Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Exhortatio ad martyrium
OrigenesMart 25 · pg-scrape-grcMore by Origenes
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/origenes" aria-label="More works by Origenes"> —
⋯
More
Original / primary: Pg Scrape Grc
25.1
Καὶ ὁ τρίτος δὲ ἐν οὐδενὶ τὰς ἀλγηδόνας τιθέμενος καὶ διὰ τὴν πρὸς τὸν θεὸν ἀγάπην καταπατῶν αὐτὰς «τὴν γλῶσσαν αἰτηθεὶς ταχέως προέβαλε καὶ τὰς χεῖρας εὐθαρσῶς προέτεινεν» εἶπε τε· διὰ τοὺς τοῦ θεοῦ νόμους ταῦτα καταλιπὼν ἐλπίζω αὐτὰ ἀπὸ θεοῦ κομίσασθαι τοιαῦτα, οἷα ἂν ἀποδῴη θεὸς τοῖς τῆς εἰς αὐτὸν εὐσεβείας ἀθληταῖς. ὡσαύτως δὲ καὶ ὁ τέταρτος ἐβασανίζετο τὰς αἰκίας φέρων καὶ λέγων ὅτι· «αἱρετὸν μεταλλάσσοντας ἀπ' ἀνθρώπων τὰς ἀπὸ τοῦ θεοῦ προσδοκᾶν ἐλπίδας καὶ ὑπ' αὐτοῦ ἀναστήσεσθαι» ἀνάστασιν, ἣν οὐκ ἀναστήσεται ὁ τύραννος· οὐ γὰρ «εἰς ζωὴν» ἀλλὰ εἰς ὀνειδισμὸν καὶ εἰς αἰσχύνην αἰώνιον ἀναστήσεται. ἑξῆς τὸν πέμπτον ᾐκίσατο, ὃς ἐνιδὼν τῷ Ἀντιόχῳ ὠνείδισεν αὐτῷ τὸ φθαρτὸν μὴ κολούων αὐτοῦ τὴν ὑπερηφανίαν, νομίζοντος μεγάλην εἶναι ἐξουσίαν τὴν ἐν ὀλίγαις ἡμέραις τυραννίδα. ἔφασκε δὲ καὶ ἐν τούτοις ὢν τὸ ἔθνος μὴ «καταλελεῖφθαι» ὑπὸ θεοῦ τοῦ ὅσον οὐδέπω τὸν Ἀντίοχον «καὶ τὸ σπέρμα» αὐτοῦ βασανίσοντος. μετὰ τοῦτον ὁ ἕκτος πρὸς τῷ ἀποθνῄσκειν γενόμενος «μὴ πλα νῶ», εἶπεν· ἡμεῖς ὑπὲρ ἡμετέρων ἁμαρτημάτων δίκας τίνοντες, ἵν' ἐν τοῖς πόνοις καθαρισθῶμεν, ἑκουσίως «ταῦτα πάσχομεν». ἔλεγέ τε αὐτῷ, ὡς ἄρα οὐ χρὴ νομίζειν αὐτὸν ἀθῷον ἔσεσθαι «θεομαχεῖν» ἐπι χειροῦντα· θεομάχος γὰρ ὁ τοῖς ἀπὸ τοῦ λόγου θεοποιηθεῖσι μα χόμενος. 26 Τελευταῖον δὲ τὸν νεώτερον ὁ Ἀντίοχος εἰς χεῖρας λαβὼν καὶ πεισθεὶς καὶ τοῦτον εἶναι ἀδελφὸν τῶν ἐν οὐδενὶ τὰς τηλικαύτας ἀλγηδόνας θεμένων καὶ τὴν αὐτὴν ἔχειν ἐκείνοις προαίρεσιν ἄλλαις ἐφόδοις ἐχρῆτο, νομίζων αὐτὸν παρακλήσεσι πεισθήσεσθαι καὶ ταῖς δι' ὅρκων πιστώσεσι περὶ τοῦ πλούσιον αὐτὸν ποιήσειν καὶ «μακα ριστὸν» «μεταθέμενόν τε ἀπὸ τῶν πατρίων» εἰς φίλους ἐγκατα ταχθέντα καὶ «χρείας» βασιλικὰς ἐμπιστευθέντα. ὡς δ' οὐδὲν ἤνυε τὴν ἀρχὴν μηδὲ προσέχοντος τοῦ νεανίου ὡς ἀλλοτρίοις τῆς ἑαυτοῦ προαι ρέσεως τοῖς λεγομένοις, «προσκαλεσάμενος τὴν μητέρα παρῄνει γί νεσθαι τοῦ μειρακίου σύμβουλον ἐπὶ σωτηρίᾳ». ἡ δὲ ἐπιδειξαμένη πείσειν περὶ ὧν ἤθελε τὸν υἱὸν καὶ χλευάσασα τὸν τύραννον πολλοὺς τῷ υἱῷ ἐκίνει λόγους περὶ ὑπομονῆς, ὡς τὸν νεανίαν μὴ περιμείναντα τὴν ἐπιφερομένην κόλασιν προλαβόντα προκαλέσασθαι τοὺς δημίους λέγοντα· τί μέλλετε καὶ βραδύνετε; ἀκούομεν γὰρ νόμου τοῦ δοθέν τος ἀπὸ θεοῦ· οὐ προσιέναι δεῖ πρόσταγμα ἐναντιούμενον θείοις λό γοις. ἀλλὰ καὶ ὡσπερεὶ βασιλεὺς ἀποφαινόμενος κατὰ τῶν ὑπ' αὐτῷ δικαζομένων ἀπεφήνατο κρίσιν τὴν κατὰ τοῦ τυράννου, δικάζων μᾶλλον αὐτὸν ἤπερ δικαζόμενος· καὶ ἔφασκεν, ὡς ἄρα ἐπὶ τοὺς οὐρα νίους παῖδας ἀράμενος χεῖρας, οὐκ ἐκφεύξεται «τὴν τοῦ παντοκράτο ρος ἐπόπτου θεοῦ κρίσιν.» 27 Ἦν δὲ τότε τὴν μητέρα τῶν τοσούτων ἰδεῖν «εὐψύχως» φέρουσαν «διὰ τὰς ἐπὶ τὸν θεὸν ἐλπίδας» τοὺς πόνους καὶ τοὺς θανά τους τῶν υἱῶν· δρόσοι γὰρ εὐσεβείας καὶ πνεῦμα ὁσιότητος οὐκ εἴων ἀνάπτεσθαι ἐν τοῖς σπλάγχνοις αὐτῆς τὸ μητρικὸν καὶ ἐν πολλαῖς ἀναφλεγόμενον ὡς ἐπὶ βαρυτάτοις κακοῖς πῦρ. νομίζω δὲ καὶ ταῦτα χρησιμώτατα πρὸς τὸ προκείμενον ἐπιτεμόμενος ἀπὸ τῆς γραφῆς παρατεθεῖσθαι· ἵν' ἴδωμεν, ὅσον δύναται κατὰ τῶν τραχυτάτων πό νων καὶ τῶν βαρυτάτων βασάνων εὐσέβεια καὶ τὸ πρὸς θεὸν φίλτρον παντὸς φίλτρου καθ' ὑπερβολὴν πλεῖον δυνάμενον. τούτῳ δὲ τῷ πρὸς θεὸν φίλτρῳ ἀνθρωπίνη ἀσθένεια οὐ συμπολιτεύεται ὑπερόριος ἀφ' ὅλης τῆς ψυχῆς ἐλαυνομένη καὶ οὐδὲ κατὰ ποσὸν ἐνεργεῖν δυναμένη, ὅπου ἐστὶν ὁ οἷός τε εἰπεῖν· «ἰσχύς μου καὶ ὕμνησίς μου ὁ κύριος» καὶ «πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν». 28 Ὁποῖον δ' ἐστὶ τὸ μαρτύριον καὶ πόσην παῤῥησίαν ἐμποιοῦν πρὸς τὸν θεὸν, καὶ ἐντεῦθεν ἔστι καταμαθεῖν. φιλότιμός τις ὁ ἅγιος ὢν καὶ ἀμείψασθαι θέλων τὰς φθασάσας εἰς αὐτὸν εὐερ γεσίας ἀπὸ θεοῦ ζητεῖ, τί ἂν ποιήσαι τῷ κυρίῳ περὶ πάντων ὧν ἀπ' αὐτοῦ εἴληφε· καὶ οὐδὲν ἄλλο εὑρίσκει οἱονεὶ ἰσόῤῥοπον ταῖς εὐερ γεσίαις δυνάμενον ἀπὸ ἀνθρώπου εὐπροαιρέτου ἀποδοθῆναι θεῷ, ὡς τὴν ἐν μαρτυρίῳ τελευτήν. γέγραπται γὰρ ἐν τῷ ἑκατοστῷ καὶ πέμπ τῳ καὶ δεκάτῳ ψαλμῷ τὰ μὲν τῆς ἐπαπορήσεως οὕτως· «τί ἀνταπο δώσω τῷ κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι;» τὰ δὲ τῆς πρὸς αὐτὴν ἀπαντήσεως εἰπόντος· τί ἀνταποδώσει τῷ κυρίῳ περὶ πάντων ὧν ἀπ' αὐτοῦ εἴληφεν ὁ λέγων, οὕτως εἰρημένα· «ποτήριον σωτηρίου λήψομαι καὶ τὸ ὄνομα κυρίου ἐπικαλέσομαι». «ποτήριον δὲ σωτη ρίου» ἔθος ὀνομάζεσθαι τὸ μαρτύριον, ὡς ἐν τῷ εὐαγγελίῳ εὕρομεν. ἡνίκα γὰρ μείζονος ὀρέγονται τιμῆς οἱ θέλοντες «ἐκ δεξιῶν» καὶ «ἐξ εὐωνύμων» καθεσθῆναι τῷ Ἰησοῦ ἐν τῇ βασιλείᾳ αὐτοῦ, φησὶ πρὸς αὐτοὺς ὁ κύριος· «δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω;» ποτήριον λέγων τὸ μαρτύριον. ὅπερ ἐστὶ σαφὲς καὶ ἐκ τοῦ· «πάτερ εἰ δυνα τὸν παρένεγκε τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ· πλὴν οὐ τί ἐγὼ θέλω ἀλλὰ τί σύ». πλὴν μανθάνομεν ὅτι συγκαθίσει καὶ συμβασιλεύσει καὶ συνδικάσει τῷ βασιλεῖ τῶν βασιλευόντων ὁ πιὼν τὸ ποτήριον ἐκεῖνο, ὅπερ ἔπιεν ὁ Ἰησοῦς. τοῦτ' οὖν ἐστι τὸ τοῦ «σωτηρίου» «ποτήριον», ὅπερ ὁ λαβὼν ἐπικαλέσεται «τὸ ὄνομα κυρίου·» «πᾶς δὲ ὃς ἂν ἐπικα λέσηται τὸ ὄνομα κυρίου σωθήσεται.» 