Fragmenta in evangelium Joannis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/origenes" aria-label="More works by Origenes">
—
⋯
Original / primary: Pg Scrape Grc
104.1
ινξ. Ἐντεῦθεν ἔστιν ἰδεῖν καὶ τῶν παραπλήσιον φωνῶν εχπλ. ἀπὸ τοῦ τοιούτου διδασκάλου τὴν σοφίαν τοῦ θεοῦ. 105 Ἐναντίον εἶναι δοκεῖ τῷ προειρημένῳ. ἄνω μὲν ὡς οὐκ οὔσης τοῦ ἑτοιμάσαι χρείας φησίν, ἐνταῦθα δὲ ὅτι Ἐὰν πορευθῶ, ἑτοι μάσω τόπον ὑμῖν. ὃ οὖν λέγει τοιοῦτόν ἐστιν· ὅτι ὅσον πρὸς τὴν ἀφθο νίαν τῶν ἀγαθῶν ὧν κατὰ πρόγνωσιν ηὐτρέπισεν ὁ πατήρ, ὥστε τοὺς εὖ καὶ κατὰ πᾶσαν βιοῦντας ἀκρίβειαν ἐνδιαιτᾶσθαι τοῖς ἑτοιμασθεῖσι καλοῖς διηνεκῶς, οὐ χρεία ὥστε ὑμῖν εὐτρεπισθῆναι παρ' ἐμοῦ, ἀλλ' ὥστε ὑμᾶς τὴν προσήκουσαν ἐπιδείξασθαι γνώμην. πλὴν ἀλλ' ἐγὼ τούτων ὑμῖν ἑτοιμαστὴς καὶ πρόξενος γίνομαι. τί γὰρ «Πάλιν «ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν;» ἐπειδὰν γάρ, φησί, τῆς εἰς οὐρανοὺς ἀνόδου παρασχῶ ὑμῖν καὶ τῆς τῶν ὁμοίων ἀπο λαύσεως τὴν ἀφορμήν, ὥστε φανῆναι τὸν καταστάντα τούτων αἴτιον ὑμῖν, αὐτὸς ἐλεύσομαι πάλιν, (λέγει δὲ τὴν ἐξ οὐρανῶν δευτέραν αὐ τοῦ παρουσίαν,) καὶ λαβὼν ὑμᾶς ἀνελεύσομαι εἰς τοὺς οὐρανούς, ὅπου καὶ αὐτός εἰμι, ὥστε καὶ ὑμᾶς ἔχειν μεθ' ἑαυτοῦ τῶν αὐτῶν ἀπο λαύοντας ἐμοί. «Εἰ γὰρ ὑπομένομεν, ὁ Παῦλος φησίν, καὶ συμβασι «λεύσομεν». 106 Ἔοικέ τι ἀκριβὲς καὶ ἐξητασμένον ἔχειν ὁ Θωμᾶς, ὅπερ παρίστα ται καὶ ἐκ τῶν ὑπ' αὐτοῦ λεγομένων, ἅπερ οἶμαι αὐτὸν εἰρηκέναι μὴ ἀπιστοῦντα τοῖς λέγουσι τεθεωρηκέναι τὸν κύριον, ἀλλ' εὐλαβούμενον μήποτε φάντασμά ἐστι, καὶ μεμνημένον τοῦ «Πολλοὶ ἐλεύσονται ἐπὶ «τῷ ὀνόματί μου λέγοντες ὅτι Ἐγώ εἰμι». τοῦτο δὲ οἶμαι πεπονθέ ναι καὶ τοὺς λοιποὺς ἀποστόλους, ἀλλὰ κατ' ἐξοχὴν τὸν Θωμᾶν.〚 ὅτι δὲ καὶ οἱ λοιποὶ ἀπόστολοι τοιοῦτόν τι ἐνενόησαν ἰδόντες τὸν Ἰησοῦν δῆ λον ἐκ τοῦ γεγράφθαι ὅτι «Ἐδόκουν ὅτι φάντασμά ἐστι», καὶ ἀπεκρίθη καὶ εἶπεν αὐτοῖς «Ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα ὀστᾶ καὶ σάρκα οὐκ «ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα».