλὰ καὶ τρέχειν ἐπὶ τὰ καλά.
3.1.18
. 19 Τοιαύτην τοίνυν ἀπολογίαν ἡγοῦμαι δύνασθαι ἡμᾶς πορί ζειν πρὸς τὸ «ἄρ' οὖν οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ». φησὶν ἐν τῇ βίβλῳ τῶν ψαλμῶν ὁ Σολομῶν (αὐ τοῦ γάρ ἐστιν ἡ ᾠδὴ τῶν ἀναβαθμῶν, ἐξ ἧς παραθησόμεθα τὰ ῥητά)· «ἐὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδο μοῦντες αὐτόν· ἐὰν μὴ κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων», οὐκ ἀποτρέπων ἡμᾶς ἀπὸ τοῦ οἰκοδομεῖν οὐδὲ διδά σκων μὴ ἀγρυπνεῖν εἰς τὸ φρουρεῖν ἡμῶν τὴν ἐν τῇ ψυχῇ πόλιν, ἀλλὰ παριστὰς ὅτι τὰ χωρὶς θεοῦ οἰκοδομούμενα καὶ τὰ μὴ τυγχά νοντα τῆς ἀπὸ τούτου φυλακῆς, μάτην οἰκοδομεῖται καὶ ἀνηνύτως τηρεῖται, εὐλόγως ἂν ἐπιγραφησομένου κυρίου τῆς οἰκοδομῆς τοῦ θεοῦ καὶ ἄρχοντος τῆς φρουρᾶς τῆς πόλεως τοῦ τῶν ὅλων δεσπότου. ὥσπερ οὖν εἰ λέγοιμεν· οὐ τοῦ οἰκοδομοῦντος ἀλλὰ τοῦ θεοῦ ἔργον ἐστὶν τόδε τὸ οἰκοδόμημα, καὶ οὐ τοῦ φυλάξαντος κατόρθωμα ἀλλὰ «τοῦ ἐπὶ πάντων θεοῦ» τὸ μηδὲν πεπονθέναι ἀπὸ πολεμίων τήνδε τὴν πόλιν, οὐκ ἂν πταίοιμεν, ὑπακουομένου μὲν τοῦ καὶ κατὰ τὸν ἄν θρωπόν τι γεγονέναι, τοῦ δὲ ἀνδραγαθήματος εὐχαρίστως ἐπὶ τὸν «τελειωτὴν» θεὸν ἀναφερομένου· οὕτως ἐπεὶ οὐκ ἀρκεῖ τὸ ἀνθρώπινον θέλειν πρὸς τὸ τυχεῖν τοῦ τέλους, οὐδὲ τὸ τῶν οἱονεὶ ἀθλητῶν τρέ χειν πρὸς τὸ καταλαβεῖν «τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ θεοῦ ἐν Χριστῷ Ἰησοῦ» (θεοῦ γὰρ συμπαρισταμένου ταῦτα ἀνύεται), καλῶς λέγεται τὸ «οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦν τος θεοῦ». ὡς εἰ καὶ ἐπὶ γεωργίας, ὅπερ καὶ γέγραπται, ἐλέγετο· «ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ὁ δὲ θεὸς ηὔξησεν· ὥστε οὔτε ὁ φυτεύων ἐστί τι οὔτε ὁ ποτίζων, ἀλλ' ὁ αὐξάνων θεός», καὶ τὸ τοὺς καρποὺς «πλήρεις» γεγονέναι οὐκ ἂν εὐσεβῶς λέγοιμεν ἔργον εἶναι τοῦ γεωργοῦ ἢ ἔργον τοῦ ποτίσαντος, ἀλλ' ἔργον τοῦ θεοῦ· οὕτω καὶ ἡ ἡμετέρα τελείωσις οὐχὶ μηδὲν ἡμῶν πραξάντων γίνεται, οὐ μὴν ἀφ' ἡμῶν ἀπαρτίζεται, ἀλλὰ θεὸς τὸ πολὺ ταύτης ἐνεργεῖ. καὶ ἵνα ἐναργέστερον πιστευθῇ τοῦτο εἶναι τὸ λεγόμενον, ἀπὸ τῆς κυβερ νητικῆς τὸ παράδειγμα ληψόμεθα. πρὸς γὰρ τὴν τῶν ἀνέμων πνοὴν καὶ τὴν τῶν ἀέρων εὐκρασίαν καὶ τὴν τῶν ἀστέρων λαμπρότητα, συνεργούντων τῇ τῶν ἐμπλεόντων σωτηρίᾳ, πόστον ἂν ἀριθμὸν ἔχειν λέγοιτο τῆς ἐπὶ τὸν λιμένα ἀποκαταστάσεως ἡ κυβερνητικὴ τέχνη; οὐδὲ αὐτῶν τῶν κυβερνητῶν δι' εὐλάβειαν πολλάκις τολμώντων ὁμολογεῖν τὸ σεσωκέναι τὴν ναῦν, ἀλλὰ τῷ θεῷ τὸ πᾶν ἀναφερόν των, οὐ τῷ μηδὲν αὐτοὺς ἐνηργηκέναι, ἀλλὰ τῷ εἰς ὑπερβολὴν πολλα πλάσιον εἶναι τὸ ἀπὸ τῆς προνοίας τοῦ ἀπὸ τῆς τέχνης. καὶ ἐπὶ τῆς ἡμετέρας γοῦν σωτηρίας πολλαπλάσιόν ἐστιν εἰς ὑπερβολὴν τὸ ἀπὸ τοῦ θεοῦ τοῦ ἀπὸ τοῦ ἐφ' ἡμῖν. διόπερ ἡγοῦμαι λέγεσθαι τὸ «οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ». εἰ γὰρ ὡς ἐκεῖνοι ὑπολαμβάνουσι δεῖ ἐκλαμβάνειν τὸ «οὐ τοῦ θέλον τος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ», περισσαὶ αἱ ἐν τολαί, καὶ μάτην αὐτὸς ὁ Παῦλος αἰτιᾶταί τινας ὡς παραπεπτωκότας καὶ ἀποδέχεταί τινας ὡς κατωρθωκότας καὶ νομοθετεῖ ταῖς ἐκκλη σίαις· εἰκῆ δὲ ἡμεῖς ἐπιδίδομεν ἑαυτοὺς ἐπὶ τὸ «θέλειν» τὰ κρείττονα,† οὐχὶ δέ γε καὶ† «τρέχειν». ἀλλ' οὐ μάτην ὁ Παῦλος τάδε συμ βουλεύει καὶ τούσδε μέμφεται καὶ τούσδε ἀποδέχεται, οὐδὲ μάτην ἡμεῖς ἐπιδίδομεν ἑαυτοὺς τῷ θέλειν τὰ κρείττονα καὶ τῷ σπεύδειν ἐπὶ τὰ διαφέροντα. οὐκ ἄρα ἐκεῖνοι καλῶς ἐξειλήφασι τὰ κατὰ τὸν τόπον.