29 Ἀλλὰ εἰκός τινα διὰ τό· «πάτερ, εἰ δυνατόν ἐστι, παρελ θέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο» μὴ ἀκριβώσαντα τὸ βούλημα τῆς γραφῆς νομίζειν ὅτι οἱονεὶ καὶ ὁ σωτὴρ ἐδειλίασε παρὰ τὸν τοῦ πάθους καιρόν· ἐκείνου δὲ δειλιάσαντος, εἴποι τις ἂν, ὅτι τίς γενναῖος εἰς ἀεί; πρῶτον δὲ πευσόμεθα τῶν ταῦτα περὶ τοῦ σωτῆρος ὑπολαμβανόν των, εἰ ἐλάττων ἦν τοῦ λέγοντος· «κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι; κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου, ἀπὸ τίνος δειλιάσω; ἐν τῷ ἐγγίζειν ἐπ' ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου αὐτοὶ ἠσθένησαν καὶ ἔπεσον. ἐὰν παρατάξηται ἐπ' ἐμὲ παρεμβολὴ, οὐ φοβηθήσεται ἡ καρδία μου. ἐὰν ἐπαναστῇ ἐπ' ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπιῶ.» τάχα δὲ οὐδὲ ἄλλου τινός ἐστι ταῦτα ἐν τῷ προφήτῃ λεγόμενα τὰ ῥήματα ἢ τοῦ σωτῆρος διὰ τὸν ἀπὸ τοῦ πατρὸς φωτισμὸν καὶ τὴν ἀπ' αὐτοῦ σω τηρίαν οὐδένα φοβουμένου καὶ διὰ τὸν ὑπερασπισμὸν, ὃν ὑπερήσπι ζεν αὐτοῦ ὁ θεὸς, ἀπὸ μηδενὸς δειλιῶντος. τούτου δὲ καὶ ἡ καρδία οὐδαμῶς ἐφοβεῖτο παρατασσομένης ἐπ' αὐτὸν ὅλης τῆς τοῦ σατανᾶ παρεμβολῆς· ἤλπιζε δὲ καὶ ἐπὶ θεῷ πεπληρωμένη ἱερῶν δογμάτων αὐτοῦ καρδία ἐπανισταμένου αὐτῷ πολέμου. οὐ κατὰ τὸν αὐτὸν τοί νυν ἔστι καὶ κατὰ δειλίαν λέγειν τό· «πάτερ, εἰ δυνατόν ἐστι, παρελ θέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο» καὶ ἀπὸ ἀνδρείας φάσκειν· «ἐὰν παρατάξηται ἐπ' ἐμὲ παρεμβολὴ, οὐ φοβηθήσεται ἡ καρδία μου.» μή ποτ' οὖν λανθάνῃ τι ἡμᾶς ἐν τῷ τόπῳ, καὶ ἐπιστήσεις τῷ παρὰ τοῖς τρισὶν εἰρημένῳ τῷ δεικτικῷ τοῦ ποτηρίου. ὁ μὲν γὰρ Ματθαῖος ἀνέγραψε λέγοντα τὸν κύριον· «πάτερ, εἰ δυνατόν ἐστι, παρ ελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο», ὁ δὲ Λουκᾶς· «πάτερ, εἰ βού λει, παρένεγκε τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ», ὁ δὲ Μάρκος· «ἀββᾶ ὁ πατὴρ, δυνατά σοι πάντα· παρένεγκε τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ». ὅρα τοίνυν εἰ δύνασαι, παντὸς μαρτυρίου τοῦ καθ' ὁποιανοῦν πρόφασιν ἐξόδου ἀποτελουμένου ποτηρίου καλουμένου, φάσκειν ὅτι οὐ τὸ γένος τοῦ μαρτυρίου παρῃτεῖτο ὁ λέγων· «παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο» (ἔφασκε γὰρ ἄν· παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον) ἀλλὰ τάχα τὸ εἶδος τόδε. καὶ πρόσχες εἰ δυνατὸν ἐνορῶντα τὸν σωτῆρα τοῖς εἴδεσιν, ἵν' οὕτως ὀνομάσω, τῶν ποτηρίων καὶ τοῖς δι' ἕκαστον γενομέ νοις ἂν, καὶ καταλαμβάνοντα μετά τινος βαθυτάτης σοφίας τὰς διαφορὰς τόδε τὸ εἶδος τῆς ἐξόδου παραιτεῖσθαι τοῦ μαρτυρίου ἄλλο δὲ τάχα βαρύτερον αἰτεῖν λεληθότως, ἵνα καθολικώτερόν τι καὶ ἐπὶ πλείους φθάνον εὐεργέτημα ἀνυσθῇ δι' ἑτέρου ποτηρίου· ὅπερ οὐδέπω ἦν θέλημα τοῦ πατρὸς γενέσθαι, σοφώτερον παρὰ τὸ βούλημα τοῦ υἱοῦ καὶ παρ' ὃ ἑώρα ὁ σωτὴρ ὁδῷ καὶ τάξει οἰκονομοῦντος τὰ πράγ ματα. σαφῶς δὲ ἐν Ψαλμοῖς τὸ τοῦ «σωτηρίου» «ποτήριον» ὁ τῶν μαρτύρων ἐστὶ θάνατος. διόπερ τῷ· «ποτήριον σωτηρίου λήψομαι καὶ τὸ ὄνομα κυρίου ἐπικαλέσομαι» ἐπιφέρεται τό· «τίμιος ἐναντίον κυ ρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ». «τίμιος» τοίνυν ἡμῖν ἐπέρχεται «θάνατος» ὡς ὁσίοις τοῦ θεοῦ καὶ οὐκ ἀναξίοις οὐκ ἐν τῷ κοινὸν, ἵν' οὕτως ὀνομάσω, καὶ ἀργὸν θεοσεβείας θάνατον ἀποθανεῖν ἀλλά τινα ἐξαίρετον, τὸν διὰ χριστιανισμὸν καὶ εὐσέβειαν καὶ ὁσιότητα. 30 Ὑπομνησθῶμεν δὲ καὶ ὧν ἡμαρτήκαμεν, καὶ ὅτι οὐκ ἔστιν ἄφεσιν ἁμαρτημάτων χωρὶς βαπτίσματος λαβεῖν, καὶ ὅτι οὐκ ἔστι δυνατὸν κατὰ τοὺς εὐαγγελικοὺς νόμους αὖθις βαπτίσασθαι ὕδατι καὶ πνεύματι εἰς ἄφεσιν ἁμαρτημάτων, καὶ ὅτι βάπτισμα ἡμῖν δίδο ται τὸ τοῦ μαρτυρίου· οὕτω γὰρ ὠνόμασται, ὡς δῆλον ἐκ τοῦ ἐπι φέρεσθαι μὲν τῷ· «δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω;» τό· «ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι;» ἀλλαχοῦ δὲ εἴρηται· «βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως ὅτου τελεσθῇ.» καὶ ἐπίστησον εἰ τὸ κατὰ τὸ μαρτύριον βάπτισμα, ὥσπερ τὸ τοῦ σωτῆ ρος καθάρσιον γέγονε τῷ κόσμῳ. καὶ αὐτὸ ἐπὶ πολλῶν θεραπείᾳ κα θαιρομένων γίνεται. ὡς γὰρ οἱ τῷ κατὰ τὸν Μωϋσέως νόμον θυσιαστη ρίῳ προσεδρεύοντες διακονεῖν ἐδόκουν δι' αἵματος «τράγων καὶ ταύρων» ἄφεσιν ἁμαρτημάτων ἐκείνοις, οὕτως αἱ ψυχαὶ «τῶν πεπελεκισμένων» ἕνεκεν τῆς μαρτυρίας Ἰησοῦ, μὴ μάτην τῷ ἐν οὐρανοῖς θυσιαστηρίῳ παρεδρεύουσαι, διακονοῦσι τοῖς εὐχομένοις ἄφεσιν ἁμαρτημάτων. ἅμα δὲ καὶ γινώσκομεν ὅτι, ὥσπερ ὁ ἀρχιερεὺς θυσίαν ἑαυτὸν προσήνεγκεν Ἰησοῦς ὁ Χριστὸς, οὕτως οἱ ἱερεῖς, ὧν ἐστιν ἀρχιερεὺς, θυσίαν ἑαυ τοὺς προσφέρουσι· δι' ἣν ὡς παρὰ οἰκείῳ τόπῳ ὁρῶνται τῷ θυσιασ τηρίῳ. ἀλλὰ τῶν ἱερέων οἱ μὲν ἄμωμοι καὶ ἀμώμους προσφέροντες θυσίας ἐθεράπευον τὸ θεῖον, οἱ δὲ μεμωμημένοι μώμοις, οὓς ἀνέ γραψε Μωϋσῆς ἐν τῷ Λευϊτικῷ, ἐξωρίζοντο ἀπὸ τοῦ θυσιαστηρίου. τίς δὲ ὁ ἄμωμος ἱερεὺς ἄμωμον ἱερεῖον προσφέρων ἢ ὁ κρατῶν τῆς ὁμολογίας καὶ πληρῶν πάντα ἀριθμὸν, ὃν ἀπαιτεῖ ὁ τοῦ μαρτυρίου λόγος; περὶ οὗ ἐν τοῖς ἀνωτέρω προειρήκαμεν. 31 Μὴ θαυμάζωμεν δὲ εἰ τὴν τηλικαύτην τῶν μαρτύρων μακαριότητα, ἐσομένην ἐν βαθείᾳ εἰρήνῃ καὶ γαλήνῃ καὶ εὐδίᾳ, δεῖ ἄρξασθαι ἀπό τινος νομιζομένου σκυθρωποτέρου καὶ, ἵν' οὕτως ὀνο μάσω, χειμερινοῦ καταστήματος. πρότερον γὰρ τὴν στενὴν καὶ τε θλιμμένην ὁδεύοντα ἐν χειμῶνι δεήσει ἐπιδείξασθαι ἣν ἐκτήσατο ἕκασ τος τῶν μακαρίων κυβέρνησιν, ἵνα μετὰ ταῦτα γένηται τὸ ἐν τῷ Ἄισματι τῶν ᾀσμάτων πρὸς τὴν τὸν χειμῶνα διανηξαμένην νύμφην λεγόμενον· «ἀποκρίνεται» γάρ φησιν «ἀδελφιδός μου καὶ λέγει μοι· ἀνάστα, ἐλθὲ ἡ πλησίον μου, καλή μου, περιστερά μου. ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ». καὶ ὑμεῖς ἔτι μέμνησθε ὅτι οὐκ ἄλλως ἔστιν ἀκοῦσαι τό· «ὁ χειμὼν παρῆλθεν», ἐὰν μὴ τὸν παρόντα χειμῶνα ἐῤῥωμένως καὶ εὐτόνως ἀγωνίσησθε. μετὰ δὲ τὸ παρελθεῖν τὸν χειμῶνα καὶ τὸν ὑετὸν ἀπελθεῖν καὶ πορευθῆναι ἑαυτῷ τὰ ἄνθη ὀφθήσεται· «πεφυτευμένοι γὰρ ἐν τῷ οἴκῳ τοῦ κυρίου ἐν ταῖς αὐλαῖς τοῦ θεοῦ ἡμῶν ἐξανθήσουσι.» 32 Καὶ τοῦτο δὲ γινώσκομεν, ὅτι πεισθέντας ἡμᾶς ὑπὸ τοῦ Ἰησοῦ καταλιπεῖν τὰ εἴδωλα καὶ τὴν πολύθεον ἀθεότητα πεῖσαι μὲν ὁ ἐχθρὸς οὐ δύναται πρὸς τὸ εἰδωλολατρεῖν βιάσασθαι δὲ βούλεται· καὶ διὰ τοῦτο καθ' ὧν λαμβάνει ἐξουσίαν ἐνεργεῖ τοιαῦτα καὶ ἤτοι μάρτυρας ἢ εἰδωλολάτρας ποιήσει τοὺς πειραζομένους. πολλάκις δὲ καὶ νῦν λέγει· «ταῦτά σοι πάντα δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι.» προσέχωμεν οὖν, μή ποτε εἰδωλολατρήσωμεν καὶ τοῖς δαιμονίοις ἑαυ τοὺς ὑποτάξωμεν· τὰ γὰρ εἴδωλα τῶν ἐθνῶν δαιμόνια. οἷον δέ ἐστι τὸ καταλιπόντα τὸν χρηστὸν Χριστοῦ ζυγὸν καὶ τὸ «ἐλαφρὸν» αὐτοῦ «φορτίον» πάλιν ἑαυτὸν ὑποβαλεῖν ζυγῷ δαιμόνων καὶ φορτίον βαστά ξαι βαρυτάτης ἁμαρτίας μετὰ τὸ ἐγνωκέναι ἡμᾶς ὅτι «σποδὸς ἡ καρ δία» τῶν εἰδώλοις λατρευόντων καὶ «πηλοῦ ἀτιμότερος ὁ βίος» αὐτῶν καὶ μετὰ τὸ εἰρηκέναι ἡμᾶς· «ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὑετίζων.» 