Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De principiis
OrigenesPrin 4 · pg-scrape-grcMore by Origenes
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/origenes" aria-label="More works by Origenes"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1.1
. τ Περὶ τοῦ θεοπνεύστου τῆς θείας γραφῆσ 4.
4.1.2
. 2 Καὶ ἐὰν ἐπιστήσωμεν πῶς ἐν σφόδρα ὀλίγοις ἔτεσι, τῶν ὁμο λογούντων τὸν χριστιανισμὸν ἐπιβουλευομένων, καί τινων διὰ τοῦτο ἀναιρουμένων, ἑτέρων δὲ ἀπολλύντων τὰς κτήσεις, δεδύνηται ὁ λόγος, καίτοιγε οὐδὲ τῶν διδασκάλων πλεοναζόντων, «πανταχόσε κηρυχθῆναι τῆς οἰκουμένης», ὥστε «Ἕλληνας καὶ βαρβάρους, σοφούς τε καὶ ἀνοή τους» προσθέσθαι τῇ διὰ Ἰησοῦ θεοσεβείᾳ, μεῖζον ἢ κατὰ ἄνθρωπον τὸ πρᾶγμα εἶναι λέγειν οὐ διστάξομεν, μετὰ πάσης ἐξουσίας καὶ πει θοῦς τῆς περὶ τοῦ κρατυνθήσεσθαι τὸν λόγον τοῦ Ἰησοῦ διδά ξαντος· ὥστε εὐλόγως ἂν χρησμοὺς νομίσαι τὰς φωνὰς αὐτοῦ, οἷον ὅτι «ἐπὶ βασιλέων καὶ ἡγεμόνων ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσι» καὶ «πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· κύριε, κύριε, οὐ τῷ ὀνόματί σου ἐφάγομεν καὶ τῷ ὀνόματί σου ἐπίομεν καὶ τῷ ὀνόματί σου δαιμόνια ἐξεβάλομεν; καὶ ἐρῶ αὐτοῖς· ἀποχωρεῖτε ἀπ' ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, οὐδέποτε ἔγνων ὑμᾶς». εἰρηκέναι μὲν γὰρ ταῦτα ἀποφθεγγόμενον μάτην, ὥστε αὐτὰ μὴ ἀληθῆ γενέσθαι, τάχα εἰκὸς ἦν· ὅτε δὲ ἐκβέβηκε τὰ μετὰ τοσαύτης ἐξουσίας εἰρημένα, ἐμφαίνει θεὸν ἀληθῶς ἐνανθρωπήσαντα σωτηρίας δόγματα τοῖς ἀνθρώποις παραδεδωκέναι.
4.1.3
. 3 Τί δὲ δεῖ λέγειν καὶ ὅτι προεφητεύθη [ὁ Χριστὸς] τότε «ἐκλεί ψειν τοὺς ἐξ Ἰούδα ἄρχοντας» εἰρημένους «καὶ ἡγουμένους ἐκ τῶν μη ρῶν αὐτοῦ, ὅταν ἔλθῃ ᾧ ἀπόκειται», δηλονότι ἡ βασιλεία, «καὶ ἐπι δημήσῃ ἡ τῶν ἐθνῶν προσδοκία»; σαφῶς γὰρ ἐκ τῆς ἱστορίας δῆλον καὶ ἐκ τῶν σήμερον ὁρωμένων, ὅτι ἀπὸ τῶν χρόνων Ἰησοῦ οὐκέτι βασιλεῖς Ἰουδαίων ἐχρημάτισαν, πάντων τῶν Ἰουδαϊκῶν πραγμάτων ἐν οἷς ἐσεμνύνοντο, λέγω δὲ τῶν τε κατὰ τὸν ναὸν καὶ τὸ θυσια στήριον καὶ τὴν ἐπιτελουμένην λατρείαν καὶ τὰ ἐνδύματα τοῦ ἀρ χιερέως, καταλελυμένων. ἐπληρώθη γὰρ ἡ λέγουσα προφητεία· «ἡμέρας πολλὰς καθήσονται οἱ υἱοὶ Ἰσραὴλ οὐκ ὄντος βασιλέως οὐδὲ ὄντος ἄρχοντος, οὐκ οὔσης θυσίας οὐδὲ ὄντος θυσιαστηρίου οὐδὲ ἱερα τείας οὐδὲ δήλων». Καὶ τούτοις χρώμεθα τοῖς ῥητοῖς πρὸς τοὺς ἐν τῷ θλίβεσθαι ἀπὸ τῶν ἐν τῇ Γενέσει ὑπὸ τοῦ Ἰακὼβ πρὸς τὸν Ἰούδαν εἰρημένων φάσκοντας τὸν ἐθνάρχην, ἀπὸ τοῦ Ἰούδα γένους τυγχάνοντα, ἄρχειν τοῦ λαοῦ, οὐκ ἐκλειψόντων τῶν ἀπὸ τοῦ σπέρματος αὐτοῦ, ἕως ἧς φαντάζονται Χριστοῦ ἐπιδημίας. εἰ γὰρ «ἡμέρας πολλὰς καθήσονται οἱ υἱοὶ Ἰσραὴλ οὐκ ὄντος βασιλέως οὐδὲ ὄντος ἄρχοντος, οὐκ οὔσης θυσίας οὐδὲ θυσιαστηρίου οὐδὲ ἱερατείας οὐδὲ δήλων», ἐξ οὗ δὲ κατεσκάφη ὁ ναός, οὐκ ἔστι θυσία οὐδὲ θυσιαστήριον οὐδὲ ἱερατεία, δῆλον ὅτι «ἐξέλιπεν ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ». ἐπεὶ δὲ ἡ προφητεία φησίν· «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ», δῆλον ὅτι «ἐλήλυθεν ᾧ τὰ ἀποκείμενα, ἡ προσδοκία τῶν ἐθνῶν». καὶ τοῦτο σαφὲς ἐκ τοῦ πλήθους τῶν ἐθνῶν τῶν διὰ Χρι στοῦ πεπιστευκότων εἰς τὸν θεόν.
4.1.4
. 4 Καὶ ἐν τῇ τοῦ Δευτερονομίου δὲ ᾠδῇ προφητικῶς δηλοῦται ἡ διὰ τὰ ἁμαρτήματα τοῦ προτέρου λαοῦ ἐσομένη τῶν ἀσυνέτων ἐθνῶν ἐκλογή, οὐ δι' ἄλλου τινὸς ἢ τοῦ Ἰησοῦ γεγενημένη. «αὐτοὶ» γάρ φησι «παρεζήλωσάν με ἐπ' οὐ θεῷ, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν· κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ' οὐκ ἔθνει, καὶ ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς». καὶ ἔστι σφόδρα σαφῶς καταλαβεῖν δυνατόν, τίνα τρόπον οἱ λεγόμενοι «παρεζηλωκέναι τὸν θεὸν» Ἑβραῖοι «ἐπὶ τῷ οὐ θεῷ» καὶ «παρωργικέναι αὐτὸν ἐν τοῖς εἰδώλοις αὐτῶν» «παρωργίσθησαν» εἰς ζηλοτυπίαν «ἐπὶ τῷ οὐκ ἔθνει», τῷ «ἀσυνέτῳ ἔθνει», ὅπερ ὁ θεὸς «ἐξελέξατο» διὰ τῆς ἐπιδημίας Χριστοῦ Ἰησοῦ καὶ τῶν μαθητῶν αὐτοῦ. «βλέπομεν» οὖν «τὴν κλῆσιν ἡμῶν, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεῖς· ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ θεός, ἵνα καταισχύνῃ τοὺς σοφούς, καὶ τὰ ἀγενῆ καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ θεὸς καὶ τὰ μὴ ὄντα, ἵνα ἐκεῖνα τὰ πρότερον ὄντα καταργήσῃ, καὶ μὴ καυχήσηται» «ὁ κατὰ σάρκα Ἰσραήλ» (καλούμενος ὑπὸ τοῦ ἀποστόλου «σάρξ») «ἐνώπιον τοῦ θεοῦ».
