Fragmenta in evangelium Joannis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/origenes" aria-label="More works by Origenes">
—
⋯
Original / primary: Pg Scrape Grc
130.1
[Διὰ τοῦτο ἂν ἔμιξεν ἡμῖν.... καὶ τοῖς δαίμοσι γινόμενοι.] 131 Προσαίτης ἦν δι' ἀπορίαν τῶν ἀναγκαίων καὶ ἀδυναμίαν.† τοιού τους δ' ἂν εὕροις τοὺς ἀπὸ Ἑλλήνων καὶ βαρβάρων τῶν ὠφέλειαν καὶ τὸ πορισμὸν τῆς Χριστοῦ ἀληθείας καὶ τῶν πλουσίων θεωρημά των αὐτοῦ τὴν γνῶσιν προσαιτοῦντας. οὐ μόνον δὲ ὁ Ἰησοῦς ἀπήλ λαξεν αὐτὸν ἀπὸ τῆς τυφλότητος ἀλλὰ καὶ ἀπὸ τοῦ προσαιτεῖν. ἐχαρίσατο γὰρ αὐτῷ ἅμα τοῦ βλέπειν καὶ τὰ πρὸς σωτηρίαν ψυχῆς ἀναγκαῖα. καὶ ἐνταῦθα μὲν ἡ τυφλότης τοῦ προσαιτεῖν αἰτία, ἐν δὲ ταῖς Πράξεσιν ἡ χωλότης. 132 Εἰ ὁ μὴ τηρῶν τὸ σάββατον οὔκ ἐστιν ἀπὸ θεοῦ, οὐδὲ ἱερεῖς ὑμῶν οἱ τὸ σάββατον διὰ τῆς περιτομῆς βεβηλοῦντες εἰσὶν ἀπὸ τοῦ θεοῦ. 133 Ἀξιόπιστον αὐτὸν ποιήσαντες οὕτω παρεστήσαντο πρὸς τὸ διεψεῦσθαι. ἀνοίγων ὁ χριστὸς τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ· οὐ μικροῦ παιδίου ἠνέῳξεν ἀλλὰ τελείαν ἡλικίαν ἔχοντος, ἵνα καὶ βλέπῃ καὶ ὡς ἀνὴρ ἀπολογήσηται. τοιοῦτοι δὲ ἦσαν καὶ οἱ λοιποὶ ἀναβλέψαντες τυφλοί.