33 Οὐ πάλαι μόνον ἵστη τὴν «χρυσῆν εἰκόνα» Ναβουχοδο νόσορ οὐδὲ τότε μόνον ἠπείλει τῷ Ἀνανίᾳ καὶ Ἀζαρίᾳ καὶ Μισαὴλ, εἰ μὴ προσκυνήσαιεν, ἐμβαλεῖν αὐτοὺς «εἰς τὴν κάμινον τοῦ πυρὸς», ἀλλὰ καὶ νῦν ὁ Ναβουχοδονόσορ τὰ αὐτὰ λέγει ἡμῖν τοῖς περατικοῖς καὶ ἀληθινοῖς Ἑβραίοις. ἀλλ' ἡμεῖς ἵνα δρόσου οὐρανίου πειραθῶμεν σβεννυούσης πᾶν πῦρ ἀφ' ἡμῶν καὶ καταψυχούσης ἡμῶν τὸ ἡγεμονι κὸν, τοὺς ἱεροὺς ἐκείνους μιμησώμεθα, μή ποτε καὶ νῦν ὁ Ἀμὰν θέλῃ τοὺς Μαρδοχαίους ὑμᾶς προσκυνῆσαι αὐτῷ, ἀλλ' ὑμεῖς εἴπατε· οὐ θήσω «δόξαν ἀνθρώπων ὑπεράνω δόξης θεοῦ» Ἰσραήλ. τὸν Βὴλ τῷ λόγῳ τοῦ θεοῦ καταστρέψωμεν καὶ τὸν δράκοντα μετὰ τοῦ Δα νιὴλ ἀποκτείνωμεν, ἵνα στόμασι λεόντων πλησιάζοντες μηδὲν ἀπ' αὐ τῶν παθεῖν δυνηθῶμεν μόνων τῶν αἰτίων ἡμῖν τοῦ παρόντος ἀγῶ νος καταβρωθησομένων ὑπὸ τῶν ἡμᾶς μὴ δυναμένων καταπιεῖν λεόν των. κρατῶμεν ὅτι ἐν τοῖς ἀνδραγαθήμασι τοῦ Ἰὼβ εἴρηται καὶ τό· «ἐπιθεὶς τὴν χεῖρά μου ἐπὶ στόματί μου ἐφίλησα, καὶ τοῦτό μοι ἄρα ἀνομία ἡ μεγίστη λογισθείη·» εἰκὸς δὲ ὅτι ἐπιτάξουσιν ἡμῶν τὴν χεῖρα ἐπιθεῖναι τῷ στόματι καὶ φιλῆσαι. 34 Καὶ τοῦτο δὲ παρατηρήσωμεν, ὅτι οὐκ ἐν τοῖς πρὸς τοὺς πολλοὺς λόγοις τὰ περὶ μαρτυρίου προφητεύεται ὑπὸ τοῦ σω τῆρος ἀλλ' ἐν τοῖς πρὸς τοὺς ἀποστόλους. προειρημένου γὰρ τοῦ· «τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε» καὶ τὰ ἑξῆς, ἐπιφέρεται τό· «προσέχετε ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς· καὶ ἐπὶ ἡγεμόνας καὶ βασι λεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. ὅταν δὲ παραδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε, πῶς ἢ τί λαλήσητε· οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς τὸ λαλοῦν ἐν ὑμῖν. παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς. καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. ὅταν δὲ διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἑτέραν, κἂν ἐκ ταύτης διώκωσιν, φεύγετε εἰς τὴν ἄλλην· ἀμὴν γὰρ λέγω ὑμῖν, οὐ μὴ τελέσητε τὰς πόλεις τοῦ Ἰσραὴλ, ἕως ἂν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου.» καὶ ὁ Λουκᾶς δὲ τοιαῦτα ἀναγράφει· «ὅταν δὲ φέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ μεριμνήσητε, πῶς ἀπολογήσησθε ἢ τί εἴπητε· τὸ γὰρ ἅγιον πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.» καὶ μεθ' ἕτερα· «θέσθε οὖν ἐν ταῖς καρδίαις ὑμῶν μὴ μελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντιστῆναι ἢ ἀντειπεῖν πάντες οἱ ἀντικεί μενοι ὑμῖν. παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων, καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισού μενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.» τοιαῦτα δὲ καὶ ὁ Μάρκος φησίν· «ὅταν δὲ ἄγωσιν ὑμᾶς πα ραδιδόντες, μὴ προμεριμνᾶτε μηδὲ προμελετᾶτε, ἀλλ' ὃ ἐὰν δοθῇ ὑμῖν ἐκείνῃ τῇ ὥρᾳ, ἐκεῖνο λαλεῖτε· οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον. παραδώσει δὲ ἀδελφὸς ἀδελ φὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς. καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.» καὶ ταῦτα δὲ παρὰ τῷ Ματθαίῳ ἐπὶ μαρτύριον προτρεπόμενα οὐ πρὸς ἄλλους ἢ τοὺς δώδεκα εἴρηται· ὧν ἀκούειν καὶ ἡμᾶς δεήσει ἐν τῷ ἀκούειν ἐσομένους ἀδελφοὺς τῶν ἀκουσάντων ἀποστόλων καὶ ἀποστόλοις συγκαταριθμησομένους. τὰ δὲ ῥητὰ οὕτως ἔχει· «μὴ φο βηθῆτε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμέ νων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ». καὶ ἑξῆς τούτοις διδάσκει ἡμᾶς ὁ κύριος, ὡς οὐκ ἄνευ προνοίας ἔρχεταί τις ἐπὶ τὸν τοῦ μαρτυρίου ἀγῶνα. λέγεται γάρ· «οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται εἰς τὴν γῆν ἄνευ τοῦ πατρὸς τοῦ ἐν τοῖς οὐρανοῖς. ὑμῶν δὲ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσί. μὴ οὖν φο βεῖσθε· πολλῶν στρουθίων διαφέρετε ὑμεῖς. πᾶς οὖν ὅστις ὁμολο γήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς· ὅστις δ' ἂν ἀπαρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀπαρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς». ἰσοδυναμεῖ δὲ τούτοις τὰ παρὰ τῷ Λουκᾷ· «ταῦτα δὲ λέγω ὑμῖν τοῖς φίλοις μου, μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσό τερόν τι ποιῆσαι. ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε· φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι ἔχοντα ἐξουσίαν ἐμβαλεῖν εἰς γέενναν. ναὶ λέγω ὑμῖν, τοῦτον φοβήθητε. οὐχὶ πέντε στρουθία δύο ἀσσαρίων πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ θεοῦ. ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται. μὴ οὖν φοβη θῆτε· πολλῶν στρουθίων διαφέρετε. λέγω δὲ ὑμῖν· πᾶς ὃς ἂν ὁμο λογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώ που ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ θεοῦ· ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ.» καὶ ἐν ἄλλῳ τόπῳ· «ὃς γὰρ ἂν αἰσχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων.» τούτῳ δὲ παραπλήσιον καὶ ὁ Μάρκος τοιοῦτον ἀνέγραψεν· «ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.» οἱ ἀναιροῦντες οὖν ἡμᾶς σώματος ζωὴν ἀποκτέννουσι· τοιοῦτον γάρ ἐστι τό· «μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα», αὐταῖς λέξεσιν ὑπὸ Ματθαίου καὶ Λουκᾶ εἰρημένον. καὶ μετὰ τὸ ἀπο κτεῖναί γε τὸ σῶμα, κἂν θέλωσιν, οὐ δύνανται τὴν ψυχὴν ἀποκτεῖ ναι· ἀλλ' οὐδὲ ἔχουσι «περισσότερόν τι ποιῆσαι». πῶς γὰρ δυνατὸν ἀναιρεθῆναι ψυχὴν ὑπ' αὐτῆς τῆς ὁμολογίας ζωοποιηθεῖσαν; ἀντι μαρτυροῦντος αὐτῇ τοῦ προτρεπομένου ἡμᾶς ἐπὶ τὸ μαρτύριον ἐν τῷ Ἡσαΐᾳ καὶ τοῦ παιδὸς αὐτοῦ, ἔνθα