4.1.5
. 5 Τί δὲ δεῖ λέγειν περὶ τῶν ἐν ψαλμοῖς προφητειῶν περὶ Χρι στοῦ, ᾠδῆς τινος ἐπιγεγραμμένης «ὑπὲρ τοῦ ἀγαπητοῦ», οὗ «ἡ γλῶσσα» λέγεται εἶναι «κάλαμος γραμματέως ὀξυγράφου. ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων», ἐπεὶ «ἐξεχύθη χάρις ἐν χείλεσιν αὐτοῦ»; τεκμήριον γὰρ τῆς «ἐκχυθείσης χάριτος ἐν χείλεσιν αὐτοῦ» τὸ ὀλίγου διαγεγενημένου χρόνου τῆς διδασκαλίας αὐτοῦ (ἐνιαυτὸν γάρ που καὶ μῆνας ὀλίγους ἐδίδαξε) πεπληρῶσθαι τὴν οἰκουμένην τῆς διδασκαλίας αὐτοῦ καὶ τῆς δι' αὐτοῦ θεοσεβείας. «ἀνατέταλκε» γὰρ «ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης» παραμένον ἕως συντελείας, ὃ «ἀνταναίρεσις» ὠνόμασται «σελήνης»· «καὶ μένει κατακυριεύων ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκου μένης». καὶ «δέδοται σημεῖον τῷ οἴκῳ Δαυείδ»· «ἡ παρθένος» γὰρ [ἔτεκε καὶ] «ἐν γαστρὶ ἔσχε καὶ ἔτεκεν υἱόν, καὶ τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ», ὅπερ ἐστὶ «μεθ' ἡμῶν ὁ θεός». πεπλήρωται, ὡς ὁ αὐτὸς προφήτης φησί· «μεθ' ἡμῶν ὁ θεός· γνῶτε, ἔθνη, καὶ ἡττᾶσθε, ἰσχυκότες ἡτ τᾶσθε». ἡττήμεθα γὰρ καὶ νενικήμεθα οἱ ἀπὸ τῶν ἐθνῶν ἑαλω κότες ὑπὸ τῆς χάριτος τοῦ λόγου αὐτοῦ. ἀλλὰ καὶ προείρηται τόπος γενέσεως αὐτοῦ ἐν τῷ Μιχαίᾳ· «καὶ σὺ» γάρ φησι «Βηθλεέμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ». καὶ αἱ ἑβδο μήκοντα ἑβδομάδες ἐπληρώθησαν ἕως Χριστοῦ ἡγουμένου κατὰ τὸν Δανιήλ. ἦλθέ τε κατὰ τὸν Ἰὼβ «ὁ τὸ μέγα κῆτος χειρωσάμενος» καὶ «δεδωκὼς ἐξουσίαν» τοῖς γνησίοις αὐτοῦ μαθηταῖς «πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, οὐδὲν ὑπ' αὐ τῶν ἀδικουμένοις». Ἐπιστησάτω δέ τις καὶ τῇ τῶν ἀποστόλων πανταχόσε ἐπιδημίᾳ τῶν ὑπὸ τοῦ Ἰησοῦ ἐπὶ τὸ καταγγεῖλαι τὸ εὐαγγέλιον πεμφθέντων, καὶ ὄψεται καὶ τὸ τόλμημα οὐ κατὰ ἄνθρωπον καὶ τὸ ἐπίτευγμα θεῖον. καὶ ἐὰν ἐξετάσωμεν πῶς ἄνθρωποι καινῶν μαθημάτων ἀκούοντες καὶ ξένων λόγων προσήκαντο τοὺς ἄνδρας, νικηθέντες ἐν τῷ θέλειν αὐτοῖς ἐπιβουλεύειν ὑπό τινος θείας δυνάμεως ἐπισκοπούσης αὐτούς, οὐκ ἀπιστήσομεν εἰ καὶ τεράστια πεποιήκασιν, «ἐπιμαρτυροῦντος τοῦ θεοῦ τοῖς λόγοις αὐτῶν καὶ διὰ σημείων καὶ τεράτων καὶ ποικίλων δυνάμεων».
4.1.6
. 6 Ἀποδεικνύντες δὲ ὡς ἐν ἐπιτομῇ περὶ τῆς θεότητος Ἰησοῦ 4.
4.1.7
. 7 Πολὺ δ' ἂν εἴη νῦν ἀναλέγεσθαι τὰς περὶ ἑκάστου τῶν μελ λόντων ἀρχαιοτάτας προφητείας, ἵνα δι' αὐτῶν ὁ ἀμφιβάλλων πληχθεὶς ὡς ἐνθέων, διψυχίαν πᾶσαν καὶ περισπασμὸν ἀποθέμενος, ὅλῃ ἑαυτὸν ἐπιδῷ τῇ ψυχῇ τοῖς λόγοις τοῦ θεοῦ. εἰ δὲ μὴ καθ' ἕκαστον τῶν γραμμάτων τοῖς ἀνεπιστήμοσι προσπίπτειν δοκεῖ τὸ ὑπὲρ ἄνθρωπον τῶν νοημάτων, θαυμαστὸν οὐδέν· καὶ γὰρ ἐπὶ τῶν τῆς ἁπτομένης τοῦ παντὸς κόσμου προνοίας ἔργων, τινὰ μὲν ἐναρ γέστατα φαίνεται, ᾗ προνοίας ἐστὶν ἔργα, ἕτερα δὲ οὕτως ἀποκέ κρυπται, ὡς ἀπιστίας χώραν παρέχειν δοκεῖν τῆς περὶ τοῦ τέχνῃ ἀφάτῳ καὶ δυνάμει διοικοῦντος τὰ ὅλα θεοῦ. οὐχ οὕτω γὰρ σαφὴς ὁ περὶ τοῦ προνοοῦντος τεχνικὸς λόγος ἐν τοῖς ἐπὶ γῆς, ὡς ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις· καὶ οὐχ οὕτω δῆλος ἐν τοῖς κατὰ τὰ ἀνθρώ πινα συμπτώματα, ὡς ἐν ταῖς ψυχαῖς καὶ τοῖς σώμασι τῶν ζώων, σφόδρα τοῦ πρὸς τί καὶ ἕνεκα τίνος εὑρισκομένου τοῖς τούτων ἐπι μελομένοις περὶ τὰς ὁρμὰς καὶ τὰς φαντασίας καὶ φύσεις τῶν ζώων καὶ τὰς κατασκευὰς τῶν σωμάτων. ἀλλ' ὥσπερ οὐ χρεοκοπεῖται ἡ πρόνοια διὰ τὰ μὴ γινωσκόμενα παρὰ τοῖς γε ἅπαξ παραδεξαμένοις αὐτὴν καλῶς, οὕτως οὐδὲ ἡ τῆς γραφῆς θειότης διατείνουσα εἰς πᾶσαν αὐτήν, διὰ τὸ μὴ καθ' ἑκάστην λέξιν δύνασθαι τὴν ἀσθένειαν ἡμῶν παρίστασθαι τῇ κεκρυμμένῃ λαμπρότητι τῶν δογμάτων ἐν εὐτελεῖ καὶ εὐκαταφρονήτῳ λέξει ἀποκειμένῃ. «ἔχομεν γὰρ θησαυρὸν ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα λάμψῃ ἡ ὑπερβολὴ τῆς δυνάμεως τοῦ θεοῦ, καὶ μὴ» νομισθῇ εἶναι «ἐξ ἡμῶν» τῶν ἀνθρώπων. εἰ γὰρ αἱ κατημαξευμέναι τῶν ἀποδείξεων ὁδοὶ παρὰ τοῖς ἀνθρώποις ἐναπο κείμεναι τοῖς βιβλίοις κατίσχυσαν τῶν ἀνθρώπων, «ἡ πίστις» ἡμῶν ἂν εὐλόγως ὑπελαμβάνετο «ἐν σοφίᾳ ἀνθρώπων» καὶ οὐκ «ἐν δυνάμει θεοῦ»· νῦν δὲ τῷ ἐπάραντι τοὺς ὀφθαλμοὺς σαφὲς ὅτι «ὁ λόγος καὶ τὸ κήρυγμα» παρὰ τοῖς πολλοῖς δεδύνηται «οὐκ ἐν πειθοῖς σοφίας λόγοις, ἀλλ' ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως». διόπερ δυνάμεως ἡμᾶς οὐρανίου ἢ καὶ ὑπερουρανίου πληττούσης ἐπὶ τὸ σέβειν τὸν κτίσαντα ἡμᾶς μόνον, πειραθῶμεν «ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χρι στοῦ λόγον», τουτέστι τῆς «στοιχειώσεως», «ἐπὶ τὴν τελειότητα φέρεσθαι», ἵνα ἡ τοῖς τελείοις λαλουμένη σοφία καὶ ἡμῖν λαληθῇ. «σοφίαν» γὰρ ἐπαγγέλλεται ὁ ταύτην κεκτημένος «λαλεῖν ἐν τοῖς τελείοις», ἑτέραν τυγχάνουσαν παρὰ τὴν «σοφίαν τοῦ αἰῶνος τούτου καὶ τὴν σοφίαν τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τὴν καταργουμένην»· αὕτη δὲ ἡ σοφία ἡμῖν ἐντυπωθήσεται τρανῶς «κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, φανερωθέντος δὲ νῦν διά τε γραφῶν προφητικῶν καὶ τῆς ἐπιφανείας τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα εἰς τοὺς σύμπαντας αἰῶνας. ἀμήν».
4.2.1
. τ Πῶς ἀναγνωστέον καὶ νοητέον τὴν θείαν γραφήν 4.
