Exhortatio ad martyrium
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/origenes" aria-label="More works by Origenes">
—
⋯
Original / primary: Pg Scrape Grc
14.1
Καὶ ἐπέκεινα οὖν τις προμαρτύρων πλεῖόν τι παρὰ πολλοὺς μάρτυρας ἐχόντων τὸ ἐν Χριστῷ φιλομαθὲς τάχιον ἀναβήσεται. σοὶ δὲ, ἱερὲ Ἀμβρόσιε, ἐνιδόντι ἐξητασμένως εὐαγγελικῇ φωνῇ πάρεστιν ἰδεῖν, ὡς ἄρα τάχα ἢ οὐδεὶς τῶν πώποτε ἢ πάνυ ὀλίγοι χύσεως μα καρισμοῦ ἐπιτεύξονται ἐξαιρέτου τινὸς καὶ πλείονος· ἐν ὁποίῳ ἔσῃ καὶ σὺ, εἰ τὸν ἀγῶνα ἀδιστάκτως διανήξαιο. τὰ δὲ ῥήματα οὕτως ἔχει· ὁ Πέτρος εἶπέ ποτε τῷ σωτῆρι· «ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠ κολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς» (δη λονότι τοῖς ἀποστόλοις)· «ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαν τές μοι ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ θεὸς ἐπὶ θρόνου δόξης αὐτοῦ, καθήσεσθε καὶ αὐτοὶ ἐπὶ θρόνους δώδεκα κρίνοντες τὰς δώ δεκα φυλὰς τοῦ Ἰσραήλ. καὶ πᾶς ὅστις ἀφῆκεν ἀδελφοὺς ἢ ἀδελφὰς ἢ γονεῖς ἢ τέκνα ἢ ἀγροὺς ἢ οἰκίας ἕνεκεν τοῦ ὀνόματός μου, πολ λαπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει». τούτων δὲ ἕνεκεν τῶν ῥητῶν ηὐξάμην ἂν τοσαῦτα κτησάμενος ἐπὶ γῆς, ὁπόσα ἔχεις, ἢ καὶ τούτων πλείονα γενέσθαι μάρτυς ἐν Χριστῷ τῷ θεῷ, ἵνα «πολλαπλασίονα» λάβω ἢ, ὡς ὁ Μάρκος φησὶν, «ἑκατονταπλα σίονα·» πολλῷ πλείονά ἐστιν ὀλίγων, ὁποῖα καταλείψομεν, ἐὰν ἐπὶ μαρτύριον κληθῶμεν, ἑκατονταπλασιαζομένων. τούτου δὲ ἕνεκεν εἰ μαρτυρῶ, ἐβουλόμην καὶ τέκνα καταλιπεῖν μετὰ ἀγρῶν καὶ οἰκιῶν, ἵνα καὶ παρὰ τῷ θεῷ καὶ πατρὶ τοῦ κυ ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, «ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται», πολλαπλασιόνων καὶ ἁγιωτέρων τέκνων χρηματί σω πατὴρ ἢ, ἵν' ὡρισμένως εἴπω, ἑκατονταπλασιόνων. εἴπερ δέ εἰσι πατέρες, περὶ ὧν εἴρηται τῷ Ἀβραάμ· «σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου μετ' εἰρήνης