Fragmenta in evangelium Joannis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/origenes" aria-label="More works by Origenes">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1
Δημιουργὸν τῶν πάντων τιθέμενος αὐτὸν τὸ τοῦ Λόγου ὄνομα κατηγορεῖ αὐτοῦ. ἐπεὶ γὰρ ὡς ἐπίπαν πᾶσα δημιουργία ἤρτηται λόγου, οὐκ ἄλλως ἔδει αὐτὸν τῶν πάντων δηλῶσαι ὄντα ποιητὴν ἢ οὕτως. οἱ μὲν γὰρ παρ' ἡμῖν δημιουργοί, ἄνθρωποι ὄντες, τέχνην ἔχουσιν (αὕτη δέ ἐστιν ἕξις μετὰ ἀδόλου λόγου ποιητική), ὁ δὲ τοῦ θεοῦ υἱός, οὐκ ἄλλος ὢν σοφίας καὶ τέχνης δημιουργός, εἰκότως «λόγος» ὀνομάζεται. οὐ γὰρ ἄλλη τις ὢν οὐσία παρὰ τὸν λόγον δι' αὐτοῦ ποιεῖ τὰ ὄντα, ἀλλ' αὐτός ἐστιν ὁ ποιῶν, θεὸς ὢν λόγος. εἶτ' ἐπεὶ ὁ λόγος οὗτος, θεὸς ὢν κατ' οὐσίαν καὶ αὐτὸ τοῦτο θεοῦ υἱὸς ὑπάρχων, τῆς τῶν ἀνθρώπων σωτηρίας χάριν ἄνθρωπος γε γένηται, «Σὰρξ» ὁ λόγος ὠνομάσθη. καὶ ἐπεί τινες τῆς ὀρθῆς πίστεως ἐκπεσόντες οἴονται ἀπὸ τότε αὐτὸν μόνον εἶναι, ἀφ' οὗ ἐκ τῆς παρ θένου ἄνθρωπος γεγονὼς προῆλθεν, ὀρθότατα πρὸς τοὺς τοιούτους ὁ θεολόγος γράφει τὸ «Ἐν ἀρχῇ ἦν ὁ λόγος» καὶ καταλλήλως τοῖς ῥήμασι χρησάμενος, τῷ μὲν «Ἐγένετο» ἐπὶ τῆς σαρκὸς, τῷ δὲ «Ἦν» ἐπὶ τῆς θεότητος [αὐτοῦ σημαίνει]. καὶ ἦν μὲν κυριώτερον ἐπὶ τοῦ θεοῦ λόγου τὸ «Ἔστιν» εἰπεῖν· ἀλλ' ἐπεὶ πρὸς διαφορὰν τῆς ἐναν θρωπήσεως γενομένης ἔν τινι καιρῷ ἐδήλου τὴν ὕπαρξιν τοῦ λόγου, ἀντὶ τοῦ «Ἔστιν» τῷ «Ἦν» ὁ εὐαγγελιστὴς κέχρηται. τῶν δὲ ῥημάτων τὰς κυρίας σημασίας ἐκλαμβάνειν οὐ δεῖ ἐπὶ τῶν ἀϊδίων· ὅτε μὲν γὰρ τὰ σημαινόμενα ὑπὸ τούτων χρόνῳ συμμετρουμένην ἔχει τὴν ὕπαρξιν, τὸ Ἦν μηκέτ' ὄν, ἀλλά ποτε ὕπαρξιν ση μαίνει· ὁμοίως τὸ Ἔστι δηλοῖ τὸ νῦν ὑπάρχον, ὡς τὸ Ἔσται τὸ μέλλον ὑπάρξαι〛. ἀλλ' ἐπεὶ ὁ λόγος τοῦ θεοῦ ἀίδιός ἐστι, τυγχάνων θεός, τὰ ῥήματα ἐπ' αὐτοῦ οὐ μετὰ τοῦ προσσημαίνειν χρόνον ἐκλαμβάνειν δεῖ, τοῦ σημαινομένου ὑπ' αὐτῶν οὐχ ὑπὸ χρόνον ὄντος. ἔστι δὲ ἀπ' αὐτῶν τῶν τοῦ θεολόγου φωνῶν θηρεῦσαι τὴν διά νοιαν. εὐθὺς γὰρ ἀρχόμενος τῆς κατ' αὐτὸν συντάξεως γράφει· «Ἐν «ἀρχῇ ἦν ὁ λόγος». καὶ Μωϋσῆς μὲν τὴν κοσμοποιίαν ἐξηγούμενος «Ἐν ἀρχῇ», εἶπεν, «ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν». ὁ δὲ Ἰωάννης οὐκ Ἐν ἀρχῇ γέγονεν εἶπεν, ἢ πεποίηται ὁ λόγος ἀλλ' «Ἐν ἀρχῇ ἦν ὁ λόγος». ἦν γὰρ ἐν ἀρχῇ ποιῶν τὸν οὐρανὸν καὶ τὴν γῆν. εἰ γὰρ «Πάντα δι' αὐτοῦ ἐγένετο», τῶν πάντων δὲ ὁ οὐρανὸς καὶ ἡ γῆ ὑπῆρχεν, ἐν τῇ τούτων οὐσιώσει αὐτὸς ἦν κτίστης αὐτῶν. εἶτ' ἐπεὶ μὴ εἶπεν ἐν τῇ τινὸς ἀρχῇ ὁ λόγος ἦν, καθόλου ληπτέον αὐτό, ἵν' ᾖ τὸ δηλούμενον τοιοῦτον· ἐν ἀρχῇ τῶν ἀγγέλων, καὶ ἐν ἀρχῇ τῶν ἀρχαγγέλων ἦν ὁ λόγος· καὶ συνελόντι εἰπεῖν, ἐν ἀρχῇ τῶν ὁρατῶν τε καὶ ἀοράτων κτισμάτων ἦν ὁ λόγος, πάντων αὐτῶν ὢν ἀρχή τε καὶ ποιητής. ἐν Χριστῷ γὰρ «ἐκτίσθη τὰ πάντα», τά τε «ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα, «εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι εἴτε θρόνοι εἴτε κυριότητες· πάντα δι' «αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· καὶ αὐτός ἐστι πρὸ πάντων καὶ τὰ «πάντα ἐν αὐτῷ συνέστηκεν, ὅς ἐστιν ἀρχή, πρωτότοκος ἐκ τῶν «νεκρῶν». εἰ γὰρ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν, καὶ πρὸ αὐτῶν ἐστιν, ἀρχὴ αὐτῶν κατὰ τὸ εἶναι αἴτιος ὑπάρχων, ἀκολούθως ῥη τέον εἶναι αὐτὸν ἐν τῇ πάντων οὐσιώσει. πῶς γὰρ οὐκ ἔδει αὐτὸν εἶναι πρὸ αὐτῶν καὶ ἐν ἀρχῇ τῆς ὑπάρξεως αὐτῶν κτίστην ὄντα; εἶτ' ἐπεὶ ἐν ἀρχῇ αὐτὸν εἶπεν εἶναι, ἔδει δηλῶσαι καὶ πῶς καὶ πρὸς τίνα ὄντα ποιεῖν αὐτὸν ἐχρῆν. διὸ ἐπήγαγεν τῷ «Ἐν τῇ ἀρχῇ ἦν «ὁ λόγος» καὶ τὸ «Ἧν ὁ λόγος πρὸς τὸν θεόν»· πρὸς ἡμᾶς μὲν γὰρ ἐλθών, ὅτε ἐκ παρθένου ἐτέχθη, ἀπέσταλτο ὑπὸ τοῦ πατρός· διὸ καὶ «Ἐσκήνωσεν ἐν ἡμῖν» καὶ ὄνομα ἔσχεν αὐτὸ δὴ τοῦτο «Μεθ' «ἡμῶν ὁ θεός». ὅτε δὲ ἐδημιούργησεν, ἐπεὶ μὴ ὡς ἄνθρωπος ἀπο σταλεὶς ὑπὸ τοῦ πατρὸς εἰς οὐσίαν ἔφερε τὰ πάντα, καὶ πρὸς τὸν θεὸν ἦν καὶ θεὸς ἦν· λέγεται δὲ καὶ σοφία ὁ τοῦ θεοῦ υἱός, ἀρχὴ ὁδῶν τοῦ θεοῦ κτισθεῖσα κατὰ τὴν τῶν Παροιμιῶν γραφήν, ὅτι ἡ τοῦ θεοῦ σοφία, πρὸς τὸν οὗ ἐστι σοφία ὑπάρχουσα, οὐδεμίαν σχέσιν πρὸς ἕτερόν τινα εἶχεν, ἀλλ' εὐδοκία θεοῦ γενόμενος τὰ κτίσματα ὑπάρ ξαι ἠβουλήθη. ἠθέλησεν οὖν ἀναλαβεῖν αὕτη ἡ σοφία σχέσιν δημιουρ γικὴν πρὸς τὰ ἐσόμενα καὶ τοῦτό ἐστι τὸ δηλούμενον διὰ τοῦ ἐκτίσθαι αὐτὴν ἀρχὴν ὁδῶν τοῦ θεοῦ, καθ' ἃς ὁδοὺς διαπορεύεται οὐσιῶν διακοσμῶν προνοούμενος, εὐεργετῶν, χαριζόμενος ἐν ταύτῃ τῇ σοφίᾳ κτισθείσῃ. ἀρχὴν εἶναι τὸν λόγον φασὶν οὐχ ἕτερον ὄντα αὐτῆς κατ' οὐσίαν ἀλλ' ἐπινοίᾳ καὶ σχέσει, ἵν' ᾖ αὐτὴ ὕπαρξις ἣν νῦν καλοῦσιν κατ' οὐσίαν αἱ γραφαί, ᾗ μὲν ᾠκείωται τῷ θεῷ σοφία, ᾗ δὲ νένευκεν, ἵν' οὕτως εἴπω, πρὸς τὰ δημιουργήματα ὁ δη μιουργικὸς λόγος. οὐκ ἐνταῦθα δὲ μόνον ὁ τοῦ θεοῦ υἱὸς λόγος εἴρηται· ἔστι δὲ παραθέσθαι ῥητὰ οὐκ ἐκ τῆς καινῆς μόνον ἀλλὰ καὶ ἐκ τῆς παλαιᾶς· «Τῷ λόγῳ γὰρ κυρίου οὐρανοὶ ἐστερεώθησαν». καὶ τὸ «Ἀπέστειλεν τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς». καὶ ὁ Λουκᾶς φησιν· «Καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ «ὑπηρέται γενόμενοι τοῦ λόγου». 2 Ὃ γέγονεν ἐν αὐτῷ, δηλονότι τῷ λόγῳ, ζωὴ ἦν· ἵν' ὥσπερ θεὸς εἰς ὕπαρξιν ἤγαγεν τὰ πάντα, οὕτω καὶ ζωοποιηθῇ τὰ πεφυκότα ζῆν μετουσίᾳ αὐτοῦ. διὸ καὶ ἁρμοδίως εἴρηται τὸ «Καὶ ἡ «ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων». οὐ γὰρ προσεκτέον τοῖς ἐκ τῆς λέξεως ταύτης γενητὸν εἶναι τὸν λόγον νομίσασι. τὸ γὰρ γενό μενον οὐκ αὐτό ἐστι ζωή· ὃ οὐκ ἔξωθεν αὐτῷ ἐπῆλθεν, ἐν αὐτῷ γὰρ γέγονεν ἡ ζωή. οὐ γὰρ οἷοί τε ἦσαν οἱ γενητοὶ οὕτως αὐτὸν ἔχειν τυγχάνοντα κατ' οὐσίαν ζωὴν ὡς ἔστι παρὰ τῷ πατρί. εἴρηται γὰρ πρὸς τὸν θεόν· «Παρὰ σοὶ πηγὴ ζωῆς». καὶ ἔστιν ἡ ζωὴ αὕτη παρὰ τῷ πατρὶ οὐ ζωοποιοῦσα αὐτόν· οὐ γὰρ μετουσίᾳ ζωῆς ὁ πατὴρ ζῇ, ἀλλὰ ζωὴ θεὸς ὢν γεννᾷ ζωήν, ὡς καὶ σοφὸς σοφίαν καὶ δυνατὸς δύναμιν. αὕτη ἡ ζωὴ τὰ λογικὰ ὠφελῆσαι βουλομένη σχέσιν τὴν πρὸς αὐτὰ ἀνεδέξατο, ἐπὶ τὸ ζὴν αὐτὰ προσλαβόντα αὐτὴν μετουσίας τρόπῳ· καὶ οὐ περὶ μόνου γε τοῦ κοινοῦ ζῆν αὐτῶν τοῦτο λεκτέον· ἀλλὰ γὰρ καὶ τοῦ κατ' ἀρετὴν καθ' ὃ συμβαίνει εὖ ζῆν. τοῦτο γοῦν παρίσταται καὶ ἐξ αὐτῆς τῆς λέξεως· φησὶ γάρ· «Καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων». ὅτι δὲ ἐνταῦθ' οὕτως ἔχει καὶ ἐξ ἑτέρου ἔστι πιστώσασθαι. ὁ τοῦ θεοῦ υἱὸς καὶ λόγος, θεὸς ὢν λόγος, ἐστὶ πρὸς τὸν θεόν, ὡς ἀρτίως εἴρηται, γινόμενος καὶ πρὸς τοὺς ἀνθρώπους, ὡς οἷοί τε εἰσὶν χωρεῖν αὐτοῦ τὴν παρ ουσίαν. εἴρηται γάρ· «Λόγος κυρίου ἐγενήθη πρὸς Ὠσηέ», καὶ «Ἐγένετο λόγος κυρίου πρὸς Ἱερεμίαν», καὶ καθόλου· «Ἐκείνους» θεοὺς εἶπεν πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο». ὡς οὖν λόγος μὲν πρὸς τὸν θεόν ἐστι, γίνεται δὲ πρὸς τοὺς γενητούς, οὕτως ζωὴ τυγχάνων ἐστὶ παρὰ τῷ πατρί, ζωοποιῶν πρὸς οὓς ἐπιφοιτᾷ, γινο μένης ἐν αὐτῷ ζωοποιητικῆς σχέσεως ἁρμονίως ἐχούσης πρὸς τὰ ζωοποιούμενα. ἀλλ' ἐπεὶ πρὸς τῷ ζωοποιῆσαι καὶ γνῶσιν ἀληθείας ἐμποιεῖ, φωτίζουσα τὸν νοῦν τῶν παραδεχομένων αὐτήν, καὶ φῶς ἀνθρώπων ὀνομάζεται. ἀνθρώπων δὲ φῶς οὖσα δῆλον ὅτι καὶ τὰ ὑπερβεβηκότα λογικὰ φωτίζει. εἰ γὰρ τῶν ἐλαττόνων λογικῶν φῶς ἐστι, πολλῷ μᾶλλον τῶν ὑπεραναβεβηκότων. 3 Τὸ θεολογούμενον φῶς λυτικόν ἐστι πάσης σκοτίας καὶ ἀγνοίας καὶ κακίας ὑφισταμένης. διὸ ἐν τῇ τοιαύτῃ σκοτίᾳ φαῖνον οὐ κατα λαμβάνεται ὑπ' αὐτῆς. ὂν γὰρ τοῦτο τὸ φῶς σοφία καὶ δικαιοσύνη θεοῦ, ᾗ μὲν σοφία ἐστὶ λύει τὴν τοῦ νοῦ ἄγνοιαν, ᾗ δὲ δικαιοσύνη τὰ διαβήματα τῆς ψυχῆς κατευθύνει, καὶ τοῦτό ἐστι τὸ ἐν τῇ σκοτίᾳ φαίνειν αὐτὸ οὐ κωλυόμενον ἐκπέμπειν τὰς οἰκείας αὐγὰς τῷ φωτι ζομένῳ ἀνθρώπῳ· διὸ οὐ καταλαμβάνεται ὑπὸ τῆς σκοτίας, λυο μένης καὶ ἀφανιζομένης τῇ παρουσίᾳ αὐτοῦ. οὐ γὰρ ὑφεστῶσα καὶ ἐνεργοῦσα οὐ καταλαμβάνει αὐτό, ἀλλὰ λυομένη καὶ μηκέτι οὖσα. οἷον ὁ Παῦλος ὅτε ἠγνόει τὸν χριστὸν ἐδίωκεν αὐτόν, παρορμώμενος πρὸς τοῦτο ἐκ τῆς προσούσης ἀγνοίας, ἣν εἴπομεν εἶναι σκοτίαν· ἀλλὰ τοῦ διωκομένου φωτὸς ὑπ' αὐτῆς ἐκλάμψαντος τὰς οἰκείας αὐγὰς λέλυται ἡ σκοτία, καὶ ταύτῃ καταλαβεῖν αὖ δεδύνηται τὸ διω κόμενον ὑπ' αὐτῆς φῶς. ὡσαύτως καὶ ὁ μετανοήσας ἐπὶ τῷ σταυρῷ λῃστής, πεπηρωμένος τῇ προειρημένῃ σκοτίᾳ ἐδίωκε τὸ φῶς· ἀλλ' ἡ ἐν τῷ λῃστῇ σκοτία λέλυται, καὶ οὕτως αὖ καταλαμβάνει τὸ φῶς. καὶ ἵνα ἐπὶ τὸ σαφέστερον μεταβάλω τὸ θεώρημα, φῶς ἐστὶν ἡ ἀλήθεια· ὅταν δὲ τὸ ψεῦδος καὶ ἀπάτη πᾶσα, τουτέστι τὸ σκότος, διώκῃ τὸ φῶς, τότε λύεται καὶ ἀφανίζεται πλησίασαν τῷ διωκο μένῳ. τῆς γὰρ ἀληθείας φανείσης τὸ ψεῦδος καὶ ἡ ἀπάτη λύεται. καὶ τὸ παράδοξον ἐρῶ, μακρὰν οὖσα ἡ σκοτία διώκει τὸ φῶς, ἐγγί σασα δὲ ἐπὶ τὸ καταλαβεῖν αὐτὸ ἀφανίζεται. καὶ γὰρ τὸ ψεῦδος, ὅσον ἀφέστηκεν τῆς ἀληθείας, κρατεῖ καὶ ἐνεργεῖ ἐν τῷ ἀνθρώπῳ, ὡς διώκειν τὴν ἀλήθειαν ἀπὸ τοῦ νοῦ· ὅταν δὲ ἐγγίσῃ αὐτῇ, δείκνυ ται μηδ' ὅλως ὄν. ὅθεν ἀναγκαίως ἀφῆκεν ὁ θεὸς εἶναι κακίαν, δυνάμενος κωλῦσαι, ἵνα τὸ μέγεθος τῆς ἀρετῆς δειχθῇ. 4 Οὐ τοσοῦτον διὰ τὴν κοινὴν περὶ ἀνθρώπου ἀπόδοσιν ὅσον διὰ τὸ πεφυκέναι αὐτὸν κατ' εἰκόνα καὶ πρὸς θεὸν ὁμοίωσιν. σημειω τέον δὲ ὡς οὐκ ἀεὶ τὸ «Ἐγένετο» τὴν ὕπαρξιν ἄγουσαν γέννησιν δηλοῖ, ἀλλ' ἐνταῦθα τὸ «Ἐγένετο» ἀναφορὰν ἔχει πρὸς τὸ «Ἀπεσταλ» μένος παρὰ θεοῦ»· ἵνα ᾖ τὸ λεγόμενον τοιοῦτο· «Ἐγένετο ἀπεσταλ «μένος παρὰ θεοῦ εἰς μαρτυρίαν». εἰ δὲ ταῦτα περὶ Ἰωάννου λεγό μενα ὀρθῶς ἔχει, πόσῳ μᾶλλον τὰ περὶ τοῦ υἱοῦ τοῦ θεοῦ γραφόμενα ἢ λεγόμενα ὡς λεγομένου ἢ γραφομένου καὶ γινομένου. 5 [Ἵνα πάντες πιστεύσωσιν. Ὅσον ἐφ' ἑαυτῷ δηλονότι, εἰ καὶ μὴ πάντες ἐπίστευσαν· οὐδὲ γάρ, εἰ μὴ πάντες τὸν παρὰ τοῦ ἡλίου δέχοιντο φωτισμόν, ἤδη καὶ τὸν ἥλιον φαίη τις ἂν μὴ ἐπὶ τοῦτο ἀνατέλλειν, ἐφ' ᾧ τε πάντας φωτίζεσθαι. ἡ γὰρ πρόθεσις τοῦ πέμψαντος αὐτὸν ἦν πιστεῦσαι πάντας.] 