〛 περὶ δὲ τοῦ πῶς λέγεται αὐτῷ «Μὴ γίνου ἄπιστος ἀλλὰ πιστὸς» καὶ εἰς τὸ ὄνομα δὲ τοῦ Θωμᾶ τοι αῦτα ἂν λεχθείη, ὅτι τῶν μὲν ἀξιωθησομένων ὑπὸ τοῦ σωτῆρος μεί ζονος θεωρίας περὶ τῆς ἐν τῷ ὄρει μεταμορφώσεως αὐτοῦ καὶ τῶν ὀφθέντων ἐν δόξῃ Μωσέως καὶ Ἠλίου τὰ ὀνόματα μετεποίησεν. τῶν δὲ λοιπῶν διὰ τοῦτο τὰ ὀνόματα οὐ μετεποίησεν, ἐπεὶ καὶ αὐτάρκη καὶ καθ' ἑαυτὰ ἦν παραστῆσαι τὸ ἑκάστου ἦθος. περὶ μὲν οὖν τῶν λοιπῶν ἀποστόλων οὐ νῦν πρόκειται λέγειν, περὶ δὲ τοῦ Θωμᾶ, ὃς ἑρμηνεύεται Δίδυμος, διὰ τοῦτο, ἐπεὶ δίδυμός τις τὸν λόγον ἦν ἀπο γραφόμενος τὰ θεῖα δισσῶς καὶ μιμητὴς Χριστοῦ τοῖς μὲν ἔξω ἐν παραβολαῖς λαλοῦντος, κατ' ἰδίαν δὲ τοῖς ἰδίοις μαθηταῖς τὰ πάντα ἐπιλύοντος. καὶ οὐκ ἄτοπόν γε φάσκειν τοὺς γνησίους Χριστοῦ μα θητὰς κατορθοῦν διττὸν τοῦτο τῆς ἐν λόγῳ παρασκευῆς, ὅπερ ἤδη τάχα καὶ ἐξαιρέτως εἶχεν ἔκτοτε ὁ Θωμᾶς. εἴποι δ' ἄν τις καὶ διὰ τοῦτο τὴν ἑρμηνείαν μόνου τούτου ἀναγεγράφθαι, τῷ βεβουλῆσθαι τὸν εὐαγγελιστὴν Ἕλληνας ἐντυγχάνοντας τῷ εὐαγγελίῳ ἐπιστῆσαι τῇ ἰδιότητι τῆς ἑρμηνείας τοῦ ὀνόματος κατ' ἐξοχὴν μόνον ἑρμηνευ θέντος ἐπὶ τῷ εὑρεῖν τὴν αἰτίαν τοῦ καὶ Ἑλληνιστὶ ἐκκεῖσθαι τὸ ὄνομα αὐτοῦ. 110 Κυριώτερον μὲν ἦν εἰπεῖν ἐπὶ τοῦ θεοῦ λόγου τὸ «Ἔστιν»· ἀλλ' ἐπειδὴ πρὸς διαφορὰν τῆς ἐνανθρωπήσεως γενομένης ἔν τινι καιρῷ ἐδήλου τὴν ὕπαρξιν τοῦ λόγου, ἀντὶ τοῦ «Ἔστιν» τῷ «Ἦν» κέχρηται ἰστέον δὲ ὅτι τὰς κυρίως σημασίας τῶν ῥημάτων τοῦ χρόνου οὐ δεῖ ἐκλαμβάνειν ἐπὶ τῶν ἀιδίων, ἤγουν τὸ «Ἦν» καὶ ἔστιν καὶ ἔσται. ὁ γὰρ θεὸς λόγος καὶ υἱὸς ὢν τοῦ πατρὸς ἀίδιος τυγχάνων θεὸς τὰ ἐπ' αὐτοῦ ῥήματα οὐ μετὰ τοῦ προσσημαίνειν χρόνον ἐκλαμβάνειν δεῖ, μὴ ὢν αὐτὸς ὑπὸ χρόνον· ῥῆμα δέ ἐστι τὸ προσσημαῖνον χρό νον, ὡς Ἀριστοτέλης φησίν. 111 Καταλλήλοις τοῖς ῥήμασιν ἐχρήσατο τῷ μὲν «Ἐγένετο» ἐπὶ τῆς σαρκός, τῷ δὲ «Ἦν» ἐπὶ τῆς θεότητος. τὸ δὲ δι' αὐτοῦ οὐ διακονίας ἕνεκα κεῖται, ἀλλὰ πρὸς τὸν πατέρα συνεργίας, καὶ ὅτι οὐδὲν ὑπεξαι ρεῖται τῶν ὄντων τῆς δι' αὐτοῦ ποιήσεως. 112 Ἡ γὰρ ἐν αὐτῷ ζωτικὴ δύναμις οὐ πρὸς τὸ ζωοποιεῖν μόνον ἱκανή ἐστιν, ἀλλὰ καὶ γνώσεως πληροῦν τὰς τῶν ἀνθρώπων ψυχάς, τήν ἄγνοιαν ἐλαύνειν, [ὅτι] οἷον ὁ Παῦλος ἠγνόει τὸν χριστὸν διώκων, ἀλλ' ὑπὸ τοῦ φωτὸς τῆς ζωῆς αὐγασθεὶς ἔγνω τὸν διωκό μενον· καὶ ὁ λῃστὴς ἐπὶ τοῦ σταυροῦ πάσχων καὶ φωτισθεὶς ἔγνω τὴν ζωήν. φησὶν γὰρ ὁ σωτήρ· «Οὐδεὶς δύναται ἐλθεῖν πρός με, «ἐὰν μὴ ὁ πατὴρ ἑλκύσῃ αὐτόν». 113 Ἡ μὲν γὰρ πρόθεσις τοῦ πέμψαντος ἦν πιστεῦσαι πάντας· εἰ δὲ μὴ πάντες ἐπίστευσαν, καὶ τὸν φωτισμὸν παρεδέξαντο τοῦ ἡλίου, οὐκ ἤδη δὲ τὸν ἥλιον φαίη τις ἂν μὴ ἐπὶ τοῦτο ἀνατέλλειν. οἱ μὲν γὰρ πρὸ Ἰωάννου προφῆται μάρτυρες γεγόνασι τοῦ φωτὸς ἐπὶ τῷ τοὺς Ἑβραίους πιστεῦσαι δι' αὐτῶν. ὁ δὲ Ἰωάννης μετ' αὐτοὺς γενόμενος τοῦ σωτῆρος τὴν ἐπιδημίαν μαρτυρεῖ οὐ τοὺς Ἑβ ραίους μόνους πιστεῦσαι ἀλλὰ καὶ τοὺς ἐξ ἐθνῶν πάντας, καθώς φησιν ὁ προφήτης· «Ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρ «κα»· καὶ ὁ Δαβίδ· «Πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ». 114 «Ἐξ αἱμάτων» τουτέστιν ἐξ ὑλικῶν ἔχουσι τὴν γέννησιν. τῷ γοῦν Πέτρῳ ὁ σωτήρ φησιν ὅτι «Σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' «ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς». (Καὶ ἄλλως·) Υἱοὶ θεοῦ εἶναι λέγονται οἱ οὐκ ἐξ αἱμάτων τὰς κατὰ νόμους θυσίας προσάγοντες, ἤγουν διὰ σφαγῶν καὶ αἱμά των ἐκχύσεως εὐαρεστοῦντες τῷ θεῷ, ἐκ θελήματος δὲ σαρκὸς οἱ πάντα ποιοῦντες πρὸς τὸ φανῆναι τοῖς ἀνθρώποις δίκαιοι. «θελή «ματι γὰρ σαρκὸς» εὐαρεστεῖν οὗτοι προτέθεινται τὴν σάρκα περι τεμνόμενοι καὶ προφανῶς ἰουδαΐζειν θέλοντες, μὴ ἐπιμελεῖσθαι τῆς καρδίας καὶ τοῦ ἐν τῷ κρυπτῷ Ἰουδαϊσμοῦ ἐκ θελήματος ἀνδρὸς οἱ προφάσει ἀνθρωπίνης φιλοσοφίας ἀπεχόμενοι μὲν κακίας, ἀρετὴν δὲ ἀναλαβόμενοι. 