γέγραπται· «γένεσθέ μοι μάρ τυρες, κἀγὼ μάρτυς, λέγει κύριος ὁ θεὸς, καὶ ὁ παῖς ὃν ἐξελεξάμην.» καὶ τοῦτο δὲ τήρει, ὅτι οὐ δούλοις τοῦ Ἰησοῦ ἀλλὰ «φίλοις» αὐτοῦ δέδοται ἐντολὴ ἥδε· «μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι.» φοβητέον τοίνυν «τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ.» οὗτος γὰρ μόνος «μετὰ τὸ ἀποκτεῖναι» ἔχει «ἐξουσίαν ἐμβαλεῖν εἰς γέενναν.» καὶ ἐμβαλεῖ γε τοὺς φοβηθέντας ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα καὶ τοὺς μὴ φοβηθέντας τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ» καὶ «τὸν μετὰ τὸ ἀποκτεῖναι ἔχοντα ἐξου σίαν ἐμβαλεῖν εἰς γέενναν». εἴ τινος δὲ ἄλλου «τῆς κεφαλῆς αἱ τρίχες ἠριθμημέναι εἰσὶ», κἀκείνοις δηλονότι τοῖς διὰ τὸν Ἰησοῦν ἀποτεμνο μένοις, ὁμολογήσομεν ἐν τῷ υἱῷ τοῦ θεοῦ καὶ τῶν ἀνθρώπων καὶ οὐ θεῶν ἔμπροσθεν· ἵν' ἡμᾶς ἀμείψηται ὁ ὁμολογηθεὶς, ὁμολογήσας ἡμᾶς ἔμπροσθεν τοῦ θεοῦ καὶ πατρὸς ἑαυτοῦ καὶ ὁμολογήσας τὸν ὁμολο γήσαντα αὐτὸν ἐπὶ γῆς αὐτὸς ἐν οὐρανοῖς. 35 Τίς δ' ἂν λογισάμενος τὰ τοιαῦτα οὐκ ἐπιφθέγξεται τὸ ἀποστολικὸν ἐκεῖνο· «ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς.» πῶς γὰρ οὐ πολλῷ μείζων ὁμολογίας τῆς ἔμπροσθεν ἀνθρώπων ἡ ἔμπροσθεν τοῦ πατρὸς ὁμολογία; πῶς δ' οὐ καθ' ὑπερβολὴν ὑπερέχουσα τῆς ἐπὶ γῆς ὁμολο γίας, ἣν οἱ μάρτυρες ὁμολογοῦσι τὸν υἱὸν τοῦ θεοῦ, ἡ ἐν οὐρανοῖς τοῦ ὁμολογηθέντος ὁμολογία; λογισάμενος δέ τις ἀρνήσασθαι «ἔμπροσ θεν τῶν ἀνθρώπων» ὑπομιμνησκέσθω τοῦ ἀψευδῶς εἰπόντος· «ἀπαρ νήσομαι κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς.» ἐπεὶ δὲ ὁ μὲν Ματθαῖος ἀνέγραψεν· «ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς», ὁ δὲ Λουκᾶς· «καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ θεοῦ», ἐφίστημι, μή ποτε ὁ μὲν «πάσης κτίσεως» «πρωτότοκος», ἡ «εἰκὼν τοῦ ἀοράτου θεοῦ», ὁμολογήσῃ τὸν ὁμολογήσαντα ἔμπροσθεν τοῦ ἐν τοῖς οὐρανοῖς πατρὸς, ὁ δὲ γενόμενος «ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα» καὶ διὰ τοῦτο «υἱὸς ἀνθρώπου» τυγχάνων καὶ γενόμενος ἐκ γυναικὸς καὶ αὐτῆς οὔσης ἀνθρώπου καὶ διὰ τοῦτο χρηματίζων «υἱὸς ἀνθρώπου», ὅσπερ νοεῖται ὁ κατὰ τὸν Ἰησοῦν ἄνθρωπος, ὁμολο γήσῃ τοὺς ὁμολογήσαντας «ἔμπροσθεν τῶν ἀγγέλων τοῦ θεοῦ.» τὸ δ' ἀνάλογον καὶ περὶ τῶν ἀρνησαμένων ἀποδοτέον. ἔτι δὲ καὶ τοῦτο θεωρητέον, ὅτι ὁ μὲν ὁμολογῶν ἐν τῷ υἱῷ «ἔμπροσθεν τῶν ἀνθρώπων» τὸ ὅσον ἐφ' ἑαυτῷ συνίστησι χριστιανισ μὸν καὶ τὸν πατέρα τοῦ χριστιανισμοῦ τούτου ἐφ' ὧν ὁμολογεῖ· ὁ δὲ ὁμολογούμενος ὑπὸ τοῦ πάσης κτίσεως πρωτοτόκου καὶ τοῦ υἱοῦ τοῦ ἀνθρώπου συνίσταται διὰ τῆς τοῦ υἱοῦ τοῦ θεοῦ καὶ τοῦ υἱοῦ τοῦ ἀνθρώπου ὁμολογίας τῷ ἐν τοῖς οὐρανοῖς πατρὶ καὶ τοῖς ἀγγέ λοις τοῦ θεοῦ. εἴπερ δὲ «οὐχ ὁ αὑτὸν συνιστάνων, ἐκεῖνός ἐστι δόκι μος, ἀλλὰ ὃν ὁ κύριος συνίστησι», πῶς οὐ χρὴ νομίζειν εἶναι δόκιμον τὸν ἄξιον κριθέντα τῆς πρὸς τὸν ἐν οὐρανοῖς πατέρα καὶ τῆς πρὸς τοὺς ἀγγέλους τοῦ θεοῦ συστάσεως; εἰ δὲ δόκιμος οὗτος καὶ οἱ παραπλή σιοι αὐτῷ, οὓς «ὡς χρυσὸν ἐν χωνευτηρίῳ» ταῖς βασάνοις καὶ ταῖς ἐξετάσεσιν «ἐδοκίμασεν» ὁ κύριος «καὶ ὡς ὁλοκάρπωμα θυσίας προσ εδέξατο», τί χρὴ λέγειν περὶ τῶν ἐλεγχθέντων ἐν τῇ καμίνῳ τοῦ πειρασμοῦ καὶ ἀρνησαμένων, οὓς ὡς ἀδοκίμους ἀρνεῖται ἔμπροσθεν τοῦ ἐν τοῖς οὐρανοῖς πατρὸς καὶ «ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ» ὁ τὸν ἄξιον ἀρνήσεως ἀρνούμενος; 36 Καὶ οὐ μόνον γε πρὸς τὸ μὴ ἀρνήσασθαι ἀγωνιστέον ἀλλὰ καὶ πρὸς τὸ μηδὲ τὴν ἀρχὴν αἰσχυνθῆναι νομιζόμενον παρὰ τοῖς ἀλλοτρίοις θεοῦ αἰσχύνης ἄξια πάσχειν· καὶ μάλιστα εἰ δοξασθεὶς καὶ ἀποδεχθεὶς ὑπὸ πλείστων ὅσων πόλεων νῦν ὡσπερεὶ πομπεύεις αἴρων τὸν σταυρὸν τοῦ Ἰησοῦ, ἱερὲ Ἀμβρόσιε, καὶ ἀκολουθῶν αὐτῷ προσάγοντί σε ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς, ἵνα αὐτός σοι συμπορευθεὶς αὐτός σοι καὶ δῷ στόμα καὶ σοφίαν καὶ σοὶ τῷ συναγωνιστῇ αὐτοῦ, Πρω τόκτητε, καὶ συμμαρτυροῦσιν ὑμῖν τοῖς ἀναπληροῦσι «τὰ ὑστερήματα» τῶν παθημάτων «τοῦ Χριστοῦ», σὺν ὑμῖν γένηται ἐπὶ τὸν παρά δεισον τοῦ θεοῦ ὑποδεικνὺς, πῶς ἂν διοδεύσητέ τε «τὰ χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν, τὴν στρεφομένην καὶ φυλάσσουσαν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς». ταῦτα γὰρ ἀμφότερα εἰ καὶ φυλάσσει «τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς», φυλάσσει, ἵνα μηδεὶς ἀνάξιος ἐπιτραπῇ αὐτὴν διελθὼν ἐλθεῖν ἐπὶ τὸ ξύλον τῆς ζωῆς. ἡ μὲν γὰρ φλογίνη ῥομφαία καθέξει τοὺς ἐποικοδομήσαντας τῷ κειμένῳ θεμελίῳ Ἰησοῦ Χριστῷ «ξύλα ἢ χόρτον ἢ καλάμην» καὶ τὸ εὐκαυστότατον καὶ ἐπὶ πλεῖον καιόμενον ξύλον τῆς, ἵν' οὕτως ὀνομάσω, ἀρνήσεως· τὰ δὲ χερουβὶμ τοὺς οὐ πεφυκότας κρατεῖσθαι ὑπὸ τῆς φλογίνης ῥομφαίας τῷ μηδὲν συγγενὲς αὐτῇ ᾠκοδομηκέναι παραλαβόντα παραπέμψει ἐπὶ «τὸ τῆς ζωῆς ξύλον» καὶ πάντα ἃ «ἐφύτευσεν ὁ θεὸς» ἐν ταῖς ἀνα τολαῖς καὶ «ἐξανέτειλεν» «ἐκ τῆς γῆς». Ἰησοῦ δὲ συνοδεύοντος ὑμῖν ἐπὶ τὸν παράδεισον καταφρονήσατε τοῦ ὄφεως νενικημένου καὶ συντρι βέντος ὑπὸ τοὺς Ἰησοῦ πόδας καὶ δι' αὐτοῦ καὶ ὑπὸ τοὺς ὑμετέρους, δεδωκότος «ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, ἵνα μηδὲν ὑμᾶς αὐτῶν ἀδικήσῃ.» 37 Οὔτ' οὖν ἀρνητέον τὸν υἱὸν τοῦ θεοῦ οὔτ' ἐπαισχυντέον αὐτὸν ἢ τοὺς οἰκείους αὐτοῦ ἢ τοὺς λόγους αὐτοῦ, ἀλλ' ἀκουστέον τοῦδε· «ὅστις δ' ἂν ἀπαρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀπαρ νήσομαι κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρα νοῖς,» καὶ τοῦ· «ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς, τοῦτον ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται. ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων,» καὶ τοῦ· «ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς μετὰ τῶν ἁγίων ἀγγέλων». καὶ ὁ Ἰησοῦς δέ ποτε «ὑπέμεινε σταυρὸν αἰσχύνης καταφρονήσας» καὶ διὰ τοῦτο «ἐκάθισεν ἐν δεξιᾷ» τοῦ θεοῦ· καὶ οἱ μιμηταὶ δὲ αὐτοῦ αἰσχύνης καταφρονοῦντες συγκαθεδοῦνται αὐτῷ καὶ συμβασιλεύσουσιν ἐν τοῖς οὐρανοῖς τῷ ἐλθόντι οὐκ «εἰρήνην ἐπὶ τὴν γῆν» βαλεῖν ἀλλ' ἐπὶ τὴν ψυχὴν τῶν μαθητῶν ἑαυτοῦ, καὶ «μάχαιραν» βαλεῖν «ἐπὶ τὴν γῆν». ἐπεὶ γὰρ «ὁ λόγος τοῦ θεοῦ ζῶν καὶ ἐνεργὴς καὶ τομώ τερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον καὶ διϊκνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας», οὗτος μάλιστα νῦν εἰρήνην μὲν τὴν ὑπερέχου σαν πάντα νοῦν, ἣν ἀφῆκε τοῖς ἀποστόλοις ἑαυτοῦ, βραβεύει ταῖς ψυχαῖς ἡμῶν, μάχαιραν δὲ ἔβαλε μεταξὺ τῆς τοῦ χοϊκοῦ εἰκόνος καὶ τῆς τοῦ ἐπουρανίου· ἵν' ἐπὶ τοῦ παρόντος τὸν ἐπουράνιον ἡμῶν παραλαβὼν ὕστερον ἀξίους γενομένους τοῦ μὴ διχοτομηθῆναι ἡμᾶς ἐξ ὅλων ποιήσῃ ἐπουρανίους. καὶ οὐ μόνην «μάχαιραν» ἦλθε βαλεῖν «ἐπὶ τὴν γῆν» ἀλλὰ καὶ «πῦρ», περὶ οὗ φησι· «θέλω εἰ ἤδη ἀνήφθη». ἀναφθήτω τοιγαροῦν τοῦτο τὸ πῦρ καὶ ἐν ὑμῖν ἐξαφανίζον πάντα γήϊνον καὶ φιλοσώμα τον λογισμὸν ὑμῶν· καὶ τὸ βάπτισμα, περὶ οὗ ὁ Ἰησοῦς συνείχετο «ἕως τελεσθῇ», μετὰ πάσης προθυμίας βαπτίσασθε νῦν. καὶ σὺ μὲν ὁ ἔχων «γυναῖκα καὶ τέκνα καὶ ἀδελφοὺς καὶ ἀδελφὰς» μέμνησο τοῦ· «εἴ τις ἔρχεται πρός με καὶ οὐ μισεῖ τὸν πατέρα καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφὰς, οὐ δύναταί μου μαθητὴς εἶναι», ἀμφότεροι δὲ τοῦ· «εἴ τις ἔρχεται πρός με καὶ οὐ μισεῖ» πρὸς τοῖς προτέροις «ἔτι καὶ τὴν ἑαυτοῦ ψυχὴν, οὐ δύ ναταί μου μαθητὴς εἶναι». ἀλλ' οὕτω μισήσατε τὴν ἑαυτῶν ψυχὴν, ὡς διὰ τοῦ μισεῖν εἰς ζωὴν αἰώνιον φυλάσσειν αὐτήν· «ὁ γὰρ μισῶν», φησὶ, «τὴν ἑαυτοῦ ψυχὴν ἐν τῷ κόσμῳ τούτῳ εἰς ζωὴν αἰώνιον φυ λάσσει αὐτήν.» οὐκοῦν τὴν ψυχὴν διὰ τὴν αἰώνιον ζωὴν μισήσατε πειθόμενοι ὅτι καλὸν καὶ ὠφέλιμον μῖσος διδάσκει μισεῖν ὁ Ἰησοῦς. ὥσπερ δὲ ὑπὲρ τοῦ φυλαχθῆναι εἰς ζωὴν αἰώνιον τὴν ψυχὴν μιση τέον ἡμῖν ἔσται αὐτὴν, οὕτως «γυναῖκα καὶ τέκνα καὶ ἀδελφοὺς καὶ ἀδελφὰς» μίσησον ὁ ἔχων ταῦτα, ἵν' ὠφελήσῃς τοὺς μισουμένους δι' αὐτοῦ τοῦ μεμισηκέναι παῤῥησίαν ἀναλαμβάνων πρὸς τὸ εὐεργετεῖν αὐτοὺς φίλος γενόμενος θεῷ. 38 Ἅμα δὲ καὶ ὑπομιμνήσκου τοῦ εὐξαμένου ἐν πνεύματι περὶ τέκνων μαρτύρων διὰ τὴν πρὸς θεὸν ἀγάπην αὐτῶν καταλελειμ μένων καὶ φήσαντος· «περιποίησαι τοὺς υἱοὺς τῶν τεθανατωμένων». μόνον δὲ ἴσθι ὅτι «οὐ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ θεοῦ» καὶ ὅτι, ὥσπερ λέγεται τοῖς ἐκ σπέρματος Ἀβραὰμ τό τε· «οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε» καὶ τό· «εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε», οὕτως καὶ τοῖς τέκνοις σου λεχθήσεται· οἶδα ὅτι σπέρμα Ἀμβροσίου ἐστὲ καὶ τό· εἰ τέκνα τοῦ Ἀμβροσίου ἐστὲ, τὰ ἔργα τοῦ Ἀμβροσίου ποιεῖτε. καὶ τάχα ποιήσουσι, πλείω ὠφελοῦν τός σου αὐτὰ μετὰ τὴν τοιαύτην ἔξοδον ἢ εἰ παρέμενες αὐτοῖς. τότε γὰρ καὶ ἐπιστημονικώτερον αὐτὰ ἀγαπήσεις καὶ συνετώτερον περὶ αὐτῶν εὔξῃ, ἐὰν μάθῃς ὅτι τέκνα σου ἐστὶ καὶ οὐ σπέρμα μόνον. ἀνὰ στόμα νῦν ἔχε τό· «ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος» καὶ τό· «ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτὴν, καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν.» 39 Τόπον διὰ τῆς εἰς τὸ μαρτύριον προθυμίας δότε τῷ τοῦ πατρὸς ὑμῶν πνεύματι λαλοῦντι τοῖς διὰ θεοσέβειαν παραδοθεῖ σιν· ἐὰν εἰδῆτε ἑαυτοὺς μισουμένους καὶ βδελυκτοὺς καὶ ἀσεβεῖς εἶναι νομιζομένους, τότε ἀναλάβετε τό· «διὰ τοῦτο ὁ κόσμος ὑμᾶς μισεῖ», «ὅτι οὐκ ἐστὲ ἐκ τοῦ κόσμου τούτου·» «εἰ γὰρ ἦτε ἐκ τοῦ κόσμου τού του, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει». πολλοὺς ὀνειδισμοὺς διὰ Χριστὸν καὶ πολλοὺς κινδύνους, ἐξ οὗ πεπιστεύκατε, ὑπομείναντες ἕως τέλους ἐν τῷ ὑπομένειν προκόψατε, ὅτι «ὁ ὑπομείνας εἰς τέλος, οὗτος σω θήσεται». ἴστε ὅτι κατὰ τὸν Πέτρον ἀγαλλιάσεσθε «ὀλίγον ἄρτι εἰ δέον ἐστὶ λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς, ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως πολυτιμότερον χρυσίου τοῦ ἀπολλυμένου καὶ διὰ πυρὸς δεδοκιμασμένου εὑρεθῇ εἰς ἔπαινον καὶ δόξαν καὶ τιμὴν ἐν ἀποκα λύψει Ἰησοῦ Χριστοῦ». ἀλλὰ τοῦ «λυπηθέντες» ἀντὶ τοῦ πονέσαν τες ἀκούσατε, ὡς δῆλον καὶ ἐκ τοῦ· «ἐν λύπαις τέξῃ τέκνα»· οὐ γὰρ πάντως ἐν λύπῃ τῷ πάθει τίκτει γυνὴ ἀλλὰ ἐν πόνῳ. εἰ μὲν χρήσιμον τοῖς Χριστοῦ μαθηταῖς τό· «μὴ ἀγαπᾶτε τὸν κόσμον μηδὲ τὰ ἐν τῷ κόσμῳ. ἐάν τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ πατρὸς ἐν αὐτῷ· ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἡ ἀλαζονεία τοῦ βίου, οὐκ ἔστιν ἐκ τοῦ πατρὸς ἀλλ' ἐκ τοῦ κόσμου ἐστίν. καὶ ὁ κόσμος παράγεται καὶ ἡ ἐπιθυμία»· μὴ οὖν ἀγαπᾶτε τὰ παραγόμενα, ἀλλὰ ποιοῦντες τὸ θέλημα τοῦ θεοῦ ἄξιοι γίνεσθε τοῦ ἓν γενέσθαι ἅμα υἱῷ καὶ πατρὶ καὶ ἁγίῳ πνεύματι κατὰ τὴν τοῦ σωτῆρος εὐχὴν λέ γοντος· ὡς ἐγὼ καὶ σὺ ἕν ἐσμεν. «ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσι». πόσας δὲ καὶ ἡμέρας ἔστι κερδῆσαι ἀγαπήσαντα «τὸν κόσμον» ἢ «τὰ ἐν τῷ κόσμῳ» καὶ τὴν ἑαυτοῦ ψυχὴν ζημιούμενον ἢ ἀπολλύντα καὶ περι φέροντα συνειδὸς βαρούμενον ὑπὲρ «φορτίον βαρὺ» καὶ βαρούμενον ὑπὸ τοῦ τῆς ἀρνήσεως πτώματος; ὑπομνησθῶμεν ἕκαστος, ὁσάκις ἀπο θανεῖν τὸν κοινὸν θάνατον ἐκινδύνευσε, καὶ λογισώμεθα, μή ποτε διὰ τοῦτο ἐτηρήθημεν, ἵνα βαπτισάμενοι τῷ ἑαυτῶν αἵματι καὶ ἀπολου σάμενοι πᾶσαν ἁμαρτίαν παρὰ τῷ ἐν οὐρανοῖς θυσιαστηρίῳ τὰς δια τριβὰς μετὰ τῶν συναγωνισαμένων ποιησώμεθα. 