6 Οὐκ ἦν ἐκεῖνος τὸ φῶς. Τουτέστι τὸ θεολογούμενον· ὑπεί ληπτο γάρ τισι διὰ τὸ προσόντα αὐτῷ πλεονεκτήματα ὡς αὐτὸς εἴη ὁ χριστός. διὰ τοῦτο τοῦτό φησιν ἵνα ὁλόριζον τὴν τοιαύτην ἀνέλῃ πλάνην. κἂν γὰρ φῶς Ἰωάννης, ἀλλ' οὐκ ἐκεῖνο τὸ φῶς περὶ οὗ οἱ ἅγιοι πρὸς τὸν θεόν φασιν· «Ἐν τῷ φωτί σου ὀψόμεθα «φῶς»· ὥστε εἰ καὶ φῶς ἦν Ἰωάννης, κατὰ τὸ εἰρημένον τοῖς μαθη ταῖς· «Ὑμεῖς ἐστὲ τὸ φῶς τοῦ κόσμου»· ἀλλ' οὐκ ἐκεῖνο τὸ φῶς τὸ ἀληθινόν. φῶς δὲ ἀληθινὸν οὐ πρὸς ἀντιδιαστολὴν ψεύδους ἀλλὰ πρὸς διαφορὰν εἰκονικοῦ εἴρηται. ἡ γὰρ ἀλήθεια καὶ τὸ ἀληθὲς ὁτὲ μὲν τῷ ψεύδει καὶ τῇ ἀπάτῃ, ὁτὲ δὲ εἰκόνι καὶ μιμήματι ἀντι διαστέλλεται. δυνατὸν δὲ λαβεῖν εἰκονικὸν φῶς τὸ αἰσθητόν, καὶ μάλιστα τὸν ἥλιον, ἀληθινὸν δὲ φῶς τὸ νοητόν· μᾶλλον δὲ τὸ τῶν νοητῶν φωτιστικόν, τῶν ἁγίων δυνάμεων. ὅπερ ἡγοῦμαι εἰρῆσθαι ὑπὸ τῆς γραφῆς· «Πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνω «θέν ἐστι, καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων». τὸ θεολογού μενον γὰρ φῶς ἦν «τὸ φῶς τὸ ἀληθινὸν ὃ φωτίζει πάντα ἄνθρωπον «ἐρχόμενον εἰς τὸν κόσμον». ἀλλ' ἐπεὶ τὸ «Ἐρχόμενον εἰς τὸν «κόσμον» ἀμφιβόλως εἴρηται, δυνάμενον σημαίνειν ὁτὲ μὲν τὸ φῶς, ὁτὲ δὲ τὸν ἄνθρωπον, ἑκατέρως αὐτὸ ἑρμηνευτέον. καὶ πρῶτόν γε δεκτέον τὸ φῶς ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον κατὰ τὸν ἐπιδημίας καιρόν, τὸν ἄνθρωπον ὄντα ἐν τῷ κόσμῳ, ὡς εἴρηται, τὸ φῶς ἐρχόμενον εἰς τὸν κόσμον ἐπὶ τῷ φωτίσαι τὸν ἄνθρωπον. εἶτα τὸ φῶς τὸ ἀληθινὸν φωτίζει πάντα τὸν ἐρχόμενον εἰς τὸν κόσμον ἄνθρωπον. 7 Ἐπεὶ μὴ πάντες ἀπεστράφησαν αὐτόν (πολλοὶ γὰρ ἐξ αὐτῶν προσήκαντο αὐτόν, καὶ μάλιστα οἱ ἀπόστολοι), ἐπιφέρει ὁ εὐαγγελι στής· «Ὅσοι δὲ ἔλαβον αὐτὸν ἔσχον ἐξουσίαν τέκνα θεοῦ γενέσθαι». οἱ γὰρ πρὸς τὴν πίστιν εἰσαγόμενοι, τάχα δὲ καὶ προκόψαντες, ἐξουσίαν ἔχουσι τέκνα θεοῦ γενέσθαι, τότε γενησόμενοι τοῦτο, οὗ τέως τὴν ἐξουσίαν εἰλήφασιν, ὅταν τελειωθῶσιν ἐν τῇ ἀρετῇ καὶ τῇ πίστει καὶ γνώσει. τίς δὲ ἡ αἰτία, δι' ἣν ἔσχον τὴν ἐξουσίαν, δηλοῖ γράψας δεδόσθαι αὐτὴν τοῖς πιστεύσασιν εἰς τὸ ὄνομα αὐτοῦ, τοῦ φωτὸς δηλονότι. ἐπειδὴ γὰρ οὐ ταὐτὸν τῷ πιστεῦσαι εἰς τὸ ὄνομα τοῦ φωτὸς τὸ πιστεῦσαι εἰς τὸ φῶς, ἐξουσία δίδοται, τουτέστιν ἐπιτηδειότης πρὸς τὸ γενέσθαι τέκνα, τοῖς πιστεύσασιν εἰς τὸ ὄνομα αὐτοῦ. εἰ δὲ μετέλθοιεν διὰ προκοπῆς εἰς τὸ πιστεύειν αὐτῷ ἐκ τοῦ πιστεύειν εἰς τὸ ὄνομα αὐτοῦ, οὐκέτι δυνάμει ἀλλ' ἐνεργείᾳ εἶεν θεοῦ τέκνα. οἱ γὰρ ἁπλουστέρᾳ καὶ μὴ πάνυ ἠκριβωμένῃ διανοίᾳ συγκατατιθέμενοι τῷ φωτὶ πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἱ δὲ σὺν ἐπιστημονικῇ ἀποδείξει καὶ διηρθρωμένῃ νοήσει προσελη λυθότες αὐτῷ πιστεύουσιν εἰς αὐτὸν καὶ ἐπικαλοῦνται αὐτόν. ὅθεν Ἰησοῦς μετὰ πολλὴν προκοπὴν τῶν μαθητῶν φησίν· ἐπεὶ «πιστεύετε «εἰς τὸν θεόν, καὶ εἰς ἐμὲ πιστεύετε» ἀντὶ τοῦ Καιρὸν ἔχετε μετα βῆναι ἀπὸ τοῦ πιστεύειν εἰς τὸ ὄνομά μου, ἵν' ἐμοὶ καὶ τῷ πατρὶ πιστεύσητε. ἀμέλει γοῦν καὶ περὶ μεγίστης θεολογίας ἐξηγησάμενος αὐτοῖς ἐπήγαγεν ὡς πρὸς ἅπαντας· «Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ «πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστιν»; 8 Οἱ γὰρ ἐκ θεοῦ γεννηθέντες, τῷ πεπιστευκέναι ὅτι Ἰησοῦς ὁ χριστός ἐστι καὶ τῷ ποιεῖν δικαιοσύνην ἐκ τοῦ θεοῦ ἐγεννήθησαν. οὐχ ὑπόκεινται δὲ τῇ ἐξ αἱμάτων γεννήσει, τουτέστιν οὐκ ἐξ ὑλικῶν ἔχουσι τὴν γένεσιν. ἀμέλει γοῦν τῷ Πέτρῳ, πιστεύσαντι ὅτι ὁ χριστός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ὑπὸ τοῦ σωτῆρος λέγεται· «Μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ «σοι, ἀλλ' ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς». καὶ ἐπίστησον εἰ δύ ναται κατ' ἐπιβολὴν ἄλλην υἱὸς αἱμάτων εἶναι ὁ νομίζων θεοσεβὴς καὶ υἱὸς θεοῦ εἶναι διὰ τοῦ προσάγειν τὰς κατὰ νόμον αἰσθητὰς θυσίας. οὗτοι γὰρ διὰ σφαγῶν καὶ ἐκχύσεως αἱμάτων εὐαρεστεῖν τῷ θεῷ οἴονται. καὶ ἀνέγκλητον μὲν ἦν τοῦτο ποιεῖν πρότερον, ἡμῖν δὲ οὐκέτι, διὰ τὸ ἀρκούντως πρὸς δικαίωσιν ἔχειν τὸ δοθὲν ὑπὲρ ἡμῶν Ἰησοῦς αἷμα. ὑπόκεινται δὲ καὶ θελήματι σαρκὸς καὶ γενέσει ἀνδρὸς οἱ πάντα ποιοῦντες πρὸς τὸ φανῆναι τοῖς ἀνθρώποις δίκαιοι. θελήματι γὰρ σαρκὸς εὐαρεστεῖν οὗτοι προτίθενται τὴν σάρκα περιτεμνόμενοι καὶ ἐν τῷ προφανεῖ ἰουδαΐζειν θέλοντες, μετὰ τοῦ μὴ ἐπιμελεῖσθαι τῆς καρδίας καὶ τοῦ ἐν κρυπτῷ Ἰουδαϊσμοῦ. ἔχουσι δὲ καὶ τὴν ἐκ θελήματος ἀνδρὸς γένεσιν οἳ προφάσει ἀνθρω πίνης φιλοσοφίας ἀπέχονται μὲν κακίας, ἀρετὴν δὲ ἀναλαμβάνουσιν. καὶ ὑπὲρ τούτους οὖν ἐστιν ὁ ἐκ τοῦ θεοῦ γεγεννημένος τῷ μετὰ τὸ πιστεῦσαι εἰς τὸ ὄνομα αὐτοῦ αὐτῷ πεπιστευκέναι. 9 Τὸ «Ὡς μονογενοῦς παρὰ πατρὸς» νοεῖν ὑποβάλλει ἐκ τῆς οὐσίας· τοῦ πατρὸς εἶναι τὸν υἱόν. οὐδὲν γὰρ τῶν κτισμάτων παρὰ πατρός, ἀλλ' ἐκ θεοῦ διὰ τοῦ λόγου ἔχει τὸ εἶναι. εἰ γὰρ καὶ ἄλλα παρὰ πατρὸς εἶχε τὴν ὕπαρξιν, ματαίως ἡ τοῦ μονογενοῦς ἔκειτο φωνή, πολλῶν ὄντων τῶν παρὰ πατρὸς ἐχόντων τὸ εἶναι. οὗτος δὲ μονογενὴς παρὰ πατρὸς πλήρης χάριτος καὶ ἀληθείας εἴρηται, οὐκ ἄλλος ὢν τούτων ὧν λέγεται εἶναι πλήρης. αὐτὸς γὰρ ὁ μονο γενὴς περὶ ἑαυτοῦ λέγει· «Ἐγώ εἰμι ἡ ἀλήθεια». ἔσται γὰρ δεκτικὸν ἀληθείας τὸ πληρούμενον ὑπ' αὐτῆς, ἀλλ' οὐ δεκτικὴ ἀληθείας ἡ ἀλήθεια κατ' ἐνέργειαν οὖσα τοῦτο ὃ λέγεται εἶναι. τὰ δ' αὐτὰ καὶ περὶ τῆς χάριτος ῥηθείη ἄν. καὶ οὐ παράδοξόν γε περὶ τοῦ μονο γενοῦς τοιαῦτα λέγειν, ὁπότε καὶ περὶ τοῦ πατρὸς τοιαῦτα ἀναγέ γραπται. αὐτὸς γοῦν περὶ ἑαυτοῦ ἐν τῷ προφήτῃ λέγει· «Πλήρης «εἰμί». εἰκὸς δὲ εἰρῆσθαι τὴν λέξιν ταύτην καὶ διὰ τὸ θεωρηθησό μενον πρὸ τῆς τοῦ σωτῆρος ἐπιδημίας. ὁ διὰ Μωϋσέως νόμος τοὺς ἁμαρτάνοντας ἐκόλαζεν, οὐδενὶ χαριζόμενος τὰ κατὰ παράβασιν αὐτοῦ ἐπιτελεσθέντα. ἔτι μὴν ὁ νόμος οὗτος μυστηρίων τελετὰς δι' εἰκό νων καὶ σκιογραφιῶν παρεδίδου, χειραγωγῶν καὶ εὐτρεπίζων πρὸς τὴν τοῦ χριστοῦ διδασκαλίαν τοὺς ὑπ' αὐτῶν ἀγομένους· ὅθεν καὶ παιδαγωγὸς ὁ νόμος εἰς Χριστὸν λέγεται. ἐπεὶ τοίνυν ὁ σωτὴρ ἐλήλυθεν οὐ κολάσαι τοὺς ἡμαρτηκότας ἀλλ' ἄφεσιν παρασχεῖν τῶν οὕτως πεπραγμένων, καὶ τέλος ἐπιθεῖναι τῆς διδασκαλίας, καὶ εἰκό νων γνῶσιν τῆς ἀληθείας, αὐτὸς αὐτὴν φανερῶν, μᾶλλον δὲ αὐτὸς ὢν ἡ ἀλήθεια, εἰκότως πλήρης χάριτος καὶ ἀληθείας ὤφθη τοῖς αὐτὸν θεασαμένοις. εἰ γάρ τισι μὲν ἐχαρίζετο τισὶ δὲ οὔ, οὐκ ἦν πλήρης χάριτος, ὡς ἂν εἰ τῆς σκιᾶς τι μὲν ἔπαυεν ἕτερον δέ τι αὐτῆς οὐχί, οὐκ ἦν πλήρης ἀληθείας. ἀλλὰ μὴν πᾶσαν σκιὰν καὶ εἰκόνα περιέγραψεν, καὶ πάντων ἁμαρτημάτων ἄφεσιν παρέχει τοῖς προσφεύγουσι διὰ μετανοίας αὐτῷ. πλήρης ἄρα ἀληθείας καὶ χάρι τός ἐστιν. 10 Κέκραγεν. Οὐ κατὰ τὴν προφορὰν ἀλλὰ κατὰ τὸ τῆς νοή σεως ἐπιτεταμένον. ὁ γὰρ περὶ τῶν μεγάλων δογμάτων ἀπαγγέλλων ὡς δεῖ μεγαλοφώνως κατὰ τὴν νόησιν αὐτὰ προφέρει. ἀκουστέον δὲ τοῦ «Πρῶτος» ἀντὶ τοῦ «Πρότερος». ὅμως ὃ λέγει τοιοῦτόν ἐστι· πρὸ ἐμοῦ καὶ πρότερός μου τυγχάνων Ἰησοῦς ὀπίσω μου καὶ μετ' ἐμὲ ἦλθεν, οὐκ ἐπὶ τῷ ὀπίσω μου μεῖναι ἀλλὰ τῷ πρὸ ἐμοῦ γενέσθαι. ἀκουστέον δὲ τοῦ ὀπίσω αὐτὸν ἔρχεσθαι τοῦ Ἰωάννου κατὰ χρόνον τῆς ἀποτέξεως. πρὸ γὰρ ἓξ μηνῶν Ἰωάννης συνελήφθη τοῦ συλλη φθῆναι τὸν Ἰησοῦν. τούτῳ τῷ τρόπῳ ὀπίσω αὐτοῦ ἐλθὼν ὁ Ἰησοῦς ἔμπροσθεν αὐτοῦ γέγονεν ἀναδειχθεὶς θεὸς καὶ δημιουργὸς αὐτοῦ ὑπάρχων. λεχθείη δ' καὶ οὕτως· δόξει πᾶς ὁ μανθάνων ἕπε σθαι τῷ διδασκάλῳ καὶ ταύτῃ ὀπίσω αὐτοῦ λέγεται βαδίζειν. ἐπεὶ τοίνυν καὶ ὁ σωτὴρ βαπτίζοντι τῷ Ἰωάννῃ προσῆλθε βαπτισθῆναι, κατὰ τὸ βαπτίζεσθαι αὐτὸν ὑπὸ Ἰωάννου ὀπίσω τοῦ βαπτίζοντος ἔρχεσθαι εἴρηται, κατὰ δὲ τὸ ἡγιακέναι καὶ μεμαρτυρῆσθαι ὑπὸ τοῦ πατρὸς ἔμπροσθεν τοῦ βαπτίζοντος γέγονεν, τιμιώτερος καὶ ὑπερ έχων αὐτοῦ ἀναδειχθείς. εὖ δὲ καὶ τὸ φάναι· «Ἔμπροσθέν μου γέ «γονεν», ὡς τὴν ὕπαρξιν προτέραν εἶναι τοῦ γεγονέναι αὐτόν. καὶ τοῦτο δὲ ἐπίστησον μεθ' ὅσης ἀκριβείας εἴρηται. οὐ γέγραπται «Ὁ ὀπίσω μου ὤν», ἀλλ' «Ὁ ἐρχόμενος». εἰ γὰρ ὀπίσω ἦν, οὐκ ἠδύνατο πρὸ αὐτοῦ εἶναι. ἀλλ' οὐκ ἀδύνατον τὸν πρῶτον ὄντα ὀπίσω ἐλθεῖν. ῥηθείη δ' καὶ ἑτέρως. «Ὅτι, φησίν, ἐκ τοῦ «πληρώματος αὐτοῦ πάντες ἐλάβομεν καὶ χάριν ἀντὶ χάριτος»· πάλιν γὰρ αἰτίαν ἀποδιδοὺς τοῦ ἔμπροσθεν αὐτοῦ γεγονέναι αὐτοῦ ὄντα πρῶτον ἐπήγαγεν τὸ «Ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες «ἐλάβομεν καὶ χάριν ἀντὶ χάριτος». πῶς γὰρ οὐκ ἔμπροσθεν κατὰ τὸ προύχειν, καὶ πρῶτος τῶν πληρουμένων ὁ πληρῶν; εἰ γὰρ αὐτὸς τελειοῖ καὶ πληροῖ ἀρετῆς καὶ σοφίας τοὺς ἐφ' ἁγιότητα ἐρχομένους, πῶς οὐ πρῶτος καὶ προύχων αὐτῶν ὑπάρχει; πρόσχες δὲ τῇ ἀκρι βείᾳ τῶν γεγραμμένων. οὐκ εἴρηται «Τὸ πλήρωμα αὐτοῦ», ἀλλ' «Ἐκ «τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν». οἱ γὰρ ἐν τῷ βίῳ τούτῳ ἁγιότητος μετέχοντες καὶ γνώσεως τῆς ἀληθείας τὸ ἐκ μέρους γινώσκειν καὶ ἐκ μέρους προφητεύειν ἐκ τοῦ πληρώματος αὐτοῦ, ἀλλ' οὐ πλήρωμα αὐτοῦ ἔχουσιν. σχοῖεν δ' αὐτὸ μετὰ τὴν ἐπίκαιρον ζωὴν ἐν τοῖς μέλλουσιν αἰῶσι κατὰ τὸν ἀπόστολον· «Ὅταν ἔλθῃ, φησί, τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται». τούτῳ συνῳδὰ καὶ τὰ ἐν τῇ καθολικῇ Ἰωάννου· «Καὶ οὔπω ἐφανε «ρώθη τί ἐσόμεθα· οἴδαμεν δὲ ὅτι ἐὰν φανερωθῇ ὅμοιοι† αὐτοῦ «ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτὸν καθὼς ἔστι» τουτέστι· καθώς ἐστι δυνατὸν τοῖς γενητοῖς γνῶναι τὸν θεόν· οὐ γὰρ οἷόν τε ἐκλαμ βάνειν τὸ καθὼς ἔστιν ὁ θεὸς αὐτός. καὶ γὰρ ἕξομέν τι πλέον τῆς παρούσης καταστάσεως, μηκέτι ἐκ μέρους ἀλλὰ γυμνοὶ πάσης ἀγνοίας τῇ ἀκραιφνεστάτῃ ἀληθείᾳ προσβαλοῦμεν κατὰ τὸ δυνατὸν αὐτὸν ὀψόμενοι. διὰ τὸ τοίνυν ἐκ τοῦ πληρώματος Ἰησοῦ εἰλη φέναι ὁ Ἰωάννης λέγει περὶ αὑτοῦ ὅτι «Ἔμπροσθέν μου γέγονεν» οὗ ἔσχον ἐκ τοῦ πληρώματος. καὶ τὸ μὴ ἕνα ἀλλὰ πάντας τοὺς ἁγίους ἐκλαμβάνειν ἐκ τοῦ πληρώματος τοῦ Ἰησοῦ τὴν ὑπεροχὴν τοῦ πληροῦντος καὶ τελειοῦντος φανεροῖ. εἰ γὰρ πάντες ἅγιοι ἐπληρώθησαν οὐκ ἐξ ὅλου τοῦ πληρώματος ἀλλ' ἐκ τινὸς μορίου αὐτοῦ, πολὺ ἀπολειπόμενοι ὀφθήσονται οἱ ἐκ τοῦ πληρώματος λαμ βάνοντες τοῦ παρασχόντος αὐτοῖς. 11 Τῶν ἀρετῶν τὸ μὲν οἴκοθεν ἔχομεν καὶ παρ' ἑαυτῶν, ὃ προαι ρετικῶς κτώμεθα, τὸ δὲ ἐκ θεοῦ, πιστεύσαντες γοῦν τῷ σωτῆρι καὶ τῷ πατρὶ αὐτοῦ ὡς ἐνεδέχετο ἐκ τοῦ ἐφ' ἡμῖν γενέσθαι. λεί πεται ἡμῖν καὶ τὸ ἐκ θεοῦ αἰτεῖν, καθὼς καὶ οἱ μαθηταὶ Ἰησοῦ φασὶν αὐτῷ· «Πρόσθες ἡμῖν πίστιν». ἡ γὰρ λέξις ἡ «Πρόσθες» ση μαίνει ἀπαιτεῖν αὐτοὺς θεοδώρητον πίστιν πρὸς ᾗ εἶχον προαιρε τικῶς. ἀμέλει καὶ ὁ Παῦλος γράφων φησί· «Κατ' ἀναλογίαν πί «στεως» τῆς ἐνούσης ἐκ τοῦ ἐφ' ἡμῖν τὰς δωρεὰς τοῦ πνεύματος δίδοσθαι· «Ἑτέρῳ δίδοται πίστις, φησίν, ἐν τῷ αὐτῷ πνεύματι». εἰ δὲ πίστις δίδοταί τινι κατὰ ἀναλογίαν ἧς ἔχει πίστεως, φανερὸν ὅτι τῇ ἐφ' ἡμῖν κατορθωθείσῃ ἡ θεόπεμπτος παραγίνεται πίστις. ἅπερ δὲ περὶ πίστεως εἴρηται, λεκτέον καὶ περὶ τῶν λοιπῶν ἀρετῶν. ἐπεὶ οὖν ἡ ἀρετὴ χάρις ἐστὶ κεχαριτωμένον ποιοῦσα τὸν ἔχοντα, ὅταν ἡμῖν προαιρετικῶς κατορθωθῇ αὐτή, τηνικαῦτα τὸ ἐκ θεοῦ παραγίνεται, καὶ τοῦτό ἐστι τὸ δίδοσθαι παρὰ θεοῦ χάριν ἀντὶ χάριτος. 