3.1.19
. 20 Πρὸς τούτοις ἦν «τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ἐκ τοῦ θεοῦ ἐστι». καί φασί τινες· εἰ ἀπὸ τοῦ θεοῦ τὸ θέλειν καὶ ἀπὸ τοῦ θεοῦ τὸ ἐνεργεῖν, κἂν κακῶς θέλωμεν κἂν κακῶς ἐνεργῶμεν, ἀπὸ τοῦ θεοῦ ταῦθ' ἡμῖν ὑπῆρξεν· εἰ δὲ τοῦτο, οὔκ ἐσμεν αὐτεξούσιοι. πάλιν τε αὖ κρείττονα θέλοντες καὶ τὰ διαφέροντα ἐνεργοῦντες, ἐπεὶ ἀπὸ θεοῦ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ἐστιν, οὐχ ἡμεῖς τὰ διαφέροντα πεποιήκαμεν, ἀλλ' ἡμεῖς μὲν ἐδόξαμεν, ὁ δὲ θεὸς ταῦτα ἐδωρήσατο· ὥστε καὶ κατὰ τοῦτο οὔκ ἐσμεν αὐτεξούσιοι. καὶ πρὸς τοῦτο δὲ λεκτέον ὅτι ἡ τοῦ ἀποστόλου λέξις οὔ φησι τὸ θέλειν τὰ κακὰ ἐκ θεοῦ εἶναι ἢ τὸ θέλειν τὰ ἀγαθὰ ἐκ θεοῦ εἶναι, ὁμοίως τε τὸ ἐνεργεῖν τὰ κρείττονα καὶ τὰ χείρονα, ἀλλὰ τὸ καθόλου θέλειν καὶ τὸ καθόλου ἐνεργεῖν. ὡς γὰρ ἀπὸ θεοῦ ἔχομεν τὸ εἶναι ζῷα καὶ τὸ εἶναι ἄνθρωποι, οὕτω καὶ τὸ καθόλου θέλειν, ὡσεὶ ἔλεγον καὶ τὸ καθόλου κινεῖσθαι. ὥσπερ δὲ ἔχοντες τῷ ζῷα εἶναι τὸ κινεῖσθαι καὶ φέρ' εἰπεῖν τάδε τὰ μέλη κινεῖν, χεῖρας ἢ πόδας, οὐκ ἂν εὐλόγως λέγοιμεν ἔχειν ἀπὸ θεοῦ τὸ εἰδικὸν τόδε, ἤτοι τὸ κινεῖσθαι πρὸς τὸ τύπτειν ἢ ἀναιρεῖν ἢ ἀφαιρεῖσθαι τὰ ἀλλότρια, ἀλλὰ τὸ μὲν γενικόν, τὸ κινεῖσθαι, ἐλάβομεν ἀπὸ τοῦ θεοῦ, ἡμεῖς δὲ χρώμεθα τῷ κινεῖσθαι ἐπὶ τὰ χείρονα ἢ ἐπὶ τὰ βελτίονα· οὕτως τὸ μὲν ἐνεργεῖν, ᾗ ζῷά ἐσμεν, εἰλήφαμεν ἀπὸ τοῦ θεοῦ καὶ τὸ θέλειν ἐλάβομεν ἀπὸ τοῦ δημιουργοῦ, ἡμεῖς δὲ τῷ θέλειν ἢ ἐπὶ τοῖς καλ λίστοις ἢ ἐπὶ τοῖς ἐναντίοις χρώμεθα, ὁμοίως καὶ τῷ ἐνεργεῖν.