τραφεὶς ἐν γήρᾳ καλῷ», εἴποι ἄν τις (οὐκ οἶδα εἰ ἀληθεύων)· τάχα ἐκεῖνοι πατέρες εἰσὶ μαρτυρήσαντές ποτε καὶ ἀφέντες τέκνα, ἀνθ' ὧν πατέρες γεγόνασι πατέρων τοῦ πατριάρχου Ἀβραὰμ καὶ ἄλλων τοιούτων πατριαρχῶν· εἰκὸς γὰρ τοὺς ἀφέντας τέκνα καὶ μαρτυρήσαντας οὐ νηπίων ἀλλὰ πατέρων γίνεσθαι πατέρας. 15 Ἐὰν δέ τις ὡσπερεὶ ζηλῶν χαρίσματα τὰ μείζονα καὶ μα καρίζων πλουσίους μάρτυρας καὶ πατέρας μάρτυρας «ἑκατονταπλασίονα» γεννήσοντας τέκνα καὶ ἑκατονταπλασίονας ἀγροὺς καὶ οἰκίας ληψο μένους ζητῇ, εἰ εὐλόγως ἐκεῖνοι παρὰ τοὺς ἐν βίῳ πένητας μάρτυ ρας πολυπλασιαζομένην ἕξουσι τὴν ἐν νοητοῖς κτῆσιν, λεκτέον πρὸς αὐτὸν ὅτι, ὥσπερ οἱ βασάνους καὶ πόνους ὑπομείναντες τῶν μὴ ἐν τούτοις ἐξητασμένων λαμπροτέραν ἐπεδείξαντο τὴν ἐν τῷ μαρτυρίῳ ἀρετὴν, οὕτως οἱ πρὸς τῷ φιλοσωματεῖν καὶ φιλοζωεῖν καὶ τοὺς τοσούτους κοσμικοὺς δεσμοὺς διακόψαντες καὶ διαῤῥήξαντες μεγάλῃ τῇ πρὸς τὸν θεὸν ἀγάπῃ χρησάμενοι καὶ ἀληθῶς ἀνειληφότες τὸν ζῶντα τοῦ θεοῦ λόγον καὶ ἐνεργῆ καὶ τομώτερον «ὑπὲρ πᾶσαν μάχαι ραν δίστομον» δεδύνηνται τοὺς τοσούτους διακόψαντες δεσμοὺς καὶ κατασκευάσαντες ἑαυτοῖς πτέρυγας ὥσπερ ἀετὸς ἐπιστρέψαι «εἰς τὸν οἶκον τοῦ προεστηκότος» ἑαυτῶν. ἄξιον οὖν ὥσπερ τοῖς μὴ ἐξετασθεῖσιν ἐν βασάνοις καὶ πόνοις παραχωρεῖν πρωτείων πρὸς τοὺς ἐν ἀρθρεμβό λοις καὶ ποικίλοις στρεβλωτηρίοις καὶ πυρὶ ἐνεπιδειξαμένους τὴν ὑπομονὴν, οὕτως καὶ ἡμῖν τοῖς πένησι, κἂν μαρτυρήσωμεν, ὁ λόγος ὑποβάλλει ἐξίστασθαι πρωτείων ὑμῖν τοῖς διὰ τὴν ἐν Χριστῷ πρὸς θεὸν ἀγάπην πατοῦσι τὴν ἀπατηλὴν δόξαν καὶ τῶν πολλῶν καθικ νουμένην καὶ τὴν τοσαύτην κτῆσιν καὶ τὴν πρὸς τέκνα φιλοστοργίαν. 16 Ἅμα δὲ καὶ τήρει τὸ σεμνὸν τῆς γραφῆς πολυπλασιασμὸν καὶ ἑκατονταπλασιασμὸν ὑπισχνουμένης ἀδελφῶν καὶ τέκνων καὶ γονέων καὶ ἀγρῶν καὶ οἰκιῶν· οὐ συγκατηρίθμηται δὲ τούτοις γυνή. οὐ γὰρ εἴρηται· πᾶς ὅστις ἀφῆκεν ἀδελφοὺς ἢ ἀδελφὰς ἢ γονεῖς ἢ τέκνα ἢ ἀγροὺς ἢ οἰκίας ἢ γυναῖκα ἕνεκεν τοῦ ὀνόματός μου, πολλα πλασίονα λήψεται· «ἐν γὰρ τῇ ἀναστάσει τῶν νεκρῶν οὔτε γαμοῦσιν οὔτε γαμίσκονται, ἀλλ' εἰσὶν ὡς οἱ ἄγγελοι οἱ ἐν τοῖς οὐρανοῖς.» 