115 Τὸ δὲ «Κέκραγε» λέγων ἀντὶ τοῦ Μετὰ παρρησίας καὶ ἐλευ θερίας καὶ χωρὶς ὑποστολῆς ἁπάσης τὴν παρουσίαν ἐκήρυξε. τὴν δὲ κραυγὴν οὐ κατὰ τὴν προφορὰν ἀλλὰ κατὰ τὸ τῆς νοήσεως ἐπιτεταμένον. ὁ γὰρ περὶ μεγάλων δογμάτων ἀπαγγέλλων· κατὰ τὴν νόησιν, ὡς δεῖ, μεγαλοφώνως προφέρει. 116 Τὸ δὲ «Γέγονεν» ἀντὶ τοῦ «γενήσεται» ληπτέον. ἔθος γὰρ τοῦτο τῇ γραφῇ, καθὼς εἰρήκαμεν. καὶ τὸ «Οὐ κατέλαβεν» ἀντὶ τοῦ «οὐ «καταλήψεται». 117 Ὡς γὰρ προφήτης καὶ λύχνος φωτὸς προγυμνάζων καὶ ἐθίζων τῆς ψυχῆς τὸ ὄμμα τοῦ θέλοντος φωτίζεσθαι, οὕτω καὶ φωνὴ βοῶν τος. «βοῶντα» λέγει τὸν λόγον· φωνὴν δὲ τὸν Ἰωάννην. ἀνάγκη δὲ πρὸ τοῦ λόγου φωνὴν γίνεσθαι. ἔργον δὲ φωνῆς σαφηνίζειν τὸ σημαινόμενον. ἔρημον δὲ λέγει τὴν ἀπεστερημένην ψυχὴν τῆς θείας διδασκαλίας. τί δὲ προστάσσει ἡ τοῦ βοῶντος φωνὴ ταῖς ἐρήμοις ψυχαῖς; «εὐθεῖαν ποιήσατε τὴν ὁδὸν τοῦ κυρίου» πρὸς ὑποδοχήν. 118 Μαρτυρῶν ὁ Ἰωάννης περὶ τοῦ φωτὸς ᾔδει, ὅτι καὶ θεὸς λόγος ἦν· οὗτος δὲ παντὶ λογικῷ πάρεστι. τὸ δὲ διανοητικὸν [ἦν], ὃ καὶ ἡγεμονικὸν καλεῖται, μεσαίτατον ἡμῶν ἔστιν· ἐκεῖ γάρ ἐστιν ὁ ἐν διάθετος λόγος, καθ' ὃν λογικοί ἐσμεν, ὃν καὶ ἐπισκοπεῖ ὡς θεὸς ὁ χριστὸς καὶ λόγος, ὁ μέλλων ἔρχεσθαι βαπτισθῆναι. οὗτος ὁ ἀγνοού μενος ὑφ' ὑμῶν μέσος ὑμῶν ἕστηκε τὰς καρδίας πάντων καὶ τοὺς νεφροὺς ἐμβατεύων. 119 Εἶδον μὲν καὶ οἱ παρόντες ἅπαντες, οὐ μὴν δὲ πάντες ἐπίστευον. τινὲς δέ φασιν οὐδὲ πάντας τεθεᾶσθαι τὸ πνεῦμα, ἀλλὰ Ἰωάννην καὶ τοὺς εὐγνωμονέστερον διακειμένους. εἰ γὰρ καὶ τοῖς αἰσθητοῖς ὀφθαλμοῖς εἶδον, ἀλλ' οὐ πάντως πᾶσι διὰ τοῦτο κατάδηλος ἦν. ἐπεὶ δὲ προφῆται καὶ Μωσῆς πολλὰ τεθέανται ἄλλα, καὶ ἐν τῇ με ταμορφώσει τοῦ ὄρους οὐ πάντες ἀπέλαυσαν οἱ μαθηταί, ἀλλ' οὐδὲ τῆς κατὰ τὴν ἀνάστασιν ὄψεως ἐκοινώνησαν ἅπαντες· πολλῷ γε μᾶλλον οἱ Ἰουδαῖοι ἐπὶ τοῦ βαπτισμοῦ. 