3.1.20
. 21 Ἔτι πρὸς τὸ μὴ ἡμᾶς εἶναι αὐτεξουσίους δόξει τὸ ἀποστολικὸν ῥητὸν περισπᾶν, ἔνθα ἑαυτῷ ἀνθυποφέρων φησίν· «ἄρ' οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει. ἐρεῖς μοι οὖν· τί ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· τί με ἐποίησας οὕτως; ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος ὃ δὲ εἰς ἀτιμίαν;» ἐρεῖ γάρ τις· εἰ ὡς «ὁ κερα μεὺς ἐκ τοῦ αὐτοῦ φυράματος ποιεῖ ἃ μὲν εἰς τιμὴν ἃ δὲ εἰς ἀτιμίαν σκεύη», οὕτως ὁ θεὸς ἃ μὲν εἰς σωτηρίαν ἃ δὲ εἰς ἀπώλειαν, οὐ παρ' ἡμᾶς τὸ σώζεσθαι ἢ ἀπόλλυσθαι γίνεται, οὐδέ ἐσμεν αὐτεξούσιοι. λεκτέον δὲ πρὸς τὸν τούτοις οὕτως χρώμενον, εἰ δύναται περὶ τοῦ ἀποστόλου νοεῖν ὡς μαχόμενα ἑαυτῷ λέγοντος; οὐχ ἡγοῦμαι δὲ ὅτι τολμήσει τις τοῦτο εἰπεῖν. εἰ τοίνυν μὴ ἐναντία ἑαυτῷ φθέγγεται ὁ ἀπόστολος, πῶς κατὰ τὸν οὕτως ἐκδεξάμενον εὐλόγως αἰτιᾶται μεμφόμενος τὸν ἐν Κορίνθῳ πεπορνευκότα ἢ τοὺς παραπεπτωκότας «καὶ μὴ μετανοήσαντας ἐπὶ τῇ ἀσελγείᾳ καὶ ἀκρασίᾳ, ᾗ ἔπραξαν»; πῶς δὲ εὐλογεῖ ὡς εὖ πεποιηκότας οὓς ἐπαινεῖ, ὥσπερ τὸν Ὀνησιφόρου οἶκον, λέγων· «δῴη ὁ κύριος ἔλεος τῷ Ὀνησιφόρου οἴκῳ, ὅτι πολ λάκις με ἀνέψυξεν καὶ τὴν ἅλυσίν μου οὐκ ἐπαισχύνθη, ἀλλὰ γενό μενος ἐν Ῥώμῃ σπουδαίως ἐζήτησέν με καὶ εὗρεν· δῴη αὐτῷ ὁ κύριος εὑρεῖν ἔλεος παρὰ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ»; οὐ κατὰ τὸν αὐτὸν δὴ ἀπόστολόν ἐστι ψέγειν ὡς ἄξιον μέμψεως τὸν ἡμαρτηκότα καὶ ἀποδέχεσθαι ὡς ἐπαινετὸν τὸν εὖ πεποιηκότα, πάλιν δ' αὖ ὡς μη δενὸς ὄντος ἐφ' ἡμῖν φάσκειν παρὰ τὴν αἰτίαν τοῦ δημιουργοῦ εἶναι «τὸ μὲν εἰς τιμὴν σκεῦος, τὸ δὲ εἰς ἀτιμίαν». πῶς δὲ καὶ τὸ «τοὺς πάντας ἡμᾶς παραστῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον» ὑγιές ἐστι, τῶν τὰ φαῦλα πεποιηκότων διὰ τὸ ἐκτίσθαι αὐτοὺς «σκεύη ἀτιμίας» ἐπὶ τοῦτο πράξεως ἐληλυθότων, καὶ τῶν κατ' ἀρετὴν βιωσάντων τῷ ἀρχῆθεν αὐτοὺς ἐπὶ τούτῳ κατ εσκευάσθαι καὶ «σκεύη τιμῆς» γεγονέναι τὸ καλὸν πεποιηκότων; ἔτι δὲ πῶς οὐ μάχεται τῷ, ὡς ὑπολαμβάνουσιν ἐξ ὧν παρεθέμεθα ῥητῶν, παρὰ τὴν αἰτίαν τοῦ δημιουργοῦ ἔντιμον ἢ ἄτιμον εἶναι σκεῦος τὸ ἀλλαχοῦ λεγόμενον· «ἐν μεγάλῃ οἰκίᾳ οὐκ ἔστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα, καὶ ἃ μὲν εἰς τιμὴν ἃ δὲ εἰς ἀτιμίαν. ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτόν, ἔσται σκεῦος εἰς τιμὴν ἡγιασμένον καὶ εὔχρηστον τῷ δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοι μασμένον»; εἰ γὰρ ὁ ἐκκαθάρας ἑαυτὸν γίνεται «σκεῦος εἰς τιμήν», ὁ δὲ ἀπερικάθαρτον ἑαυτὸν περιϊδὼν «σκεῦος εἰς ἀτιμίαν», ὅσον ἐπὶ ταύ ταις ταῖς λέξεσιν οὐδαμῶς αἴτιος ὁ δημιουργός. ποιεῖ μὲν γὰρ ὁ δημιουργὸς «σκεύη τιμῆς καὶ σκεύη ἀτιμίας» οὐκ ἀρχῆθεν κατὰ τὴν πρόγνωσιν, ἐπεὶ μὴ κατ' αὐτὴν προκατακρίνει ἢ προδικαιοῖ, ἀλλὰ «σκεύη τιμῆς τοὺς ἐκκαθάραντας ἑαυτοὺς» καὶ «σκεύη ἀτιμίας» τοὺς ἀπε ρικαθάρτους ἑαυτοὺς περιϊδόντας· ὥστε ἐκ πρεσβυτέρων αἰτιῶν τῆς κατασκευῆς «τῶν εἰς τιμὴν καὶ εἰς ἀτιμίαν σκευῶν» γίνεσθαι ὃν μὲν εἰς τιμὴν ὃν δὲ εἰς ἀτιμίαν.