12 Διὰ Μωσέως δὲ ὁ νόμος ἐδόθη ἀλλ' οὐχ ὑπ' αὐτοῦ, ἀλλ' ὑπὸ τοῦ θεοῦ. θεοῦ γὰρ ὁ νόμος κατὰ τὸ γεγραμμένον· «Ὁ νόμος Κυ «ρίου ἄμωμος, ἐπιστρέφων ψυχάς». πλὴν εἰ καὶ διὰ Μωσέως ὁ νόμος δίδοται, ἀλλά γε «Ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ «ἐγένετο», τῆς χάριτος δι' ἀφέσεως ἁμαρτημάτων κωλυούσης τὴν ἐκ τοῦ νόμου κατὰ τῶν ἁμαρτωλῶν κόλασιν· καὶ τῆς ἀληθείας ὑπερβαινούσης τὰς σκιὰς καὶ τοὺς τύπους. ἐπίστησον δὲ καὶ τοῖς λεχθησομένοις. ἐπεὶ καὶ ὁ νόμος καὶ οἱ προφῆται μέχρις Ἰωάννου παρείλκυσαν, ὡς αὐτὸν πέρας γεγονέναι τῆς παλαιᾶς γραφῆς, μεθ' ἣν ἡ ἐπιδημία τοῦ σωτῆρος γέγονε, πάνυ συνᾳδόντως τὸ «Ὁ ὀπίσω «μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν» εἴρηται. ἐπειδὴ γὰρ προ ανεφωνεῖτο ἡ τοῦ σωτῆρος κάθοδος ὑπὸ τοῦ νόμου καὶ τῶν προ φητῶν, ἐλθὼν ὀπίσω ἐληλυθέναι λέγεται. ἀλλ' εἰ καὶ ὀπίσω ἐλή λυθεν, ἀλλ' οὖν πληρώσας νόμον καὶ προφήτας τῷ τὸ ἔνθεον αὐτῶν πεφανερωκέναι ἔμπροσθεν γέγονε, καὶ δηλωθεὶς αἴτιος εἶναι πάσης ἐκείνης τῆς θεοπνεύστου γραφῆς, παρελκυσάσης ἕως τοῦ βαπτιστοῦ Ἰωάννου. 13 Διττοῦ τοῦ θεωρεῖν ὄντος, αἰσθητικοῦ τε καὶ νοητικοῦ, τὸ μὲν τῶν σωμάτων τὸ δὲ τῶν ἀσωμάτων ἐστὶν ἀντιληπτικόν. διὸ καὶ τὰ ὑποκείμενα τῷ νῷ καὶ τὰ ὑπὸ τούτου θεωρούμενα ἀόρατά φαμεν, οὐ τῷ μὴ ὁρᾶσθαι ἀλλὰ τῷ μὴ πεφυκέναι βλέπεσθαι. οὐδὲν γὰρ τῶν σωμάτων ἀόρατον, κἂν ἔξω ποτὲ τυγχάνον τῆς ὄψεως μὴ ὁρᾶται. οὐ γὰρ τὸ μὴ ὁρᾶσθαι σημαίνει τὸ ἀόρατον, ἀλλὰ τὸ μὴ πεφυκέναι πρὸς τοῦτο. διὸ οὐδὲ ἀντιστρέφει πρὸς ἑαυτὸ τὸ μὴ ὁρᾶσθαι καὶ τὸ ἀόρατον. τῷ μὲν γὰρ ἀοράτῳ ἀκολουθεῖ τὸ μὴ ὁρᾶσθαι τὸ ἀόρατον. πολλὰ γὰρ τῶν σωμάτων, καίτοι ὄντα ὁρατά, οὐχ ὁρᾶται, ἤτοι σκεπαζόμενα ἢ τῷ μὴ εἶναι ἔνθα ταῦτα τυγχάνει. ταύτης τῆς διαστολῆς ὀρθῶς ἐχούσης ἐκλαμβάνειν δεῖ τὸ εἰρημένον ὡς περὶ ἀοράτου. οὐδὲ γὰρ αἱ ἀνωτάτω δυνάμεις θεὸν ὁρῶσιν, οὐ διὰ τὴν σφῶν ἀσθένειαν ἀλλὰ διὰ τὴν τοῦ θεοῦ ἀσωματότητα. ἀλλ' οὐδὲ νῷ ὁρατός ἐστιν ἁπλῶς, ἀλλὰ τῷ πάσης ἀγνοίας καὶ κακίας καὶ ὕλης ἀπηλλαγμένῳ. «Μακάριοι, γάρ φησιν, οἱ καθαροὶ τῇ καρδίᾳ, «ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται». καρδίαν δὲ τὸν νοῦν ὀνομάζει. ὅστις καθαρὸς τῷ εἰρημένῳ τρόπῳ γεγονὼς τελειωθεὶς κατ' ἀρετὴν προσβάλλει θεῷ καθ' ὃ ἐφικτόν. τούτων οὕτως ἐχόντων ὁ νοῦς ὁ ἔτι ὑποκείμενος γενέσει, καὶ διὰ τοῦτο καὶ χρόνῳ, οὐχ ὁρᾷ τὸν θεὸν ὡς δεῖ. διὸ οὐ καθάπαξ εἴρηκεν· «Θεὸν οὐδεὶς ἑώρακεν», ἀλλὰ μετὰ προσθήκης τῆς «Πώποτε», σημαινούσης χρονικόν τι, ἵν' ᾖ τὸ λεγόμενον τοιοῦτον· ὅσον χρόνον τὸ «Πώποτε» δύναται λέγεσθαι, ὡς σημαῖνόν τι ὑποκείμενον, ὁ νοῦς ἐμπέπραται τῇ ἐνύλῳ ζωῇ. διὸ ἰδεῖν τὸν θεὸν οὐ δύναται κατὰ προσβολὴν νοήσεως. καὶ ἡμεῖς μὲν ἐκ τῶν περὶ αὐτοῦ θεολογουμένων ἐννοιῶν καὶ ὧν ἔχομεν ἀμυδρῶς αὐτὸν νοοῦμεν ὡς οἷόν τε· αὐτὸς δὲ ὁ θεὸς οὐ διά τινος τοιούτου ἀλλ' οἰκειότητι τῇ πρὸς ἑαυτὸν νόησιν ἔχει περὶ ἑαυτοῦ, αὐτὸς ὢν καὶ ἡ νόησις καὶ τὸ νοούμενον. διὸ μόνος ἐπίσταται αὐτὸν ὁ υἱὸς ὑπὸ τοῦ πατρὸς νοούμενος καὶ νοῶν τὸν πατέρα. 14 Καταλλήλως δὲ τῷ μονογενῆ θεὸν καὶ υἱὸν αὐτὸν εἶναι πατρὸς ὠνομάσθησαν κόλποι. ἐπεὶ γὰρ τὰ περὶ τῆς θεότητος πάντα ἀκατ ονόμαστα δηλοῦται ἡμῖν ταῦτα ἀνθρώποις οὖσι διὰ λέξεων ἀν θρωπίνων, εἰκότως ἀφ' ὧν ἴσμεν σημαίνεσθαι τὴν πρὸς τὸν πατέρα οἰκειότητα γέγραφεν ὁ εὐαγγελιστής· «Ὁ ὢν εἰς τὸν κόλπον τοῦ «πατρός». ὡς γὰρ ἐπὶ τῶν σωζομένων πάντων καὶ τὰς ἐπαγγελίας τοῦ θεοῦ λαμβανόντων γράφεται ὅτι γενήσονται εἰς τοὺς κόλπους τοῦ Ἀβραάμ, οὐκ ἄλλο τι ἢ ὅτι πατὴρ πιστῶν χρηματίζει· οὕτω καὶ ὁ θεοῦ υἱὸς ὢν ἐν κόλποις τοῦ γεννήσαντος λέγεται. καὶ ὥσπερ ἄνθρωποι πιστοὶ ἐν κόλποις πιστοῦ τοῦ Ἀβραὰμ γίνονται, οὕτως καὶ ὁ υἱὸς ὢν ἐν κόλποις. κόλπον δὲ πατρὸς ἀκούειν δεῖ ὡς καὶ τὰ ἄλλα τὰ λεγόμενα ἀνθρωπίνως περὶ θεοῦ. εἰ δὲ περὶ τῶν προ φητῶν ἢ πατριαρχῶν ἢ ἀγγέλων λέγεται ὡς θεὸν ἑωρακότων, οὐκ ἀντικείμενα ἑαυτῇ φησιν ἡ θεία γραφή. θεὸν γὰρ οὐδεὶς ὁρᾷ προσ βαλὼν νοήσει τῇ ἑαυτοῦ, ὥσπερ κατ' ἐπιβολὴν ὄψεως ὁρᾶν λεγό μεθα τὰ ὁρατά. ὁρᾶται δὲ καὶ θεὸς οἷς ἐὰν κρίνῃ ὁραθῆναι ἀπο καλύπτων ἑαυτόν. εἰ γὰρ ἑώρα τις τὸν θεόν, οὕτως ἐθεώρει αὐτόν, ἵν' οὕτως εἴπω, οἷος καὶ ὅσος ἐστίν. ἐπεὶ δὲ μὴ αὐτὸς ὁρᾷ ἀλλὰ θεὸς ἑαυτὸν δείκνυσιν, ὡς οἷόν τέ ἐστιν τοῖς γενητοῖς παρέχει ἑαυτὸν εἰς κατανόησιν· καθὼς καὶ ὁ σωτήρ φησι· «Καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν». οὐ γὰρ εἶπεν· ἐκεῖνός με ἴδῃ, ἀλλ' ἐγὼ ἐμαυτὸν ἐκείνῳ ἐμφανίσω· καὶ αὕτη ἐστίν*** 17 Ὁ πρόδρομος κατὰ διαφόρους ἐπινοίας τοῦ σωτῆρος ὑπάρχων· ὡς θεοῦ προφήτης· ὡς φωτὸς λύχνος, προφωτίζων τοὺς ἐν νυκτὶ τῆς ἀγνοίας ὄντας καὶ προεθίζων τῆς ψυχῆς τὸ ὄμμα πρὸς τὸ δυνηθῆναι καὶ τῷ μεγάλῳ φωτὶ προσδραμεῖν·〚 ὡς ἑωσφόρος ἡλίου προάγγελος τῆς μελλούσης ἐφ' ἡμᾶς διαυγάζειν ἡμέρας κατασημαίνων τὴν ἄφιξιν〛 ὡς λόγου φωνή· ἀνάγκη γὰρ πρὸ λόγου φωνὴν γίνεσθαι. διό φησιν· «Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ», βοῶντα λέγων τὸν λόγον, ἔρημον δὲ τὴν πρὸς τὴν θείαν διδασκαλίαν ἄγνωστον ψυχήν. πῶς γὰρ οὐκ ἔρημος, στερουμένη θεοῦ λόγου καὶ τῆς δηλούσης αὐτὸν φωνῆς; ἔργον δὲ τῆς φωνῆς σαφηνίζειν τὸ σημαινόμενον, ὅπως ἀσυγχύτως ἐπιβάλλειν δυνηθῶσιν τῷ δηλουμένῳ λόγῳ. τί δὲ προστάττει ἡ τοῦ βοῶντος φωνὴ τῇ ἐρήμῳ; «Εὐθύνατε, φησί, τὴν «ὁδὸν κυρίου». δηλοῖ δὲ ἡ ἔρημος πάντας τοὺς ἀγνοοῦντας τὸν μετὰ τὴν φωνὴν ἐρχόμενον. ὡς γὰρ ὁ βασιλέως προοδεύσας προσ τάττει τοῖς πρὸς οὓς ὁ βασιλεὺς ἔρχεται εὐθεῖαν ποιῆσαι τὴν ὁδὸν τῶν ἐρχομένων πρὸς τὴν τοῦ λόγου διδασκαλίαν,〚 οὕτως ὁ Ἰωάννης τοῦ λόγου. ὡς γὰρ φωνὴ λόγου προτρέχει, οὕτω καὶ τοῦ χριστοῦ, λόγου ὄντος, ὡς φωνὴ ὁ Ἰωάννης.〛 18 Τί δὲ βούλεται τὸ ὑπὸ Ἰωάννου λεχθέν· «Μέσος ὑμῶν ἕστηκεν «ὃν ὑμεῖς οὐκ οἴδατε», οὔπω τότε τοῦ Ἰησοῦ ὄντος ἐκεῖ; ἐν γὰρ τοῖς ἑξῆς λέγεται· «Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς «αὐτὸν» ὡς οὐκ ὄντα ἐκεῖ δηλονότι ὅτε ἔφασκε· «Μέσος ὑμῶν «ἕστηκε» μαρτυρῶν ὁ Ἰωάννης περὶ τοῦ φωτός. ᾔδει γὰρ ὅτι καὶ θεὸς λόγος ἦν· οὗτος δὲ παντὶ λογικῷ πάρεστι. καὶ ἐπεὶ ὑπονοεῖταί τισιν ἐν τῷ μεσαιτάτῳ ἡμῶν εἶναι τὸ διανοητικόν, ὅ τινες ἡγεμονι κὸν καλοῦσιν, ἐκεῖ δέ ἐστιν ὁ λόγος καθ' ὅν ἐσμεν λογικοί, ὁ αὐτὸς ὢν τῇ εἰκόνι τοῦ θεοῦ καθ' ἣν γέγονεν ὁ ἄνθρωπος κατ' εἰκόνα θεοῦ, δεικνὺς ὅτι ὁ τοῦ θεοῦ λόγος ἐστὶν ὁ μέλλων ἔρχεσθαι βαπτισ θῆναι ὑπ' αὐτοῦ, φησί· «Μέσος ὑμῶν ἕστηκεν» ἀγνοούμενος ὑφ' ὑμῶν· διὰ τοῦτο δὲ ὑμῖν ἀγνοεῖται, ἐπεὶ δέον ἔχοντας αὐτὸν μέσον ἐνεργεῖν τὰ ἐπιβάλλοντα ἠρεμοῦντα αὐτὸν καί, ἵν' οὕτως εἴπω, ἀνενέργητον ἔχετε παρ' ἑαυτοῖς, οὐδὲν πράττοντες ἢ νοοῦντες λο γικῶς. ταῦτα περὶ τῆς οὐσίας τοῦ λόγου εἰπὼν συνάπτει ἑξῆς καὶ τὰ περὶ τῆς ἐπιδημίας αὐτοῦ, λέγων· «Ὁ ὀπίσω μου ἐρχόμενος» μετὰ τὸν νόμον καὶ τοὺς προφήτας· ἐγὼ γάρ εἰμι σύμβολον καὶ τέλος ἐκείνων. ἔρχεται δὲ ὀπίσω μου πληρῶν πάντα τὰ προφητευ θέντα περὶ αὐτοῦ. ὀπίσω γὰρ καὶ μετὰ τὰ προαναφωνηθέντα ὁ προφητευόμενος ἔρχεται· «μέσος δὲ ὑμῶν ἕστηκεν», ὡς ἤδη ἀπο δεδώκαμεν, «οὗ οὐκ εἰμὶ ἄξιος λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος». «ἱμάντα δὲ ὑποδήματος» νοήσεις οὕτως. ὁ τοῦ θεοῦ λόγος ἃ εἰς ἀνθρώπους οἰκονομεῖ οὐ γυμνῇ τῇ θεότητι ἐνεργεῖ, ἀλλὰ μορφὴν δούλου λαβών, ὡς τὴν πορείαν αὐτοῦ τὴν κατὰ τὴν ἐνέργειαν τῆς οἰκονομίας κεκαλυμμένην εἶναι. τοῦτο γοῦν καὶ ἐν Ψαλμοῖς περὶ αὐτοῦ λέγεται· «Καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑπὸ «τοὺς πόδας αὐτοῦ».〚 σκοτεινόν τι περὶ τὴν πορείαν αὐτοῦ διὰ τὸ ἀσαφὲς ὑπάρχειν.〛 ἱμὰς τοίνυν ὑποδήματος αὐτοῦ, τουτέστι τοῦ γνόφους τοῦ περὶ τοὺς πόδας αὐτοῦ, ὁ τῆς δυσκαταληψίας ἐστὶ λό γος, συσφίγγων καὶ συγκρατῶν τὸ ὑπόδημα περὶ τοὺς πόδας αὐτοῦ, ὡς λύσιν τοῦ ἱμάντος εἶναι τὸ σαφηνίσαι καὶ παραστῆσαι λόγῳ τίνα τρόπον θεὸς ἀνέλαβε σῶμα, σκεπάζων καὶ κρύπτων αὐτοῦ τὴν ἐπὶ τὴν οἰκονομίαν πορευτικὴν δύναμιν. ἐπεὶ τοίνυν οὐδενὶ ἀνθρώπων δυνατὸν τὸ δεῖξαι ἀπόδειξιν τῆς ἑνώσεως τὸν τρόπον, εἰκότως ὁ περισσότερον προφήτου ἔχων, οὗ μηδεὶς μείζων ἐν γεννη τοῖς γυναικῶν, ὁμολογεῖ μὴ ἱκανὸς εἶναι λῦσαι τὸν ἱμάντα τοῦ ὑπο δήματος αὐτοῦ. 19 Εὖ δὲ καὶ τὰ φάναι· «Ὁ αἴρων τὴν ἁμαρτίαν» οὐχ «ὁ ἄρας» ἢ «μέλλων αἴρειν». ἀεὶ γὰρ ἐνεργεῖ τὸ αἴρεσθαι τὴν ἁμαρτίαν τῶν προσφευγόντων αὐτῷ. παρίσταμεν οὖν ἐκ τούτου ὅτι καὶ ᾖρεν καὶ αἴρει καὶ ἀρεῖ, καθ' ἕκαστον καιρὸν ἐφαρμοττομένου τοῦ αἴρειν. 20 Κἀγὼ οὐκ ᾔδειν αὐτόν. Ὁ διδάσκων, φησίν, ἐγὼ οὐ κατὰ φύσιν οὐδὲ κατὰ κοινὴν ἀνθρώπων ἔννοιαν ταῦτα περὶ Χριστοῦ εἶπον· οὐ γὰρ ᾔδειν αὐτόν, ἀλλὰ τοῦ πνεύματος τοῦ ἁγίου καὶ τοῦ πατρὸς φανερώσαντός μοι τὰς περὶ αὐτοῦ μαρτυρίας εἶπον. ἀπε στάλην γὰρ μαρτυρῆσαι περὶ τοῦ φωτός, τότε ἀρχὴν τῆς γνώσεως τοῦ μαρτυρουμένου λαβὼν ὅτε ἀπεστάλην. ἐπιχειρητέον δὲ καὶ ἄλλως λῦσαι τὸ ζητούμενον. ἔστιν αὐτὸν κατά τι μὲν ἐπίστασθαι κατά τι δὲ μὴ εἰδέναι. κἂν λέγῃ οὖν περὶ τοῦ σωτῆρος· «Κἀγὼ «οὐκ ᾔδειν αὐτὸν» οὐκ ἀντικείμενα τοῖς ὑπ' αὐτοῦ μαρτυρηθεῖσι λέγει, δηλοῦται δὲ διὰ τῆς λέξεως τὸ πρότερον μὲν ἀγνοεῖν, νῦν δὲ εἰδέναι αὐτὸν τοῦτον, τοῦ θεοῦ φανερώσαντος αὐτῷ. τοῦτο δὲ παρίσταται ἐκ τῶν εὐθέως λεχθησομένων. πάλιν γὰρ αὐτὸς ὁ Ἰωάννης τεθεᾶσθαι λέγει τὸ πνεῦμα ἐν εἴδει περιστερᾶς κατελθὸν ἐπὶ τὸν κύριον. «Κἀγὼ οὐκ ᾔδειν αὐτόν, φησίν, ἀλλ' ὁ πέμψας με «βαπτίζειν ἐν ὕδατι ἐκεῖνός μοι εἶπεν· Ἐφ' ὃν ἂν ἴδῃς τὸ πνεῦμα «καταβαῖνον ἐπ' αὐτόν, οὗτός ἐστιν ὁ υἱός μου. κἀγὼ ἑώρακα καὶ «μεμαρτύρηκα». εἰ τοίνυν καὶ πρὸ τῆς καθόδου τοῦ πνεύματος ἀμνὸν καὶ ἄνδρα καὶ τὸν προφήτην καὶ τὸν χριστὸν καὶ τὸ φῶς τὸ ἀληθινὸν αὐτὸν ᾔδει, ἀλλ' οὖν ἔλειπεν αὐτῷ ἡ περὶ τοῦ υἱοῦ τοῦ θεοῦ γνῶσις, καὶ ὅτι αὐτὸς ἐστὶν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ, ἥντινα ἔσχεν ὀφθέντος τοῦ δοθέντος σημείου. τούτων οὖν οὕτως ἐχόντων ζητητέον πῶς λέγει τεθεᾶσθαι τὸ πνεῦμα ὁ Ἰωάννης· οὐ γὰρ θεμιτὸν νομίζειν αἰσθητῶς ὁρᾶσθαι τὸ πνεῦμα νοητὴν ὕπαρξιν ἔχον. τῷ προκειμένῳ συνεξετασθήσεται, καθόλου τοῦ προβλήμα τος γινομένου, τὰ ἐν ταῖς προφητείαις ὁμοιοτρόπως λεχθέντα. πολλοὶ γὰρ τῶν προφητῶν καὶ ἁπαξαπλῶς τῶν ἁγίων ἀνδρῶν ὀπτασίας καὶ ὁράσεις ἑωρακότες ἀνεγράφησαν τεθεωρηκέναι. ἐπειδὴ γὰρ καὶ ἐν ἄλλοις τὸ ἰδεῖν καὶ ὁρᾶν διχῶς ἐτμήθη, εἴς τε τὴν αἴσθησιν καὶ τὴν νόησιν, τὸ μὲν αἰσθητῶς ἑωρακέναι θεὸν τοὺς ἁγίους ἄνδρας ἀδύνατόν ἐστι καὶ συνόλως τὴν τριάδα ἢ τὰ ὑπὸ ταύτην νοητὴν ὕπαρ ξιν ἔχοντα· λείπεται κατὰ τὴν νόησιν τεθεωρηκέναι αὐτοὺς τὰς ὀπτασίας οὐχ ὡς ἔχουσιν ὑποστάσεως, ἀλλ' ὡς ὁρᾶν δύνανται δι' ἀναλόγου τινός. ἀμέλει γοῦν τοῦ ἁγίου πνεύματος σχῆμα ἢ μορφὴν ἢ συνόλως εἶδος οὐκ ἔχοντος, ὡς περιστερᾶς νόησιν δέχεται, καὶ τοῦ ἁγίου πνεύματος, μεταβατικῶς οὐ κινουμένου, κάθοδον βλέπει γινομένην ἐπὶ τὸν βαπτιζόμενον Ἰησοῦν ἐκ τοῦ οὐρανοῦ. καὶ ὅτι οὐδενὸς τούτων αἰσθητικὴ ἡ ἀντίληψις τὸ ἐπιφερόμενον δηλοῖ· «Ἐφ' ὃν γὰρ ἂν ἴδῃς, φησί, καταβαῖνον καὶ μένον ἐπ' αὐτόν». κατάβασιν μὲν γάρ τινος καὶ αἰσθητικῶς ἔστιν ἰδεῖν, ὅτε σῶμα τυγχάνει.