120 Οὐκ αἰσθητῶς ἔστιν ἰδεῖν δυνατόν, ἀλλὰ διανοίᾳ σκοπούσῃ τοὺς προσερχομένους ἀγγέλους ἐπὶ τῷ διακονεῖν τῷ Ἰησοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας. τὸ δὲ Ἀμὴν ὁτὲ μὲν ἁπλοῦν, ὁτὲ δὲ διπλασιαζόμε νον ἔστιν εὑρεῖν. ἡ δὲ λέξις ἐστὶν Ἑβραϊκή, δηλοῦσα τὸ «Γένοιτο». ταὐτὸν γάρ ἐστιν τὸ Ἀμὴν· «ἀληθῶς καὶ γένοιτο». πολλοὶ γὰρ Ψαλμοὶ ἐπὶ τέλει ἔχοντες· «Γένοιτο, γένοιτο» ἐν τῷ Ἑβραϊκῷ ἈμὴνἈμὴν ἔχουσιν. εἰκὸς οὖν τὸν σωτῆρα ἐπευχόμενον λέγειν Γένοιτο, γέ νοιτο τὸ πιστοὺς ὑμᾶς εὑρεθῆναι ὡς ἰδεῖν «τὸν οὐρανὸν ἀνεῳγμένον» καὶ τὰ ἑξῆς τῆς ἐπαγγελίας. τὸ δὲ Ἀμὴν ἴσον ἐστὶν καὶ τῷ «ἀληθῶς», ὡς ἐν τῷ κατὰ Ματθαῖον Ἰησοῦς λέγει· «Ἀμὴν λέγω ὑμῖν, εἰσί τινες «τῶν ὧδε ἑστηκότων»· ἐν δὲ τῷ Λουκᾷ· «Ἀληθῶς λέγω ὑμῖν, εἰσί «τινες τῶν αὐτοῦ ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου». ἠγοῦν ἴσον ἐστὶν τὸ «Ἀμὴν» καὶ τῷ «Ἀληθῶς» καὶ τῷ «Γένοιτο», ὡς ἐν τῷ «Ἀληθῶς λέγω ὑμῖν» τοῦτο γενέσθαι. 121 Τὸ μὲν ἐκ σχοινίου φραγέλλιον ὑπὸ τοῦ Ἰησοῦ γεγονὸς ὑπῆρχον αἱ τῶν παρανομούντων ἁμαρτίαι. δι' ὧν ὑπὸ τοῦ Ἰησοῦ αἰκιζόμενοι ἀπηλαύνοντο. σχοινίον μὲν γὰρ πολλαχῶς ἡ γραφὴ τὰς ἁμαρτίας ὠνόμασε· «Σχοινία ἁμαρτωλῶν περιεπλάκισάν μοι καὶ ἀδικίαν αἱ «χεῖρες αὐτῶν συμπλέκουσιν»· καὶ ἐν ταῖς Παροιμίαις· «Σειραῖς τῶν «ἑαυτοῦ ἁμαρτημάτων ἕκαστος σφίγγεται», τουτέστιν κολάζεται. ἐφρα γελλώθησαν δὲ ὑπὸ τοῦ Ἰησοῦ καὶ ἀπηλάθησαν τοῦ ναοῦ τῷ ἑαυ τῶν πλεχθέντι σχοινίῳ. τὸν γὰρ δίκαιον κριτὴν οὐκ ἦν ἑτέρωθεν πλέξαι καὶ ἐπάγειν τὴν κατὰ τῶν ἀσεβῶν τιμωρίαν, ἢ ἀφ' ὧν αὐτοὶ ἡμαρτηκότες ἠνόμησαν. Ῥητέον ὅτι ἐπινοίᾳ μόνῃ καὶ οὐχ ὑποστάσει τὴν διαφορὰν ἔχει τὸ ὕδωρ πρὸς τὸ πνεῦμα, καθώς φησι ὁ σωτήρ· «Ὁ πιστεύων εἰς «ἐμέ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος». τοῦτο δὲ ἔλεγε περὶ τοῦ πνεύματος, οὗ ἤμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν. εἰ γὰρ περὶ τοῦ πνεύματος εἴρηται ὡς ὕδωρ ποταμῶν δίκην ἐκπορευόμενον, ἐπινοίᾳ μόνῃ διοίσει τοῦ πνεύματος τὸ ὕδωρ. ὡς οὖν γεννᾶταί τις ἐκ τοῦ σωτῆρος, σοφὸς ἐκ σοφίας, καὶ ἀληθὴς ἐξ ἀληθείας, καὶ ζωὴ ἐκ ζωῆς, ἐκ τῆς πάντων ἀρχῆς καὶ γεννήσεως μιᾶς οὔσης, οὕτως καὶ ἐκ τοῦ ἁγίου πνεύματος ἅγιος καὶ πνευματικός, καὶ ἐκ τοῦ ὕδατος καθαιρόμενος. καὶ πρὸς καρποφορίαν ποτιζόμενος γεννᾶται ἐξ ὕδατος καὶ πνεύματος. 