3.1.21
. 22 Εἰ δ' ἅπαξ προσιέμεθα εἶναί τινας πρεσβυτέρας αἰτίας τοῦ «σκεύους τῆς τιμῆς» καὶ τοῦ «σκεύους τῆς ἀτιμίας», τί ἄτοπον ἀνελ θόντας εἰς τὸν περὶ ψυχῆς τόπον πρεσβύτερα αἴτια τοῦ τὸν Ἰακὼβ ἠγαπῆσθαι καὶ τὸν Ἠσαῦ μεμισῆσθαι γεγονέναι εἰς τὸν Ἰακὼβ πρὸ τῆς ἐνσωματώσεως καὶ εἰς τὸν Ἠσαῦ πρὸ τοῦ εἰς τὴν κοιλίαν τῆς Ῥεβέκκας γενέσθαι; ἅμα δὲ σαφῶς δηλοῦται ὅτι ὅσον ἐπὶ τῇ ὑποκειμένῃ φύσει, ὥσπερ εἷς ὑπόκειται τῷ κεραμεῖ «πηλός», ἀφ' οὗ «φυράματος» γίνεται «εἰς τιμὴν καὶ εἰς ἀτιμίαν σκεύη», οὕτω μιᾶς φύσεως πάσης ψυχῆς ὑποκειμένης τῷ θεῷ καὶ ἵν' οὕτως εἴπω ἑνὸς «φυράματος» ὄντος τῶν λογικῶν ὑποστάσεων, πρεσβύτερά τινα αἴτια πεποίηκεν «τούσδε μὲν εἶναι εἰς τιμὴν τούσδε δὲ εἰς ἀτιμίαν». εἰ δὲ ἐπιπλήσσει ἡ λέξις τοῦ ἀποστόλου ἡ λέγουσα· «μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ;» τάχα διδάσκει ὅτι ὁ μὲν παρρησίαν ἔχων πρὸς τὸν θεὸν καὶ πιστὸς καὶ εὖ βιοὺς οὐκ ἂν ἀκούσαι· «σὺ τίς εἶ ὁ ἀντα ποκρινόμενος τῷ θεῷ;» ὁποῖος ἦν Μωσῆς· «Μωσῆς γὰρ ἐλάλει, ὁ δὲ θεὸς αὐτῷ ἀπεκρίνατο φωνῇ»· καὶ ὡς ἀποκρίνεται ὁ θεὸς πρὸς Μωσέα, οὕτως ἀποκρίνεται καὶ ὁ ἅγιος πρὸς τὸν θεόν. ὁ δὲ ταύτην μὴ κτησάμενος τὴν παρρησίαν, δηλονότι ἢ ἀπολωλεκὼς ἢ περὶ τούτων οὐ κατὰ φιλομάθειαν ἀλλὰ κατὰ φιλονεικίαν ζητῶν καὶ διὰ τοῦτο λέγων· «τί ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν;» οὗτος ἂν ἄξιος εἴη τῆς ἐπιπλήξεως τῆς λεγούσης· «μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ;» 3.