4.2.2
. 2 Αἰτία δὲ πᾶσι τοῖς προειρημένοις ψευδοδοξιῶν καὶ ἀσεβειῶν ἢ ἰδιωτικῶν περὶ θεοῦ λόγων οὐκ ἄλλη τις εἶναι δοκεῖ ἢ ἡ γραφὴ κατὰ τὰ πνευματικὰ μὴ νενοημένη, ἀλλ' ὡς πρὸς τὸ ψιλὸν γράμμα ἐξειλημμένη. διόπερ τοῖς πειθομένοις μὴ ἀνθρώπων εἶναι συγγράμ ματα τὰς ἱερὰς βίβλους, ἀλλ' ἐξ ἐπιπνοίας τοῦ ἁγίου πνεύματος βουλήματι τοῦ πατρὸς τῶν ὅλων διὰ Ἰησοῦ Χριστοῦ ταύτας ἀναγε γράφθαι καὶ εἰς ἡμᾶς ἐληλυθέναι, τὰς φαινομένας ὁδοὺς ὑποδεικτέον, ἐχομένοις τοῦ κανόνος τῆς Ἰησοῦ Χριστοῦ κατὰ διαδοχὴν τῶν ἀπο στόλων οὐρανίου ἐκκλησίας. Καὶ ὅτι μὲν οἰκονομίαι τινές εἰσι μυστικαί, δηλούμεναι διὰ τῶν θείων γραφῶν, πάντες καὶ οἱ ἀκεραιότατοι τῶν τῷ λόγῳ προσιόντων πεπιστεύκασι· τίνες δὲ αὗται, οἱ εὐγνώμονες καὶ ἄτυφοι ὁμολογοῦσι μὴ εἰδέναι. εἰ γοῦν ἐπαπορήσαι τις περὶ τῆς τοῦ Λὼτ θυγατρομιξίας καὶ τῶν δύο γυναικῶν τοῦ Ἀβραὰμ δύο τε ἀδελφῶν γεγαμημένων τῷ Ἰακὼβ καὶ δύο παιδισκῶν τετεκνωκυιῶν ἐξ αὐτοῦ, οὐδὲν ἄλλο φή σουσιν ἢ μυστήρια ταῦτα τυγχάνειν ὑφ' ἡμῶν μὴ νοούμενα. ἀλλὰ καὶ ἐπὰν ἡ κατασκευὴ τῆς σκηνῆς ἀναγινώσκηται, πειθόμενοι τύπους εἶναι τὰ γεγραμμένα ζητοῦσιν ᾧ δυνήσονται ἐφαρμόσαι ἕκαστον τῶν κατὰ τὴν σκηνὴν λεγομένων· ὅσον μὲν ἐπὶ τῷ πείθεσθαι ὅτι τύπος τινός ἐστιν ἡ σκηνὴ οὐ διαμαρτάνοντες, ὅσον δὲ ἐπὶ τῷ τῷδέ τινι ἀξίως τῆς γραφῆς ἐφαρμόζειν τὸν λόγον, οὗ ἐστι τύπος ἡ σκηνή, ἔσθ' ὅτε ἀποπίπτοντες· καὶ πᾶσαν δὲ διήγησιν νομιζομένην περὶ γάμων ἀπαγγέλλειν ἢ παιδοποιϊῶν ἢ πολέμων ἢ ὧν δήποτε ἱστοριῶν ἂν παρὰ τοῖς πολλοῖς δεχθησομένων, ἀποφαίνονται εἶναι τύπους· ἐν δὲ τῷ τίνων, πῇ μὲν διὰ τὴν ἕξιν οὐ πάνυ συγκεκροτημένην, πῇ δὲ διὰ τὴν προπέτειαν, ἔσθ' ὅτε κἂν συγκεκροτημένος τις τυγχάνῃ καὶ ἀπρόπτωτος, διὰ τὴν εἰς ὑπερβολὴν χαλεπωτάτην εὕρεσιν τῶν πραγμάτων τοῖς ἀνθρώποις, οὐ πάνυ σαφηνίζεται ὁ περὶ τούτων ἑκάστου λόγος.
4.2.3
. 3 Καὶ τί δεῖ λέγειν περὶ τῶν προφητειῶν, ἃς πάντες ἴσμεν «αἰνιγμάτων» καὶ «σκοτεινῶν» πεπληρῶσθαι «λόγων»; κἂν ἐπὶ τὰ εὐαγγέλια δὲ φθάσωμεν, κἀκείνων ὁ ἀκριβὴς νοῦς, ἅτε νοῦς ὢν Χριστοῦ, δεῖται χάριτος τῆς δοθείσης τῷ εἰρηκότι· «ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν· ἃ καὶ λαλοῦμεν, οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ' ἐν διδακτοῖς πνεύματος». καὶ τὰ ἀποκεκαλυμμένα δὲ τῷ Ἰωάννῃ τίς οὐκ ἂν ἀναγνοὺς κατα πλαγείη τὴν ἐπίκρυψιν τῶν ἀπορρήτων μυστηρίων καὶ τῷ μὴ νοοῦντι τὰ γεγραμμένα ἐμφαινομένων; αἱ δὲ τῶν ἀποστόλων ἐπιστολαὶ τίνι τῶν βασανίζειν ἐπισταμένων λόγους δόξαιεν ἂν εἶναι σαφεῖς καὶ εὐ χερῶς νοούμεναι, μυρίων ὅσων κἀκεῖ ὡς δι' ὀπῆς μεγίστων καὶ πλεί στων νοημάτων βραχεῖαν ἀφορμὴν παρεχόντων; Διόπερ τούτων οὕτως ἐχόντων καὶ μυρίων ὅσων σφαλλομένων, οὐκ ἀκίνδυνον ἐν τῷ ἀναγινώσκειν εὐχερῶς ἀποφαίνεσθαι νοεῖν τὰ δεόμενα «τῆς κλειδὸς τῆς γνώσεως», ἥντινα ὁ σωτήρ φησιν εἶναι παρὰ «τοῖς νομικοῖς»· καὶ ἀπαγγελλέτωσαν οἱ μὴ βουλόμενοι παρὰ τοῖς πρὸ τῆς ἐπιδημίας τοῦ Χριστοῦ τὴν ἀλήθειαν τυγχάνειν, πῶς «ἡ τῆς γνώσεως κλεὶς» ὑπὸ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ λέγεται παρ' ἐκείνοις τυγχάνειν, τοῖς, ὥς φασιν αὐτοί, μὴ ἔχουσι βίβλους περιεχούσας τὰ ἀπόρρητα τῆς γνώσεως καὶ παντελῆ μυστήρια. ἔχει γὰρ οὕτως ἡ λέξις· «οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσήλθετε, καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε».
4.2.4
. 4 Ἡ τοίνυν φαινομένη ἡμῖν ὁδὸς τοῦ πῶς δεῖ ἐντυγχάνειν ταῖς γραφαῖς καὶ τὸν νοῦν αὐτῶν ἐκλαμβάνειν ἐστὶ τοιαύτη, ἀπ' αὐτῶν τῶν λογίων ἐξιχνευομένη. παρὰ τῷ Σολομῶντι ἐν ταῖς Παρ οιμίαις εὑρίσκομεν τοιοῦτόν τι προστασσόμενον περὶ τῶν γεγραμμέ νων θείων δογμάτων· «καὶ σὺ δὲ ἀπόγραψαι αὐτὰ τρισσῶς ἐν βουλῇ καὶ γνώσει, τοῦ ἀποκρίνασθαι λόγους ἀληθείας τοῖς προβαλλομένοις σοι». οὐκοῦν τριχῶς ἀπογράφεσθαι δεῖ εἰς τὴν ἑαυτοῦ ψυχὴν τὰ τῶν ἁγίων γραμμάτων νοήματα· ἵνα ὁ μὲν ἁπλούστερος οἰκοδομῆται ἀπὸ τῆς οἱονεὶ σαρκὸς τῆς γραφῆς, οὕτως ὀνομαζόντων ἡμῶν τὴν πρό χειρον ἐκδοχήν, ὁ δὲ ἐπὶ ποσὸν ἀναβεβηκὼς ἀπὸ τῆς ὡσπερεὶ ψυχῆς αὐτῆς, ὁ δὲ τέλειος καὶ ὅμοιος τοῖς παρὰ τῷ ἀποστόλῳ λεγομένοις· «σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τού του οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων, ἀλλὰ λαλοῦμεν θεοῦ σοφίαν ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν», ἀπὸ «τοῦ πνευ ματικοῦ νόμου», «σκιὰν περιέχοντος τῶν μελλόντων ἀγαθῶν». ὥσπερ γὰρ ὁ ἄνθρωπος συνέστηκεν ἐκ σώματος καὶ ψυχῆς καὶ πνεύματος, τὸν αὐτὸν τρόπον καὶ ἡ οἰκονομηθεῖσα ὑπὸ θεοῦ εἰς ἀνθρώπων σωτηρίαν δοθῆναι γραφή. Διὰ τοῦτο ἡμεῖς καὶ τὸ ἐν τῷ ὑπό τινων καταφρονουμένῳ βιβλίῳ, τῷ Ποιμένι, περὶ τοῦ προστάσσεσθαι τὸν Ἑρμᾶν «δύο γράψαι βιβλία», καὶ μετὰ ταῦτα αὐτὸν «ἀναγγέλλειν τοῖς πρεσβυτέροις τῆς ἐκκλησίας» ἃ μεμάθηκεν ὑπὸ τοῦ πνεύματος, οὕτω διηγούμεθα. ἔστι δὲ ἡ λέξις αὕτη· «γράψεις δύο βιβλία, καὶ δώσεις ἓν Κλήμεντι καὶ ἓν Γραπτῇ. καὶ Γραπτὴ μὲν νουθετήσει τὰς χήρας καὶ τοὺς ὀρφανούς, Κλήμης δὲ πέμψει εἰς τὰς ἔξω πόλεις, σὺ δὲ ἀναγγελεῖς τοῖς πρεσβυτέροις τῆς ἐκκλησίας». Γραπτὴ μὲν γάρ, ἡ «νουθετοῦσα τὰς χήρας καὶ τοὺς ὀρφανούς», αὐτὸ ψιλόν ἐστι τὸ γράμμα, νουθετοῦν τοὺς παῖδας τὰς ψυχὰς καὶ μηδέπω πατέρα θεὸν ἐπιγράψασθαι δυναμένους καὶ διὰ τοῦτο «ὀρφανοὺς» καλουμένους, νουθετοῦν δὲ καὶ τὰς μηκέτι μὲν τῷ παρανόμῳ νυμφίῳ χρωμένας, «χηρευούσας» δὲ τῷ μηδέπω ἀξίας αὐτὰς τοῦ «νυμφίου» γεγονέναι. Κλήμης δέ, ὁ ἤδη τοῦ γράμματος ἐξιστάμενος, «εἰς τὰς ἔξω πόλεις» λέγεται πέμπειν τὰ λεγόμενα, ὡς εἰ λέγοιμεν τὰς ἔξω τῶν σωματικῶν καὶ τῶν κάτω νοημάτων τυγχανούσας ψυχάς. οὐκέτι δὲ διὰ γραμμάτων, ἀλλὰ διὰ ζώντων λόγων αὐτὸς ὁ μαθητὴς τοῦ πνεύματος προστάσσεται «ἀναγγέλλειν τοῖς τῆς πάσης ἐκκλησίας τοῦ θεοῦ πρεσβυτέροις» πεπολιωμένοις ὑπὸ φρονήσεως.