17 Ὅπερ τοίνυν εἶπεν Ἰησοῦς τῷ λαῷ καθιστὰς αὐτοὺς ἐπὶ τὴν ἁγίαν γῆν, ταῦτα καὶ ἡμῖν ἂν λέγοι νῦν ἡ γραφή. ἔχει δὲ οὕτως ἡ λέξις· «νῦν φοβήθητε κύριον καὶ λατρεύσατε αὐτῷ ἐν εὐθύτητι καὶ ἐν δικαιοσύνῃ.» ἐρεῖ δὲ ἡμῖν ἀναπειθομένοις εἰδωλολατρεῖν καὶ τὰ ἑξῆς οὕτως ἔχοντα· «περιέλεσθε τοὺς θεοὺς τοὺς ἀλλοτρίους, οἷς ἐλάτρευσαν οἱ πατέρες ὑμῶν ἐν τῷ πέραν τοῦ ποταμοῦ καὶ ἐν Αἰγύπτῳ, καὶ λατρεύετε κυρίῳ.» κατ' ἀρχὰς μὲν οὖν ὅτε κατηχεῖσθαι ἐμέλλετε. εὐλόγως ἂν ὑμῖν εἴρητο· «εἰ δὲ μὴ ἀρέσκει ὑμῖν λατρεύειν κυρίῳ, ἐκλέξασθε ὑμῖν αὐτοῖς σήμερον τίνι λατρεύσετε, εἴτε τοῖς θεοῖς τῶν πατέρων ὑμῶν τῶν ἐν τῷ πέραν τοῦ ποταμοῦ εἴτε τοῖς θεοῖς τῶν Ἀμοῤῥαίων, ἐν οἷς ὑμεῖς κατοικεῖτε ἐπὶ τῆς γῆς.» καὶ ἔλεγεν ἂν ὑμῖν ὁ κατηχῶν· «ἐγὼ δὲ καὶ ἡ οἰκία μου λατρεύσομεν κυρίῳ, ὅτι ἅγιός ἐστιν.» νῦν δὲ ταῦ τα οὐκ ἔχει χώραν ὑμῖν λέγεσθαι· τότε γὰρ εἴπετε· «μὴ γένοιτο ἡμῖν καταλιπεῖν κύριον, ὥστε λατρεύειν θεοῖς ἑτέροις. κύριος ὁ θεὸς ἡμῶν αὐτὸς θεός ἐστιν, ὃς ἀνήγαγεν ἡμᾶς καὶ τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπ του, καὶ διεφύλαξεν ἡμᾶς ἐν πάσῃ τῇ ὁδῷ, ᾗ ἐπορεύθημεν ἐν αὐτῇ» ἀλλὰ καὶ ἐν ταῖς περὶ θεοσεβείας συνθήκαις πάλαι τοῖς κατηχοῦσιν ὑμᾶς ἀπεκρίθητε τόδε· «καὶ ἡμεῖς λατρεύσομεν κυρίῳ· οὗτος γὰρ ὁ θεὸς ἡμῶν ἐστιν.» εἰ τοίνυν ὁ παραβὰς τὰς πρὸς ἀνθρώπους συνθή κας ἄσπονδός τις ἐστὶ καὶ σωτηρίας ἀλλότριος, τί λεκτέον περὶ τῶν διὰ τοῦ ἀρνεῖσθαι ἀθετούντων ἃς ἔθεντο πρὸς θεὸν συνθήκας καὶ παλινδρομούντων ἐπὶ τὸν σατανᾶν, ᾧ βαπτιζόμενοι ἀπετάξαντο; λεκτέον γὰρ πρὸς τὸ τοιοῦτον τοὺς λελαλημένους ὑπὸ τοῦ Ἠλεὶ τοῖς υἱοῖς λόγους· «ἐὰν ἁμαρτάνων ἁμαρτάνῃ ἀνὴρ εἰς ἄνδρα, καὶ προσεύξον ται περὶ αὐτοῦ· ἐὰν δὲ εἰς κύριον ἁμαρτάνῃ, τίς προσεύξεται περὶ αὐτοῦ;» 18 Μέγα θέατρον συγκροτεῖται ἐφ' ὑμῖν ἀγωνιζομένοις καὶ ἐπὶ τὸ μαρτύριον καλουμένοις· ὡς εἰ τὸ τοιοῦτον ἐλέγομεν γίνεσθαι ἐπί τινων νομιζομένων παραδόξων ἀγωνιστῶν† συναγωνιζομένων ἐπὶ τὴν θέαν τοῦ ἀγῶνος μυρίων ὅσων. καὶ οὐκ ἔλαττόν γε τοῦ Παύ λου ἐρεῖτε, ὅταν ἀγωνίζησθε· «θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις.» ὅλος οὖν ὁ κόσμος καὶ πάντες οἱ ἄγγελοι δεξιοὶ καὶ ἀριστεροὶ καὶ πάντες ἄνθρωποι, οἵ τε ἀπὸ τῆς τοῦ θεοῦ μερίδος καὶ οἱ ἀπὸ τῶν λοιπῶν, ἀκούσονται ἡμῶν ἀγωνιζομένων τὸν περὶ χριστιανισμοῦ ἀγῶνα. καὶ ἤτοι οἱ ἐν οὐρανοῖς ἄγγελοι ἐφ' ἡμῖν εὐφρανθήσονται, καὶ «ποταμοὶ κροτήσουσι χειρὶ ἐπὶ τὸ αὐτὸ, καὶ τὰ ὄρη ἀγαλλιάσονται», «καὶ πάντα τὰ ξύλα τοῦ πεδίου ἐπικροτήσει τοῖς κλάδοις·» ἢ, ὃ μὴ εἴη, καὶ κάτω δυνάμεις αἱ ἐπιχαιρεσίκακοι εὐφραν θήσονται. οὐδὲν δὲ ἄτοπον ἰδεῖν ἐκ τῶν τῷ Ἡσαΐᾳ γεγραμμένων τὰ λεχθησόμενα ὑπὸ τῶν ἐν ᾅδου τοῖς νενικημένοις καὶ ἀπὸ τοῦ οὐρα νίου μαρτυρίου καταπεπτωκόσιν, ἵν' ἔτι φρίξωμεν τὴν ἐν τῷ ἀρνεῖσ θαι ἀσέβειαν. λεχθήσεσθαι γὰρ οἶμαι πρὸς τὸν ἀρνησάμενον τοιαῦτα· «ὁ ᾅδης κάτωθεν ἐπικράνθη συναντήσας σοι· συνηγέρθησάν σοι πάντες οἱ γίγαντες οἱ ἄρξαντες τῆς γῆς, οἱ ἐγείραντες ἐκ τῶν θρόνων αὐτῶν πάντας βασιλεῖς ἐθνῶν. πάντες ἀποκριθήσονται καὶ ἐροῦσί σοι». τίνα δὲ ἐροῦσιν αἱ νενικημέναι δυνάμεις τοῖς νενικημένοις καὶ οἱ ὑπὸ τοῦ διαβόλου ἑαλωκότες τοῖς ἐν ἀρνήσει ἑαλωκόσι, τίνα οὖν ταῦτα; «καὶ σὺ ἑάλως ὥσπερ καὶ ἡμεῖς, ἐν ἡμῖν δὲ κατελογίσθης». ἐὰν δὲ καὶ με γάλης τις ἐλπίδος τυγχάνων καὶ ἐνδόξου τῆς ἐν θεῷ ὑπὸ δειλίας ἢ πόνων προσαγομένων ἡττηθῇ ἐν θεῷ, ἀκούσεται· «κατέβη εἰς ᾅδου ἡ δόξα σου, ἡ πολλὴ εὐφροσύνη σου· ὑποκάτω σου στρώσουσι σῆψιν, καὶ τὸ κατακάλυμμά σου σκώληξ.» εἰ δὲ καὶ ἔλαμψέ τις ἐν ταῖς ἐκ κλησίαις πολλάκις ὡς «ὁ ἑωσφόρος» ἐπιφαινόμενος αὐταῖς λαμψάντων αὐτοῦ τῶν καλῶν ἔργων «ἔμπροσθεν τῶν ἀνθρώπων» καὶ μετὰ ταῦτα τὸν μέγαν ἀγῶνα ἀγωνιζόμενος τὸν στέφανον ἀπολώλεκε τοιούτου θρόνου, ἀκούσεται· «πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων; συνετρίβη ἐπὶ τὴν γῆν.» καὶ τοῦτο δὲ πρὸς αὐτὸν λεχθήσεται τῷ διαβόλῳ διὰ τῆς ἀρνήσεως ὡμοιωμένον· «ῥιφήσῃ ἐν τοῖς ὄρεσιν ὡς νεκρὸς ἐβδελυγμένος μετὰ πολλῶν τεθνηκότων ἐκκε κεντημένων μαχαίραις καταβαινόντων εἰς ᾅδου. ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον οὐκ ἔσται καθαρὸν, οὕτως οὐδὲ σὺ ἔσῃ καθα ρός.» πῶς γὰρ ἔσται καθαρὸς αἵματι καὶ φόνῳ τῷ βδελυκτῷ τῆς ἀρνήσεως πταίσματι μεμιασμένος καὶ ἐμπεφυρμένος τηλικούτῳ κακῷ; νῦν δείξωμεν ὅτι ἠκούσαμεν τοῦ· «ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος», πρόσχωμεν, μή ποτε κἂν δισταγμὸς περὶ τοῦ, πότερόν ποτε ἀρνητέον ἢ ὁμολογητέον, γένηται ἐν ἡμῖν· ἵνα μὴ καὶ πρὸς ἡμᾶς ὁ τοῦ Ἠλίου λεχθῇ λόγος οὕτως ἔχων· «ἕως πότε ὑμεῖς χωλανεῖτε ἐπ' ἀμφοτέραις ταῖς ἰγνύαις; εἰ ἔστι κύριος ὁ θεὸς, πορεύεσθε ὀπίσω αὐτοῦ.» 19 Εἰκὸς δὲ ἡμᾶς καὶ ὀνειδισθήσεσθαι ὑπὸ γειτόνων καὶ μυκτηρισθήσεσθαι ὑπό τινων κυκλούντων ἡμᾶς καὶ τὴν κεφαλὴν ὡς ἐπὶ ἀνοήτοις κινούντων ἡμῖν. ἀλλὰ τούτων συμβαινόντων ἡμεῖς λέγωμεν πρὸς θεόν· «ἔθου ἡμᾶς ὄνειδος τοῖς γείτοσιν ἡμῶν, μυκτη ρισμὸν καὶ γέλωτα τοῖς κύκλῳ ἡμῶν. ἔθου ἡμᾶς εἰς παραβολὴν ἐν τοῖς ἔθνεσι, κίνησιν κεφαλῆς ἐν τοῖς λαοῖς. ὅλην τὴν ἡμέραν ἡ ἐντροπή μου κατ' ἐναντίον μου ἐστὶ, καὶ ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέ με, ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ καταλαλοῦντος, ἀπὸ προσώπου ἐχθροῦ καὶ ἐκδιώκοντος.» μακάριον δὲ καὶ ἐπὶ τούτοις πᾶσι συμβαίνουσι τὴν ἀπὸ παῤῥησίας τοῦ προφήτου ἐπιφερομένην αὐτοῖς φωνὴν εἰπεῖν τῷ θεῷ τήν· «ταῦτα πάντα ἦλθεν ἐφ' ἡμᾶς. καὶ οὐκ ἐπελαθόμεθά σου, καὶ οὐκ ἠδικήσαμεν ἐν τῇ διαθήκῃ σου. καὶ οὐκ ἀπέστη εἰς τὰ ὀπίσω ἡ καρδία ἡμῶν.» 20 Μνημονεύωμεν ὅτι ἐν τῷ βίῳ τούτῳ τυγχάνοντες καὶ νοοῦντες τὰς ἔξω τοῦ βίου ὁδοὺς τῷ θεῷ φαμεν τό· «ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου.» νῦν καιρὸς ἀναμιμνήσκεσθαι τοῦ. ὅτι τόπος κακώσεώς ἐστι τῆς ψυχῆς τὸ χωρίον