Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Fragmenta in evangelium Joannis
OrigenesJoan 134 · pg-scrape-grcMore by Origenes
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/origenes" aria-label="More works by Origenes"> —
⋯
More
Original / primary: Pg Scrape Grc
134.1
Τὸ «Οὐκ ἠκούσατε» ἀντὶ τοῦ Οὐκ ἠθελήσατε παραδέξασθαι τὸ λεγόμενον. τὸ δὲ «Τί οὖν πάλιν θέλετε ἀκούειν;» ἰσοδυναμεῖ τῷ Εἰ μὴ παραδέχεσθε τὰ εἰρημένα. τί πάλιν αὐτὰ ἀπαγγέλλεσθαι μάτην ὑμῖν θέλετε; 135 Εἰ ἁμαρτωλῶν ὁ θεὸς οὐκ ἀκούει, πῶς ἐδίδασκεν ὁ χριστὸς λέγων τοὺς ἁμαρτωλοὺς προσεύχεσθαι· «Ἄφες ἡμῖν τὰ παραπτώματα ἡμῶν, «ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὠφειλέταις ἡμῶν». τούτων ἀκούει ὁ θεὸς τῶν ἐπὶ μετάνοιαν νευόντων, εἰ καὶ μήπω ἐπαύσαντο ἁμαρτάνοντες, καὶ εἰ μὴ ἤκουσεν ὁ θεὸς ἁμαρτωλῶν, οὐκ ἂν μετὰ τελωνῶν καὶ πορνῶν ἤσθιεν καὶ ἔπινεν· ἢ ὅτι ὁ περὶ τοιούτων ἔργων εὐχόμενος ὁποῖα ἦν τὰ τοῦ Ἰησοῦ ἔργα ἵν' ἐκτελέσῃ τοιαῦτα ὁ θεός, αὐτοῦ οὐκ ἀκούει. 136 Εἰ πρότερον ἐβάστασαν, καὶ πάλιν ἐβάστασαν. οἶμαι δὲ ὅτι καὶ ὁ κακολογῶν τινα λίθους ἐπ' αὐτὸν βάλλει. κακῶς δὲ αὐτὸν ἔλεγον καὶ σχίσμα δι' αὐτὸν ἐν τοῖς Ἰουδαίοις ἐγίνετο. πάλιν οὖν τὸ βάρος τῶν δυσφήμων λόγων οὗτοι βαστάσαντες ὡς λίθους ἐπ' αὐτὸν ἔβαλλον. διὰ τοῦτό φησιν ἡ Σοφία· «Ὁ βάλλων λίθον εἰς ὕψος ἐπὶ τὴν κεφαλὴν «αὐτοῦ βάλλει»· ὁ δὲ ψαλμῳδός· «Ἡ ἀδικία αὐτοῦ ἐπὶ τὴν κεφαλὴν «αὐτοῦ καταβήσεται», ὁ δὲ ἄδικος εἰς ὕψος λαλῶν εἰς ὕψος βάλλει. 137 Ὥσπερ εἰς δώδεκα ὥρας διαιρεῖται ἡ ἡμέρα, κατὰ τοῦτο καὶ οἱ δώδεκα πατριάρχαι καὶ ὁ χορὸς τῶν ἀποστόλων ἰσάριθμοι τῶν ὡρῶν τῆς ἡμέρας, ἔχοντες ἥλιον τὸν χριστὸν καὶ θεὸν ἡμῶν, ὅστις καὶ νοητή ἐστιν ἡμέρα, ἐξ οὗ οἱ λόγοι καὶ ὁ τῆς γνώσεως τούτων φωτισμός. 138 Καὶ πάλιν ἐζήτουν αὐτὸν ἀποκτεῖναι, ὡς πολλάκις εἴρηται. νῦν δὲ ἐκύρωσαν τὴν γνώμην καὶ† ὡς ἔργον τῷ πράγματι κέχρηνται. πάλιν δὲ ἀνθρωπίνως ἑαυτὸν σώζει, καὶ συνεχῶς ταῦτα ποιεῖ. τὴν δὲ αἰτίαν εἶπεν, ὅτι οὔπω ἥκει ἡ ὥρα αὐτοῦ, καὶ νῦν ἐπὶ τῆς ἐρήμου διατρίβει ἐν πόλει λεγομένῃ Ἐφραίμ. καὶ ἔμεινε μετὰ τῶν μαθητῶν αὐτοῦ τὸν ἐπιτήδειον καιρὸν ἀναμένων καὶ τῆς ἐκείνων φειδόμενος ἀπωλείας. 139 Ὁ ἑπόμενος αὐτῷ διακονεῖ αὐτῷ, οὕτως δὲ διάκονος αὐτοῦ ἐστι. καὶ διὰ τοῦτο ὅπου ἐστὶν ὁ λόγος, κἀκεῖ καὶ αὐτός ἐστιν. οὐ σωματικῶς οὐδὲ τοπικῶς τὴν ἐπαγγελίαν νοητέον. εἰ δὲ καὶ τόπον σωματικῶς τις ὑπολάβοι, καὶ οὗτος οὐκ ἂν ἁμάρτοι. ἐν γὰρ τοῖς καθαρωτάτοις τοῦ αἰθέρος καὶ λεπτότητι φωτὸς διαυγεστέροις τοὺς διαφέροντας τῇ λαμπρότητι ἀπολαμβάνοντας κατὰ τὴν ἀξίαν ἐν τῇ ἀναστάσει χωρίοις γίνεσθαι ὡς ἐπιτηδειοτάτοις πρὸς τὴν σχολὴν τῶν θεωρημάτων τοῦ θεοῦ λόγου. 140 [Ὅτι] Τὸ «Ἓν» πολλαχῶς λέγεται καὶ καθ' ὁμοιότητα καὶ καθ' ἕτερα πολλά· καὶ κατὰ μὲν συμφωνίαν, ὅταν εἴπῃ ὅτι «Τὸ πλῆθος «τῶν πιστευσάντων ἦν ἡ καρδία μία καὶ ἡ ψυχὴ μία», καθ' ὁμοιότητα δέ, ὡς ὅταν λέγῃ· «Καὶ γὰρ ἡμεῖς πάντες ἐν ἑνὶ πνεύματι εἰς ἓν «σῶμα ἐβαπτίσθημεν» καθ' ὁμοιότητα τῆς φύσεως· καὶ ὡς τὸν Ἀδὰμ ἀρχὴν καὶ κεφαλὴν ἔχοντες κατὰ φύσιν ἡμῶν γεννήσεως ἓν σῶμα λεγόμεθα οἱ πάντες ἔχειν, οὕτως καὶ τὸν χριστὸν κεφαλὴν ἐπιγραφόμεθα διὰ τῆς θείας ἀναγεννήσεως ἥτις γέγονε τύπος ἡμῖν τοῦ θανάτου καὶ τῆς ἀναστάσεως αὐτοῦ, ὃς πρωτότοκος ἐκ νεκρῶν ἀναστάς. ἐπιγραφόμεθα αὐτὸν κεφαλὴν κατὰ προτύπωσιν τῆς αὐτοῦ ἀναστάσεως «οὗτινος ἐσμὲν μέλη ἐκ μέρους καὶ σῶμα διὰ τοῦ πνεύματος «εἰς ἀφθαρσίαν ἀναγεννώμενοι».

Intertext edge

Open linked passage

Note