4.2.5
. 5 Ἀλλ' ἐπεί εἰσί τινες γραφαὶ τὸ σωματικὸν οὐδαμῶς ἔχου σαι, ὡς ἐν τοῖς ἑξῆς δείξομεν, ἔστιν ὅπου οἱονεὶ τὴν ψυχὴν καὶ τὸ πνεῦμα τῆς γραφῆς μόνα χρὴ ζητεῖν. καὶ τάχα διὰ τοῦτο αἱ «ἐπὶ καθαρισμῷ τῶν Ἰουδαίων ὑδρίαι κεῖσθαι» λεγόμεναι, ὡς ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ ἀνέγνωμεν, «χωροῦσιν ἀνὰ μετρητὰς δύο ἢ τρεῖς»· αἰνισσομένου τοῦ λόγου περὶ τῶν παρὰ τῷ ἀποστόλῳ «ἐν κρυπτῷ Ἰουδαίων», ὡς ἄρα οὗτοι καθαρίζονται διὰ τοῦ λόγου τῶν γραφῶν, ὅπου μὲν «δύο μετρητάς», τὸν ἵν' οὕτως εἴπω ψυχικὸν καὶ τὸν πνευ ματικὸν λόγον, χωρούντων, ὅπου δὲ «τρεῖς», ἐπεί τινες ἔχουσι πρὸς τοῖς προειρημένοις καὶ τὸ σωματικὸν οἰκοδομῆσαι δυνάμενον. «ἓξ» δὲ «ὑδρίαι» εὐλόγως εἰσὶ τοῖς ἐν κόσμῳ καθαριζομένοις, γεγενημένῳ ἐν ἓξ ἡμέραις, ἀριθμῷ τελείῳ.
4.2.6
. 6 Ἀπὸ μὲν οὖν τῆς πρώτης ἐκδοχῆς καὶ κατὰ τοῦτο ὠφε λούσης ὅτι ἔστιν ὄνασθαι, μαρτυρεῖ τὰ πλήθη τῶν γνησίως καὶ ἁπλούστερον πεπιστευκότων· τῆς δὲ ὡς ἂν εἰς ψυχὴν ἀναγομένης διηγήσεως παράδειγμα τὸ παρὰ τῷ Παύλῳ ἐν τῇ πρώτῃ πρὸς Κοριν θίους κείμενον. «γέγραπται γάρ·» φησιν «οὐ φιμώσεις βοῦν ἀλοῶντα». ἔπειτα διηγούμενος τοῦτον τὸν νόμον ἐπιφέρει· «μὴ τῶν βοῶν μέλει τῷ θεῷ; ἢ δι' ἡμᾶς πάντως λέγει; δι' ἡμᾶς γὰρ ἐγράφη, ὅτι ὀφείλει ἐπ' ἐλπίδι ὁ ἀροτριῶν ἀροτριᾶν καὶ ὁ ἀλοῶν ἐπ' ἐλπίδι τοῦ μετέχειν». καὶ πλεῖσται δὲ περιφερόμεναι τοῖς πλήθεσιν ἁρμόζουσαι ἑρμηνεῖαι καὶ οἰκοδομοῦσαι τοὺς ὑψηλοτέρων ἀκούειν μὴ δυναμένους τὸν αὐτόν πως ἔχουσι χαρακτῆρα. Πνευματικὴ δὲ διήγησις τῷ δυναμένῳ ἀποδεῖξαι, ποίων «ἐπου ρανίων ὑποδείγματι καὶ σκιᾷ» οἱ «κατὰ σάρκα» Ἰουδαῖοι «ἐλάτρευον», καὶ τίνων «μελλόντων ἀγαθῶν ὁ νόμος ἔχει σκιάν». καὶ ἁπαξαπλῶς ἐπὶ πάντων κατὰ τὴν ἀποστολικὴν ἐπαγγελίαν ζητητέον «σοφίαν ἐν μυ στηρίῳ τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν τῶν δικαίων, ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκε». φησὶ δέ που ὁ αὐτὸς ἀπόστολος, χρησάμενός τισι ῥητοῖς ἀπὸ τῆς Ἐξόδου καὶ τῶν Ἀριθμῶν, ὅτι «ταῦτα τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ δι' ἡμᾶς, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντηκε». καὶ ἀφορμὰς δίδωσι τοῦ τίνων ἐκεῖνα τύποι ἐτύγχανον, λέγων· «ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ δὲ πέτρα ἦν ὁ Χριστός». καὶ τὰ περὶ τῆς σκηνῆς δὲ ἐν ἑτέρᾳ ἐπιστολῇ ὑπογράφων ἐχρήσατο τῷ· «ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει». ἀλλὰ μὴν καὶ ἐν τῇ πρὸς Γαλάτας ἐπιστολῇ, οἱονεὶ ὀνειδίζων τοῖς ἀναγινώσκειν νομίζουσι τὸν νόμον καὶ μὴ συνιεῖσιν αὐτόν, μὴ συνιέναι κρίνων ἐκείνους, ὅσοι μὴ ἀλληγορίας εἶναι ἐν τοῖς γεγραμμένοις νο μίζουσι· «λέγετέ μοι» φησὶν «οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε; γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. ἀλλ' ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας διὰ τῆς ἐπαγγελίας· ἅτινά ἐστιν ἀλληγορούμενα· αὗται γάρ εἰσι δύο διαθῆκαι» καὶ τὰ ἑξῆς. παρατηρητέον γὰρ ἕκαστον τῶν εἰρημένων ὑπ' αὐτοῦ, ὅτι φησίν· «οἱ ὑπὸ νόμον θέλοντες εἶναι», οὐχὶ «οἱ ὑπὸ τὸν νόμον ὄντες», καὶ· «τὸν νόμον οὐκ ἀκούετε;» τοῦ «ἀκούειν» ἐν τῷ νοεῖν καὶ γινώσκειν κρινο μένου. καὶ ἐν τῇ πρὸς Κολασσαεῖς δὲ ἐπιστολῇ, διὰ βραχέων τὸ βούλημα τῆς πάσης ἐπιτεμνόμενος νομοθεσίας, φησί· «μὴ οὖν τις ὑμᾶς κρινέτω ἢ ἐν βρώσει ἢ ἐν πόσει ἢ ἐν μέρει ἑορτῆς ἢ νουμηνίας ἢ σαβ βάτων, ἅ ἐστι σκιὰ τῶν μελλόντων». ἔτι δὲ καὶ ἐν τῇ πρὸς Ἑβραίους περὶ τῶν ἐκ περιτομῆς διαλεγόμενος γράφει· «οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων». ἀλλ' εἰκὸς διὰ ταῦτα περὶ μὲν τῶν πέντε Μωσέως ἐπιγεγραμμένων βιβλίων μὴ ἂν διστάξαι τοὺς τὸν ἀπόστολον ἅπαξ ὡς θεῖον ἄνδρα προσιεμένους· περὶ δὲ τῆς λοιπῆς ἱστορίας βούλεσθαι μανθάνειν, εἰ κἀκείνη «τυπικῶς συνέβαινε». παρα τηρητέον δὲ ἐκ τῆς πρὸς Ῥωμαίους τό· «κατέλιπον ἐμαυτῷ ἑπτα κισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ», κείμενον ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν, ὅτι ὁ Παῦλος εἴληφεν ἀντὶ τῶν «κατ' ἐκ λογὴν» Ἰσραηλιτῶν, τῷ μὴ μόνον τὰ ἔθνη ὠφελῆσθαι ἀπὸ τῆς Χριστοῦ ἐπιδημίας ἀλλὰ καί τινας τῶν ἀπὸ τοῦ θείου γένους.