40 Εἰ δέ τις ἐνδοὺς ἀπὸ πολλῆς φιλοζωΐας ἢ τῆς πρὸς τοὺς πόνους μαλακίας ἢ τῶν νομιζομένων πιθανῶς προσάγεσθαι ὑπὸ τῶν ἀναπειθόντων ἡμᾶς ἐπὶ τὰ χείρονα ἀρνήσαιτο μὲν τὸ εἶναι ἕνα θεὸν καὶ τὸν Χριστὸν αὐτοῦ ὁμολογήσαι δὲ δαιμόνια ἢ τύχας, ἴστω ὁ τοιοῦτος ἑτοιμάζων «τῷ δαιμονίῳ τράπεζαν» καὶ πληρῶν «τῇ τύχῃ κέρασμα», ἐγκαταλιπὼν κύριον καὶ ἐπιλανθανόμενος τοῦ ὄρους τοῦ ἁγίου αὐτοῦ, τούτοις τοῖς ἐλέγχοις ὑποκεισόμενος, ὡς ὁ Ἡσαΐας ἀνέ γραψε τοῦτον τὸν τρόπον· «ὑμεῖς δὲ οἱ ἐγκαταλιπόντες με καὶ ἐπι λανθανόμενοι τὸ ὄρος τὸ ἅγιόν μου καὶ ἑτοιμάζοντες τῷ δαιμονίῳ τράπεζαν καὶ πληροῦντες τῇ τύχῃ κέρασμα, ἐγὼ παραδώσω ὑμᾶς εἰς μάχαιραν, πάντες ἐν σφαγῇ πεσεῖσθε· ὅτι ἐκάλεσα ὑμᾶς καὶ οὐχ ὑπηκούσατε, ἐλάλησα καὶ παρηκούσατε καὶ ἐποιήσατε τὸ πονηρὸν ἐναντίον ἐμοῦ καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξασθε. διὰ τοῦτο τάδε λέ γει λέγει κύριος κύριος· ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε, ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, ὑμεῖς δὲ διψήσετε, ἰδοὺ οἱ δουλεύοντές μοι εὐφρανθήσονται, ὑμεῖς δὲ αἰσχυνθήσεσθε, ἰδοὺ οἱ δουλεύοντές μοι ἀγαλλιάσονται ἐν εὐφροσύνῃ, ὑμεῖς δὲ κεκράξεσθε διὰ τὸν πόνον τῆς καρδίας καὶ ἀπὸ συντριβῆς πνεύματος ὀλολύξετε. καταλείψετε γὰρ τὸ ὄνομά μου εἰς πλησμονὴν τοῖς ἐκλεκτοῖς μου, ὑμᾶς δὲ ἀνελεῖ κύριος». ἀλλὰ καὶ εἴπερ νοοῦντες, τίς ἡ τοῦ κυρίου τράπεζα, μετέχειν αὐτῆς βουλοίμεθα, γινώσκωμεν τό· «οὐ δύνασθε κυρίου τραπέζης μετέχειν καὶ τραπέζης δαιμονίων». ἀλλὰ καὶ εἰ θέλομεν συνιέντες, τί ἐστι τό· «οὐ μὴ πίω ἀπ' ἄρτι ἐκ τοῦ γενήματος τῆς ἀμπέλου ταύτης ἕως τῆς ἡμέρας ἐκείνης, ἕως αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν», μετὰ τῶν πινόντων σὺν τῷ Ἰησοῦ εὑρεθῆναι, προσέχω μεν τῷ· «οὐ δύνασθε ποτήριον κυρίου πίνειν καὶ ποτήριον δαι μονίων». τίς δὲ ἀκούσας τοῦ τῆς βροντῆς υἱοῦ Ἰωάννου λέγοντος· «ὁ ἀρ νούμενος τὸν πατέρα καὶ τὸν υἱὸν, πᾶς ὁ ἀρνούμενος τὸν υἱὸν οὐδὲ τὸν πατέρα ἔχει· ὁ ὁμολογῶν τὸν υἱὸν καὶ τὸν πατέρα ἔχει» οὐ φο βηθήσεται διὰ τοῦ λέγειν μὴ εἶναι Χριστιανὸς ἀρνήσασθαι τὸν υἱὸν, ἐν τῷ ἀρνεῖσθαι αὐτὸν οὐχ ἕξων τὸν πατέρα; καὶ τίς οὐκ ἂν προ τραπείη ὁμολογεῖν τὸ εἶναι Χριστιανὸς ἔργοις καὶ λόγοις, ἵνα καὶ τὸν πατέρα ἔχῃ; οἱ γὰρ ὁμολογοῦντες ἔχουσι τὸν πατέρα. 41 Εἰ μεταβεβήκαμεν «ἐκ τοῦ θανάτου εἰς τὴν ζωὴν» διὰ τοῦ μεταβεβηκέναι ἀπὸ ἀπιστίας εἰς πίστιν, μὴ θαυμάζωμεν, εἰ μισεῖ ἡμᾶς ὁ κόσμος. οὐδεὶς γὰρ μὴ μεταβὰς «ἐκ τοῦ θανάτου εἰς τὴν ζωὴν» ἀλλὰ μένων ἐν τῷ θανάτῳ δύναται ἀγαπᾶν τοὺς μεταβεβηκότας ἀπὸ σκοτεινῆς τῆς τοῦ θανάτου, ἵν' οὕτως ὀνομάσω, οἰκίας ἐπὶ τὰ πε πληρωμένα οἰκοδομήματα ἐκ λίθων ζώντων φωτὸς ζωῆς. «ὑπὲρ ἡμῶν ἔθηκεν» Ἰησοῦς «τὴν ψυχὴν», καὶ ἡμεῖς οὖν θῶμεν αὐτὴν, οὐκ ἐρῶ ὑπὲρ αὐτοῦ ἀλλ' ὑπὲρ ἑαυτῶν, οἶμαι δ' ὅτι κἂν ὑπὲρ τῶν ἐν τῷ μαρτυρίῳ ἡμῶν οἰκοδομηθησομένων. ἐνέστη ἡμῖν καιρὸς Χριστιανοῖς καυχή σεων· «οὐ μόνον», γάρ φησιν, «ἀλλὰ καὶ καυχώμενοι ἐν ταῖς θλίψεσιν, εἰδότες ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει», μόνον «ἡ ἀγάπη τοῦ θεοῦ» ἐκκεχύσθω «ἐν ταῖς καρδίαις ἡμῶν διὰ πνεύματος ἁγίου». Παῦ λος μὲν λεγέτω· «εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσῳ», ἡμεῖς δέ· «εἰ κατὰ ἄνθρωπον» ἀνῃρέθην ἐν Γερμανίᾳ. 42 Εἰ «καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ», «οὕτω διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις», προθυμότατα παρα δεξώμεθα τὰ Χριστοῦ παθήματα, καὶ περισσευσάτω ἐν ἡμῖν, εἴπερ ὀρεγόμεθα περισσῆς παρακλήσεως, ἣν πάντες μὲν οἱ «πενθοῦντες» «παρακληθήσονται», τάχα δὲ οὐκ ἐπ' ἴσης. εἰ γὰρ ἐπ' ἴσης ἦν ἡ παρά κλησις, οὐκ ἂν ἐγέγραπτο τό· «καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτω περισσεύει καὶ ἡ παράκλησις ἡμῶν.» οἱ κοινωνοὶ τῶν παθημάτων κατὰ τὴν ἀναλογίαν τῶν παθημάτων, ὧν εἰσι κοι νωνοὶ πρὸς Χριστὸν, κοινωνοὶ ἔσονται καὶ τῆς παρακλήσεως· ἃ καὶ μανθάνετε ἀπὸ τοῦ πεπιστευμένως τὰ τοιαῦτα λέγοντος· οἴδαμεν γὰρ, «ὡς κοινωνοί ἐστε τῶν παθημάτων, οὕτως καὶ τῆς παρακλήσεως.» φησὶ δὲ διὰ προφήτου ὁ θεός· «καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι.» ποῖος οὖν ἄλλος εὐπρόσδεκτος καιρὸς, ἢ ὅτε διὰ τὴν εἰς θεὸν ἐν Χριστῷ εὐσέβειαν ὑπὸ φρουρὰν πομπεύον τες ἐν τῷ κόσμῳ καὶ θριαμβεύοντες μᾶλλον ἤπερ θριαμβευόμενοι ἀπ αγόμεθα; οἱ γὰρ ἐν Χριστῷ μάρτυρες συναπεκδύονται αὐτῷ «τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας» καὶ συνθριαμβεύουσιν ὡς κοινωνοὶ τῶν πα θημάτων αὐτοῦ γινόμενοι οὕτως καὶ τῶν ἐν τοῖς παθήμασιν αὐτοῦ ἀνδραγαθημάτων· ἐξ ὧν ἐστι καὶ τὸ θριαμβεῦσαι «τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας», ἃς μετ' ὀλίγον ὄψεσθε νενικημένας καὶ κατῃσχυμμένας. ποία ἄλλη οὕτως ἡμέρα σωτηρίας ὡς ἡ ἡμέρα τῆς τοιαύτης ἡμῶν ἐντεῦθεν ἀπαλλαγῆς; ἀλλὰ παρακαλῶ· «μηδεμίαν ἐν μηδενὶ» δῶτε «προσκοπὴν, ἵνα μὴ μωμηθῇ» ὑπὸ ὑμῶν τὸ πρεσβυτέριον ἢ «ἡ διακονία, ἀλλὰ ἐν παντὶ ἑαυτοὺς» συστήσασθε «ὡς θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ» λέγοντες· «καὶ νῦν τίς ἡ ὑπομονή μου; οὐχὶ ὁ κύριος;» «ἐν θλίψεσι» πειθόμενοι ὅτι «πολλαὶ αἱ θλίψεις τῶν δικαίων», «ἐν ἀνάγκαις», ἵν' ὡς ἀναγκαίαν ἡμῖν τὴν μακαριότητα ἀπαιτήσωμεν, «ἐν στενοχωρίαις», ἵν' ὡς τὴν στενὴν καὶ τὴν τεθλιμμένην ἀπαραλείπτως ὁδεύσαντες κατ αντήσωμεν ἐπὶ τὴν ζωήν. ἐὰν δέον ᾖ, συστήσωμεν ἑαυτοὺς καὶ «ἐν πληγαῖς καὶ ἐν φυλακαῖς καὶ ἐν ἀκαταστασίαις καὶ ἐν κόποις καὶ ἐν ἀγρυπνίαις καὶ ἐν νηστείαις.» ἰδοὺ γὰρ κύριος, καὶ «ὁ μισθὸς αὐτοῦ» ἐν χειρὶ «ἀποδοῦναι ἑκάστῳ», ὡς τὰ ἔργα αὐτοῦ ἐστι. 43 Νῦν δείξωμεν ὅτι γνῶσιν διὰ ἔργα πρέποντα τῇ γνώσει ἐποθήσαμεν. πᾶσα ἁγνότης ἡ ἀπὸ παντὸς οὑτινοσοῦν τοῦ ἐν ὁποιω δήποτε ἁμαρτήματι μολυσμοῦ φανερωθήτω ἐν ἡμῖν. ὡς μακροθύμου θεοῦ υἱοὶ καὶ μακροθύμου Χριστοῦ ἀδελφοὶ μακροθυμήσωμεν ἐν πᾶσι τοῖς συμβαίνουσι· «μακρόθυμος γὰρ ἀνὴρ, πολὺς ἐν φρονήσει, ὁ δὲ ὀλιγόψυχος ἰσχυρῶς ἄφρων.» εἰ δεῖ ἑαυτὸν συνιστάναι «διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ τῶν ἀριστερῶν», συστήσαν τες ἑαυτοὺς «διὰ δόξης» καὶ μὴ χαυνωθέντες ἐπ' αὐτῇ νῦν καὶ τὴν ἀτιμίαν ὑπομείνωμεν· ἀλλ' εἰ καὶ εὐφημίας ἀξίως ἐπολιτευσάμεθα καὶ εὐφημήθημεν, νῦν καὶ τῆς ἀπὸ τῶν δυσσεβῶν δυσφημίας ἀνα σχώμεθα. ἔτι δὲ εἰ ὡς ἀληθεῖς παρὰ τοῖς φιλαλήθεσιν ἐθαυμάσθημεν, νῦν ἐπὶ τῷ λέγεσθαι ἡμᾶς πλανᾶσθαι γελάσωμεν. ἐπὶ πολλοῖς κιν δύνοις, ἀφ' ὧν ἐῤῥύσθημεν, πολλοὶ εἶπον ἡμᾶς ἀπὸ θεοῦ ἐπιγινώ σκεσθαι· νῦν ὁ βουλόμενος λεγέτω ἡμᾶς ἀγνοεῖσθαι, ὅτε τάχα μᾶλλον ἐπιγινωσκόμεθα. φέροντες γοῦν τὰ συμβαίνοντα παιδευόμεθα μὲν οὐ θανατούμεθα δὲ, καὶ ὁμοιούμεθα λυπουμένοις οἱ χαίροντες. 