† οὐ μὴν καὶ δι' ὄψεως ἀλλὰ καὶ διὰ νοήσεως ὁρᾶται τὸ κατεληλυθὸς μὲν ἐφ' ὃν κατελήλυθεν· οὐχὶ δὲ καὶ μενόντων ἀν τιληπτικὴ ἡ αἴσθησις πρὸς τὸ βεβαιῶσαι τὴν θεωρίαν ταύτην. καὶ δι' ἑτέρας δὲ ἀποδείξεως ῥητέον ὡς οἱ ἕτεροι εὐαγγελισταὶ τὴν κατάβασιν τοῦ πνεύματος ἐπὶ τὸν υἱὸν ἑωρᾶσθαι τῷ Ἰωάννῃ λέ γουσιν, ἰδόντι καὶ ἀνοιχθέντας ἢ σχισθέντας τοὺς οὐρανούς. ἄνοιξιν δὲ ἢ σχίσιν οὐρανῶν αἰσθητικῶς οὐκ ἔστιν ἰδεῖν, ὁπότε οὐδὲ τῶν παχυτέρων σωμάτων, ὕδατος καὶ ἀέρος λέγω, ἔστω δὲ καὶ αἰθέρος, εἴ γε ἄλλο παρὰ τοὺς οὐρανούς ἐστι. τὰ γὰρ διερχόμενα διὰ τῶν συνεχῶν σωμάτων, ὅτε μὴ σκληρά ἐστι, διαβαίνει διὰ τούτων, οὐκ ἄλλοθεν αὐτοῖς τῆς ἀνοίξεως καὶ διόδου γινομένης. αὐτὰ γὰρ τὰ διαβαίνοντα ἀνοίγουσιν αὐτὰ ἑνούμενα μετὰ τὴν δίοδον τῶν διαβεβη κότων. διαιρέσεις γοῦν ὕδατος οὐκ ἔστιν ἰδεῖν ἄνευ τοῦ παρεμβεβλῆ σθαι στερεώτερον σῶμα. εἰ δὲ τοῦτο, οὐχ ὑποπέσοι ὄψει οὐ ρανῶν ἄνοιξις, οὐδὲ γὰρ σῶμά ἐστι τὸ ἐκεῖθεν καταβεβηκὸς ἅγιον πνεῦμα. νοητῶς ἄρα καὶ ταῦτα τῷ βαπτιστῇ τεθεώρηται. ἐπι στατέον δὲ καὶ τῷ μεμενηκέναι τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ μόνον τὸν Ἰησοῦν, εἰ γὰρ καὶ ἐπ' ἄλλον ἔμενεν κατελθόν, οὐκ ἦν σημεῖον δεικνύον τὸν βαπτίζοντα ἐν ἁγίῳ πνεύματι. ἀποδεικτέον δὲ καὶ τοῦτο οὕτως· τὸ πνεῦμα τὸ ἅγιον ἀχράντοις καὶ καθαραῖς ψυχαῖς ἐνοικίζεται, οὐχ ὑπομένον εἶναι ἔνθα ἁμαρτία. «Ἅγιον γὰρ πνεῦμα «παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων». καὶ ὁ Δαυεὶδ ἐν τινὶ ἁμαρτίᾳ γεγονὼς ἀξιοῖ τὸν θεὸν λέγων· «Τὸ «πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ». ἐπεὶ οὖν Ἰησοῦς μόνος ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ δόλον ἔσχεν ἐν τῷ στόματι αὐτοῦ (περὶ μόνου γὰρ αὐτοῦ εἴρηται· «Τὸν μὴ γνόντα ἁμαρτίαν»), εἰκότως κατελθὸν ἐπ' αὐτὸν τὸ ἅγιον πνεῦμα ἔμεινεν. ταῦτα δὲ πάντα, τὸ κατελθεῖν λέγω ἐξ οὐρανοῦ τὸ πνεῦμα ἐπὶ τὸν Ἰησοῦν καὶ μεῖναι ἐπ' αὐτόν, οἰκονομίας ἕνεκεν γέγραπται, οὐχ ἱστορικὴν διήγησιν ἔχοντα, ἀλλὰ θεωρίαν νοητήν, ὡς ἤδη εἴρηται. ἀχώριστον γὰρ τοῦ υἱοῦ τὸ ἅγιον πνεῦμα· οὐδὲ γὰρ ὁ υἱὸς ἐν τόπῳ οὐδ' αὖ ὁ πατήρ, ἵνα καὶ τὸ ἅγιον πνεῦμα μεταβατικῶς κινούμενον ἐκ τοῦ πατρὸς εἰς τὸν υἱὸν μεταβαίνῃ. καθόλου γὰρ τὰ περὶ τῆς θεότητος νοητῶς ἐκλαμβάνειν προσῆκεν, κἂν ἀνθρωπίνως λέγηται, οἷον τὸ ἵστασθαι τὸ καθῆσθαι καὶ τὸ ἀναβαίνειν〚 καὶ ὅσα ὅμοια τού τοις γέγραπται περὶ τῆς θεότητος〛. 21 Ἄξιον ζητῆσαι πῶς νῦν μὲν Ἀνδρέας τῇ δευτέρᾳ ἡμέρᾳ ἀπὸ τοῦ βαπτίσματος Ἰησοῦ εὐθὺς εὑρίσκει τὸν ἀδελφὸν τὸν ἴδιον Πέτρον, ἀλλαχοῦ δὲ ὁ Ἰησοῦς μετὰ πολλὰς ἡμέρας τοῦ βαπτίσματος εὑρίσκει Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ κατὰ τὸν Ματθαῖον. εἰκὸς οὖν πρῶτον τὸν Ἀνδρέαν ἀναγαγόντα τὸν Πέτρον πρὸς τὸν Ἰησοῦν ὠφελεῖσθαι μικρὸν παρὰ τοῦ διδασκάλου, εἶτα μετὰ τὴν ὠφέλειαν τοῦ ἀδελφοῦ ἀνακεχωρηκέναι πρὸς τὸ τοῖς ἰδίοις σχολάζειν, τὸν δὲ Ἰησοῦν μετὰ τὴν προτέραν κλῆσιν κεκληκέναι αὐτοὺς ἐπὶ τῷ ἕπε σθαι αὐτῷ διηνεκῶς, ἔχοντας ἐξουσίαν ἀνθρώπους ἁλιεύειν δι' ἧς παρέσχεν αὐτοῖς διδασκαλίας. «Ἔρχεσθε, φησί, καὶ ἴδετε»· τάχα διὰ τοῦ «Ἔρχεσθε» ἐπὶ τὸ πρακτικὸν αὐτοὺς παρακαλῶν, διὰ δὲ τοῦ «Ἴδετε» τὴν ἀκολουθοῦσαν τῆς κατορθώσεως τῶν πράξεων θεωρίαν πάντως ἔσεσθαι τοῖς βουλομένοις ὑπογράφων γινομένην ἐν τῇ τούτων διαμονῇ. 22 Πέτρον δὲ αὐτὸν κληθήσεσθαι εἶπεν, παρονομασθέντα ἀπὸ τῆς πέτρας, ἥτις ἐστὶν ὁ χριστός· ἵν' ὥσπερ ἐκ σοφίας σοφὸς καὶ ἅγιος ἐξ ἁγιότητος, οὕτως καὶ ἐκ τῆς πέτρας Πέτρος**. ἀποδείκνυται δὲ τοῦτο ἐξ ὧν εἶπεν ὁ σωτὴρ πρὸς τὸν οὕτως ὠνομασμένον· «Σὺ εἶ, «φησίν, Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκ «κλησίαν». 23 Τὸ «Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν» ἀμφι βόλως εἰρημένον δηλοῖ ὁτὲ μὲν τὸν Ἀνδρέαν εἶναι τὸν ἐξεληλυθότα, ὁτὲ δὲ τὸν Ἰησοῦν. δοκεῖ δὲ μᾶλλον περὶ τοῦ Ἀνδρέα εἶναι τὸ λεγόμενον, ἐξεληλυθότος εἰς τὴν Γαλιλαίαν καὶ εὑρόντος τὸν Φίλιππον. τούτῳ τῷ εὑρεθέντι ὑπὸ Ἀνδρέου Φιλίππῳ λέγει ὁ Ἰησοῦς· «Ἀκο» λούθει μοι». ἔστι δὲ τὸ ἀκολουθεῖν τῷ Ἰησοῦ τὸ ἕπεσθαι λόγῳ, σοφίᾳ, δικαιοσύνῃ, πράττοντα καὶ φρονοῦντα ὀρθῶς. μεταλαμ βάνεται δὲ ἡ Βηθσαϊδὰ Ἑλλάδι φωνῇ εἰς τὸ «Οἶκος θηρευτῶν», οἷς [ὁ] Ἰησοῦς εἶπεν· «Δεῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀν «θρώπων». περὶ τῶν τοιούτων θηρευτῶν ὡς ἐκ θεοῦ πεμπομένων ἐν τῷ Ἱερεμίᾳ προφητεία φέρεται ἐκ προσώπου τοῦ θεοῦ ἔχουσα οὕτως· «Καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω εἰς ὑμᾶς πολλοὺς θηρευτὰς οἳ «θηρεύσουσιν ὑμᾶς». 24 Οὐ τοῦτο δὲ εἰπεῖν βούλεται, ὅτι οἱ προφῆται οὕτως ἔγραψαν ὅτι Ἰησοῦς ἔσται ὁ υἱὸς Ἰωσὴφ ἀπὸ Ναζαρέτ, ἀλλ' ἀντὶ τοῦ «Τὸν Ἰωσὴφ υἱὸν» «τὸν ἀπὸ Ναζαρὲτ» τοῦτον εὑρήκαμεν ὄντα ἐκεῖνον περὶ οὗ Μωϋσῆς τε ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εἶπον. 25 Τὸ «Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι;» ἤτοι ἀμφιβάλλων, ἆρα ἐκ τῆς Ναζαρὲτ τηλικοῦτον ἀγαθὸν δύναται; ἢ τεθαρρηκότως λέγει, ἐκ τῆς Ναζαρέτ ἐστιν ὄντως ὁ εὑρεθεὶς καὶ ἀληθῶς ἀγαθόν ἐστιν. πρὸς ὃν Φίλιππος· «Ἔρχου καὶ ἴδε» τὸν εὑρεθέντα Ἰησοῦν, τῇ ὄψει αὐτὸν μᾶλλον πληροφορῆσαι ἢ ἀκοῇ περὶ τοῦ εὑρεθέντος βουλόμενος. 26 Καὶ τὸ ὑπὸ Ναθαναὴλ δὲ εἰρημένον πρὸς τὸν Ἰησοῦν οὕτως ἀπέδωκεν «Σὺ ὁ υἱὸς τοῦ θεοῦ· σὺ τοῦ Ἰσραήλ, τοῦ διορατικοῦ γένους, βασιλεὺς ὑπάρχεις». τὸ γὰρ καρδίαν βλέπειν καὶ γινώσκειν τίς δόλον ἔχει ἐν ἑαυτῷ καὶ τίς οὔ, υἱοῦ θεοῦ τυγχάνει καὶ οὐχ ἑνός γε τῶν πολλῶν υἱῶν, ἀλλὰ τοῦ μονογενοῦς, βασιλέως ὄντος τοῦ ἐκλεκτοῦ γένους. τοῦτο δὲ ὁ Ἰησοῦς ἐστί, διὸ καὶ υἱὸς θεοῦ ἦν. 27 Εἶδές με τότε ὅτε ὑπὸ τὴν συκὴν ἐτύγχανον, πρὶν ὑπὸ Φιλίππου κληθῶ. Ἰησοῦς ταῦτα ἀκούσας φησίν· Ἐπειδὴ «εἶπόν σοι ὅτι εἶδόν «σε ὑπὸ τὴν συκὴν πιστεύεις;» μείζονα τούτων ὄψει. μετὰ δὲ τὴν ὡς πρὸς τὸ ῥητὸν σαφήνειαν τὰ πρὸς ἀλληγορίαν ῥητέον. Φίλιππος ἐκ τοῦ ἀκολουθεῖν Ἰησοῦ, ὄντι θεοῦ λόγῳ καὶ θεοῦ σοφίᾳ, θηρευ τικὸς γέγονε τῶν διδομένων ὑπὸ θεοῦ ψυχῶν τοῖς δυναμένοις αὐτὰς ὠφελεῖν. «δόμα γὰρ κυρίου» ἑρμηνεύεται Ναθαναήλ. τούτῳ τῷ δο θέντι αὐτῷ μαθητῇ οὐκ εὐθὺς τὰ περὶ τῆς θεότητος τοῦ υἱοῦ τοῦ θεοῦ ἀνακοινοῦται, ἀλλὰ τὰ περὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ λέγων, Ὃν ἀναγινώσκομεν κοινῇ πάντες οἱ Ἑβραῖοι ἐλευσόμενον ἐν τοῖς γράμμασιν Μωσέως καὶ τῶν προφητῶν εὑρήκαμεν, Ἰησοῦν τὸν γεν νηθέντα ἐκ τῆς παρθένου ἄνευ καταβολῆς σπέρματος ἀνδρός, ὅστις υἱὸς τοῦ Ἰωσὴφ τοῦ μνηστευσαμένου τὴν Μαρίαν χρηματίζει, ἔχων τὴν γένεσιν ἐκ Ναζαρὲτ τοπικῶς. πόλις γὰρ ἡ Ναζαρὲτ τῆς παρ θένου. ταῦτα παραλαβὼν ὁ μαθητὴς Ναθαναὴλ παρὰ Φιλίππου. ἤδη διδασκάλου αὐτοῦ γεγενημένου, λέγει πρὸς τὸν διδάξαντα· Εἰ ἐκ τῆς Ναζαρέτ ἐστι τὸ εὑρεθέν, ἀγαθόν ἐστι; πρὸς ὃν εὐθέως ὁ Φίλιππος εἰς αὐτὴν τὴν αὐτοψίαν τοῦ πράγματος καλῶν· «Ἔρχου «καὶ ἴδε», οὐ βουλόμενος ἀεὶ τὸν μαθητὴν φωνῶν ἀκροατὴν ὑπάρ χειν ἀλλὰ θεωρὸν τῆς ἀληθείας εἶναι, μετὰ τὴν τῶν λόγων ἀκρόασιν ἐπὶ θεωρίαν σπεύδοντα. τὸν Ναθαναὴλ ἰδὼν ὁ Ἰησοῦς οὐ μόνον κατὰ τὸ βαδίζειν ἀλλὰ καὶ κατὰ προκοπὴν ἐρχόμενον πρὸς τὴν θεωρίαν, μαρτυρεῖ περὶ αὐτοῦ οὕτως προθυμουμένου [ἡ γραφὴ] πρὸς τὴν τῆς ἀληθείας νόησιν· καί φησι τοῖς συνοῦσι· Τοῦτον τὸν ἐρχόμενον ὁρᾶτε; οὐ μόνον αἰσθητῶς καὶ κατὰ σάρκα Ἰσραηλίτης ἐστίν, ἀλλὰ καὶ κατὰ πνεῦμα καὶ νόησιν. νοῦν γὰρ ἔχει θεωροῦντα θεόν· ἐστὶ γὰρ Ἰσραηλίτης ἀληθῶς καὶ οὐ ψευδωνύμως, ἐπεὶ παντὸς δόλου καθαρεύων ἀληθείας φίλος ὑπάρχει. 28 [Τρίτης ἤδη ἡμέρας ἐνεστηκυίας ἀφ' οὗ ὁ Ἰησοῦς ἐβαπτίσθη, γάμου ἐν Κανᾷ τῆς Γαλιλαίας γενομένου, καὶ οὔσης τῆς μητρὸς Ἰησοῦ ἐκεῖ καὶ αὐτὸς ὁ Ἰησοῦς ἐκλήθη ἅμα τῶν μαθητῶν. Καὶ γὰρ ποιητὴς ὢν ὁ Ἰησοῦς τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς οὐ παραιτεῖται κληθῆναι ἐν γάμῳ, αὐτὸς ὢν ὁ μετὰ τὸ πλάσαι τὴν Εὔαν ἀγαγὼν αὐτὴν πρὸς τὸν Ἀδάμ. διὸ καὶ ἐν εὐαγγελίῳ περὶ τῆς συνόδου λέγει· «Ἃ ὁ θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω». ἐντρεπέσθωσαν τοίνυν οἱ τὸν γάμον ἀθετοῦντες αἱρετικοί, Ἰησοῦ εἰς γάμον καλου μένου καὶ τῆς μητρὸς αὐτοῦ οὔσης ἐκεῖ. ἐλεγκτέον δὲ καὶ Μανιχαίους λέγοντας μὴ εἶναι τὴν Μαρίαν Ἰησοῦ μητέρα, τοῦ εὐαγγελιστοῦ μαρ τυροῦντος ὅτι Ἰησοῦς μητέρα εἶχεν.] 29 Ἔνεστι τὴν ἀκρίβειαν τοῦ εὐαγγελιστοῦ καὶ ἐκ τοῦ διηγήματος τούτου θεωρῆσαι. ἐπειδὴ γὰρ ᾔδει τοὺς ἐθελοκάκους ἐν Ἰουδαίοις πανούργους ἑτοίμως ἔχοντας πρὸς τὸ κακολογεῖν τὰς Ἰησοῦ δυνά μεις, εἰσάγει τὸν Ἰησοῦν μὴ τοῖς ἑαυτοῦ μαθηταῖς ἀλλὰ τοῖς τοῦ συμποσίου διακόνοις προστάττοντα περὶ τῆς τοῦ ὕδατος ἀντλήσεως·〚 εἰπόντων ἂν τῶν διαβόλων, εἰ οἱ μαθηταὶ τοῦ Ἰησοῦ ἀντλήσαντες ἦσαν τὸ ὕδωρ, Οἴνου ἐπλήρωσαν τὰς ὑδρίας ὑποκρινόμενοι αὐτὰς ὕδατος πεπληρωκέναι. ταύτῃ τῇ ἀκολουθίᾳ κεῖται καὶ τὸ «Ἐγέ «μισαν τὰς ὑδρίας ἕως ἄνω»〛· καὶ ὑπὲρ τοῦ μὴ καταλείπειν σοφι στείας πρόφασιν,〚 οὐ πληρωθεισῶν τῶν ὑδριῶν ὕδατος, οἶνος ἐπι βληθείς, ἔδοξε νομισθῆναι τὸν πάντα ἐξ ὕδατος γεγενῆσθαι〛. 30 Τὸ «Ἐπίστευσαν» ἀντὶ τοῦ «Ἐβεβαιώθησαν» εἴρηται. τὴν γὰρ πίστιν ὡς ἐπὶ τὸ πολὺ μᾶλλον ἐπὶ τῆς βεβαιώσεως λέγει. τούτοις οὖν καὶ τὴν δόξαν αὐτοῦ μᾶλλον ἐφανέρωσεν. κτιστοῦ γὰρ καὶ οὐ κτίσματος τὸ οὐσίαν μεταβαλεῖν. οὐ γὰρ ποιότητος ἁπλῶς ἀλλ' οὐ σίας μεταβολὴ τὸ ἐξ ὕδατος οἶνον γενέσθαι. 31 Καὶ μετὰ τοῦτο κατέβη εἰς Καφαρναούμ, αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ οἱ μαθηταὶ αὐτοῦ.〚 Ζητεῖται παρὰ πολλοῖς περὶ τῶν ἀδελφῶν Ἰησοῦ πῶς εἶχεν τού τους, τῆς Μαρίας μέχρι τελευτῆς παρθένου διαμεινάσης.