4.2.7
. 7 Τούτων οὕτως ἐχόντων τοὺς φαινομένους ἡμῖν χαρακτῆρας τῆς νοήσεως τῶν γραφῶν ὑποτυπωτέον. καὶ πρῶτόν γε τοῦτο ὑπο δεικτέον, ὅτι ὁ σκοπὸς τῷ φωτίζοντι πνεύματι προνοίᾳ θεοῦ διὰ τοῦ «ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγου» τοὺς διακόνους τῆς ἀληθείας, προφή τας καὶ ἀποστόλους, ἦν προηγουμένως μὲν ὁ περὶ τῶν ἀπορρήτων μυστηρίων τῶν κατὰ τοὺς ἀνθρώπους πραγμάτων (ἀνθρώπους δὲ νῦν λέγω τὰς χρωμένας ψυχὰς σώμασιν), ἵν' ὁ δυνάμενος διδαχθῆναι «ἐρευνήσας» καὶ «τοῖς βάθεσι» τοῦ νοῦ τῶν λέξεων ἑαυτὸν ἐπιδούς, κοι νωνὸς τῶν ὅλων τῆς βουλῆς αὐτοῦ γένηται δογμάτων. εἰς δὲ τὰ περὶ τῶν ψυχῶν, οὐκ ἄλλως δυναμένων τῆς τελειότητος τυχεῖν χωρὶς τῆς πλουσίας καὶ σοφῆς περὶ θεοῦ ἀληθείας, τὰ περὶ θεοῦ ἀναγκαίως ὡς προηγούμενα τέτακται καὶ τοῦ μονογενοῦς αὐτοῦ· ποίας ἐστὶ φύ σεως, καὶ τίνα τρόπον υἱὸς τυγχάνει θεοῦ, καὶ τίνες αἱ αἰτίαι τοῦ μέχρι σαρκὸς ἀνθρωπίνης αὐτὸν καταβεβηκέναι καὶ πάντη ἄνθρωπον ἀνειληφέναι, τίς τε καὶ ἡ τούτου ἐνέργεια, καὶ εἰς τίνας καὶ πότε γινομένη. ἀναγκαίως δὲ ὡς περὶ συγγενῶν καὶ τῶν ἄλλων λογικῶν, θειοτέρων τε καὶ ἐκπεπτωκότων τῆς μακαριότητος, καὶ τῶν αἰτίων τῆς τούτων ἐκπτώσεως, ἐχρῆν εἰς τοὺς λόγους τῆς θείας ἀνειλῆφθαι διδασκαλίας, καὶ περὶ τῆς διαφορᾶς τῶν ψυχῶν, καὶ πόθεν αἱ δια φοραὶ αὗται ἐληλύθασι, τίς τε ὁ κόσμος καὶ διὰ τί ὑπέστη, ἔτι δὲ πόθεν ἡ κακία τοσαύτη καὶ τηλικαύτη ἐστὶν ἐπὶ γῆς, καὶ εἰ μὴ μόνον ἐπὶ γῆς, ἀλλὰ καὶ ἀλλαχοῦ, ἀναγκαῖον ἡμᾶς μαθεῖν.
4.2.8
. 8 Τούτων δὴ καὶ τῶν παραπλησίων προκειμένων τῷ φωτίζοντι πνεύματι τὰς τῶν ἁγίων ὑπηρετῶν τῆς ἀληθείας ψυχάς, δεύτερος ἦν σκοπὸς διὰ τοὺς μὴ δυναμένους τὸν κάματον ἐνεγκεῖν ὑπὲρ τοῦ τὰ τηλικαῦτα εὑρεῖν, κρύψαι τὸν περὶ τῶν προειρημένων λόγον ἐν λέξεσιν ἐμφαινούσαις διήγησιν περιέχουσαν ἀπαγγελίαν τὴν περὶ τῶν αἰσθητῶν δημιουργημάτων καὶ ἀνθρώπου κτίσεως καὶ τῶν ἐκ τῶν πρώτων κατὰ διαδοχὴν μέχρι πολλῶν γεγενημένων, καὶ ἄλλαις ἱστο ρίαις ἀπαγγελλούσαις δικαίων πράξεις καὶ τῶν αὐτῶν τούτων ποτὲ γενόμενα ἁμαρτήματα ὡς ἀνθρώπων καὶ ἀνόμων καὶ ἀσεβῶν πονη ρίας καὶ ἀκολασίας καὶ πλεονεξίας. παραδοξότατα δέ, διὰ ἱστορίας τῆς περὶ πολέμων καὶ νενικηκότων καὶ νενικημένων τινὰ τῶν ἀπορ ρήτων τοῖς ταῦτα βασανίζειν δυναμένοις σαφηνίζεται. καὶ ἔτι θαυ μασιώτερον, διὰ γραπτῆς νομοθεσίας οἱ τῆς ἀληθείας νόμοι προ φητεύονται, μετὰ ἀληθῶς πρεπούσης θεοῦ σοφίᾳ δυνάμεως πάντων τούτων εἱρμῷ ἀναγεγραμμένων. προέκειτο γὰρ καὶ τὸ ἔνδυμα τῶν πνευματικῶν, λέγω δὲ τὸ σωματικὸν τῶν γραφῶν, ἐν πολλοῖς ποιῆσαι οὐκ ἀνωφελὲς δυνάμενόν τε τοὺς πολλούς, ὡς χωροῦσι, βελτιοῦν.
4.2.9
. 9 Ἀλλ' ἐπείπερ, εἰ δι' ὅλων σαφῶς τὸ τῆς νομοθεσίας χρή σιμον αὐτόθεν ἐφαίνετο καὶ τὸ τῆς ἱστορίας ἀκόλουθον καὶ γλα φυρόν, ἠπιστήσαμεν ἂν ἄλλο τι παρὰ τὸ πρόχειρον νοεῖσθαι δύνασθαι ἐν ταῖς γραφαῖς, ᾠκονόμησέ τινα οἱονεὶ «σκάνδαλα» καὶ «προσκόμματα» καὶ «ἀδύνατα» διὰ μέσου ἐγκαταταχθῆναι τῷ νόμῳ καὶ τῇ ἱστορίᾳ ὁ τοῦ θεοῦ λόγος, ἵνα μὴ πάντη ὑπὸ τῆς λέξεως ἑλκόμενοι τὸ ἀγωγὸν ἄκρατον ἐχούσης, ἤτοι ὡς μηδὲν ἄξιον θεοῦ μανθάνοντες, τέλεον ἀποστῶμεν τῶν δογμάτων, ἢ μὴ κινούμενοι ἀπὸ τοῦ γράμματος μηδὲν θειότερον μάθωμεν. χρὴ δὲ καὶ τοῦτο εἰδέναι, ὅτι τοῦ προηγου μένου σκοποῦ τυγχάνοντος τὸν ἐν τοῖς πνευματικοῖς εἱρμὸν ἀπαγ γεῖλαι γεγενημένοις καὶ πρακτέοις, ὅπου μὲν εὗρε γενόμενα κατὰ τὴν ἱστορίαν ὁ λόγος ἐφαρμόσαι δυνάμενα τοῖς μυστικοῖς τούτοις, ἐχρή σατο ἀποκρύπτων ἀπὸ τῶν πολλῶν τὸν βαθύτερον νοῦν· ὅπου δὲ ἐν τῇ διηγήσει τῆς περὶ τῶν νοητῶν ἀκολουθίας οὐχ εἵπετο ἡ τῶνδέ τινων πρᾶξις ἡ προαναγεγραμμένη διὰ τὰ μυστικώτερα, συνύφηνεν ἡ γραφὴ τῇ ἱστορίᾳ τὸ μὴ γενόμενον, πῇ μὲν μηδὲ δυνατὸν γενέσθαι, πῇ δὲ δυνατὸν μὲν γενέσθαι, οὐ μὴν γεγενημένον, καὶ ἔσθ' ὅτε μὲν ὀλίγαι λέξεις παρεμβεβλημέναι εἰσὶ κατὰ τὸ σῶμα οὐκ ἀληθευόμεναι, ἔσθ' ὅτε δὲ πλείονες. τὸ δ' ἀνάλογον καὶ ἐπὶ τῆς νομοθεσίας ἐκλη πτέον, ἐν ᾗ ἔστι πλεονάκις εὑρεῖν καὶ τὸ αὐτόθεν χρήσιμον, πρὸς τοὺς καιροὺς τῆς νομοθεσίας ἁρμόζον· ἐνίοτε δὲ λόγος χρήσιμος οὐκ ἐμφαίνεται. καὶ ἄλλοτε καὶ ἀδύνατα νομοθετεῖται διὰ τοὺς ἐντρε χεστέρους καὶ ζητητικωτέρους, ἵνα τῇ βασάνῳ τῆς ἐξετάσεως τῶν γεγραμμένων ἐπιδιδόντες ἑαυτοὺς πεῖσμα ἀξιόλογον λάβωσι περὶ τοῦ δεῖν τοῦ θεοῦ ἄξιον νοῦν εἰς τὰ τοιαῦτα ζητεῖν. οὐ μόνον δὲ περὶ τῶν πρὸ τῆς παρουσίας ταῦτα τὸ πνεῦμα ᾠκονόμησεν, ἀλλὰ γὰρ ἅτε τὸ αὐτὸ τυγχάνον καὶ ἀπὸ τοῦ ἑνὸς θεοῦ, τὸ ὅμοιον καὶ ἐπὶ τῶν εὐαγγελίων πεποίηκε καὶ ἐπὶ τῶν ἀποστόλων, οὐδὲ τούτων πάντη ἄκρατον τὴν ἱστορίαν τῶν προσυφασμένων κατὰ τὸ σωματικὸν ἐχόντων μὴ γεγενημένων, οὐδὲ τὴν νομοθεσίαν καὶ τὰς ἐντολὰς πάντως τὸ εὔλογον ἐντεῦθεν ἐμφαίνοντα. Τίς ὁ τῆς ἐν τῇ θείᾳ γραφῇ ἀσαφείας λόγος καὶ τοῦ κατὰ τὸ ῥητὸν ἔν τισιν ἀδυνάτου ἢ ἀλόγου
