Fragmenta in evangelium Joannis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/origenes" aria-label="More works by Origenes">
—
⋯
Original / primary: Pg Scrape Grc
128.1
Ἔστιν δὲ καὶ ἀλληγορικῶς εἰπεῖν· φρέαρ μὲν Ἰακὼβ τὴν τοῦ Μωσέως διὰ νόμου διδασκαλίαν. ἔπινον δὲ ἀπ' αὐτοῦ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ οἱ δώδεκα πατριάρχαι καὶ οἱ ἐξ αὐτῶν λαοὶ γεγεννημένοι. ταύτης δὲ τῆς πηγῆς πίνοντα πάλιν ταύτης διψᾶν. ἤγουν καιροῦ τινος προϊόντος διψᾶν αὐτὰ καὶ ἔρχεσθαι ἐπὶ τὴν εὐ αγγελικὴν καὶ σωτήριον καὶ ἀδιάδοχον διδασκαλίαν. «καὶ ὁ οὐρανὸς «γὰρ καὶ ἡ γῆ παρελεύσεται, ὥς φησι ὁ σωτήρ, οἱ δὲ λόγοι μου οὐ μὴ «παρέλθωσιν». 129 [Οἶδε γὰρ καὶ ὄψις μόνη τοῦ διαφθονουμένου οὐ μικρὸν τοῖς βασκαίνουσιν ἐνιέναι σπινθῆρα.]