τοῦτο, ἐν ᾧ τετα πεινώμεθα· ἵνα εὐχόμενοι λέγωμεν τό· «ὅτι ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως, καὶ ἐπεκάλυψεν ἡμᾶς σκιὰ θανάτου.» θαῤῥοῦντες δὲ λέ γωμεν καὶ τό· «εἰ ἐπελαθόμεθα τοῦ ὀνόματος τοῦ θεοῦ ἡμῶν, καὶ εἰ διεπετάσαμεν χεῖρας ἡμῶν πρὸς θεὸν ἀλλότριον, οὐχὶ ὁ θεὸς ἐκζη τήσει ταῦτα;» 21 Μὴ τὸ ἐν φανερῷ δὲ μόνον μαρτύριον ἀλλὰ καὶ τὸ ἐν κρυπτῷ τελείως ἀναλαβεῖν ἀγωνισώμεθα, ἵνα καὶ αὐτοὶ ἀποστολικῶς ἀναφθεγξώμεθα τό· «τοῦτο γάρ ἐστι τὸ καύχημα ἡμῶν, τὸ μαρτύ ριον τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν ἁγιότητι καὶ εἰλικρινείᾳ θεοῦ» «ἀνεστράφημεν ἐν τῷ κόσμῳ.» συνάπτωμεν δὲ τῷ ἀποστολικῷ τὸ προ φητικὸν τό· «αὐτὸς δὲ γινώσκει τὰ κρύφια τῆς καρδίας» ἡμῶν, καὶ μάλιστα, ἐὰν τὴν ἐπὶ θανάτῳ ἀπαγώμεθα· ὅτε φήσομεν τὸ ὑπὸ μό νων μαρτύρων λεγόμενον τῷ θεῷ τό· «ὅτι ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.» ἐὰν δέ ποτε ἀπὸ τοῦ φρονήματος «τῆς σαρκὸς» ὑποβάλληται ἡμῖν φόβος τῶν ἀπειλούν των ἡμῖν θάνατον δικαστῶν, τότε εἴπωμεν αὐτοῖς τὸ ἀπὸ τῶν Παροι μιῶν· «υἱὲ, τίμα τὸν κύριον, καὶ ἰσχύσεις· πλὴν δὲ αὐτοῦ μὴ φοβοῦ ἄλλον.» 22 Καὶ τοῦτο δὲ πρὸς τὰ προκείμενά ἐστι χρήσιμον. φησὶν ἐν τῷ Ἐκκλησιαστῇ ὁ Σολομῶν· «ἐπῄνεσα ἐγὼ πάντας τοὺς τεθνηκό τας ὑπὲρ τοὺς ζῶντας, ὅσοι αὐτοὶ ζῶσιν ἕως τοῦ νῦν.» τίς δ' ἂν οὕτως εὐλόγως ἐπαινοῖτο τεθνηκὼς ὡς ὁ αὐτοπροαιρέτως τὸν θάνατον ὑπὲρ εὐσεβείας ἀναδεξάμενος; ὁποῖος ἦν ὁ Ἐλεάζαρος «τὸν μετ' εὐ κλείας θάνατον μᾶλλον ἢ τὸν μετὰ μύσους βίον ἀναδεξάμενος καὶ αὐτο προαιρέτως ἐπὶ τὸ τύμπανον προάγων», ὅστις «λογισμὸν ἀστεῖον ἀνα λαβὼν ἄξιον τῆς ἐνενηκονταετοῦς αὐτοῦ ἡλικίας καὶ τῆς τοῦ γήρως ὑπεροχῆς καὶ τῆς ἐπικτήτου καὶ ἐπιφανοῦς πολιᾶς καὶ τῆς ἐκ παιδὸς καλλίστης ἀνατροφῆς μᾶλλον δὲ τῆς ἁγίας καὶ θεοκτίστου νομοθεσίας» εἶπεν· ὅτι «οὐκ ἔστι τῆς ἡμετέρας ἡλικίας ἄξιον ὑποκριθῆναι, ἵνα πολλοὶ τῶν νέων ὑπολαβόντες Ἐλεάζαρον τὸν ἐνενηκονταετῆ μετα βεβληκέναι εἰς ἀλλοφυλισμὸν, καὶ αὐτοὶ διὰ τὴν ἐμὴν ὑπόκρισιν καὶ διὰ τὸ μικρὸν καὶ ἀκαριαῖον ζῆν πλανηθῶσι δι' ἐμὲ, καὶ μύσος καὶ κηλῖδα τοῦ γήρως κατακτήσομαι. εἰ γὰρ καὶ ἐπὶ τοῦ παρόντος ἐξε λοῦμαι τὴν ἐξ ἀνθρώπων τιμωρίαν, ἀλλὰ τὰς τοῦ παντοκράτορος χεῖρας οὔτε ζῶν οὔτε θανὼν ἐκφεύξομαι. διόπερ ἀνδρείως νῦν με ταλλάξας τὸν βίον τοῦ μὲν γήρως ἄξιος φανήσομαι, τοῖς δὲ νέοις ὑπόδειγμα γενναῖον καταλελοιπὼς εἰς τὸ προθύμως καὶ γενναίως ὑπὲρ τῶν σεμνῶν καὶ ἁγίων νόμων εὐθανατίζειν.» εὔχομαι δὲ ὑμᾶς παρὰ ταῖς θύραις τοῦ θανάτου μᾶλλον δὲ τῆς ἐλευθερίας γενομένους, μάλιστα εἰ πόνοι προσάγοιντο (οὐδὲν γάρ ἐστιν ἀπελπίσαι ἀπὸ τῆς βουλῆς τῶν ἀντικειμένων ἐνεργειῶν παθεῖν ὑμᾶς), τοιαῦτα εἰπεῖν· «τῷ κυρίῳ τῷ τὴν ἁγίαν γνῶσιν ἔχοντι φανερόν ἐστιν ὅτι δυνάμενος ἀπολυθῆναι τοῦ θανάτου σκληρὰς ὑποφέρω κατὰ σῶμα ἀλγηδόνας μαστιγούμενος, κατὰ ψυχὴν δὲ ἡδέως διὰ τὸν αὐτοῦ φόβον ταῦτα πάσχω.» τοιοῦτος δὴ ὁ θάνατος Ἐλεαζάρου ἦν, ὡς ἐπειρῆσθαι αὐτῷ· «οὐ μόνον τοῖς νέοις ἀλλὰ καὶ τοῖς πλείστοις τοῦ ἔθνους τὸν ἑαυτοῦ θάνατον γενναιότητος ὑπόδειγμα καὶ μνημόσυνον ἀρετῆς καταλέλοιπε.» 23 Καὶ οἱ ἑπτὰ δὲ ἐν τοῖς Μακκαβαϊκοῖς ἀναγραφέντες ἀδελφοὶ, οὓς «μάστιξι καὶ νευραῖς» ᾐκίσατο Ἀντίοχος ἐμμένοντας τῇ θεοσε βείᾳ, δυνήσονται παράδειγμα κάλλιστον εἶναι ῥωμαλέου μαρτυρίου παντὶ λογισαμένῳ ἂν, εἰ μέλλει παιδαρίων εἶναι ἐλάττων, οὐ καθ' ἕνα μόνον βασάνους ὑπομεινάντων ἀλλὰ καὶ τῷ τὴν αἰκίαν τῶν ἀδελφῶν τεθεωρηκέναι παράστημα εὔτονον εὐσεβείας ἐπιδειξαμένων. ἀφ' ὧν εἷς γενόμενος, ὡς ἡ γραφὴ ὠνόμασε, «προήγορος» εἶπε πρὸς τὸν τύ ραννον· «τί μέλλεις ἐρωτᾶν καὶ μανθάνειν; ἕτοιμοι γὰρ ἀποθνῄσκειν ἐσμὲν ἢ παραβαίνειν τοὺς πατρίους νόμους». τί δὲ δεῖ λέγειν, ὁποῖα ὑπέμειναν τηγάνων καὶ λεβήτων ἐκπυρουμένων, ἵνα ἐν αὐτοῖς βασα νισθῶσι προπαθόντες ἕκαστος διάφορα; ὁ γὰρ ὀνομασθεὶς αὐτῶν «προήγορος» ἐγλωσσοτομήθη πρῶτον· εἶτα περιεσκυθίσθη τὴν κεφα λὴν, καὶ οὕτως ἤνεγκε τὸν περισκυθισμὸν ὡς ἄλλοι τὴν