Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistula ad ignotum
OrigenesIgno 1 · pg-scrape-grcMore by Origenes
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/origenes" aria-label="More works by Origenes"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1
Epistula ad ignotum (Fabianum Romanum) «Ὁ ἱερὸς καὶ θεῷ γνησίως ἀνακείμενος Ἀμβρόσιος πολλὰ προσαγορεύει σε· ὅστις νομίζων με φιλόπονον εἶναι καὶ πάνυ διψᾶν τοῦ θείου λόγου ἤλεγξε τῇ ἰδίᾳ φιλοπονίᾳ τῷ πρὸς τὰ ἅγια μαθήματα ἔρωτι· ὅθεν ἐπὶ τοσοῦτόν με παρελήλυθεν, ὥστε κινδυνεύειν ἀπαυδᾶν πρὸς τὰς αὐτοῦ προτάσεις. Οὔτε γὰρ δειπνῆσαι ἔστιν ὅτι μὴ ἀντιβάλλοντα, οὔτε δειπνήσαντα ἔξεστι περιπατῆσαι καὶ διαναπαῦσαι τὸ σωμάτιον, ἀλλὰ καὶ ἐν τοῖς καιροῖς ἐκείνοις φιλολογεῖν καὶ ἀκριβοῦν τὰ ἀντίγραφα ἀναγκαζόμεθα, οὔτε μὴν ὅλην ἐπὶ θεραπείᾳ τοῦ σώματος τὴν νύκτα ἔξεστιν ἡμῖν κοιμᾶσθαι, ἐπὶ πολὺ τῆς ἑσπέρας τῆς φιλολογίας παρατεινούνης· ἐῶ δὲ λέγειν καὶ τὰ ἕωθεν μέχρι τῆς ἐννάτης ἔσθ' ὅτε καὶ δεκάτης ὥρας· πάντες γὰρ οἱ θέλοντες φιλοπονεῖν τοὺς καιροὺς τούτους τῇ ἐξετάσει τῶν θείων λογίων καὶ ταῖς ἀναγνώσεσιν ἀνατιθέασι.

Intertext edge

Open linked passage

Note