〛 ἀδελφοὺς μὲν οὐκ εἶχεν φύσει οὔτε τῆς παρθένου τεκούσης ἕτερον, οὐδ' αὐτὸς ἐκ τοῦ Ἰωσὴφ τυγχάνων. νόμῳ τοιγαροῦν ἐχρημάτισαν αὐτοῦ ἀδελ φοί, υἱοὶ τοῦ Ἰωσὴφ ὄντες ἐκ προτεθνηκυίας γυναικός· καὶ ἐπεὶ καθ' ὁμολογίαν γυνὴ αὐτοῦ ἡ Μαριὰμ ἐχρημάτισεν.〚 τοῦτο γὰρ ὁ Μωϋσέως διδάσκει νόμος, μοιχείας τιμωρίαν ἐπάγων κατὰ τοῦ ἐπι βαίνοντος μνηστευθείσῃ παρθένῳ· ἐπιφέρεται γὰρ τὸ Ἀνθ' ὧν ἐταπείνωσε τὴν γυναῖκα τοῦ πλησίον, ἀποθανεῖται· εἰ τοίνυν ὁ νόμος γυναῖκα τοῦ Ἰωσὴφ τὴν κατεγγυηθεῖσαν αὐτῷ παρθένον λέγει〛, ἀκολούθως τῇ τοιαύτῃ διατάξει ἀδελφοὶ τοῦ Ἰησοῦ εἴρηνται οἱ ἐκ τοῦ Ἰωσήφ, εἰ καὶ αὐτὸς ἐξ αὐτοῦ μὴ τυγχάνει. 32 [Τριῶν ἑορτῶν δημοτελῶν παραδοθεισῶν τοῖς Ἑβραίοις ὑπὸ τοῦ μεγάλου ἱεροφάντου Μωϋσέως μία ἦν ἡ καλουμένη Πάσχα, ὑπερ κειμένη τὰς ἑτέρας δύο ἅτε σωτηρίαν ἐμφαίνουσα τὴν ἐξ Αἰγύπτου καὶ μετάβασιν ἐπὶ τὴν ἁγίαν γῆν. ταύτῃ γοῦν τῇ πανηγύρει τὸ πᾶν τῶν Ἰουδαίων ἔθνος ἐκ πασῶν τῶν πόλεων καὶ κωμῶν ἔσπευδον ἐπὶ τὴν Ἱερουσαλήμ. ἐν μόνῃ γὰρ ταύτῃ τῇ πόλει παραδέδοτο ὑπὸ τοῦ νόμου τὸ πάσχα θύεσθαι. ἐχρημάτιζον δὲ αἱ τρεῖς ἑορταὶ ἀπὸ τοῦ νομοθετήσαντος αὐτὰς θεοῦ. ἐπεὶ δὲ Ἰουδαῖοι οὐκέτι κατὰ τὴν διάταξιν ἀλλὰ κατὰ τὰς ἰδίας ὀρέξεις τε καὶ ἡδονὰς ἦγον τὰς ἑορτάς, οὐ πάσχα τοῦ θεοῦ ἀλλὰ τῶν Ἰουδαίων ὁ εὐαγγελιστὴς λέγει. οὐκέτι γὰρ λατρείας ἕνεκα ἀλλὰ τρυφῆς χάριν ἤρχοντο εἰς Ἱερουσαλήμ. πάντα γὰρ εἰς εὐωχίαν ἐκ πάντων τῶν πέριξ τόπων ἐν αὐτῇ ἐκομίζετο καὶ ἐν τῷ οἴκῳ τοῦ θεοῦ ἐπιπράσκετο. βόας γὰρ καὶ πρόβατα καὶ περιστερὰς πωλεῖσθαι ἐκεῖ ὥσπερ ἐμπορίῳ τινὶ εἶπεν ὁ εὐαγγελιστής. ἀλλ' ἐπεὶ συνέβαινε μὴ τοσαῦτα αὐτοὺς ἐπι κομίζεσθαι ἀργύρια ἐρχομένους ἐπὶ τὴν ἑορτήν, ἐπενόησάν τινες ἀργυραμοιβοὶ τραπέζας ἐκεῖ τιθέναι καὶ κολλυβίζειν, τουτέστι δανεί ζειν, χρυσία λαμβάνοντες παρὰ τῶν χρῃζόντων ἀργυρίων, πρὸς τὸ μεθύειν καὶ τρυφᾶν μᾶλλον ἢ ἑορτάζειν ἐληλυθότων. παντὸς τοι γαροῦν τοῦ Ἰουδαίων ἔθνους ἐκεῖ τυγχάνοντος καὶ σχολάζοντος μέ θαις, Ἰησοῦς εἰς τὸν τοῦ θεοῦ οἶκον εἰσελθὼν πάντας ἀπήλασεν ἐκεῖθεν αὐτὸ μόνον φραγέλλιον ἐκ σχοινίων ἔχων. οὐκ ἂν δὲ τοῦτο κατωρθοῦτο, εἰ ὁ τυχὼν ἄνθρωπος ἦν† καὶ ἐπιλαμβανόμενος τοῦτο πράττειν· οὐ μόνον γὰρ τὸ ἄλλο πλῆθος ἐξέβαλε τοῦ οἴκου ἀλλὰ καὶ αὐτοὺς τοὺς πιπράσκοντας τὰ πρὸς τὴν εὐωχίαν. μηδεὶς δὲ νομιζέτω τοῦτο τῶν ἄλλων θαυμάτων ἔλαττον εἶναι. οὐ γὰρ ἄνευ θεϊκῆς ἐνεργείας οἷόν τε ἦν ἕνα ἄνθρωπον τοσοῦτον πλῆθος ἐκβάλλειν, καὶ μάλιστα ἐξηγριωμένων καὶ φονώντων κατ' αὐτοῦ. καὶ αὐτοὶ γοῦν οἱ Ἰουδαῖοι καταπλαγέντες ἐπὶ τῷ τολμηθέντι φασὶν ἐν τοῖς ἑξῆς πρὸς αὐτόν· «Τί σημεῖον δεικνύεις ἡμῖν ὅτι ταῦτα «ποιεῖς;» Δυνάμει, λέγοντες, πηλίκος εἶ καὶ ποίαν θεοσέβειαν τελεῖν δυνάμενος, ὅτι τοιαῦτα πράττεις, τολμῶν ὅλον πολυάνθρωπον ἔθνος ἀπελαύνειν μόνος;] 33 Ἐπίστευον δὲ οὐκ εἰς αὐτόν, ἀλλ' εἰς τὸ ὄνομα αὐτοῦ. οὗτοι δὲ οὐ βεβαίαν οὐδὲ τελείαν ἔχουσιν γνῶσιν, περὶ ὧν καὶ ἐν τοῖς ἔμπροσθεν εἴρηται, ἀλλὰ ῥᾷστα διαπεσεῖν δυναμένην. ὅθεν οὐδὲ ἐπίστευσεν ἑαυτὸν αὐτοῖς, διὰ τὸ εἰδέναι αὐτὸν οὐκ ἐξ ἐπιπολῆς ἀλλ' ἐκ τοῦ βάθους τῆς διανοίας πάντα. τὸ γὰρ ἐκ πράξεων καὶ λόγων ἐπίστασθαί τινας καὶ ἀνθρώπῳ ψιλῷ δυνατόν. ἀλλ' Ἰησοῦς, οὐ ψιλὸς ἄνθρωπος ὤν, ἀλλὰ θεὸς γενόμενος ἄνθρωπος, πάντα οἶδεν, τὸ κρυπτὸν καταλαμβάνων τοῦ νοῦ.〚 περὶ μόνου γὰρ θεοῦ λέγεται τὸ «Ὁ τῶν κρυπτῶν γνώστης καὶ εἰδὼς πάντα πρὶν γενέ «σεως αὐτῶν».〛 καὶ ἐπεὶ Ἰησοῦς, θεὸς ὤν, τῆς καρδίας τὸ κρυπτὸν ἐπίσταται, οὐ χρῄζει παρ' ἀνθρώπου μαρτυρίαν λαβεῖν, ἐπιστάμενος τί ἐστιν ἐν τῷ ἀνθρώπῳ. οὐ γὰρ εἴρηται γινώσκειν τὸν ἄνθρωπον ἁπλῶς, ἀλλὰ τί ἐστιν ἐν τῷ ἀνθρώπῳ. καὶ ἐπεὶ ἐγίνωσκεν μὴ ἐμ μένοντας αὐτοὺς ἐν ᾗ εἶχον εἰς τὸ ὄνομα αὐτοῦ πίστιν, οὐκ ἐπί στευσεν ἑαυτὸν αὐτοῖς. ἐκ σημείων γάρ, ἀλλ' οὐκ ἐκ νοήσεως τῆς περὶ θεοῦ ἐπεπιστεύκεισαν. διὸ καὶ ταχέως μεταπίπτειν ἠδύναντο ἀπατηθησόμενοι παρ' ἑαυτῶν ἢ παρ' ἑτέρων σοφιζομένων αὐτοὺς μὴ ἄρα τὰ σημεῖα οὐκ ἀληθῶς ἢ οὐκ ὀρθῶς γέγονεν. ἀλλ' οὐκ εὐεξαπάτητος ὁ πιστεύων εἰς αὐτὸν παρὰ θεοῦ διάληψιν ἔχων. 34 Ἐν τοῖς πολλοῖς τοῖς πεπιστευκόσιν εἰς τὸ ὄνομα τοῦ Ἰησοῦ τακτέον καὶ τὸν Νικόδημον, ἕνα τῶν Φαρισαίων ὄντα καὶ ἄρχοντα τῶν Ἰουδαίων ὑπάρχοντα. ἀμέλει γοῦν διδάσκαλον εἶναι Ἰησοῦν ἔχοντα θεὸν μεθ' ἑαυτοῦ, ἀλλ' οὐ θεὸν εἶναι ἐνόμιζεν, ὡς αἱ αὐτοῦ λέξεις σημαίνουσιν, εἰπόντος ὅτι «Ἀπὸ θεοῦ ἐλήλυθας διδάσκαλος», καὶ ὥσπερ ἀλήθειαν ἐπιφέρων τῆς γνώσεως τῆς περὶ διδασκάλου ἑξῆς λέγει· «Οὐδεὶς γὰρ δύναται τὰ σημεῖα ταῦτα ποιεῖν ἃ σὺ ἐργάζῃ, «ἐὰν μὴ ᾖ ὁ θεὸς μετ' αὐτοῦ». ὅθεν τὴν πρόσοδον αὐτοῦ νυκτὸς γενομένην ἀκολούθως ἀνέγραψεν ὁ εὐαγγελιστής, προσελθόντος ἐν τοιούτῳ καιρῷ ἐν ᾧ λήσειν ἔμελλε τοὺς πολλοὺς Φαρισαίους ὧν εἷς ὑπῆρχε. μᾶλλον δ', ὅπερ ἐστὶν ἀναντίρρητον, διὰ τοῦτο νυκτὸς προσελήλυθεν, ἐπείπερ ἄγνοιαν ἔχων τὴν περὶ θεοῦ ᾧ προσήρχετο οὔπω πεφώτιστο. οὐ γὰρ ἀνατετάλκει αὐτῷ ὁ τῆς δικαιοσύνης ἥλιος, ὁ ποιητικὸς τῆς νοητῆς ἡμέρας, ἧς καὶ ὁ Ἀβραὰμ ἔρωτα λαβὼν παρεσκεύαστο πρὸς τὸ ἰδεῖν αὐτήν, καὶ θεασάμενος ἐχάρη. Φαρισαῖοι δὲ ἄνθρωποί εἰσι τὴν προύχουσαν ἐν Ἰουδαϊσμῷ τάξιν καὶ αἵρεσιν μετερχόμενοι, εὔτονον βίον ἐπαγγελλόμενοι καὶ τοῦ νόμου καὶ τῶν προφητῶν ἀκρίβειαν. διὸ καὶ ὡς ἐπίπαν θρασεῖς εἰσὶ καὶ ὑπερήφανοι. ὅθεν καὶ ταύτην ἔσχον τὴν ὀνομασίαν. Φαρὲς γὰρ παρ' Ἑβραίοις «Ὁ διῃρημένος». ἐπεὶ οὖν καὶ οὗτοι διαιροῦσιν ἑαυτοὺς ἀπὸ παντὸς ἔθνους τῶν Ἰουδαίων, ὡς ὑπερβάλλοντες φρονήσει καὶ βίῳ, ἀπὸ τοῦ Φαρὲς θέλουσι χρηματίζειν. 35 Τὸ «Ἄνωθεν» ὁτὲ μὲν «ἐκ τῶν ἄνω» καὶ «ὕψωθεν», ὡς τὸ «Ὁ «ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν», ὁτὲ δὲ τὸ «αὖθις», ὡς ἐν τῷ «Οἷς ἄνωθεν δουλεύειν θέλετε», τουτέστιν «αὖθις». γίνεται δὲ ἡ ἄνωθεν γέννησις, περὶ ἧς ὁ σωτὴρ διδάσκει, ἐξ ἀναλήψεως ἀρετῆς καὶ τηρήσεως τῶν ἐντολῶν αὐτοῦ. φησὶ γὰρ πρὸς τοὺς μαθητάς· «Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ προσεύχεσθε ὑπὲρ τῶν διωκόντων «ὑμᾶς, ἵνα γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς». πλὴν εἰ καὶ ἐσφαλμένως ὁ Νικόδημος ἀπήντησε τοῖς εἰρημένοις, ἀλλ' οὖν ἔχει τι ἀληθὲς τὰ ὑπ' αὐτοῦ λεχθέντα, εἰ καὶ μὴ αὐτὸς ἐνενόει αὐτά. ἀληθῶς γὰρ οὐδεὶς καταμένων ἐν τῷ ἄνθρωπος εἶναι ὡς γηρᾶν ἐν τῇ ἀνθρωπίνῃ καταστάσει τὴν κατὰ πνεῦμα καὶ ἄνωθεν γέννησιν δέξασθαι δύναται. ὡς γὰρ οὐδεὶς ἄδικος καὶ ἄπιστος μένων κατὰ δικαιοσύνην καὶ πίστιν γεννηθῆναι δύναται, οὕτως οὐδεὶς καταμένων ἐν τοῖς ἀνθρωπίνοις καὶ παλαιούμενος ἐν αὐτοῖς τὴν ἀνανεοῦσαν γέννησιν οἷός τέ ἐστι λαβεῖν. ὅθεν ὁ τῆς ἀληθείας διδάσκαλος γράφει τοῖς προθυμουμένοις ἐπὶ τὴν θείαν γέννησιν ἐλθεῖν ἐκδύσασθαι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, ἵνα τούτου ἀποβληθέν τος ἐνδύσωνται τὸν νέον «ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα ἐν «δικαιοσύνῃ», ᾧ ἕψεται, ὡς ἄνωθεν γεννηθέντι, ἐν καινότητι ζωῆς περιπατῆσαι. ἐπὶ ταύτην τὴν γέννησιν παρορμῶν ὁ Ἰησοῦς τοῖς γνωρίμοις ἔλεγεν· «Ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ «μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν». πρόσχες καὶ τούτου τὴν ἀκρίβειαν. τὰ μὲν παιδία οὐκ ἀμύνεται τοὺς ἠδικηκότας, οὐ λυπεῖται ἐπὶ τῇ ἀποβολῇ τῶν ἡδέων, οὐ προσπάσχει μετὰ βεβαιότη τος τοῖς οὖσι προσηνέσι. βούλεται τοίνυν τοιούτους εἶναι ἡμᾶς ἐκ διαθέσεως οἷα τυγχάνει τὰ παιδία ἐξ ἡλικίας. ἐκεῖνα μὲν γὰρ οὐ λόγῳ ἐστὶ τοιαῦτα, οἱ δὲ ὡς ταῦτα γινόμενοι κατὰ πρόσταξιν Ἰησοῦ λόγῳ καὶ ἕξει βελτίστῃ σπεύδουσιν εὑρεθῆναι οὕτως ἔχοντες. κἂν τοίνυν ὁ Νικόδημος σὺν ἀμαθίᾳ τὰ προκείμενα εἶπεν, ἀλλ' οὖν ἐν τοῖς λόγοις αὐτοῦ κείμενόν τι ἀληθὲς ἠγνοεῖτο αὐτῷ. 36 Τὸν τρόπον τοῦ πῶς ἔστι «γεννηθῆναι ἄνωθεν» ἑρμηνεύων ὁ σωτὴρ λέγει· Ἐπεὶ πρόκειται εἰσιέναι εἰς τὴν τοῦ θεοῦ βασιλείαν, τυχεῖν δὲ τούτου ἀδύνατον μὴ γεγεννημένον ἐξ ὕδατος καὶ πνεύματος, ἀκολουθεῖ τὸ γεννηθῆναι ἄνωθεν τῷ ἐξ ὕδατος καὶ πνεύματος γεν νηθῆναι. γεννᾶται δὲ ἐκ πνεύματος ὁ κατ' αὐτὸ ποιηθείς, ἅγιος καὶ πνευματικὸς ἐξ αὐτοῦ γινόμενος. εἶτ' ἐπεὶ μὴ ἐκ μόνου τοῦ πνεύ ματος ἀλλὰ καὶ ἐξ ὕδατος γεννᾶται ὁ εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσερχόμενος, ἀκόλουθόν ἐστι καὶ περὶ τοῦ ὕδατος ἐκ τῆς γραφῆς τι θηρεῦσαι. καὶ ὅρα μὴ ἄρα ἐπινοίας μόνης ἀλλ' οὐχ ὑποστάσεως δια φορὰν ἔχει πρὸς τὸ πνεῦμα. φησὶ γὰρ μεθ' ἕτερα ὁ σωτήρ· «Ὁ «πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας «αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. τοῦτο δὲ ἔλεγε περὶ τοῦ πνεύματος «οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν». εἰ γὰρ περὶ τοῦ πνεύματος εἴρηται ὡς ὕδωρ ζῶν ποταμῶν δίκην ἐκπορευόμενον ἐκ τοῦ πιστεύοντος, ἐπινοίᾳ μόνῃ διοίσει τοῦ πνεύματος τὸ ὕδωρ. ὡς οὖν γεννᾶταί τις ἐκ τοῦ σωτῆρος σοφὸς ἐκ σοφίας, οὕτω καὶ ἐκ τοῦ πνεύματος ἅγιος καὶ πνευματικός· καὶ ἐκ τοῦ ὕδατος καθαιρόμενος καὶ πρὸς καρποφορίαν ποτιζόμενός τις γεννᾶται ἐξ ὕδατος καὶ πνεύ ματος. ἄλλος δέ τις ἐρεῖ ὕδωρ ἐνταῦθα εἰρῆσθαι τὴν καθαρεύουσαν διδασκαλίαν τὴν ψυχήν, ἥτις καὶ αὐτὴ συντελεῖ πρὸς τὸ γεννηθῆναι ἄνωθεν. περὶ τούτου τοῦ καθαρισμοῦ, γινομένου ἐκ θεϊκῆς παιδεύ σεως, ὁ ὑμνῳδὸς ἔλεγε πρὸς τὸν θεόν· «Πλυνεῖς με καὶ ὑπὲρ χιόνα «λευκανθήσομαι».〚 καὶ πρὸς τὴν τοῦ Ἰσραὴλ πληθὺν ὁ Ἱερεμίας φησίν· «Ἀπόπλυνε ἀπὸ κακίας τὴν καρδίαν σου, Ἱερουσαλήμ, ἵνα «σωθῇς· ἕως πότε ὑπάρξουσιν ἐν σοὶ διαλογισμοὶ πόνων σου;» δια λογισμοὺς πόνων αὐτῆς λέγων τοὺς κατὰ κακίαν πεποιημένους, δι' οὓς κολάζεσθαι μέλλει, εἰ μὴ πλυνεῖ ἑαυτὴν τῇ παιδεύσει τῶν γρα φῶν.