3.6.1
Ἔθνος τι ἐπὶ γῆς ἀπαγγέλλουσιν οἱ λόγοι ἐξειλέχθαι τὸν θεόν, ὃ καλοῦσιν ὀνόμασι πλείοσι. καλεῖται γὰρ τοῦτο τὸ πᾶν ἔθνος Ἰσραήλ, λέγεται δὲ καὶ Ἰακώβ. ὅτε δὲ διῄρητο κατὰ τοὺς χρόνους Ἱεροβοὰμ υἱοῦ Νάβατ, αἱ μὲν ὑπὸ τούτῳ λεγόμεναι φυλαὶ δέκα ὠνομάσθησαν Ἰσραήλ, αἱ δὲ λοιπαὶ δύο καὶ ἡ Λευιτική, ὑπὸ τῶν ἐκ σπέρματος τοῦ Δαυεὶδ βασιλευόμεναι, Ἰούδας. ὁ δὲ σύμπας τόπος, ὅντινα ᾤκουν οἱ ἀπὸ τοῦ ἔθνους, δεδομένος αὐτοῖς ἀπὸ τοῦ θεοῦ, καλεῖται Ἰουδαία, ἧς μητρόπολις Ἱερουσαλήμ, μητρόπολις δηλονότι πλειόνων πόλεων, ὧν τὰ ὀνόματα πολλαχοῦ μὲν καὶ ἄλλοθι διεσπαρμένως κεῖται, ὑφ' ἓν δὲ κατειλεγμέναι εἰσὶν ἐν Ἰησοῦ τῷ τοῦ Ναυῆ. τούτων οὕτως ἐχόντων, ὑψῶν τὸ διανοητικὸν ἡμῶν ὁ ἀπόστολός φησί που· «βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα», ὡς ὄντος τινὸς Ἰσραὴλ κατὰ πνεῦμα. καὶ ἀλλαχοῦ λέγει· «οὐ γὰρ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ θεοῦ», «οὐδὲ πάντες οἱ ἐξ Ἰσραὴλ οὗτοι Ἰσραήλ». ἀλλ' οὐδὲ «ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή· ἀλλ' ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι». εἰ γὰρ ἡ κρίσις τοῦ Ἰουδαίου ἐκ τοῦ κρυπτοῦ λαμβάνεται, νοητέον ὅτι, ὥσπερ Ἰουδαίων σωματικῶν ἐστι γένος, οὕτω τῶν «ἐν κρυπτῷ Ἰουδαίων» ἐστί τι ἔθνος, τῆς ψυχῆς τὴν εὐγένειαν ταύτην κατά τινας λόγους ἀπορρήτους κεκτημένης. ἀλλὰ καὶ πολλαὶ προφητεῖαι περὶ τοῦ Ἰσραὴλ καὶ τοῦ Ἰούδα προφητεύουσι, διηγούμεναι τὰ ἐσόμενα αὐτοῖς. καὶ οὐ δήπου αἱ τοσαῦται τούτοις γεγραμμέναι ἐπαγγελίαι, ὅσον ἐπὶ τῇ λέξει ταπειναὶ τυγχάνουσαι καὶ οὐδὲν ἀνάστημα παριστᾶσαι καὶ ἀξίωμα ἐπαγγελίας θεοῦ, οὐχὶ ἀναγωγῆς μυστικῆς δέονται. εἰ δὲ αἱ ἐπαγγελίαι νοηταί εἰσι δι' αἰσθητῶν ἀπαγγελλόμεναι, καὶ οἷς αἱ ἐπαγγελίαι, οὐ σωματικοί.
3.10.1
Τάχα δὲ ὥσπερ οἱ ἐντεῦθεν κατὰ τὸν κοινὸν θάνατον ἀποθνῄσκοντες ἐκ τῶν ἐνταῦθα πεπραγμένων οἰκονομοῦνται, εἰ κριθεῖεν ἄξιοι τοῦ καλουμένου χωρίου «ᾅδου», τόπων διαφόρων τυγχάνειν κατὰ τὴν ἀναλογίαν τῶν ἁμαρτημάτων· οὕτως οἱ ἐκεῖθεν, ἵν' οὕτως εἴπω, ἀποθνῄσκοντες εἰς τὸν ᾅδην τοῦτον καταβαίνουσι, κρινόμενοι ἄξιοι τῶν τοῦ παντὸς περιγείου τόπου διαφόρων οἰκητηρίων βελτιόνων ἢ χειρόνων, καὶ παρὰ τοῖσδε ἢ τοῖσδε τοῖς πατράσιν· ὡς δύνασθαί ποτε Ἰσραηλίτην πεσεῖν εἰς Σκύθας, καὶ Αἰγύπτιον εἰς τὴν Ἰουδαίαν κατελθεῖν. πλὴν ὁ σωτὴρ συναγαγεῖν ἦλθε «τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ»· καὶ πολλῶν ἀπὸ τοῦ Ἰσραὴλ μὴ εἰξάντων τῇ διδασκαλίᾳ αὐτοῦ καὶ οἱ ἀπὸ τῶν ἐθνῶν καλοῦνται. 4.
3.11.1
Κέκρυπται δέ, ὡς ἡγούμεθα, ἐν ταῖς ἱστορίαις ταῦτα. καὶ γὰρ «ἡ βασιλεία τῶν οὐρανῶν ὁμοία ἐστὶ θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν ὁ εὑρὼν ἔκρυψε καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πάντα ὅσα ἔχει πωλεῖ καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον». καὶ ἐπιστήσωμεν εἰ μὴ τὸ βλεπόμενον τῆς γραφῆς καὶ τὸ ἐπιπόλαιον αὐτῆς καὶ πρόχειρον ὁ πᾶς ἐστιν «ἀγρὸς» πλήρης παντοδαπῶν τυγχάνων φυτῶν, τὰ δὲ ἐναποκείμενα καὶ οὐ πᾶσιν ὁρώμενα ἀλλ' ὡσπερεὶ ὑπὸ τὰ βλεπόμενα φυτὰ κατορωρυγμένα «οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι», οὕστινας τὸ πνεῦμα διὰ τοῦ Ἡσαΐου «σκοτεινοὺς καὶ ἀοράτους καὶ ἀποκρύφους» καλεῖ, δεομένους, ἵν' εὑρεθῶσι, θεοῦ τοῦ μόνου δυναμένου τὰς κρυπτούσας αὐτοὺς «χαλκᾶς πύλας συντρῖψαι» καὶ τοὺς «σιδηροῦς» ἐπικειμένους «ταῖς θύραις μοχλοὺς συνθλάσαι», ἵν' εὑρεθῇ πάντα τὰ ἐν τῇ Γενέσει περὶ τῶν διαφόρων ἀληθινῶν ψυχῆς γενῶν καὶ οἱονεὶ σπερμάτων, ἐγγύς που τοῦ Ἰσραὴλ ἢ πόρρω τυγχανόντων, καὶ ἡ «εἰς Αἴγυπτον κάθοδος τῶν ἑβδομήκοντα ψυχῶν», ὅπως ἐκεῖ γένωνται «ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει». ἀλλ' ἐπεὶ οὐ πάντες οἱ ἐξ αὐτῶν «φῶς» εἰσι «τοῦ κόσμου» («οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ οὗτοι Ἰσραήλ»), γίνονται ἐκ τῶν ἑβδομήκοντα «καὶ ὡσεὶ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἡ ἀναρίθμητος».

Intertext edge

Open linked passage

Note