44 Φησί που ὁ Παῦλος πρὸς τοὺς ἐν ἀρχῇ ὑπομείναντας παρακαλῶν αὐτοὺς ἀκολούθως τῇ προτέρᾳ ὑπομονῇ φέρειν κινδύνους δευτέρους τοὺς διὰ τὸν λόγον· «ἀναμιμνήσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων, τοῦτο μὲν ὀνειδισμοῖς τε καὶ θλίψεσι θεατριζόμενοι, τοῦτο δὲ κοινω νοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες. καὶ γὰρ τοῖς δεσμοῖς μου συνεπαθήσατε, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες ὅτι κρείττονα ἔχετε ὕπαρξιν καὶ μένουσαν. μὴ ἀποβάλητε οὖν τὴν παῤῥησίαν ὑμῶν, ἥτις ἔχει μεγά λην μισθαποδοσίαν. ὑπομονῆς γὰρ ἔχετε χρείαν.» «πολλὴν» τοιγαροῦν καὶ ἡμεῖς νῦν «ἄθλησιν» ὑπομείνωμεν «παθημάτων» «ὀνειδισμοῖς καὶ θλίψεσι» καὶ «θεατριζόμενοι» καὶ «μετὰ χαρᾶς» παραδεχόμενοι «τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων» ἡμῶν· πειθόμεθα γὰρ «κρείττονα» ἔχειν «ὕπαρξιν» οὐ γηΐνην ἀλλ' οὐδὲ σωματικὴν ἀλλά τινα ἀόρατον καὶ ἀσώματον. σκοποῦμεν γὰρ οὐ «τὰ βλεπόμενα», ὁρῶντες ταῦτα μὲν «πρόσκαιρα» ἐκεῖνα δὲ «αἰώνια». 45 Ἐπεὶ δέ τινες μὴ θεωροῦντες τὸν περὶ τῶν δαιμόνων 45 λόγον, καὶ ὡς ὑπὲρ τοῦ παραμένειν ἐν τῷ παχεῖ τούτῳ καὶ περιγείῳ ἀέρι δεόμενοι τροφῆς τῆς διὰ τῶν ἀναθυμιάσεων ἐπιτηροῦσιν ὅπῃ κνίσσα ἀεὶ καὶ αἵματα καὶ λιβανωτοὶ, ἐξευτελίζουσιν ὡς ἀδιάφορον τὸ θύειν, εἴποιμεν ἂν καὶ πρὸς ταῦτα ὅτι, εἴπερ οἱ τροφὰς λῃσταῖς καὶ φονεῦσι καὶ βαρβάροις ἐχθροῖς τοῦ μεγάλου βασιλέως παρέχοντες ὡς τὸ κοινὸν ἀδικήσαντες καὶ κολάζονται, πόσῳ πλέον οἱ τοῖς τῆς κακίας ὑπηρέταις διὰ τοῦ θύειν διδόντες τροφὰς παρακατεχούσας αὐτοὺς ἐν τῷ περιγείῳ τόπῳ δικαιότατα ἂν ἐγκαλοῖντο, καὶ μάλιστα εἰ μαθόντες τό· «ὁ θύων θεοῖς ἑτέροις ἐξολοθρευθήσεται, πλὴν κυρίῳ μόνῳ», θύοιεν τοῖς τῶν ἐπὶ γῆς κακῶν αἰτίοις. καὶ οἶμαί γε ἐπὶ τοῖς ἁμαρτανομένοις ὑπὸ τῶν δαιμόνων ἐνεργούντων κατὰ τῶν ἀνθρώ πων οὐκ ἔλαττον ἐγκληθήσεσθαι τῶν ἐνεργησάντων δαιμόνων τὰ χείρονα, διὰ τοῦ θύειν θρέψαντες αὐτούς· οἱονεὶ γὰρ κοινῇ τὰ κακὰ πεποιήκασι τοῖς ἀνθρώποις οἵ τε δαίμονες καὶ οἱ κατασχόντες αὐτοὺς ἐπὶ γῆς, μὴ ἂν δυνηθέντας διαρκέσαι χωρὶς τῶν ἀναθυμιά σεων καὶ τῶν νομιζομένων εἶναι καταλλήλων τροφῶν τοῖς σώμασιν αὐτῶν. 46 Πάλιν τε αὖ ὑπολαμβάνοντές τινες θέσει εἶναι τὰ ὀνό ματα καὶ οὐδεμίαν αὐτὰ ἔχειν φύσιν πρὸς τὰ ὑποκείμενα, ὧν ἐστιν ὀνόματα, νομίζουσι μηδὲν διαφέρειν, εἰ λέγοι τις· σέβω τὸν πρῶτον θεὸν ἢ τὸν Δία ἢ Ζῆνα, καὶ εἰ φάσκοι τις· τιμῶ καὶ ἀποδέχομαι τὸν ἥλιον ἢ τὸν Ἀπόλλωνα καὶ τὴν σελήνην ἢ τὴν Ἄρτεμιν καὶ τὸ ἐν τῇ γῇ πνεῦμα ἢ τὴν Δήμητραν καὶ ὅσα ἄλλα φασὶν οἱ Ἑλλήνων σοφοί. πρὸς οὓς λεκτέον ὅτι ἔστι τις καὶ περὶ ὀνομάτων πραγματεία βαθυτάτη καὶ ἀνακεχωρηκυῖα, ἥντινα ὁ συνιεὶς ὄψεται ὅτι, εἴπερ ἦν θέσει τὰ ὀνόματα, οὐχ ὑπήκουσαν ἂν οἱ καλούμενοι δαίμονες ἄλ λαι τινὲς ἡμῖν ἀόρατοι δυνάμεις τοῖς ἐκείνους μὲν νοοῦσιν ὀνομάζουσι δὲ ὡς τεθέντα τὰ ὀνόματα· νυνὶ δὲ φθόγγοι τινὲς καὶ συλλαβαὶ καὶ μετὰ προσπνεύσεως ἢ ψιλότητος ἢ ἐκτάσεως ἢ συστολῆς ὀνομασίαι ἀπαγγελλόμεναι ἄγουσι τάχα τινὶ φύσει ἀθεωρήτῳ ἡμῖν τοὺς καλου μένους. εἰ δὲ τοῦθ' οὕτως ἔχει καὶ μὴ ἔστι θέσει τὰ ὀνόματα, οὐδενὶ ὀνόματι κλητέον τὸν πρῶτον θεὸν ἢ οἷς ὁ θεράπων καὶ οἱ προφῆ ται καὶ αὐτὸς ὁ σωτὴρ καὶ κύριος ἡμῶν ὀνομάζουσιν αὐτὸν, οἷον Σαβαὼθ, Ἀδωναῒ, Σαδδαῒ, καὶ πάλιν θεὸς Ἀβραὰμ, θεὸς Ἰσαὰκ καιθεὸς Ἰακώβ· «τοῦτο» γάρ φησιν «ἐστὶν ὄνομα αἰώνιον καὶ μνημόσυνον γενεαῖς γενεῶν.» οὐ θαυμαστὸν δὲ, εἰ τὰ δαιμόνια τὰς ἰδίας ὀνομασίας ἀναφέρει ἐπὶ τὸν πρῶτον θεὸν, ἵν' ὡς ὁ πρῶτος προσκυνηθῇ θεός. ὅπερ τῷ καθ' ἡμᾶς θεράποντι καὶ τοῖς προφήταις καὶ τῷ πληρώματι νόμου Χριστῷ καὶ τοῖς ἀποστόλοις αὐτοῦ οὐκ ἔστι πάτριον. καὶ ταῦτα ἀναγκαίως, ἵνα μή τις ἡμᾶς κατασοφίσηται ἢ κἂν ἐπὶ ποσὸν μολύνῃ τὸν λογισμὸν ἡμῶν, παρεθέμεθα· οἷς ἐπιμελῶς προσεκτέον μηδένα τόπον διδοῦσι παρεγχειρήσεως τοῖς ἐναντίοις. 47 Ἔτι δὲ καὶ φιλοζωεῖ ἄνθρωπος πεῖσμα λαβὼν περὶ οὐσίας λογικῆς ψυχῆς ὡς ἐχούσης τι συγγενὲς θεῷ. νοερὰ γὰρ ἑκάτερα καὶ ἀόρατα καὶ, ὡς ὁ ἐπικρατῶν ἀποδείκνυσι λόγος, ἀσώματα. τί δὲ καὶ ὁ κατασκευάζων ἡμᾶς ἐνεποίει πόθον τῆς πρὸς αὐτὸν εὐσεβείας καὶ κοινωνίας, ὅστις καὶ ἐν τοῖς ἐσφαλμένοις ἴχνη τινὰ σῴζει τοῦ θείου βουλήματος, εἴπερ μὴ ἦν δυνατὸν καὶ ἐφικτὸν τὸ φυσικῶς ποθούμενον τοῖς λογικοῖς καταλαβεῖν; καὶ σαφὲς ὅτι, ὥσπερ ἕκαστον μέλος ἡμῶν πρός τι πέφυκεν οἰκειότητα σῴζειν, οἱ ὀφθαλμοὶ πρὸς τὰ ὁρατὰ καὶ ὦτα πρὸς τὰ ἀκουστὰ, οὕτω νοῦς πρὸς τὰ νοητὰ καὶ τὸν ἐπέκεινα τῶν νοητῶν θεόν. τί τοίνυν ὀκνοῦμεν καὶ διστάζομεν ἀποθέμενοι τὸ ἐμποδίζον «φθαρτὸν σῶμα,» βαρῦνον ψυχὴν, βρῖθον «νοῦν πολυφρόντιδα» «γεῶδες σκῆνος», ἀπολυθῆναι τῶν δεσμῶν καὶ ἀναλῦσαι ἀπὸ τῶν μετὰ σαρκὸς καὶ αἵματος κυμάτων; ἵνα σὺν Χριστῷ Ἰησοῦ τὴν οἰκείαν τῇ μακαριότητι ἀνάπαυσιν ἀναπαυσώμεθα. τὸν αὐτὸν ὅλον δι' ὅλων ἔμψυχον λόγον θεωροῦντες καὶ ἀπ' αὐτοῦ τρε φόμενοι καὶ τὴν αὐτῷ ποικιλωτάτην σοφίαν καταλαμβάνοντες καὶ τυπούμενοι ὑπὸ τῆς αὐτοαληθείας καὶ ἐν φωτὶ τῷ ἀληθινῷ καὶ ἀλήκτῳ τῆς γνώσεως τὸν νοῦν καταλαμπόμενοι πρὸς τὴν θέαν τῶν δι' ἐκείνου τοῦ φωτὸς θεωρεῖσθαι πεφυκότων ὑπὸ ὀφθαλμῶν φωτιζο μένων ὑπὸ τῆς τοῦ κυρίου ἐντολῆς. 48 Πάλαι ἠκούσαμεν τῶν Ἰησοῦ λόγων καὶ ἤδη πολλῷ χρόνῳ τῷ εὐαγγελίῳ μεμαθητεύμεθα, καὶ πάντες ᾠκοδομήσαμεν ἑαυτοῖς οἰκίαν. ποῦ δὲ ᾠκοδομήσαμεν, πότερον «ἐπὶ τὴν πέτραν» σκάψαντες καὶ βαθύναντες ἢ «ἐπὶ τὴν ἄμμον» «χωρὶς θεμελίου,» ὁ παρὼν δείξει ἀγών. ἐνέστηκε γὰρ χειμὼν φέρων βροχὴν καὶ ποτα μοὺς καὶ ἀνέμους ἢ, ὡς ὁ Λουκᾶς ὀνομάζει, πλημμύραν, καὶ ταῦτα προσρήξαντα τῇ οἰκίᾳ ἤτοι οὐκ ἰσχύσει «σαλεῦσαι αὐτὴν,» καὶ διὰ τοῦτο οὐ πεσεῖται ἡ οἰκία, ἅτε «ἐπὶ τὴν πέτραν» τὸν Χριστὸν τεθε μελιωμένη, ἢ ἐλέγξει τὸ σαθρὸν τῆς οἰκοδομῆς διὰ τῆς ἐνεστηκυίας προφάσεως συμπεσουμένης. ὅπερ ἀπείη τῶν ἡμετέρων οἰκοδομημάτων· μεγάλη γὰρ σφόδρα ἡ ἐν ἀρνήσει πτῶσις ἢ, ὡς ὁ Λουκᾶς φησι, «μέγα τὸ ῥῆγμα» τῆς χωρὶς τοῦ θεμελίου οἰκοδομῆς. διόπερ ἡμεῖς εὐχώμεθα, ἵνα ὁμοιωθῶμεν «ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησεν αὐτοῦ τὴν οἰκίαν ἐπὶ τὴν πέτραν.» ἡκέτω γὰρ ἐπὶ τοιαύτῃ οἰκοδομῇ ἡ ἀπὸ τῶν «ἐν τοῖς ἐπουρανίοις» πνευματικῶν «τῆς πονηρίας» «βροχὴ» ἢ «ποταμοὶ» τῶν ἐχθρῶν ἡμῖν ἀρχῶν καὶ ἐξουσιῶν ἢ οἱ ἀπὸ τῶν κοσμοκρατόρων τοῦ σκότους τούτου «ἄνεμοι» σκληροὶ ἢ πλημμύρα τῶν καταχθονίων πνευμάτων καὶ προσρηγνύτωσαν ἑαυτοὺς τῇ «ἐπὶ τὴν πέτραν» ἡμῶν οἰκοδομῇ· ἵνα μὴ πρὸς τὸ μὴ πεσεῖν ἀλλὰ μηδὲ σαλευθῆναι τὴν ἀρχὴν τὴν οἰκίαν πάθωσι μᾶλλον ὑφ' ἡμῶν τὰ ἐνεργοῦντα ἤπερ δράσωσι. καὶ λεγέτω γε ἑκάτερος ὑμῶν πλήσσων τὰ ἀντικείμενα· «οὕτω πυκτεύω ὡς οὐκ ἀέρα δέρων.» 