〛 εἶτ' ἐπεὶ μὴ μόνη ἡ ψυχὴ ἐπὶ σωτηρίαν καλεῖται, ἀλλὰ καὶ αὐτὸ τὸ σῶμα, ᾧ ὀργάνῳ χρᾶται πρὸς τὰς ἑαυτῆς ἐνεργείας, εἰκότως καὶ τοῦτο ἁγιασθῆναι δεῖ διὰ τοῦ λεγομένου ἐν τῇ θείᾳ διδασκαλίᾳ «Λου «τροῦ παλιγγενεσίας», ὃ καὶ βάπτισμα θεῖον ὀνομάζεται, οὐκέτι μὲν ψιλὸν ὕδωρ· ἁγιάζεται γὰρ μυστικῇ τινὶ ἐπικλήσει. καὶ ὅρα γε οἵου μεγέθους καὶ δυνάμεως ἐστὶν ἐπιστήσας τῇ γενομένῃ παρὰ τοῦ σω τῆρος τοῖς μαθηταῖς αὐτοῦ μυσταγωγίᾳ. φησὶ γάρ· «Πορευθέντες «μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ «πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, διδάσκοντες αὐτοὺς «τηρεῖν» καὶ τὰ ἑξῆς. εἰ γὰρ μαθητευθῆναι δεῖ πρότερον παραλαβόντα τὰ δόγματα τῆς ἀληθείας, εἶτα τηρῆσαι ἃ ἐνετείλατο αὐτοῖς περὶ τῶν ἠθικῶν ἀρετῶν, καὶ οὕτω βαπτισθῆναι εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, πῶς ἔτι ψιλὸν εἶναι δύναται τὸ ἅμα τούτοις παραλαμβανόμενον ὕδωρ, μετεσχηκὸς ὡς οἷόν τε τῆς δυνάμεως τῆς ἁγίας τριάδος καὶ ἀρετῇ ἠθικῇ τε καὶ διανοητικῇ συνεζευγμένον; σκόπησον δὲ τὸ μέγεθος αὐτοῦ ἐπιστήσας τίνος ἕνεκεν παραλαμβάνε ται. εἰ γὰρ τοῦ εἰσελθεῖν χάριν εἰς τὴν τοῦ θεοῦ βασιλείαν, ὑπερ βάλλει δ' αὕτη τῇ ὑπεροχῇ, πῶς οὐ μέγα τὸ αἴτιον τοῦ εἰσιέναι εἰς αὐτὴν ὑπάρχει; βασιλείαν δὲ θεοῦ λεκτέον τὴν κατάστασιν τῶν κατὰ τοὺς νόμους αὐτοῦ τεταγμένως βιούντων. αὕτη δὲ καὶ ἐν οἰκείῳ χώρῳ (φημὶ δὲ τῷ ἐν τοῖς οὐρανοῖς) τὴν μονὴν ἕξει· ἀλλ' ἐπεὶ ἐν ταῦθα μὲν βασιλεία θεοῦ, παρὰ δὲ Ματθαίῳ βασιλεία οὐρανῶν προσ ηγόρευται, λεκτέον Ματθαῖον μὲν ἀπὸ τῶν βασιλευομένων, ἢ τῶν τόπων ἐν οἷς εἰσὶν οὗτοι, τὸν δὲ Ἰωάννην καὶ Λουκᾶν ἀπὸ τοῦ βα σιλεύοντος θεοῦ ὠνομακέναι· ὡς ὅταν καὶ ἡμεῖς βασιλείαν Ῥωμαίων λέγοντες αὐτὴν διὰ τῶν βασιλευομένων σημαίνωμεν, δηλοῦντες αὐτὴν ἢ ἀπὸ τοῦ τόπου† ὅταν τῆς γῆς [αὐτοῦ] ἢ τῆς οἰκουμένης αὐτὴν ἀπαγγείλωμεν. 37 Δηλοῦσιν αἱ λέξεις αὗται νόησιν τοιάνδε. τὸ ἅγιον πνεῦμα μόνοις 37 σπουδαίοις ἐπιφοιτᾷ, τῶν φαύλων μακρὰν ὑπάρχον. οὐ τοπικῶς〚 δὲ τοῦ μακρὰν καὶ τοῦ ἐγγὺς ἀκούειν δεῖ〛, ἀλλ' ὡς ἐνδέχεται περὶ ἀσω μάτων αὐτὰ νοεῖν.〚 αἱ γὰρ τοιαῦται φωναί, καὶ περὶ θεοῦ πατρὸς πολλάκις ἀναγραφεῖσαι, οὐ τοπικὰς σημαίνουσι διαστάσεις〛. ἐπεὶ οὖν τῶν φαύλων ἀπαλλοτριούμενον τὸ πνεῦμα πληροῖ τοὺς πίστιν καὶ ἀρετὴν ἔχοντας, εἰκότως εἴρηται· «Τὸ πνεῦμα ὅπου θέλει πνεῖ». σημαίνει δὲ τοῦτο καὶ οὐσίαν εἶναι τὸ πνεῦμα. οὐ γάρ, ὥς τινες οἴονται, ἐνέργειά ἐστι θεοῦ, οὐκ ἔχον κατ' αὐτοὺς ὑπάρξεως ἰδιότητα.〚 καὶ ὁ ἀπόστολος δέ, ἀπαριθμησάμενος τὰ τοῦ πνεύματος χαρίσματα, ἐπήνεγκεν εὐθέως· «Ταῦτα δὲ ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, «διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.» εἰ δὲ θέλει καὶ ἐνεργεῖ καὶ διαιρεῖ, οὐσία γοῦν ἐστὶν ἐνεργητική, ἀλλ' οὐκ ἐνέργεια. ἀλλὰ καὶ τὸ «Ἔδοξε δὲ τῷ ἁγίῳ πνεύματι καὶ ἡμῖν» ἐν ταῖς Πράξεσιν εἰρη μένον, οὐ μακράν ἐστι τοῦ θέλειν καὶ βούλεσθαι. πρὸς τούτοις καὶ λόγοι αὐτοῦ φέρονται ἐν ταῖς θείαις γραφαῖς, καὶ μάλιστα ἐν ταῖς τῶν Ἀποστόλων Πράξεσιν· «Νηστευόντων γὰρ αὐτῶν καὶ λειτουρ «γούντων τῷ κυρίῳ, εἶπεν τὸ πνεῦμα τὸ ἅγιον· Ἀφορίσατέ μοι τόν «τε Παῦλον καὶ τὸν Βαρνάβαν εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς». καὶ ἔτι ἐν τῷ αὐτῷ βιβλίῳ· «Προφήτης τις, Ἄγαβος ὄνομα αὐτῷ, φησί· Τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον· Τὸν ἄνδρα οὗ ἐστὶν ἡ ζώνη «αὕτη οὕτω δήσουσι» καὶ τὰ ἑξῆς.〛 πλὴν εἰ καὶ τὸ πνεῦμα ὅπου θέλει πνεῖ, ὁ Νικόδημος οὐκ ἔχων αὐτὸ ἐν ἑαυτῷ, τῷ μὴ πεπιστευ κέναι ὡς δεῖ τῷ Ἰησοῦ, μόνην τὴν φωνὴν αὐτοῦ ἀκούων, οὐκ οἶδεν ποῦ ὑπάγει καὶ πόθεν ἔρχεται. μόνον δὲ τῆς φωνῆς αὐτοῦ ἀκούει ὁ ἐντυγχάνων ταῖς τοῦ πνεύματος γραφαῖς μετὰ τοῦ μὴ νοεῖν αὐτάς· παντὸς τοῦ προσέχοντος τῇ ἀναγνώσει καὶ ἐρευνῶντος τὰς γραφὰς ἐν τῷ νοεῖν αὐτὰς εἰδότος πόθεν ἔρχεται καὶ ποῦ λήγει ἡ ὁδὸς τοῦ πνεύματος, ἣν ἐπιπορεύεται διὰ τῆς τῶν θείων λογίων παιδεύσεως. τὴν γὰρ αἰτίαν εἰδώς τις δι' ἣν τοῦ πνεύματος ἡ διδασκαλία ἀνθρώ ποις δέδοται, οἶδεν πόθεν ἔρχεται· ἀλλὰ καὶ τὸ οὗ ἕνεκεν καὶ ἐπὶ τίνι τέλει δέδοται αὕτη θεωρήσας οἶδεν ποῦ ὑπάγων καταπαύει. 38 Ζητῆσαί γε ἄξιον πῶς ὁ σωτὴρ ἐπίγεια εἶπεν εἰρηκέναι, περὶ βασιλείας θεοῦ καὶ τῆς ἄνωθεν γεννήσεως, καὶ περὶ τοῦ ἁγίου πνεύ ματος〚 καὶ τοῦ ἐξ αὐτοῦ γεννηθῆναι διδάξας〛. οὐδὲν γὰρ τούτων ἐπίγειον ἀλλ' ἕκαστον οὐράνιον. ῥηθείη δ' πρὸς τοῦτο ὅτι οὐκ εἶπεν ὁ Ἰησοῦς· Εἰ τὰ γήϊνα εἶπον ὑμῖν, ἀλλὰ «Τὰ ἐπίγεια»· ἐπίγεια λέγων ἃ τοῖς ἐπὶ γῆς ἔτι διατρίβουσιν ἀνθρώποις δύναται ὑπάρξαι τε καὶ νοηθῆναι. οὐ γὰρ παρὰ τὴν ἑαυτῶν φύσιν ἐπίγεια ἀλλ' ἐπουράνια ὄντα δωρεᾷ θεοῦ τοῖς ἀνθρώποις δέδοται.〚 ὅτι δὲ τὰ τοῖς ἐπὶ γῆς ἀνθρώποις διδόμενα ἄνωθεν καὶ οὐράνιά ἐστιν ὁ Ἰάκωβος γράφει· «Πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον «παρὰ τοῦ πατρὸς τῶν φώτων». τοῦτο δὲ εἶπεν παρὰ τοῦ σωτῆρος αὐτὸ μαθὼν εἰρηκότος· «Δώσει ὁ πατὴρ ἐξ οὐρανοῦ ἀγαθὰ τοῖς «αἰτοῦσιν αὐτόν.»〛 εἶτα ἐπεὶ τῶν ἐκ θεοῦ χορηγουμένων τὰ μὲν οἷά τέ ἐστιν ὑπαχθῆναι τοῖς ἐκ μέρους γινώσκουσι, τὰ δὲ τοῖς ἐπὶ τελειό τητα φθάσασιν ἐν τῷ μέλλοντι αἰῶνι, ὅτε τὸ ἐκ μέρους καταργηθή σεται ἐλθόντος τοῦ τελείου, πάνυ ἁρμοδίως εἴρηται· «Πῶς ἐὰν εἴπω «ὑμῖν τὰ ἐπουράνια πιστεύσετε»; ὅτι ἐκ μέρους μὴ πιστεύων οὐδὲ τοῖς τελείοις πιστεύσει. 39 Προσετέτακτο δὲ τὸ τοῦ ὄφεως ὑπὸ τοῦ θεοῦ, ὅπως ἔχωσιν εἰδέ ναι οἱ ὑπὸ Μωϋσέως ἀγόμενοι ὅτι ὥσπερ ἀνῃροῦντο ὑπὸ τῶν ἰοβό λων θηρίων ἀπιστήσαντες θεῷ, τῷ τὴν γῆν αὐτοῖς ἐπαγγειλαμένῳ, οὕτως σωθήσονται ἀτενίζοντες τῷ ὑψωθέντι ὄφει διὰ τὸν προστά ξαντα τοῦτο γενέσθαι θεόν. οὐ γὰρ ἡ τοῦ κατασκευάσματος φύσις ἀλλ' ὁ ἐντειλάμενος αὐτοῖς τοῦτο γενέσθαι τῆς σωτηρίας αὐτοῖς τὴν αἰτίαν παρέσχεν. καὶ οἱ νοητοὶ δὲ ὄφεις θανάτῳ τοὺς ἀνθρώπους ὑπέβαλον δι' ἁμαρτημάτων; τὸν ἰὸν αὐτοῖς τῆς ἰδίας πονηρίας ἐνιέντες. καὶ δὴ πολλοῦ τοῦ κατὰ τῶν ψυχῶν θανάτου γεγενημένου (οὗτος δέ ἐστιν ὁ ἑπόμενος τῇ ἁμαρτίᾳ), παρακληθεὶς ὁ θεὸς ὑψωθῆναι τὸν ἑαυτοῦ υἱὸν εὐδόκησεν, ἵνα πάντες οἱ διὰ πίστεως εἰς αὐτὸν ὁρῶντες ἀπαλλάττωνται τῆς τῶν νοητῶν ὄφεων βλάβης καὶ ζωὴν αἰώνιον ἔχωσι. ζωὴ δὲ αἰώνιός ἐστιν οὐχ ἡ κοινὴ ἥτις καὶ ἑτέροις ζῴοις ὑπάρχει, ἀλλ' ἡ ἐκ τῆς πίστεως καὶ τῆς λοιπῆς ἀρετῆς ἐγγινομένη. 40 Καὶ ἐκ τοῦ παρόντος ῥητοῦ ἐλέγξαι ἔστι τοὺς λέγοντας τὴν «υἱὸς» προσηγορίαν ἐπὶ μόνου τοῦ ἐκ Μαρίας κεῖσθαι, μὴ μὴν ἐπὶ τοῦ θεοῦ λόγου.〚 ἰδοὺ γὰρ καὶ ὁ υἱὸς τοῦ θεοῦ ἐστὶν ὁ εἰς τὸν κόσμον ἀποσταλείς. ἀπεστάλη δὲ εἰς τὸν κόσμον οὐ τὸ ἐκ τῆς παρθένου ληφθὲν (ἐνταῦθα γὰρ συνέστη ἐξ αὐτῆς τεχθέν), ἀλλὰ θεὸς λόγος ὢν ἀληθείᾳ καὶ φῶς ἀληθινόν. περὶ γὰρ τοῦ αὐτοῦ πρεσβείαν προσά γουσι τῷ θεῷ οἱ λέγοντες· «Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλή «θειάν σου», καὶ πάλιν γέγραπται· «Ἐξαπέστειλεν ὁ θεὸς τὸν λόγον «αὐτοῦ καὶ ἰάσατο αὐτούς».〛 41 Ἐρεῖ δέ τις μὴ πάνυ συνετῶς ἐννοεῖσθαι τὸ ἑρμηνευθὲν ὡς μὴ ἐληλυθότος Ἰησοῦ κρῖναι νῦν τὸν κόσμον, παρατιθέμενος τὸ ἐπι φερόμενον ἑξῆς· «Αὕτη δέ ἐστιν ἡ κρίσις, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς «τὸν κόσμον». καὶ ἐν αὐτῷ τούτῳ τῷ εὐαγγελίῳ Ἰησοῦς λέγει· «Εἰς κρίμα εἰς τὸν κόσμον ἐλήλυθα». λυτέον οὖν τὸ ἐπαπορηθέν. κἂν ἀμφότερα Ἰησοῦς ἐληλυθὼς ποιῇ, τό τε κρῖναι τὸν κόσμον καὶ τὸ σώζειν αὐτόν, ἀλλὰ θάτερον διὰ θάτερόν ἐστιν. εἰς κρίμα γὰρ ἐλήλυθεν εἰς τὸν κόσμον ἵνα σώσῃ αὐτόν (οὐ γὰρ σώζει ἵνα κρίνῃ), καὶ ὥσπερ ἰατρὸς πρὸς κάμνοντα ἔρχεται ἵνα ὑγιάσῃ αὐτόν. τοῦτο γὰρ τέλος τῆς τοῦ ἰατροῦ ἀφίξεως, κἂν ἄλλα τινὰ γίνηται, οἷον τομὴ καῦσις. οὐ γὰρ προηγουμένως ἐπὶ τῷ τεμεῖν** ἡ καῦσις, ἀλλ' ἐπὶ τῷ ὑγιάσαι. ἑξῆς ἐπὶ τούτοις τὸ «Ὁ πιστεύων εἰς αὐτὸν «οὐ κρίνεται». ὁ γὰρ διὰ πίστεως ἐπὶ τὴν τελείαν σωτηρίαν φθάσας οὐχ ὑπόκειται κρίσει. ὁ μέντοι μὴ πιστεύσας αὐτοκατάκριτος ὢν ἤδη κέκριται. 42 Αὕτη δέ ἐστιν ἡ κρίσις, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς. Εἰ γὰρ μὴ ἐληλύθει εἰς τὸν κόσμον τὸ φῶς, εἶχον ἄγνοιαν τῶν καλῶν αἰτιάσασθαι οἱ μὴ πράξαντες αὐτά,〚 ὡς ἂν οἱ τὰς κακίας ἐνεργοῦντες τόπον ἀπολογίας εἶχον, φάσκοντες μὴ ἐγνωκέναι αὐτὰ ὄντα κακά〛. ἀλλ' ἐπεὶ τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον, πάσης πεπλανημένης ἀπολογίας φυγαδευομένης κρίσις ἔσται ἐξεταστικὴ τῶν πράξεων καὶ τοῦ φρονήματος [ἐξ] ἑκάστου· ὡς ἀποδεχθῆναι καὶ βασιλείας θεοῦ τυχεῖν τοὺς τὸ φῶς ἀγαπήσαντας, ἐκ τῆς πρὸς αὐτὸ ἀγαπήσεως φῶς καὶ αὐτοὺς γεγενημένους δι' ἔργων ἀγαθῶν καὶ φρονήματος ἀληθοῦς μισῆσαι τὸ σκότος (τοῦτο δέ ἐστιν ἡ κακία καὶ ἡ ἀσέβεια), τοὺς δὲ ἀποστραφέντας τὴν ἀρετὴν καὶ τὸν ταύτης πάροχον θεὸν κολάσεων αἰωνίων πειρασθῆναι· ἐπείπερ σπουδά ζοντες ἔχειν ἔργα πονηρὰ ἐμίσησαν τὸ φῶς, διὰ φανερώσεως ἐλέγχον αὐτῶν τὰ φαῦλα ἔργα· «Πᾶς γὰρ ὁ φαῦλα πράσσων μισεῖ «τὸ φῶς», οὐδ' ὅλως προσελθεῖν αὐτῷ βουλόμενος, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ ὄντα πονηρά, κρύπτειν αὐτὰ βουλόμενος ἵνα μὴ παρ' ἄλλους καταγνωσθῇ· ἀλλ' εἰ καὶ οὗτος μισεῖ τὸ φῶς, ἀλλ' οὖν ὁ τῆς ἀληθείας ἐραστὴς ἔρχεται πρὸς τὸ φῶς, φανερωθῆναι θέλων τὰ ἔργα ἃ ποιεῖ ὅτι ἐν θεῷ ἐστιν ἐπιτελούμενα.〚 καλῶς εἶπεν· «Ὁ «τὰ φαῦλα πράσσων» καὶ «Ὁ ποιῶν τὴν ἀλήθειαν», οὔτε «Ὁ πράξας» εἰπὼν οὔτε «Ὁ ποιήσας». ἐγχωρεῖ γὰρ καὶ τὸν ποιήσαντα τὸ κακὸν ἀποστῆναι μὲν τῆς κακίας† ἰδεῖν δὲ πρὸς τὸ καλόν· καὶ τὸν τῇ ἀλη θείᾳ χαίρειν ἐπαγγελλόμενον νεῦσαί ποτε πρὸς τὸ χεῖρον. διὸ εἶπε τὸ «Πράσσων» καὶ τὸ «Ποιῶν». οὔτε γὰρ ἔνεστι περὶ τὴν κακίαν διακείμενον χαίρειν τῷ καλῷ, καὶ ὁ τῆς ἀληθείας ἐραστὴς πάντως ἐστὶ τῶν καλῶν ἐπιθυμητής.〛 τὸ δὲ ἔρχεσθαι καὶ μὴ ἔρχεσθαι πρὸς τὸ φῶς οὐ τοπικῶς ἀλλ' ἐνεργητικῶς ἐκλαβεῖν δεῖ, ἐρχομένου πρὸς αὐτὸ παντὸς τοῦ κατ' ἀρετὴν πράττοντος. ὁ γὰρ φαῦλος, ἐνεργῶν τὴν κακίαν, παραιτεῖται φωτὶ συνεῖναι· ἀσυνύπαρκτα γὰρ τὸ ἀγαθὸν καὶ τὸ κακόν, τὸ φῶς καὶ τὸ σκότος·〚 ταὐτὸν δὲ ἐν τούτοις τὸ φῶς καὶ τὸ ἀγαθόν, τὸ σκότος καὶ τὸ κακόν〛. ἀλλ' ἐπεὶ οἱ ἀπὸ τῶν αἱρέσεων οἴονται φύσει τινὰς εἶναι ἐν σκότει καὶ ἀγαπᾶν αὐτό, ἐπίστησον τοῖς εἰρημένοις ὅτι αὐτῶν ἕκαστος προαιρέσει ἐν σκότει ἐστὶ καὶ ἀγαπᾷ αὐτό· «Ἠγάπησαν, γάρ φησιν, οἱ ἄνθρωποι† τὸ «σκότος μᾶλλον ἢ τὸ φῶς», ἦν γὰρ αὐτῶν πονηρὰ τὰ ἔργα. οὐ γὰρ διὰ τὸ σκότος εἶναι πονηρὰ ἔχουσιν ἔργα· ἀλλ' ὅτι πονηρὰ ἔχουσιν ἔργα, τὸ σκότος ἀγαπῶσι. καὶ πάλιν οὐ τῷ μὴ ἔρχεσθαι πρὸς τὸ φῶς φαῦλα πράττουσιν· ἀλλὰ τῷ φαῦλα πράττειν οὐκ ἔρχονται πρὸς τὸ φῶς.〚 ἐφ' ἡμῖν δὲ τὸ πράττειν τὰ φαῦλα ἢ τὸ φῶς ἀγα πᾶν καὶ ποιεῖν τὴν ἀλήθειαν.