διὰ τὸν θεῖον νόμον περιτομὴν, νομίζων καὶ ἐν τούτῳ πληροῦν λόγον διαθήκης θεοῦ. καὶ οὐκ ἀρκεσθείς γε τούτοις ὁ Ἀντίοχος ἠκρωτηρίασεν αὐτὸν «τῶν λοιπῶν ἀδελφῶν καὶ τῆς μητρὸς συνορώντων» τῇ θέᾳ κολάζων τοὺς ἀδελφοὺς καὶ τὴν μητέρα καὶ οἰόμενος τὴν πρόθεσιν αὐτῶν διὰ τῶν οὕτω νομιζομένων φοβερῶν κινήσειν. οὕτως δὴ ὁ Ἀντίοχος τού τοις μὴ ἀρκεσθεὶς «ἄχρηστον» ὡς πρὸς τὴν τοῦ σώματος κατασκευὴν «γενόμενον» δι' ὧν πρῶτον ἐκόλασεν «ἐκέλευσε τῇ» ἐν τοῖς τηγάνοις καὶ τοῖς λέβησι «πυρᾷ προσάγειν ἔμπνουν καὶ τηγανίζειν» αὐτόν. ὡς δὲ ἡ ἀτμὶς ἀνεδίδοτο ὑπὸ τῆς ὠμότητος τοῦ τυράννου ὀπτωμένων τῶν τοῦ γενναιοτάτου ἀθλητοῦ τῆς εὐσεβείας σαρκῶν, οἱ λοιποὶ «παρε κάλουν ἀλλήλους σὺν τῇ μητρὶ γενναίως τελευτᾶν» παραμυθούμενοι ἑαυτοὺς τῷ λογισμῷ τοῦ ἐφορᾶν ταῦτα τὸν θεόν· ἤρκει γὰρ αὐτοῖς εἰς ὑπομονὴν ἡ πειθὼ τοῦ παρεῖναι τοῖς ὑπομένουσι τὸν τοῦ θεοῦ ὀφθαλμόν· καὶ παρεκάλει αὐτοὺς ὁ ἀγωνοθέτης τῶν τῆς εὐσεβείας ἀθλητῶν, παρακαλούμενος καὶ, ἵν' οὕτως ὀνομάσω, εὐφραινόμενος ἐπὶ τοῖς κατεξανισταμένοις τῶν τηλικούτων πόνων. εὔκαιρον δ' ἂν εἴη καὶ ἡμᾶς ἐν τοιούτοις γενομένους εἰπεῖν τοὺς ἐκείνων λόγους πρὸς ἑαυτοὺς τοῦτον ἔχοντας τὸν τρόπον οὕτως· «κύριος ὁ θεὸς ἐφορᾷ καὶ ταῖς ἀληθείαις ἐφ' ἡμῖν παρακαλεῖται.» 24 Τοῦ πρώτου τοῦτον τὸν τρόπον δοκιμασθέντος, ὡς δο κιμάζεται χρυσὸς ἐν χωνευτηρίῳ, ὁ δεύτερος «ἐπὶ τὸν ἐμπαιγμὸν» ἤγετο· οὗ τὸ «δέρμα σὺν ταῖς θριξὶ περισύραντες» οἱ διάκονοι τῆς τυραννικῆς ὠμότητος ἐπὶ μετάνοιαν ἐκάλουν τὸν πεπονθότα ἐπερω τῶντες, εἰ φάγεται τῶν εἰδωλοθύτων «πρὶν τιμωρηθῆναι τὸ σῶμα κατὰ μέλος» αὐτῷ. ὡς δ' ἠρνήσατο τὴν μετάνοιαν, ἐπὶ «τὴν ἑξῆς» ἤχθη «βάσανον» τηρῶν τὴν ἔνστασιν μέχρι τῆς ἐσχάτης ἀναπνοῆς. μηδαμῶς γὰρ θραυσθεὶς μηδὲ ἐνδοὺς πρὸς τοὺς πόνους ταῦτα εἶπε πρὸς τὸν ἀσεβῆ· «σὺ μᾶλλον, ἀλάστορ, ἐκ τοῦ παρόντος ἡμᾶς ζῆν ἀπολύεις, ὁ δὲ τοῦ κόσμου βασιλεὺς ἀποθανόντας ἡμᾶς ὑπὲρ τῶν αὐτοῦ νόμων εἰς αἰώνιον ἀναβίωσιν ζωῆς ἀναστήσει.»