4.3.1
. 1 Τίς γοῦν νοῦν ἔχων οἰήσεται «πρώτην καὶ δευτέραν καὶ τρίτην ἡμέραν ἑσπέραν τε καὶ πρωΐαν» χωρὶς ἡλίου γεγονέναι καὶ σελήνης καὶ ἀστέρων; τὴν δὲ οἱονεὶ πρώτην καὶ χωρὶς οὐρανοῦ; τίς δ' οὕτως ἠλίθιος ὡς οἰηθῆναι τρόπον ἀνθρώπου γεωργοῦ τὸν θεὸν «πεφυτευκέναι παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς», καὶ «ξύλον ζωῆς» ἐν αὐτῷ πεποιηκέναι ὁρατὸν καὶ αἰσθητόν, ὥστε διὰ τῶν σωματικῶν ὀδόντων γευσάμενον τοῦ καρποῦ τὸ ζῆν ἀναλαμβάνειν· καὶ πάλιν «καλοῦ καὶ πονηροῦ» μετέχειν τινὰ παρὰ τὸ μεμασῆσθαι τὸ ἀπὸ τοῦδε τοῦ ξύλου λαμβανόμενον; ἐὰν δὲ καὶ «θεὸς τὸ δειλινὸν ἐν τῷ παραδείσῳ περιπατεῖν» λέγηται καὶ «ὁ Ἀδὰμ ὑπὸ τὸ ξύλον κρύπτεσθαι», οὐκ οἶμαι διστάξειν τινὰ περὶ τοῦ αὐτὰ τροπικῶς διὰ δοκούσης ἱστορίας καὶ οὐ σωματικῶς γεγενημένης μηνύειν τινὰ μυστήρια. ἀλλὰ καὶ «Κάιν ἐξερχόμενος ἀπὸ προσώπου τοῦ θεοῦ» σαφῶς τοῖς ἐπιστήσασι φαίνεται κινεῖν τὸν ἐντυγχάνοντα ζητεῖν, «πρόσωπον θεοῦ» καὶ τὸ «ἐξέρχεσθαί» τινα ἀπ' αὐτοῦ. καὶ τί δεῖ πλείω λέγειν, τῶν μὴ πάνυ ἀμβλέων μυρία ὅσα τοιαῦτα δυναμένων συναγαγεῖν, ἀναγεγραμμένα μὲν ὡς γεγονότα, οὐ γεγενημένα δὲ κατὰ τὴν λέξιν; ἀλλὰ καὶ τὰ εὐαγγέλια δὲ τοῦ αὐτοῦ εἴδους τῶν λόγων πεπλήρωται, «εἰς ὑψηλὸν ὄρος» τὸν Ἰησοῦν ἀναβιβάζοντος τοῦ διαβόλου, ἵν' ἐκεῖθεν αὐτῷ «δείξῃ τοῦ παντὸς κόσμου τὰς βασιλείας καὶ τὴν δόξαν αὐτῶν». τίς γὰρ οὐκ ἂν τῶν μὴ παρέργως ἀναγινωσκόντων τὰ τοιαῦτα καταγινώσκοι τῶν οἰομένων τῷ τῆς σαρκὸς ὀφθαλμῷ, δεηθέντι ὕψους ὑπὲρ τοῦ κατανοηθῆναι δύνασθαι τὰ κατωτέρω καὶ ὑποκείμενα, ἑωρᾶσθαι τὴν Περσῶν καὶ Σκυθῶν καὶ Ἰνδῶν καὶ Παρθυαίων βασιλείαν, καὶ ὡς δοξάζονται παρὰ ἀνθρώποις οἱ βασιλεύοντες; παραπλησίως δὲ τούτοις καὶ ἄλλα μυρία ἀπὸ τῶν εὐαγγελίων ἔνεστι τὸν ἀκριβοῦντα τηρῆσαι ὑπὲρ τοῦ συγκαταθέσθαι συνυφαίνεσθαι ταῖς κατὰ τὸ ῥητὸν γεγενημέναις ἱστορίαις ἕτερα μὴ συμβεβηκότα.
4.3.2
. 2 Ἐὰν δὲ καὶ ἐπὶ τὴν νομοθεσίαν ἔλθωμεν τὴν Μωσέως, πολλοὶ τῶν νόμων, τὸ ὅσον ἐπὶ τῷ καθ' ἑαυτοὺς τηρεῖσθαι, τὸ ἄλογον ἐμφαίνουσιν, ἕτεροι δὲ τὸ ἀδύνατον. τὸ μὲν ἄλογον, γῦπες ἐσθίεσθαι ἀπαγορευόμενοι, οὐδενὸς οὐδὲ ἐν τοῖς μεγίστοις λιμοῖς ἐκβιασθέντος ὑπὸ τῆς ἐνδείας ἐπὶ τοῦτο τὸ ζῷον φθάσαι· καὶ «ὀκταήμερα παιδία ἀπερίτμητα ἐξολοθρεύεσθαι ἐκ τοῦ γένους αὐτῶν» κελευόμενα, δέον, εἰ ὅλως ἐχρῆν τι περὶ τούτων κατὰ τὸ ῥητὸν νενομοθετῆσθαι, τοὺς πατέρας αὐτῶν κελεύεσθαι ἀναιρεῖσθαι ἢ τοὺς παρ' οἷς τρέφονται· νῦν δέ φησιν ἡ γραφή· «ἀπερίτμητος πᾶς ἄρρην, ὃς οὐ περιτμηθήσεται τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐξολοθρευθήσεται ἐκ τοῦ γένους αὐτοῦ». εἰ δὲ καὶ ἀδύνατα νομοθετούμενα βούλεσθε ἰδεῖν, ἐπισκεψώμεθα ὅτι τραγέλαφος μὲν τῶν ἀδυνάτων ὑποστῆναι ζῷον τυγχάνει, ὃν ὡς καθαρὸν κελεύει Μωσῆς ἡμᾶς προσφέρεσθαι· γρὺψ δὲ οὐχ ἱστόρηταί ποτε ὑποχείριος ἀνθρώπῳ γεγονέναι, ὃν ἀπαγορεύει ἐσθίεσθαι ὁ νομοθέτης. ἀλλὰ καὶ τὸ διαβόητον σάββατον τῷ ἀκριβοῦντι τό· «καθήσεσθε ἕκαστος εἰς τοὺς οἴκους ὑμῶν· μηδεὶς ὑμῶν ἐκπορευέσθω ἐκ τοῦ τόπου αὐτοῦ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ» ἀδύνατόν ἐστι φυλαχθῆναι κατὰ τὴν λέξιν, οὐδενὸς ζῴου δυναμένου δι' ὅλης καθέζεσθαι τῆς ἡμέρας καὶ ἀκινητεῖν ἀπὸ τοῦ καθέζεσθαι. διόπερ τινὰ μὲν οἱ ἐκ περιτομῆς καὶ ὅσοι θέλουσι πλέον τῆς λέξεως δηλοῦσθαι μηδὲν οὐδὲ τὴν ἀρχὴν ζητοῦσιν, ὥσπερ τὰ περὶ τραγελάφου καὶ γρυπὸς καὶ γυπός, εἴς τινα δὲ φλυαροῦσιν εὑρησιλογοῦντες, ψυχρὰς παραδόσεις φέροντες, ὥσπερ καὶ περὶ τοῦ σαββάτου, φάσκοντες τόπον ἑκάστου εἶναι δισχιλίους πήχεις, ἄλλοι δέ, ὧν ἐστι Δοσίθεος ὁ Σαμαρεύς, καταγινώσκοντες τῆς τοιαύτης διηγήσεως οἴονται ἐπὶ τοῦ σχήματος, οὗ ἂν καταληφθῇ τις ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου, μένειν μέχρις ἑσπέρας. ἀλλὰ καὶ τὸ «μὴ αἴρειν βάσταγμα ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου» ἀδύνατον· διόπερ εἰς ἀπεραντολογίαν οἱ τῶν Ἰουδαίων διδάσκαλοι ἐληλύθασι, φάσκοντες «βάσταγμα» μὲν εἶναι τὸ τοιόνδε ὑπόδημα, οὐ μὴν καὶ τὸ τοιόνδε, καὶ τὸ ἥλους ἔχον σανδάλιον, οὐ μὴν καὶ τὸ ἀνήλωτον, καὶ τὸ οὑτωσὶ ἐπὶ τοῦ ὤμου φορούμενον, οὐ μὴν καὶ ἐπὶ τῶν δύο ὤμων.