〛 43〚 Ἐπειδὴ γέγραπται· «Ἠγάπησαν μᾶλλον οἱ ἄνθρωποι τὸ σκότος «ἢ τὸ φῶς» ζητητέον εἰ ἀμφότερα ἀγαπήσαντες μᾶλλον τὸ σκότος ἠγάπησαν, ἧττον δὲ τὸ φῶς· ὃ καὶ δοκεῖ χώραν ἔχειν ἐπὶ τῶν μήτε ἄγαν φαύλων ἀνθρώπων μήτε κατὰ τὴν ἀρετὴν τελείων. νομίζω δὲ μὴ τοῦτο δηλοῦσθαι, τὸ ἀμφότερα αὐτοὺς ἀγαπῶντας μᾶλλον τὸ σκότος ἀγαπᾶν, ἢ μᾶλλον τὸ φῶς ἀγαπᾶν, ἀλλὰ τοιαύτην εἶναι τὴν διάνοιαν· αὐτεξούσιοι ὄντες οἱ ἄνθρωποι, τῷ προαίρεσιν ἐλευθέραν ἔχειν, ὀφείλοντες τὸ φῶς ἀποδέχεσθαι καὶ τὸ σκότος φεύγειν ἀνάπαλιν πεποιήκασιν οἱ ἔχοντες ἔργα πονηρά, ὡς τὸ σκότος ἀγαπῆσαι, μηδα μῶς δὲ τὸ φῶς. συγκριτικῶς δὲ ἀκούειν οὐ χρὴ τοῦ πλεῖον ἠγαπη κέναι αὐτοὺς τὸ σκότος ὑπὲρ τὸ φῶς· οὐδ' ὅλως γὰρ αὐτὸ ἠγάπη σαν, μισήσαντες αὐτό. καὶ ὅτι αὕτη ἡ νόησις ὀρθῶς ἔχει ἐξ αὐτοῦ τοῦ προκειμένου παρίσταται. διὰ τοῦτο γὰρ αὐτοὺς ἠγαπηκέναι τὸ σκότος λέγει ἢ τὸ φῶς, ἐπείπερ φαῦλα πράσσοντες μισοῦσι τὸ φῶς. εἰ δὲ μισοῦσιν αὐτό, οὐ συγκριτικῶς ἀγαπῶσι τὸ σκότος. εἰς τοῦτο λήψει καὶ τὸ γραφόμενον ὑπὸ τοῦ ἀποστόλου περὶ τῶν πονηρῶν ἀνθρώπων, ὡς εἶεν «φιλήδονοι μᾶλλον ἢ φιλόθεοι». καὶ ἐν ταύτῃ γὰρ τῇ λέξει δηλοῦται ὅτι μόνην τὴν ἡδονὴν ἀλλ' οὐ θεὸν φιλοῦντες μᾶλλον φιλήδονοι ἢ φιλόθεοι εἴρηνται. καὶ ἐν Ψαλμοῖς δὲ περὶ φαύ λου τινὸς γέγραπται· «Ἠγάπησας κακίαν ὑπὲρ ἀγαθωσύνην». οὐ γὰρ ἀμφότερα ἀγαπῶν μᾶλλον τὴν κακίαν ἠγάπησεν.〛 44 Εὐγνωμόνως δεῖ ἀκούειν τὸ «Πάντες ἔρχονται πρὸς αὐτόν» ἀντὶ τοῦ «Πολλοί», καὶ τὸ «Οὐ δύναται ἄνθρωπος ἀφ' ἑαυτοῦ λαμ «βάνειν οὐδέν, ἐὰν μὴ ᾖ δεδόμενον ἐκ τοῦ οὐρανοῦ»· τουτέστιν Οὐ δύναται ἄνθρωπος ἔχειν τι χάρισμα θεῖον, ἐὰν μὴ ᾖ δοθὲν αὐτῷ ἐκ τοῦ οὐρανοῦ. δίδοται δὲ τὰ ἐκ θεοῦ χαρίσματα τοῖς πίστει καὶ ἀρετῇ πρὸς τὸ λαβεῖν αὐτὰ παρεσκευασμένοις. μάθετε τοίνυν ὡς κἂν ἐγὼ λαβὼν παρὰ τοῦ υἱοῦ τοῦ θεοῦ ἔχω τὸ βαπτίζειν δι' ὕδατος εἰς με τάνοιαν, πολὺ ἀπολείπομαι τοῦ δεδωκότος μοι αὐτό. καὶ ὅτι οὐ νῦν ἀλλὰ πρότερον ταῦτα λέγω, ὑμᾶς ἔχω μάρτυρας ὧν εἶπον τοῖς ἐρω τήσασιν εἰ ἐγώ εἰμι ὁ χριστός. παρῆτε γὰρ λέγοντός μου ὡς τοῦ χριστοῦ πρόδρομός εἰμι, καὶ οὐκ αὐτὸς ὁ χριστός. μὴ προσκοπτέτω δέ τις ὡς οὐκ ὀρθῶς εἰρημένῳ τῷ «Οὐ δύναται ἄνθρωπος λαμβάνειν «οὐδέν». 45 Ἡ λογικὴ οὐσία, ἧς μέρος ἐστὶ καὶ ἡ ἀνθρώπου ψυχή, ἐξ ἑαυτῆς οὐδενός ἐστι τῶν ἀγαθῶν γεννητική, εἰ καὶ δεκτική ἐστι τούτων. αὕτη τοιγαροῦν γυναικὸς τρόπῳ ἐξ ἄλλου γεννᾶν πέφυκεν ἃς δύνα ται τίκτειν ἀρετὰς πρακτικάς τε καὶ διανοητικάς. διὸ νύμφην αὐτὴν ἐρῶ, οὐ τοῦ τυχόντος ἀλλὰ μόνου τοῦ σπορέως τῶν ἀγαθῶν. οὐκ ἄλλος δ' ἐστὶ τοῦ Ἰησοῦ, οὗ εἰρήκατε βαπτίζειν, ὑπ' ἐμοῦ μεμαρτυ ρημένου, πρὸς ὃν ἔρχεσθαι πάντας φατέ. εἰ θέλετε οὖν καὶ ὑμεῖς ἀγαθὰ τεκεῖν, πρὸς αὐτὸν ἀπέλθετε. μέρος γὰρ τῆς νύμφης ἐστέ, ὄντες τῆς οὐσίας τῶν λογικῶν. πλὴν εἰ καὶ νυμφίος ἐκεῖνος, ἀλλ' ἐγὼ φίλος ὑπάρχων αὐτοῦ, ὑπηρέτης ὢν τοῦ βουλήματος αὐτοῦ, οὓς παιδεύω αὐτῷ παραστῆσαι σκοπὸν ἔχω. κἂν τοίνυν γεγόνατέ μου μα θηταί, οὐκ εἰμὶ ὁ νυμφίος, τουτέστιν οὐχ ὁ τέλειος διδάσκαλος. διὸ καὶ ὑμῖν παραινῶ ὥραν ἔχουσι συναρμοσθῆναι τῷ τελείῳ διδασκάλῳ πρὸς ἐκεῖνον γενέσθαι. ὡς καὶ ἐγὼ αὐτὸς ἀκροατὴς αὐτοῦ εὔχομαι εἶναι· χαίρω γὰρ ἀκούων τῆς φωνῆς αὐτοῦ. διὸ καὶ χαρά ἐστιν ἡμετέρα ὅταν οἱ παρ' ἐμοὶ φοιτήσαντες πρότερον τοσαύτην νοητικὴν ἕξιν ἀναλάβωσιν ὡς χωρεῖν τὴν παρ' ἐκείνου διδασκομένην τοῖς ἀξί οις σοφίαν. ἴστε γὰρ ἐκεῖνον ἄνωθεν ἐρχόμενον ἐπάνω πάντων εἶναι βασιλέα τε καὶ παντοκράτορα τυγχάνοντα. εἰ δὲ πάντων ἐπάνω ἐστίν, δῆλον ὅτι καὶ αὐτοῦ ἐμοῦ· ὅθεν αὐξάνειν ἐκεῖνον προσήκει, ἐμὲ δὲ ἐλαττοῦσθαι.〚 εἰς ταύτην τὴν διάνοιαν ληπτέα καὶ τὰ Παύλῳ Κορινθίοις γραφέντα, σύνταξιν ἔχοντα τοιαύτην· «Ἡρμοσάμην ὑμᾶς «ἑνὶ ἀνδρί, παρθένον ἁγνὴν παραστῆσαι τῷ χριστῷ», νύμφην λέγων τὴν ὅλην ἐκκλησίαν, τυγχάνουσαν ἁγνὴν παρθένον διὰ τὴν τῶν δογ μάτων καὶ ἠθῶν ὀρθότητα. καὶ ἑτέρᾳ δὲ ἐκκλησίᾳ γράφων ὁ αὐτὸς ἀπόστολος μνημονεύσας τοῦ Ἀδὰμ καὶ τῆς γυναικὸς ἐπιφέρει· «Τὸ «Μυστήριον τοῦτο μέγα ἐστιν· ἐγὼ δὲ λέγω εἰς χριστὸν καὶ τὴν ἐκ «κλησίαν», ἵνα ὡς ἐκεῖνοι γονεῖς ἐγένοντο πάντων ἀνθρώπων, οὕτως ὁ χριστὸς καὶ ἡ ἐκκλησία πάντων τῶν ἀγαθῶν ἔργων, νοημάτων τε καὶ λόγων, γεννήτορες ὦσιν.〛 τοῦ τοίνυν ἑρμηνευομένου νυμφίου φίλος ἐστὶν ὁ Ἰωάννης, ἑστηκὼς παρ' αὐτῷ βεβαίᾳ συγκαταθέσει τῷ παγίαν ἔχειν εἰς αὐτὸν τὴν πίστιν, καὶ οὕτως ἑστηκὼς χαρᾷ χαίρει διὰ τὴν τοῦ νυμφίου λαλιάν. ὅθεν ἑξῆς ἐπιφέρει τὸ «Αὕτη οὖν ἡ «ἐμὴ χαρὰ πεπλήρωται» πάντων πρὸς τὸν Ἰησοῦν ἀπιόντων. ἐλή λυθα γὰρ μαρτυρῆσαι αὐτῷ, ἵνα πάντες πιστεύσωσιν αὐτῷ δι' ἐμοῦ· ὅθεν ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι. καὶ τοῦτο δὲ φρονί μως ἐπιστῆσαι δεῖ, οὐ γὰρ προσλαμβάνων τι αὐξάνει ὁ σωτήρ, οὐδὲ ἀποβάλλων τι ὁ Ἰωάννης ἐλαττοῦται, μένει γὰρ ὁ αὐτὸς ἑκάτερος. νοεῖται δὲ τὸ λεγόμενον οὕτως· ὁ ἑωσφόρος πρὸ τοῦ ἡλίου ἀνατέλ λων ἐπὶ τῷ συνεθίσαι τὰς ὄψεις προσβάλλειν καὶ μείζονι φωτὶ μέγε θος ἔχει ὡρισμένον. οὗτος μείζων φαίνεται τοῦ ἡλίου πρώτῃ ὄψεως προσβολῇ· κατ' ὀλίγον δὲ τοῦ ἡλίου φανερουμένου ὁ ἑωσφόρος ἐλατ τοῦται, οὐκ ἀποβάλλων τι τοῦ ἰδίου μεγέθους, ἀλλὰ συγκρινόμενος τῷ ἡλιακῷ φωτὶ φανερωθέντι. οὕτως καὶ Ἰωάννης μέγας τις ὑπάρ χει πληρότητι ἁγιότητος. ἦλθεν ὁ Ἰησοῦς ὀπίσω αὐτοῦ κατὰ τὰ προειρημένα, ἐβαπτίσθη, ἐμαρτυρήθη ὑπ' αὐτοῦ. μετὰ τὴν περὶ τού των οἰκονομίαν ἀναδειχθείσης τῆς Ἰησοῦ θεότητος, ὁ μὲν δοῦλος, ὁ δὲ δεσπότης ἀποδέδεικται. 46 Εἰ γὰρ ἄνωθεν καὶ ἐκ πατρὸς ἔρχεται ὡς παντοκράτωρ, δῆλον ὅτι ἐπάνω πάντων ἐστίν. οἱ δὲ ὑλικὸν φρόνημα ἔχοντες τὴν εἰκόνα φοροῦσι τοῦ χοϊκοῦ, οἳ καὶ ἐκ τῆς γῆς λαλοῦσι. διὸ καὶ εἴ ποτε δι δασκαλίαν ἐπαγγέλλονται, σοφίαν ἔχουσιν ἣν Ἰάκωβος γράφει, ἐπί γειον, ψυχικήν, δαιμονιώδη. περὶ τῶν τοιούτων καὶ Ἡσαΐας γράφει, ὡς ὄντων ἐκ τῆς γῆς καὶ ἐξ αὐτῆς φωνούντων· τοῦ ἄνωθεν ἐρχο μένου θεοῦ λόγου ἐπάνω πάντων ὑπάρχοντος καὶ λαλοῦντος ἃ ἑώρα κεν καὶ ἤκουσεν. ἀλλὰ καὶ οἱ προφῆται, ἔχοντες τὸν ἄνωθεν ἐρχό μενον πρὸς αὐτοὺς λόγον, ἃ εἶδον διανοίᾳ καὶ ἤκουσαν τοῖς ὠσὶ τοῦ ἔσω ἀνθρώπου λαλοῦσιν οὐράνια καὶ θεϊκά. ἕκαστος γὰρ αὐτῶν ἐρεῖ· «Τάδε λέγει Κύριος»·〚 καὶ «Ἐγένετο λόγος Κυρίου πρός με», λέγων. φανερώτερον περὶ τούτου φησὶν ὁ Σολομὼν εἰπών· «Οἱ ἐμοὶ λόγοι «εἴρηνται ὑπὸ θεοῦ.» διὸ γέγραπται· «Πολυμερῶς καὶ πολυτρόπως «πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ' ἐσχά «του τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν, τοῖς κατὰ τὴν ἐπιδημίαν τυγχά «νουσιν, ἐν υἱῷ».〛 ἀμέλει γοῦν ἃ ἑώρακε καὶ ἤκουσε ταῦτα διδακτι κῶς τοῖς ἀνθρώποις ἐλάλει. ταῦτα δὲ ἐφαρμόζει τῇ οἰκονομίᾳ· περὶ γὰρ τῆς θεότητος ταῦτα οὐκ ἀκόλουθον ἐκλαμβάνειν. 47 Καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει· καίτοι πολλῶν εἰληφότων τὴν μαρτυρίαν αὐτοῦ,〚 ὡς αὐτὸς πάλιν ὁ Ἰωάννης ἐπιφέρει, φάσκων· «Ὁ λαβὼν τὴν αὐτοῦ μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ θεὸς ἀλη «θής ἐστι».〛 πῶς δὲ οἷόν τε εἶναι ἀληθές, λαμβανόντων αὐτοῦ τὴν μαρτυρίαν τινῶν, τὸ «Καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει»; λυτέον οὖν τὸ ἠπορημένον οὕτως· Ἰησοῦς, ἄνωθεν ἐληλυθὼς λαλῶν τε ἃ ἤκουσε καὶ εἶδεν, ὑψηλοτάτην καὶ πάνυ μεγάλην τὴν μαρτυρίαν λέγει περὶ τοῦ πατρὸς καὶ ἑαυτοῦ· καὶ οὐδεὶς λαμβάνει ταύτην τὴν μαρτυρίαν ὡς αὐτὸς αὐτὴν λέγει, τῷ τοὺς ἀκροατὰς ἀρχὴν τοῦ λαμβάνειν ἔχοντας πολὺ ἀπολείπεσθαι τοῦ μεγέθους τῆς μαρτυρίας. ὅμως εἰ καὶ οὐδεὶς οἷός τε δέξασθαί ἐστι τὴν μαρτυρίαν αὐτοῦ οὕτως, ἀλλ' οὖν ἔστι λαβεῖν αὐτὴν ὡς δυνατὸν δέξασθαι τοὺς ἄρτι προσερ χομένους τῇ πίστει. ὅθεν οὐ μάχεται τὸ «Ὁ λαβὼν αὐτοῦ τὴν μαρ τυρίαν» τῷ μηδένα αὐτὴν εἰληφέναι, τῷ ἑτέρως μὲν μὴ λαμβάνεσθαι αὐτήν,*** οἳ καὶ ἐκ τοῦ εἰληφέναι τὴν Ἰησοῦ μαρτυρίαν σφραγίζουσι καταθέσει βεβαίᾳ τὸν θεὸν ἀληθῆ εἶναι, μαθόντες ὅτι παρ' αὐτοῦ ἀποσταλεὶς τοῦ θεοῦ τὰ ῥήματα λαλεῖ· ἐπείπερ οὐκ ἐστὶν ἐκ τῆς γῆς, οὐδὲ ἐκ ταύτης φθέγγεται.〚 οὐ γὰρ ἐκ μέρους δίδωσι τὸ πνεῦμα ὁ θεός.〛 48 Εἰ γὰρ καὶ ἄνδρες σοφοὶ θεὸν ἐσχηκότες ἐλάλησαν τὰ τοῦ θεοῦ ῥήματα, ἀλλ' οὖν ἐκ μέρους εἶχον τὸ πνεῦμα τοῦ θεοῦ λέγοντος. «Ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα». ὁ δέ γε σωτὴρ ἀποσταλεὶς ἐπὶ τῷ τὰ ῥήματα τοῦ θεοῦ λαλεῖν οὐκ ἐκ μέρους δίδωσι τὸ πνεῦμα. οὐ γὰρ λαβὼν αὐτὸς ἑτέροις παρέχει, ἀλλ' ἀποσταλεὶς ἄνωθεν καὶ ἐπάνω πάντων ὑπάρχων δίδωσιν αὐτό, τυγχάνων αὐτοῦ πηγή. ἑρμηνεύσομεν δὲ καὶ ἑτέρως τὸ «Τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς «λαμβάνει». ἐπεὶ γὰρ ὁ ἐρευνῶν τὰς γραφὰς εὑρίσκει αὐτὰς μαρτυ ρούσας περὶ Χριστοῦ. οὐδεὶς τῶν ἀνεξετάστως ἐντυγχανόντων ταῖς γραφαῖς Ἰουδαίων ἐλάμβανε τὴν [περὶ αὐτοῦ] μαρτυρίαν· μόνου καὶ παντὸς τοῦ δυναμένου εἰπεῖν· «Ὃν ἔγραψε Μωσῆς ἐν τῷ νόμῳ, καὶ «οἱ προφῆται, εὑρήκαμεν Ἰησοῦν» λαμβάνοντος τὴν περὶ αὐτοῦ μαρτυρίαν καὶ σφραγίζοντος ὅτι ὁ θεὸς ἀληθής ἐστιν, προεπαγγει λάμενος τὸ εὐαγγέλιον διὰ τῶν προφητῶν. φέρεται δὲ καὶ ἐν ἑτέ ροις ἀντιγράφοις· «Οὐ γὰρ ἐκ μέρους δίδωσι τὸ πνεῦμα» σημαινούσης καὶ ταύτης τῆς γραφῆς μὴ μέτροις έχειν τὸν ἀποσταλέντα, ὥστε πεφεισμένως καὶ ἐκ μέρους παρέχειν καὶ εὐαριθμήτοις τισίν, ἀλλὰ δαψιλῶς καὶ πλουσίως πᾶσι τοῖς εὑρισκομένοις τοῦ λαβεῖν ἀξίοις. 49 Ἐπειδὴ οἱ διὰ πάντων τὸν ἑαυτῶν νοῦν διαστρέφοντες αἱρετι κοί, διαιροῦντες τὴν θεότητα καὶ διὰ τοῦτο τὴν παλαιὰν γραφὴν ἑτέρου λέγοντες θεοῦ καὶ ἑτέρου τὴν καινὴν διαθήκην τιθέντες, φασὶ τὸν Ἰωάννην περὶ ἑαυτοῦ καὶ τῶν ἑτέρων προφητῶν εἰρηκέναι τὸ «Ὁ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς λαλεῖ», περὶ δὲ Χριστοῦ καὶ τῶν ἀποστόλων αὐτοῦ· «Ὃν γὰρ ἀπέστειλεν ὁ θεὸς τὰ ῥήματα αὐτοῦ «λαλεῖ», ἐλεγκτέον αὐτοὺς ψευδῶς μᾶλλον δὲ ἀσεβῶς τοῦτο δογμα τίζοντας.〚 αὐτὸς γὰρ ὁ βαπτιστὴς περὶ ἑαυτοῦ λέγει· «Ὁ πέμψας «με βαπτίζειν ἐν τῷ ὕδατι, ἐκεῖνός μοι εἶπεν· Ἐφ' ὃν ἂν ἴδῃς τὸ «πνεῦμα καταβαῖνον καὶ μένον ἐπ' αὐτόν,† ἐκεῖνός ἐστιν ὁ βαπτί «ζων ἐν πνεύματι ἁγίῳ. κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός «ἐστιν ὁ υἱὸς τοῦ θεοῦ». εἰ γὰρ ὁ πέμψας αὐτὸν βαπτίζειν ὁ πατήρ ἐστι, λέγων αὐτῷ περὶ τῆς καθόδου τοῦ πνεύματος, καὶ ὡς ὁ χριστὸς υἱὸς αὐτοῦ τυγχάνει, πῶς λέγων ἃ παρὰ τοῦ πατρὸς τοῦ χριστοῦ ἤκουσεν ἐκ τῆς γῆς λαλεῖ; ἅμα καὶ τοῦ εὐαγγελιστοῦ γρά φοντος περὶ αὐτοῦ· «Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ, «ὄνομα αὐτῷ Ἰωάννης. οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ «περὶ τοῦ φωτός».〛 εἰ γὰρ καὶ οἱ πρὸ τοῦ Ἰωάννου προφῆται ἐκ τῆς γῆς ἐλάλουν, πῶς περὶ Χριστοῦ μαρτυροῦσιν; ὡς περὶ τῶν γραφῶν αὐτῶν ὁ σωτὴρ εἶπεν· «Αὗταί εἰσιν αἱ μαρτυροῦσαι περὶ «ἐμοῦ». 