49 Ἀλλὰ καὶ ἐπεὶ «ἐξῆλθεν ὁ σπείρων τοῦ σπείρειν,» δείξω μεν ὅτι ἡ ψυχὴ ἡμῶν ἔλαβε «τὸν σπόρον αὐτοῦ.» οὔθ' ὡς οἱ «παρὰ τὴν ὁδὸν» οὔθ' ὡς «τὰ πετρώδη» οὔθ' ὡς «αἱ ἄκανθαι» ἀλλ' ὡς ἡ ἀγαθὴ γῆ. ὅτι μὲν οὖν οὔτε «παρὰ τὴν ὁδὸν» οὔτε «ἐπὶ τὰς ἀκάν θας» ἦλθεν ὁ λόγος τοῦ Ἰησοῦ, τὸ ὅσον ἐφ' ἡμῖν ἐν κυρίῳ καυχησό μεθα. συνήκαμεν γὰρ τῶν λεγομένων· διόπερ «ὁ πονηρὸς» οὐχ ἥρπασε «τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ» ἡμῶν. ὅτι δὲ οὐδὲ «ἐπὶ τὰς ἀκάνθας» ἐσπάρη, πολλοὶ ἡμῖν μαρτυρήσουσι θεωροῦντες ὅτι οὔτε «ἡ τοῦ αἰῶνος τούτου μέριμνα» οὔτε «ἡ τοῦ πλούτου ἀπάτη» οὔτε αἱ τοῦ βίου ἡδοναὶ δεδύνηνται ἐμποδίσαι τῷ ἐν ταῖς ψυχαῖς ἡμῶν λόγῳ τοῦ θεοῦ. λοιπόν ἐστι τοὺς ἀνθρώπους ἀμφιβάλλειν, πότερον «ἐπὶ τὰ πετρώδη» ἢ «ἐπὶ τὴν καλὴν «ἦλθε τὸ ὅσον ἐφ' ἡμῖν ὁ τοῦ θεοῦ λόγος. γέγονε γὰρ θλῖψις καὶ διωγμὸς διὰ τὸν λόγον, καὶ ἐνέστη καιρὸς μεγάλου πειρασμοῦ, ὅτε ὁ μὲν «ἐπὶ τὰ πετρώδη σπαρεὶς» ἐλέγχεται καὶ οἱ μὴ ἐμβαθύναντες μηδὲ μέχρι τοῦ βάθους τῆς ψυχῆς παραδεξάμενοι τὸν Ἰησοῦν· ὁ δὲ «συνιεὶς τὸν λόγον» «καρπο φορεῖ» καὶ κατέχει τὸν λόγον μέχρι τέλους «ἐν ὑπομονῇ» ποιῶν «ἑκα τονταπλασίονα.» ἀκούομεν γὰρ, τίνα τρόπον ἡ γραφὴ παριστᾶσα τοὺς μὲν ἐν καιρῷ «θλίψεως ἢ διωγμοῦ» σκανδαλιζομένους μετὰ τὸ ἐν χαρᾷ δοκεῖν παρει ληφέναι τὰ ἅγια μαθήματα καὶ σκανδαλιζομένους τῷ μὴ ἔχειν αὐτοὺς ῥίζαν ἀλλὰ πρὸς καιρὸν πιστεύειν φησὶ κατὰ μὲν τὸν Ματθαῖον· «ὁ δὲ ἐπὶ τὰ πετρώδη σπαρεὶς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ εὐθέως μετὰ χαρᾶς λαμβάνων αὐτόν· οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ ἀλλὰ πρόσκαιρός ἐστι, γενομένης δὲ θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον εὐθὺς σκανδαλίζεται·» κατὰ δὲ τὸν Μάρκον· «οὗτοί εἰσιν οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι, οἳ ὅταν ἀκούσωσι τὸν λόγον εὐθέως μετὰ χαρᾶς λαμβάνουσι, καὶ οὐκ ἔχουσι ῥίζαν ἐν ἑαυτοῖς ἀλλὰ πρόσκαιροί εἰσιν, ἐπὰν γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον εὐθέως σκανδαλίζωνται·» κατὰ δὲ τὸν Λουκᾶν· «οἱ δὲ ἐπὶ τὴν πέτραν, οἳ ὅταν ἀκούσωσι μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσι καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται·» περὶ δὲ τῶν καλῶς καρποφορούντων διδάσκουσα λέγει· «ὁ δὲ ἐπὶ τὴν καλὴν γῆν σπαρεὶς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ συνιεὶς, ὃς δὴ καρποφορεῖ καὶ ποιεῖ ὁ μὲν ἑκατὸν, ὁ δὲ ἑξήκοντα, ὁ δὲ τριάκοντα,» ἤ· «καὶ εἰσιν ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες, οἵτινες ἀκούουσι τὸν λόγον καὶ ἀποδέχονται καὶ καρποφοροῦσιν ἐν τριάκοντα καὶ ἐν ἑξήκοντα καὶ ἐν ἑκατὸν,» ἤ· «τὸ δὲ εἰς τὴν καλὴν γῆν, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ ἀκούσαντες τὸν λόγον κατέχουσι καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ.» κατὰ τὸν ἀπόστολον οὖν ἐπεὶ «θεοῦ γεώργιον, θεοῦ οἰκοδομή ἐστε,» «γεώργιον» μὲν ἐν τῇ ἀγαθῇ γῇ, «οἰκοδομὴ» δὲ ἐν τῇ πέτρᾳ· ὡς «οἰκοδομὴ θεοῦ» στῶμεν ἄσειστοι πρὸς τὸν χειμῶνα καὶ ὡς «θεοῦ γεώργιον» μηδὲ τοῦ πονηροῦ φροντίζωμεν μήτε «θλίψεως ἢ διωγμοῦ» τῶν «διὰ τὸν λόγον» γινομένων μήτε τῆς τοῦ αἰῶνος τούτου μερίμνης ἢ τῆς ἀπάτης τοῦ πλούτου ἢ «τῶν τοῦ βίου ἡδονῶν,» ἀλλὰ πάντων τούτων καταφρονοῦντες τὸ ἀμέριμνον τῆς σοφίας πνεῦμα ἀναλάβωμεν καὶ ἐπὶ τὸν μηδαμῶς ἔχοντα ἀπάτην πλοῦτον σπεύδωμεν καὶ ἐπὶ τὰς, ἵν' οὕτως ὀνομάσω, ἡδονὰς «τοῦ παραδείσου τῆς τρυφῆς» ἐπειγώμεθα, καθ' ἕκαστον τῶν ἐπιπόνων λογιζόμενοι ὅτι «τὸ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, σκοπούντων ἡμῶν οὐ τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα.» 50 Καὶ τοῦτο δὲ γινώσκωμεν, ὅτι τὸ εἰρημένον περὶ τοῦ Ἄβελ ἀναιρεθέντος ὑπὸ τοῦ ἀνθρωποκτόνου καὶ ἀδίκου Κάϊν ἐφαρμόζει πᾶσιν, ὧν ἀδίκως ἐξεχύθη τὸ αἷμα. τὸ γάρ· «φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς» νομίσωμεν λέγεσθαι καὶ περὶ ἑκάστου τῶν μαρτύρων, ὧν ἡ φωνὴ τοῦ αἵματος βοᾷ πρὸς τὸν θεὸν ἀπὸ τῆς γῆς. τάχα δὲ καὶ ὥσπερ «τιμίῳ αἵματι» τῷ τοῦ Ἰησοῦ ἠγοράσθημεν, Ἰησοῦ λαβόντος «τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα,» οὕτως τῷ «τιμίῳ αἵματι» τῶν μαρτύρων ἀγορασθήσονταί τινες, καὶ αὐτῶν πλέον ὑψουμένων παρ' ὃ ὑψώθησαν ἂν δίκαιοι μὲν γενόμενοι μὴ μαρτυρήσαντες δέ· λόγον γὰρ ἔχει τὸ ἰδίως τὸν ἐν μαρτυρίῳ θάνατον ὕψωσιν καλεῖσθαι, ὡς δῆλον ἐκ τοῦ· «ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» δοξάσωμεν οὖν καὶ ἡμεῖς ὑψώσαντες τῷ ἑαυτῶν θανάτῳ τὸν θεὸν, ἐπείπερ ὁ μαρτυρῶν τῷ ἑαυτοῦ «θανάτῳ δοξάσει τὸν θεόν·» ὅπερ καὶ αὐτὸ ἀπὸ Ἰωάννου μεμαθήκαμεν εἰπόντος· ταῦτα δὲ εἶπε σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν θεόν.» 51 Ταῦτά μοι κατὰ τὸ δυνατὸν, ὡς οἷόν τε ἦν, πρὸς ὑμᾶς ὑπηγόρευται, ἅπερ εὔχομαι ὑμῖν γενέσθαι πρὸς τὸν παρόντα ἀγῶνα χρήσιμα. εἰ δ' ὑμεῖς μάλιστα νῦν ὡς ἄξιοι πλείονα βλέπειν τῶν τοῦ θεοῦ μυστηρίων μείζονα καὶ πλουσιώτερα καταλαμβάνοντες καὶ πρὸς τὸ προκείμενον ἀνυσιμώτερα τούτων ὡς παιδικῶν καὶ εὐτελῶν καταφρονήσετε, κἀγὼ ἂν τὸ τοιοῦτον περὶ ὑμῶν εὐξαίμην. πρόκειται γὰρ ὑμῖν οὐ τὸ δι' ἡμῶν ἀνυσθῆναι τὰ καθ' ὑμᾶς ἀλλὰ τὸ ὅπως ποτὲ ἀνυσθῆναι. καὶ εἴθε γε ἀνυσθείη διὰ θειοτέρων καὶ συνετωτέρων καὶ ὑπερεχόντων πᾶσαν ἀνθρωπίνην φύσιν λόγων καὶ σοφίας θεοῦ.

Intertext edge

Open linked passage

Note