4.3.3
. 3 Εἰ δὲ καὶ ἐπὶ τὸ εὐαγγέλιον ἐλθόντες τὰ ὅμοια ζητήσαιμεν, τί ἂν εἴη ἀλογώτερον τοῦ· «μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε», ὅπερ ἐντέλλεσθαι νομίζουσιν οἱ ἀκέραιοι τὸν σωτῆρα τοῖς ἀποστόλοις; ἀλλὰ καὶ «δεξιὰ σιαγὼν τύπτεσθαι» λεγομένη ἀπιθανωτάτη ἐστί, παντὸς τοῦ τύπτοντος, εἰ μὴ ἄρα πεπονθώς τι παρὰ φύσιν τυγχάνει, τῇ δεξιᾷ χειρὶ τύπτοντος τὴν ἀριστερὰν σιαγόνα. ἀδύνατον δὲ ἀπὸ τοῦ εὐαγγελίου ἐστὶ λαβεῖν «ὀφθαλμὸν δεξιὸν σκανδαλίζοντα»· ἵνα γὰρ χαρισώμεθα τὸ δύνασθαι ἐκ τοῦ ὁρᾶν «σκανδαλίζεσθαί» τινα, πῶς τῶν δύο ὀφθαλμῶν ὁρώντων τὴν αἰτίαν ἀνενεκτέον ἐπὶ τὸν δεξιόν; τίς δὲ καὶ καταγνοὺς ἑαυτοῦ ἐν τῷ ἑωρακέναι «γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι», ἀναφέρων τὴν αἰτίαν ἐπὶ μόνον τὸν «δεξιὸν ὀφθαλμόν», εὐλόγως ἂν τοῦτον «ἀποβάλοι»; ἀλλὰ καὶ ὁ ἀπόστολος νομοθετεῖ λέγων· «περιτετμημένος τις ἐκλήθη; μὴ ἐπισπάσθω». πρῶτον μὲν ὁ βουλόμενος ὄψεται ὅτι παρὰ τὴν προκειμένην αὐτῷ ὁμιλίαν ταῦτά φησι· πῶς γὰρ περὶ γάμου καὶ ἁγνείας νομοθετῶν οὐ δόξει ταῦτα εἰκῆ παρεμβεβληκέναι; δεύτερον δὲ τίς ἐρεῖ ἀδικεῖν τόν, εἰ δυνατόν, διὰ τὴν παρὰ τοῖς πολλοῖς νομιζομένην ἀσχημοσύνην ἐπὶ τῷ περιτετμῆσθαι, ἐπιδιδόντα ἑαυτὸν τῷ ἐπισπάσασθαι;
4.3.4
. 4 Ταῦτα δὲ ἡμῖν πάντα εἴρηται ὑπὲρ τοῦ δεῖξαι ὅτι σκοπὸς τῇ δωρουμένῃ ἡμῖν θείᾳ δυνάμει τὰς ἱερὰς γραφάς ἐστιν οὐχὶ τὰ ὑπὸ τῆς λέξεως παριστάμενα μόνα ἐκλαμβάνειν, ἐνίοτε τούτων ὅσον ἐπὶ τῷ ῥητῷ οὐκ ἀληθῶν ἀλλὰ καὶ ἀλόγων καὶ ἀδυνάτων τυγχανόντων, καὶ ὅτι προσύφανταί τινα τῇ γενομένῃ ἱστορίᾳ καὶ τῇ κατὰ τὸ ῥητὸν χρησίμῳ νομοθεσίᾳ. ἵνα δὲ μὴ ὑπολάβῃ τις ἡμᾶς ἐπὶ πάντων τοῦτο λέγειν, ὅτι οὐδεμία ἱστορία γέγονεν, ἐπεί τις οὐ γέγονε, καὶ οὐδεμία νομοθεσία κατὰ τὸ ῥητὸν τηρητέα ἐστίν, ἐπεί τις κατὰ τὴν λέξιν ἄλογος τυγχάνει ἢ ἀδύνατος, ἢ ὅτι τὰ περὶ τοῦ σωτῆρος γεγραμμένα κατὰ τὸ αἰσθητὸν οὐκ ἀληθεύεται, ἢ ὅτι οὐδεμίαν νομοθεσίαν αὐτοῦ καὶ ἐντολὴν φυλακτέον· λεκτέον ὅτι σαφῶς ἡμῖν παρίσταται περί τινων τὸ τῆς ἱστορίας εἶναι ἀληθές, ὡς ὅτι Ἀβραὰμ ἐν τῷ διπλῷ σπηλαίῳ ἐτάφη ἐν Χεβρὼν καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ ἑκάστου τούτων μία γυνή, καὶ ὅτι Σίκιμα μερὶς δέδοται τῷ Ἰωσήφ, καὶ Ἰερουσαλὴμ μητρόπολίς ἐστι τῆς Ἰουδαίας, ἐν ᾗ ᾠκοδόμητο ὑπὸ Σολομῶντος ναὸς θεοῦ, καὶ ἄλλα μυρία. πολλῷ γὰρ πλείονά ἐστι τὰ κατὰ τὴν ἱστορίαν ἀληθευόμενα τῶν προσυφανθέντων γυμνῶν πνευματικῶν. πάλιν τε αὖ τίς οὐκ ἂν εἴποι τὴν λέγουσαν ἐντολήν· «τίμα τὸν πατέρα καὶ τὴν μητέρα, ἵνα εὖ γένηταί σοι», χωρὶς πάσης ἀναγωγῆς χρησίμην τυγχάνειν καὶ τηρητέαν γε, καὶ τοῦ ἀποστόλου Παύλου χρησαμένου αὐτῇ αὐτολεξεί; τί δὲ δεῖ λέγειν περὶ τοῦ· «οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις»; καὶ πάλιν ἐν τῷ εὐαγγελίῳ ἐντολαί εἰσι γεγραμμέναι οὐ ζητούμεναι, πότερον αὐτὰς κατὰ τὴν λέξιν τηρητέον ἢ οὔ, ὡς ἡ φάσκουσα· «ἐγὼ δὲ λέγω ὑμῖν, ὃς ἐὰν ὀργισθῇ τῷ ἀδελφῷ αὐτοῦ» καὶ τὰ ἑξῆς, καί· «ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως». καὶ παρὰ τῷ ἀποστόλῳ τὸ ῥητὸν τηρητέον· «νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας», εἰ καὶ παρὰ τοῖς φιλοτιμοτέροις δύναται σώζειν ἕκαστον αὐτῶν, μετὰ τοῦ μὴ ἀθετεῖσθαι τὴν κατὰ τὸ ῥητὸν ἐντολήν, «βάθη σοφίας θεοῦ».
4.3.5
. 5 Ὁ μέντοι γε ἀκριβὴς ἐπί τινων περιελκυσθήσεται, χωρὶς πολλῆς βασάνου μὴ δυνάμενος ἀποφήνασθαι, πότερον ἥδε ἡ νομιζομένη ἱστορία γέγονε κατὰ τὴν λέξιν ἢ οὔ, καὶ τῆσδε τῆς νομοθεσίας τὸ ῥητὸν τηρητέον ἢ οὔ. διὰ τοῦτο δεῖ ἀκριβῶς τὸν ἐντυγχάνοντα τηροῦντα τὸ τοῦ σωτῆρος πρόσταγμα τὸ λέγον· «ἐρευνᾶτε τὰς γραφάς» ἐπιμελῶς βασανίζειν, πῇ τὸ κατὰ τὴν λέξιν ἀληθές ἐστι καὶ πῇ ἀδύνατον, καὶ ὅση δύναμις ἐξιχνεύειν ἀπὸ τῶν ὁμοίων φωνῶν τὸν πανταχοῦ διεσπαρμένον τῆς γραφῆς νοῦν τοῦ κατὰ τὴν λέξιν ἀδυνάτου. ἐπεὶ τοίνυν, ὡς σαφὲς ἔσται τοῖς ἐντυγχάνουσιν, ἀδύνατος μὲν ὁ ὡς πρὸς τὸ ῥητὸν εἱρμός, οὐκ ἀδύνατος δὲ ἀλλὰ καὶ ἀληθὴς ὁ προηγούμενος, ὅλον τὸν νοῦν φιλοτιμητέον καταλαμβάνειν, συνείροντα τὸν περὶ τῶν κατὰ τὴν λέξιν ἀδυνάτων λόγον νοητῶς τοῖς οὐ μόνον οὐκ ἀδυνάτοις ἀλλὰ καὶ ἀληθέσι κατὰ τὴν ἱστορίαν, συναλληγορουμένοις τοῖς ὅσον ἐπὶ τῇ λέξει μὴ γεγενημένοις. διακείμεθα γὰρ ἡμεῖς περὶ πάσης τῆς θείας γραφῆς, ὅτι πᾶσα μὲν ἔχει τὸ πνευματικόν, οὐ πᾶσα δὲ τὸ σωματικόν· πολλαχοῦ γὰρ ἐλέγχεται ἀδύνατον ὂν τὸ σωματικόν. Διόπερ πολλὴν προσοχὴν συνεισακτέον τῷ εὐλαβῶς ἐντυγχάνοντι ὡς θείοις γράμμασι ταῖς θείαις βίβλοις, ὧν ὁ χαρακτὴρ τῆς νοήσεως τοιοῦτος ἡμῖν φαίνεται· 4.