122 Ὁ μὲν Ματθαῖος περὶ τοῦ βασιλευομένου τόπου ἔφη, ἐν ᾧ οὗτοι κληροῦνται, ὁ δὲ Ἰωάννης καὶ Λουκᾶς ἀπὸ τοῦ βασιλεύοντος θεοῦ ὠνόμασε. καὶ γὰρ καὶ παρ' ἡμῖν ἐν τῇ συνηθείᾳ ὁτὲ μὲν ἀπὸ τοῦ βασιλεύοντος, ὁτὲ δὲ ἀπὸ τοῦ τόπου ἡ αὐτοῦ βασιλεία σημαί νεται. ὥς φαμεν· ἡ τῶν Ῥωμαίων βασιλεία καὶ Αἰγύπτου βασιλεύς. 123 Τοῖς γὰρ σπουδαίοις καὶ πίστιν καὶ ἀρετὴν ἔχουσι μόνοις ἐκεί νοις ἐπιφοιτᾷ· τῶν δὲ φαύλων ἀπαλλοτριουμένων μακρὰν ὑπάρχει. οὐ τοπικῶς δὲ τὸ «μακρὰν» καὶ «ἐγγὺς» ἀκούειν δεῖ, ἀλλὰ πρὸς τὰ δοχεῖα† τούτου ἐλλάμψεων κεκαθαρμένων· εἴτε καὶ μή· τὸ δὲ «Ὅπου «θέλει πνεῖ» δείκνυσι οὐσίαν εἶναι τὸ πνεῦμα. τινὲς γὰρ οἴονται ἐνέργειαν εἶναι θεοῦ, μὴ ἔχον ἰδίαν ὑπόστασιν. διὸ καὶ ὁ ἀπόστολος ἀπαριθμησάμενος τὰ τοῦ πνεύματος χαρίσματα ἐπήνεγκεν· «Ταῦτα «δὲ ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἑκάστῳ ὡς βούλεται». ἀλλὰ καὶ τὸ «Ἔδοξε δὲ τῷ ἁγίῳ πνεύματι καὶ ἡμῖν» ἐν ταῖς Πράξε σιν εἰρημένον· καὶ πάλιν «Νηστευόντων, γάρ φησιν, καὶ λειτουργούν «των τῷ κυρίῳ εἶπεν τὸ πνεῦμα τὸ ἅγιον· ἀφορίσατέ μοι τὸν Παῦλον «καὶ τὸν Βαρνάβαν εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς». ὁ δὲ προ φήτης Ἄγαβός φησι «Τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον· τοῦ ἀνδρός, «οὗ ἐστιν ἡ ζώνη αὕτη, δήσουσι» καὶ τὰ ἑξῆς. 124 Τοῦτο γὰρ δοκεῖ ἐπὶ τῶν μήτε ἄγαν φαύλων μήτε κατ' ἀρετὴν τελείων ὅτι τὰ ἀμφότερα ἀπατῶντας μᾶλλον τὸ σκότος ἀγαπᾶν αὐ τοὺς ἔστιν ἰδεῖν, ἐκ τοῦ τὰ ἔργα τούτου ποιεῖν. αὐτεξούσιοι γὰρ ὄντες οἱ ἄνθρωποι καὶ ὀφείλοντες τὸ φῶς ἀποδέχεσθαι καὶ τὸ σκότος φεύγειν, τοὐναντίον ποιοῦσι· τὸ μὲν σκότος ἀποδέχονται, φεύγουσι δὲ τὸ φῶς. οὐ συγκριτικῶς δὲ ἀκούειν δεῖ τὸ πλεῖον ἠγαπηκέναι, αὐτοὺς τὸ σκότος