4.3.6
. 7 Καὶ ἵνα μὴ ἐπιδιατρίβωμεν τῷ λόγῳ τῷ περὶ τοῦ «ἐν κρυπτῷ Ἰουδαίου» καὶ τῷ περὶ «τοῦ ἔσω ἀνθρώπου» Ἰσραηλίτου, καὶ τούτων αὐτάρκων ὄντων τοῖς μὴ ἀκέντροις, ἐπὶ τὸ προκείμενον ἐπανερχόμεθα καί φαμεν τὸν Ἰακὼβ πατέρα εἶναι τῶν δώδεκα πατριαρχῶν, κἀκείνους τῶν δημάρχων, καὶ ἔτι ἐκείνους τῶν ἑξῆς Ἰσραηλιτῶν. ἆρ' οὖν οἱ μὲν σωματικοὶ Ἰσραηλῖται τὴν ἀναγωγὴν ἔχουσιν ἐπὶ τοὺς δημάρχους, καὶ οἱ δήμαρχοι πρὸς τοὺς πατριάρχας, οἱ δὲ πατριάρχαι πρὸς τὸν Ἰακὼβ καὶ τοὺς ἔτι ἀνωτέρω· οἱ δὲ νοητοὶ Ἰσραηλῖται, ὧν τύπος ἦσαν οἱ σωματικοί, οὐχὶ ἐκ δήμων εἰσί, τῶν δήμων ἐκ φυλῶν ἐληλυθότων, καὶ τῶν φυλῶν ἀπὸ ἑνός τινος, γένεσιν οὐ τοιαύτην σωματικὴν ἔχοντος ἀλλὰ τὴν κρείττονα, γεγενημένου κἀκείνου ἐκ τοῦ Ἰσαάκ, καταβεβηκότος κἀκείνου ἐκ τοῦ Ἀβραάμ, πάντων ἀναγομένων ἐπὶ τὸν Ἀδάμ, ὃν ὁ ἀπόστολος εἶναί φησι τὸν Χριστόν; πᾶσα γὰρ ἀρχὴ πατριῶν τῶν ὡς πρὸς τὸν τῶν ὅλων θεὸν κατωτέρω ἀπὸ Χριστοῦ ἤρξατο τοῦ μετὰ τὸν τῶν ὅλων θεὸν καὶ πατέρα οὕτω πατρὸς ὄντος πάσης ψυχῆς, ὡς ὁ Ἀδὰμ πατήρ ἐστι πάντων τῶν ἀνθρώπων. εἰ δὲ καὶ ἡ Εὔα ἐπιτέτευκται τῷ Παύλῳ εἰς τὴν ἐκκλησίαν ἀναγομένη, οὐ θαυμαστόν, τοῦ Κάιν ἐκ τῆς Εὔας γεγενημένου καὶ πάντων τῶν ἑξῆς τὴν ἀναγωγὴν ἐχόντων ἐπὶ τὴν Εὔαν, ἐκπτώματα τῆς ἐκκλησίας τυγχάνειν, πάντων ἀπὸ τῆς ἐκκλησίας προηγουμένῳ λόγῳ γεγενημένων.
4.3.7
. 8 Εἰ δὲ πληκτικά ἐστι τὰ περὶ τοῦ Ἰσραὴλ καὶ τῶν φυλῶν καὶ τῶν δήμων αὐτοῦ ἡμῖν εἰρημένα, ἐπὰν φάσκῃ ὁ σωτήρ· «οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ», οὐκ ἐκλαμβάνομεν ταῦτα ὡς οἱ πτωχοὶ τῇ διανοίᾳ Ἐβιωναῖοι, τῆς πτωχείας τῆς διανοίας ἐπώνυμοι («ἐβίων» γὰρ ὁ πτωχὸς παρ' Ἑβραίοις ὀνομάζεται), ὥστε ὑπολαβεῖν ἐπὶ τοὺς σαρκίνους Ἰσραηλίτας προηγουμένως τὸν Χριστὸν ἐπιδεδημηκέναι. «οὐ» γὰρ «τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ θεοῦ». πάλιν ὁ ἀπόστολος περὶ τῆς Ἱερουσαλὴμ τοιαῦτά τινα διδάσκει, ὅτι «ἡ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ ἡμῶν». καὶ ἐν ἄλλῃ ἐπιστολῇ· «ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς». εἰ τοίνυν ἐστὶν ἐν ψυχῶν γένει ὁ Ἰσραήλ, καὶ ἐν οὐρανῷ τις πόλις Ἱερουσαλήμ, ἀκολουθεῖ τὰς πόλεις Ἰσραὴλ μητροπόλει χρῆσθαι τῇ ἐν οὐρανοῖς Ἱερουσαλὴμ καὶ ἀκολούθως τῇ πάσῃ Ἰουδαίᾳ. ὅσα τοιγαροῦν προφητεύεται περὶ Ἱερουσαλὴμ καὶ λέγεται περὶ αὐτῆς, εἰ† θεοῦ ὡς θεοῦ† ἀκούωμεν καὶ σοφίαν φθεγγομένου, περὶ τῆς ἐπουρανίου πόλεως καὶ παντὸς τοῦ τόπου τοῦ περιεκτικοῦ τῶν πόλεων τῆς ἁγίας γῆς νοητέον τὰς γραφὰς ἀπαγγέλλειν. τάχα γὰρ ὁ σωτὴρ ἐπ' ἐκείνας ἡμᾶς ἀνάγων τὰς πόλεις, τοῖς εὐδοκιμήσασιν ἐν τῷ τὰς μνᾶς καλῶς ᾠκονομηκέναι ἐπιστασίαν δίδωσι «δέκα» ἢ «πέντε πόλεων».
4.3.8
. 9 Εἰ τοίνυν αἱ προφητεῖαι αἱ περὶ Ἰουδαίας καὶ περὶ Ἱερουσαλὴμ καὶ Ἰσραὴλ καὶ Ἰούδα καὶ Ἰακώβ, μὴ σαρκίνως ἡμῶν ἐκλαμβανόντων ταῦτα, μυστήρια τοιάδε τινὰ ὑποβάλλουσιν, ἀκόλουθον ἂν εἴη καὶ τὰς προφητείας τὰς περὶ Αἰγύπτου καὶ Αἰγυπτίων καὶ Βαβυλῶνος καὶ Βαβυλωνίων καὶ Τύρου καὶ Τυρίων καὶ Σιδῶνος καὶ Σιδωνίων ἢ τῶν λοιπῶν ἐθνῶν, μὴ μόνον περὶ τῶν σωματικῶν τούτων Αἰγυπτίων καὶ Βαβυλωνίων καὶ Τυρίων καὶ Σιδωνίων προφητεύειν. εἰ γὰρ Ἰσραηλῖται νοητοί, ἀκόλουθον καὶ Αἰγυπτίους εἶναι νοητοὺς καὶ Βαβυλωνίους. οὐδὲ γὰρ πάνυ ἁρμόζει τὰ ἐν τῷ Ἰεζεκιὴλ λεγόμενα περὶ Φαραὼ βασιλέως Αἰγύπτου ἀνθρώπου τινὸς ἄρξαντος ἢ ἄρξοντος τῆς Αἰγύπτου λέγεσθαι, ὡς δῆλον ἔσται τοῖς παρατηρουμένοις. ὁμοίως τὰ περὶ τοῦ ἄρχοντος Τύρου οὐ δύναται νοεῖσθαι περί τινος ἀνθρώπου ἄρξοντος τῆς Τύρου. καὶ τὰ περὶ τοῦ Ναβουχοδονόσορ πολλαχοῦ λεγόμενα καὶ μάλιστα ἐν τῷ Ἡσαΐᾳ οὐχ οἷόν τε ἐκλαβεῖν περὶ τοῦ ἀνθρώπου ἐκείνου· οὔτε γὰρ «ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ», οὔτε «ἑωσφόρος» ἦν, οὐδὲ «πρωῒ ἀνέτελλεν» ἐπὶ τὴν γῆν ὁ Ναβουχοδονόσορ ὁ ἄνθρωπος. οὐ μὴν οὐδὲ τὰ λεγόμενα ἐν τῷ Ἰεζεκιὴλ περὶ Αἰγύπτου, ὡς «τεσσαράκοντα ἔτεσιν ἐρημωθησομένης», ὥστε «πόδα ἀνθρώπου» μὴ εὑρεθῆναι ἐκεῖ, καὶ ὡς ἐπὶ τοσοῦτον πολεμηθησομένης ποτέ, ὥστε δι' ὅλης αὐτῆς τὸ αἷμα γενέσθαι μέχρι τῶν γονάτων, νοῦν τις ἔχων ἐκλήψεται περὶ τῆς παρακειμένης Αἰγύπτου τοῖς τὰ σώματα ὑπὸ ἡλίου μεμελανισμένοις Αἰθίοψι. 4.

Intertext edge

Open linked passage

Note