πρὸς τὸ φῶς· οὐδ' ὅλως γὰρ ἠγάπησαν τὸ φῶς τοῦτο μισήσαντες, ὅτι ἡ νόησις αὐτῶν ὀρθῶς ἔχει. οἱ γὰρ φαῦλα πράσσον τες μισοῦσι τὸ φῶς, εἰ δὲ μισοῦσι τὸ φῶς, οὐ συγκριτικῶς ἀγαπῶσι τὸ σκότος. ὅμοιόν ἐστιν καὶ τὸ τοῦ ἀποστόλου περὶ τῶν πονηρῶν ἀνθρώπων ὡς «φιλήδονοι μᾶλλον εἶεν ἢ φιλόθεοι». καὶ ἐν Ψαλμοῖς· «Ὁ φαῦλος ἠγάπησε κακίαν μᾶλλον ὑπὲρ ἀγαθοσύνην, ἀδικίαν ὑπὲρ «τοῦ λαλῆσαι δικαιοσύνην». 125 Νύμφη ἐστὶν ἡ ἀνθρώπου ψυχή, ἥτις ἐξ ἑαυτῆς οὐδενός ἐστι τῶν ἀγαθῶν γεννητική· εἰ δὲ δεκτικὴ πέφυκεν αὕτη γυναικὸς τρόπῳ ἐξ ἄλλου, γεννᾷ ἀρετὰς πρακτικάς τε καὶ διανοητικάς. νυμφίος δὲ ὁ ταύτης σπορεὺς τῶν ἀγαθῶν οὐκ ἄλλος ἢ ὁ χριστὸς Ἰησοῦς ὁ ὑπ' ἐμοῦ μαρτυρούμενος καὶ βαπτιζόμενος· φίλος δὲ ἐκεῖνος ἐστὶν ὁ ἑστη κὼς παρ' αὐτῷ τῇ βεβαίᾳ συγκαταθέσει καὶ παγίαν ἔχων τὴν εἰς αὐτὸν πίστιν. οὐδεὶς γὰρ τῶν παρ' αὐτῷ τῷ Ἰησοῦ τυγχανόντων κλονεῖται. οὕτω καὶ Μωσῆς κατ' ἀρετὴν βιοὺς ἤκουσε τοῦ θεοῦ λέγοντος· «Σὺ δὲ αὐτὸς στῆθι μετ' ἐμοῦ»· οὐ γὰρ ὁ θεὸς μεθ' ἡμῶν ἵσταται, ἀλλ' ἡμεῖς μετ' αὐτοῦ, ὀρέγοντος ἡμῖν τὴν παρ' αὐτοῦ ἀμετακίνητον στάσιν. 126 Ὁ μὴ ἐπουράνιον ἔχων τὸ φρόνημα ἀλλ' ἐπίγειος ὢν λέγεται χοϊκὸς καὶ τὴν εἰκόνα τοῦ χοϊκοῦ φορεῖν. διὸ καὶ εἴ ποτε σοφίαν ἐπαγγέλλεται ἔχειν, ἐπίγειός ἐστιν ψυχικὴ δαιμονιώδης, καθώς φησι Ἰάκωβος ὁ ἀπόστολος. 127 Τὸ ἀγαπᾶν ἀνθρωπινώτερον πάλιν ἀκούομεν. νόμος δέ ἐστι φυσικός· ἄλλος μὲν τὰ γεννώμενα, ἄλλος δέ πως πρὸς τὰ ἑτέρως ἀγαπώμενα. εἰ γὰρ δικαιοσύνην ἀγαπᾷ ὁ θεός,, ὥς φησιν αὐτός· «Ἐγὼ θεὸς ἀγαπῶν δικαιοσύνην καὶ μισῶν ἅρπαγμα ἐξ ἀδικίας». οὐ γὰρ ὡς ἄνθρωπος ἀγαπᾷ ταύτην ἐπὶ τὸ ἔχειν αὐτὴν ἐν ἑαυτῷ καὶ ποιεῖν τι κατ' αὐτήν. ἀγαπᾷ δὲ τὸν υἱὸν ὁ πατὴρ καὶ ὡς ἀλήθειαν σοφίαν καὶ ἁγιασμόν, ὥς φησιν Δαβίδ· «Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας». καὶ ἀγαπᾷ μὲν τὸν υἱὸν καθ' ὃ πατήρ, οὐ καθ' ὃ θεός, ἀγαπᾷ δὲ τὸν κόσμον καθ' ὃ θεὸς καὶ τούτου δημιουργός, οὐ καθ' ὃ δὲ πατήρ.