50 Πῶς γὰρ οὐκ ἔμελλεν ἀγαπᾶν ὁ πᾶσαν κακίαν μισῶν θεός, περὶ οὗ γέγραπται· «Ἐγὼ θεὸς ἀγαπῶν δικαιοσύνην καὶ μισῶν ἁρπάγματα «ἐξ ἀδικίας»; μισεῖ δὲ ὁ θεὸς τὰ εἴδη τῆς κακίας, ἐφ' οἷς ὁ ἁμαρ τωλὸς χαίρει. ἀγαπᾷ τοίνυν τὸν υἱὸν ὡς τῆς ἀρετῆς παρεκτικόν, ἀφανιστικὸν δὲ τῆς κακίας καὶ φθαρτικόν· διὸ εἴρηται· «Ὁ πατὴρ «ἀγαπᾷ τὸν υἱόν», ἀγαπώμενος ὑπὸ τοῦ υἱοῦ, τοῦ ἀγαπᾶν πάλιν ἀνθρωπινώτερον ἀκουομένου, οὐ μὴν νοουμένου. εἰ γὰρ δικαιοσύνην ἀγαπῶν ὁ θεὸς οὐχ οὕτως αὐτὴν ἀγαπᾷ ὡς ὁ δίκαιος ἄνθρωπος, ἐπὶ τῷ ἔχειν αὐτὴν ἐν ἑαυτῷ καὶ πεποιῶσθαι κατ' αὐτήν, οὕτω τὸν υἱὸν λόγον ὄντα ἀλήθειάν τε καὶ σοφίαν καὶ ἁγιασμὸν ποθεῖ. δυνατὸν δὲ παραστατικὸν οἰκειότητος τοῦ πατρὸς πρὸς τὸν υἱὸν εἶναι τὸ ῥῆμα. νόμος γὰρ φυσικὸς τοῖς γεννῶσιν ἀγαπᾶν τὰ γεννώ μενα. καὶ ὥσπερ ἐπὶ τῶν ἀνθρώπων φυσικὴ μὲν διάθεσις ἡ πρὸς τὰ τέκνα, ἄλλως δέ πως γινομένη πρὸς τὰ ἑτέρως ἀγαπώμενα, οὕτω καὶ ὁ θεὸς ἀγαπῶν μὲν τὸν κόσμον ᾗ ὁ θεός, τὸν δὲ υἱὸν ᾗ ὁ πατήρ. διὸ οὐκ εἴρηται «Ὁ θεός», ἀλλ' «Ὁ πατὴρ ἀγαπᾷ τὸν υἱόν, «καὶ τὰ πάντα δίδωσιν ἐν τῇ χειρὶ αὐτοῦ». τοῦτο δὲ πιστῶς καὶ φρονίμως ἐκλαβεῖν δεῖ. εἰ γὰρ «πάντα δι' αὐτοῦ ἐγένετο», ὑπὸ χεῖρα αὐτοῦ τὰ πάντα τυγχάνει κατὰ τὸν τῆς δημιουργίας καὶ προ νοίας λόγον· ἀλλ' ἀπεφοίτησε ταῦτα δι' ἁμαρτίας ἔξω τῆς σκε πούσης αὐτὰ χειρὸς γενέσθαι. ὑπὲρ οὖν τῆς αὐτῶν σωτηρίας δίδωσιν αὐτὰ ὁ πατὴρ ἐν τῇ χειρὶ τοῦ υἱοῦ, οὐ τῷ υἱῷ προσθήκην χαριζό μενος ἀλλ' αὐτοῖς βελτίωσιν. ὡς διδασκάλῳ γὰρ καὶ ἰατρῷ δίδωσιν, ἵν' ἀγνοίας καὶ νόσου, τουτέστι κακίας, ἐκτὸς αὐτὰ ποιήσας ἔχῃ αὐτὰ σκεπαζόμενα καὶ βασιλευόμενα ὑπ' αὐτοῦ, ἤδη αὐτὰ ἔχων ὑπὸ τὴν δραστήριον καὶ προνοητικὴν αὐτοῦ χεῖρα. δείκνυσι δὲ τὴν ἀλή θειαν τούτου τοῦ νοήματος τὸ ἐπιφερόμενον· «Ὁ πιστεύων† τῷ «υἱῷ ἔχει ζωὴν αἰώνιον». εἰ γὰρ ζωὴν αἰώνιον ἔχει ὁ πιστεύων τῷ υἱῷ, δοθεὶς ἐν τῇ χειρὶ αὐτοῦ, ὑπὲρ τῆς ἰδίας σωτηρίας καὶ βελ τιώσεως δίδοται, ἀλλ' οὐκ ἐπὶ τῷ πλέον τι ἔχειν τὸν υἱόν. πότε δὲ πληροῦται τὸ δεδόσθαι πάντα ἐν τῇ χειρὶ τοῦ υἱοῦ ἢ ὅτε αὐτῷ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων; 51〚 Πολλαχοῦ τῶν γραφῶν〛 αἱ κατὰ τῶν φαύλων τιμωρίαι ὀργὴ λέγονται θεοῦ· ὡς τὸ λεχθὲν περὶ τῶν Αἰγυπτίων ὑπὸ Μωϋσέως· «Ἐξαπέστειλας τὴν ὀργήν σου, καὶ κατέφαγεν αὐτὸς ὡσεὶ καλάμην».〚 καὶ Παῦλος περὶ τῶν Ἰουδαίων γράφει· «Ἔφθασεν δὲ αὐτοὺς ἡ «ὀργὴ εἰς τέλος», ὀργὴν λέγων τὰς ἐπελθούσας ἐπ' αὐτοὺς θεηλά τους τιμωρίας. ἀλλὰ καὶ πρὸς τὸν καταφρονοῦντα τῆς χρηστότητος καὶ μακροθυμίας φησί· «Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετα «νόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς».〛 οὐ γὰρ νομιστέον πάθος εἶναι θεοῦ τὴν ὀνομαζομένην αὐτοῦ ὀργήν. πῶς γὰρ δυνατὸν πάθος εἶναι περὶ τὸν ἀπαθῆ; ἀλλ' ἐπεὶ μὴ πάσχει θεὸς ἀναλλοίωτος ὤν, ἑρμηνευτέον τὴν λεγομένην αὐτοῦ ὀργὴν καθ' ἃ εἴρηται. 52 Ἐπεὶ σῶμα κατ' ἀλήθειαν ἔσχεν συμπληρούμενον ἐξ ὧν καὶ πάντα τὰ ἀνθρώπινα σώματα, ἀναγκαίως ὑπόκειται καὶ τὸ αὐτοῦ σῶμα τοῖς κοινοῖς πάθεσιν· οὐ τρώσεσι μόνον καὶ τοῖς παραπλησίοις λέγω, ἀλλὰ καὶ τοῖς ἐπιγενομένοις ἐκ σφοδροτάτης〚 καὶ συνεχοῦς〛 κινήσεως καμάτοις. τῷ γὰρ μεσημβρινῷ καιρῷ, ἐν ᾧ ὁ ἥλιος καθά πτεται, ὁδὸν ἀνύσας πλείονα κάματον ἀνεδέξατο, ἀναλωθείσης τῆς ὑγρότητος τοῦ σώματος αὐτοῦ ὑπὸ τοῦ φλογμοῦ τοῦ καύσωνος. ἕκτη γὰρ ὥρα τῆς ἡμέρας ἦν. τοῦτον τὸν κάματον διαναπαῦσαι θελήσας ἐπὶ τῇ οὔσῃ πηγῇ ἐν τῷ προειρημένῳ χωρίῳ τοῦ Ἰωσὴφ ἐκαθέσθη· ἅμα προνοούμενος ὠφελείας τῆς μελλούσης ἐπὶ τῷ ἀν τλῆσαι ὕδωρ ἐκ τῆς πηγῆς ἔρχεσθαι γυναικός. 53 Ἴσως δ' ἐπιζητήσειέ τις τὴν αἰτίαν δι' ἣν Ἰουδαῖοι οὐ συγχρῶνται Σαμαρείταις, ἥντινα εὑρεῖν δυνατὸν ἐν τῇ τρίτῃ καὶ τε τάρτῃ τῶν Βασιλειῶν ἱστοριῶν, ἀλλὰ καὶ ἐν τῇ δευτέρᾳ τῶν Παρα λειπομένων. τοῦ γὰρ νόμου εἰρηκότος· «Ἀκαθάρτου μὴ ἅψησθε» οὐδὲ τῆς σαρκὸς τῶν ἀλλογενῶν ἐτόλμων ἅψασθαι, νομίζοντες ἐκ τούτου μολύνεσθαι. ἴσως δέ τις φήσει, ἐνιστάμενος τῷ «Οἱ μαθη «ταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν, ἵνα τροφὰς ἀγοράσωσι», λέγων Εἰ ἐν ἐρήμῳ πεντακισχιλίους καὶ τετρακισχιλίους μετὰ καὶ πλήθους γυναικῶν καὶ πολλοῦ ἀριθμοῦ παιδίων ἔθρεψεν, ὁτὲ μὲν ἐκ πέντε, ὁτὲ δὲ ἐξ ἑπτὰ ἄρτων· τί μέγα ἦν τὸ εὐπορῆσαι τοὺς μαθητὰς τροφῆς ἄνευ τοῦ ἀπελθεῖν ἐν τῇ πόλει ἐπὶ ἀγορασίᾳ ταύτης, τοῦ Ἰησοῦ παρασχόντος αὐτὴν τῇ ἰδίᾳ δυνάμει; λεκτέον οὖν πρὸς τοῦτο ὅτι Ἰησοῦς, ἄνθρωπος γεγονώς, εἰ ὡς ἐν ἀληθείᾳ θεὸς πάντα ἐνήργει, ἠγνοήθη ἄνθρωπος γεγονώς, ὡς ἄν, εἰ πάντα ὡς ἄνθρω πος ἔπραττεν, ἐπεσκιάζετο ἡ θεότης. ὅθεν εἴ ποτε χρεία παραδοξο ποιΐας ἐγίνετο, ἐξ ὀλίγου πολλοὺς ἔτρεφεν, οὐ τοσοῦτον τοῦ χορτά σαι χάριν ὅσον τοῦ φανερῶσαι τὴν θεϊκὴν δύναμιν. ὅτε δὲ οὐ πάνυ κατήπειγεν ἐξ ἀπόρων τροφῆς εὐπορίαν παρασχεῖν, ἐπὶ τὸ πρίασθαι ἄρτους ἀπήρχοντο οἱ μαθηταί. εἰ γὰρ ταῦτα τοῦ Ἰησοῦ ποιοῦντος πρὸς ἔνδειξιν τῆς ἀνθρωπότητος καὶ φανέρωσιν τῆς θεότητος〚 πολλοὶ τῷ εὐαγγελίῳ προσέκοψαν τῶν μὲν δοκήσει αὐτὸν ἄνθρω πον ἀλλ' οὐκ ἀληθείᾳ αὐτὸν γεγονέναι ὁρισάντων, τῶν δὲ μόνον ἄνθρωπον ὑπειληφότων αὐτόν· πόσῳ μᾶλλον, εἰ μηδὲν πρὸς ἀκρί βειαν πέπρακτο καὶ γέγραπτο περὶ φανερώσεως τῆς θεότητος καὶ ἀνθρωπότητος αὐτοῦ, ἔμελλον ἀπατᾶσθαι οἱ μὴ ἀκριβῶς καὶ φρονί μως ἐντυγχάνοντες τῇ περὶ τούτων ἱστορίᾳ;〛 54 Ἡ μὲν Σαμαρεῖτις τῶν Ἰουδαϊκῶν ἐθῶν τε καὶ δογμάτων τὰ τῆς Σαμαρείτιδος δόξης ἐξαίρειν καὶ ὑπερτιθέναι τὴν ὅτι μάλιστα σπουδὴν κατεβάλλετο. διὸ καὶ τὸ «Μὴ μείζων εἶ σὺ τοῦ πατρὸς «ἡμῶν Ἰακώβ;» ὕδωρ ζῶν ὑποσχομένου τοῦ σωτῆρος παρασχεῖν ἀντεφθέγξατο. ὁ δὲ σωτὴρ οἰκονομεῖν ἅπαντα σοφῶς εἰδὼς τὸ μὲν ἐξᾶραι τὰ Ἰουδαίων καὶ τὸ «Μείζων» εἰπεῖν, αὐτόθι πλῆξαι πρό χειρον ἐπιστάμενος καὶ τότε γυναικὸς διάνοιαν, οὐδὲν τῶν αἰσθητῶν ὑψηλότερον τέως φανταζομένης, τοῦτο μὲν ἀποθησαυρίζει τῇ σιωπῇ, διὰ δὲ ῥημάτων ἑτέρων οὐδὲν μὲν ἧττον τοῦτο κατασκευάζειν δυνα μένων, λεαίνειν δὲ τὴν ἀκοήν, ἐπιτηδειοτέραν τὴν γνώμην παριστᾷ. οὐδὲ γὰρ τὴν σύγκρισιν καὶ τὴν ἐν δόξῃ διαφορὰν αὐτὸς ἐπάγει, ἀλλὰ παραπέμπει τὸ γύναιον ἐκ τῶν ῥηθησομένων τῆς ὑπερ οχῆς τὴν ὑπερβολὴν συλλογίσασθαι. καὶ γὰρ ἐκ τούτου, φησί, τοῦ ὕδατος ὁ πίνων «διψήσει πάλιν· ὃς δ' ἂν πίῃ ἐκ τοῦ «ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα». καὶ ὅρα τὸ σοφὸν τῶν λόγων καὶ τὴν δύναμιν. τὸ μὲν ὅτι «Διψήσει πάλιν» εἶπεν οὐ δεόμενον κατασκευῆς ἀλλαχόθεν· αὐτόκλητον γὰρ εἶχε τὴν γυναῖκα μάρτυρα· τὸ δὲ «Οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα» τῷ μεγέθει τῆς ἐπαγγελίας† εἰσέφερεν αὐτὴν τῆς ὑποσχέσεως διανιστῶν. δι' ἀμ φοῖν δὲ πρὸς ἐπίστασιν ἄγων θειοτέρας ὑπολήψεως, μονονουχὶ λέγων «Εἰ τὸν Ἰακὼβ ἄγεις ἐν μείζονι τιμῇ καὶ θαυμασίῳ κατορθώ ματι, ἐπεὶ παρέσχεν ὑμῖν ὕδωρ ἐξ οὗ πάλιν ὁ πίνων εἰς τὴν αὐτὴν ἐπαναστρέφει δίψαν, τίνα ἄν σε λογίσασθαι χρὴ ὃς ὕδωρ παρασχεῖν ἐστὶ δυνατὸς οὐ σωματικὴν δίψαν ἐν ὀλίγῳ χρόνῳ πραΰνον, ἀλλὰ δυνάμενον τῷ πιόντι πηγὴ χρηματίσαι ὕδατος ἀεννάου, καὶ παρέχειν ῥεῖθρα σωτηρίας, ἃ τοῖς ἀρυσαμένοις καταρδεύει καὶ προξενεῖ ζωὴν τὴν αἰώνιον;» ὥσπερ γὰρ τὸ ὕδωρ θεραπεύει μὲν τὴν δίψαν κα θαίρει δὲ τὸν ἔξωθεν τοῦ σώματος μολυσμόν, οὕτω καὶ τὰ νοερὰ καὶ οὐράνια τῆς διδασκαλίας τοῦ Ἰησοῦ νάματα καὶ ἡ περὶ αὐτοῦ θειοτέρα ὑπόληψις ἰᾶται μὲν τὴν ἀπὸ τῆς ἀπιστίας δίψαν, καθαίρει δὲ τὴν ψυχὴν τῶν ῥυπασμάτων, ἣν ἁμαρτημάτων κατερρύπωσεν μολυσ μὸς καὶ λογισμὸς ζοφώδης δυσσεβούντων δοξασμάτων. 55 Φρέαρ τοῦ Ἰακὼβ εἶναι πρὸς ἀλληγορίαν τὴν Μωσέως γραφὴν ῥητέον, ἀφ' ἧς ὁ Ἰακὼβ ἅμα τοῖς υἱοῖς πνευματικῶς ἔπινεν, πινόντων ἀπ' αὐτοῦ καὶ τῶν θρεμμάτων〚 ἃ ἦν τοῦ Ἰακώβ· θρεμμάτων〛 πρὸς ἀλληγορίαν λαμβανομένων τῶν τὸ εὐσταθὲς καὶ πρᾶον ἄνευ λόγου ἐχόντων, ἃ καὶ κυρίως ἀγέλας καὶ πρόβατα τοῦ Ἰακὼβ εἶναι ῥητέον. 56 Τοῦ νόμου τοίνυν τοῦ διὰ Μωϋσέως τοῦ ὕδατος ὄντος, πῶς εἶπεν Ἰησοῦς διψᾶν πάλιν τὸν πίνοντα ἀπ' αὐτοῦ; καὶ λεκτέον γε ὅτι ὁ νόμος τοῖς ἀνθρώποις δέδοται, οὐκ ἐπὶ τῷ ἀεὶ κατ' αὐτὸν βιοῦν, ἀλλὰ μέχρι καιροῦ τινός, ὡς τὴν πόσιν τοῦ ἑρμηνευομένου φρέατος διαρκεῖν μέχρι ἀναδείξεως μείζονος ὕδατος. τὰ γὰρ παραγγέλματα τοῦ νόμου μέχρι καιροῦ διορθώσεως ἔκειτο. διὸ ὁ πίνων ἐκ τοῦ ὕδατος τοῦ νομικοῦ διψήσει πάλιν, ὄρεξιν ἔχων τοῦ εὐαγγελικοῦ πό ματος.〚 εἰς τοῦτο λήψει τὸ ἐν Ἡσαίᾳ λεχθέν· «Τοῦτο πρῶτον πίε, «ταχὺ ποίει». εἰ γὰρ μὴ ἦν καὶ μετ' ἐκεῖνο πιεῖν, οὐκ ἂν ἐλέγετο· «Τοῦτο πρῶτον πίε». καὶ ἐπεὶ διαδέχεται τὸν νόμον τὸ εὐαγγέλιον, ὁ πίνων τὴν νομικὴν διδασκαλίαν διψήσει πάλιν ἐπὶ τῷ καὶ τὴν εὐαγγελικὴν πιεῖν.〛 τὸ δὲ εὐαγγέλιον ἐπεὶ ἀδιάδοχόν ἐστιν, ὁ πίνων ἐξ αὐτοῦ οὐ διψήσει εἰς τὸν αἰῶνα.〚» Ὁ γὰρ οὐρανὸς καὶ ἡ γῆ παρ «ελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν» εἶπεν ὁ Ἰησοῦς.〛 τὸν γὰρ πίνοντα τοῦτο τὸ ὕδωρ φησὶν ἐν ἑαυτῷ κτᾶσθαι πηγήν, οὐ τοῦ τυχόντος ὕδατος ἀλλὰ τοῦ εἰς ζωὴν αἰώνιον ἁλλομένου. ὅπερ ἁλ λόμενον εἰς ζωὴν ὕδωρ μετεωρίζει καὶ πρὸς ζωὴν ἀναβιβάζει τὸν ἔχοντα αὐτό, οἷα πηγὴν ἐν ἑαυτῷ. 57 Εἰπούσης τῆς γυναικὸς τὸ παρὰ Ἰησοῦ θέλειν λαβεῖν ὕδωρ, ἐπὶ τῷ στῆσαι τὸ δίψος, ἔχουσα αὐτὸ πηγὴν ἐν ἑαυτῇ, ἔδειξεν αὐτὸ θέ λειν. διὰ γὰρ ταύτης τῆς λέξεως ὡμολόγησε πολὺν κάματον εἶναι τῆς ἀντλείας τοῦ προτέρου ὕδατος,〚 ἀληθεύουσα κατ' αὐτό〛· καὶ γὰρ πολὺν ἔχει κάματον ἡ πρὸς τὸ γράμμα τήρησις τοῦ νόμου. ὁ δὲ σωτὴρ εἰκότως πρὸς αὐτήν· Ἐπεὶ ἀκμὴν περιέχει ᾧ ἀνέθηκας σεαυτὴν νόμῳ ὡς ἀνδρὶ αὐτῷ συνοῦσα, ἀπιοῦσα κάλεσον αὐτὸν ἐπὶ τὸ συμ βαλεῖν τὰ ἐν αὐτῷ γεγραμμένα τοῖς ὑπ' ἐμοῦ λεγομένοις καὶ πρατ τομένοις. οὕτω γὰρ εὑρεῖν δυνήσῃ ὡς ὁ πίνων ἐκ τοῦ προτέρου ὕδατος ἕτερον προσδοκήσει, ὅτι διψήσει πάλιν. τῆς δὲ ἀρνησαμένης μὴ ἔχειν ἄνδρα, ὁ σωτήρ, ἠρέμα τὴν Σαμαρειτικὴν αὐτῆς γνώμην ἐλέγχων, φησίν· «Καλῶς λέγεις ἄνδρα μὴ ἔχειν». οὐ γὰρ ἐξ ὁλοκλή ρου συγκατέθου πάσῃ τῇ παλαιᾷ διαθήκῃ, ἥτις ἐστὶν ὁ νόμος, περὶ οὗ γέγραπται· «Τέλος νόμου Χριστὸς εἰς δικαιοσύνην». τοῦτον δὲ τὸν ἄνδρα μὴ ἔχουσα πέντε ἔσχες, τοῖς αἰσθητοῖς μόνοις συγκαταθεμένη τῆς γραφῆς. εἰ γὰρ πάσῃ τῇ παλαιᾷ συνεβίους, γνωρίζειν ἠδύνω τὸν προσδοκώμενον μετὰ νόμον καὶ προφήτας θεὸν λόγον. τὸ «Πέντε γὰρ «ἄνδρας ἔσχες» ἀνακτέον ἐπὶ τὰ πέντε Μωσέως βιβλία. μόνα γὰρ ταῦτα οἱ Σαμαρεῖται δέχονται. τίς δὲ καὶ ὃν ἔχει παρὰ τοὺς πέντε ἄνδρας ἕκτος, ὅστις οὐδὲ ἀνὴρ αὐτῆς τυγχάνει; λεκτέον τὸν περὶ τοῦ εἶναι προφήτην λόγον. ἤδη γὰρ συγκατετέθειτο τούτῳ, ἀναγκαζομένη ἐκ τῶν λεγομένων, ἀλλ' οὐ κατ' ἀληθῆ συγκατάθεσιν. διὸ ἁρμοδίως εἴρηται καὶ τὸ «Καὶ νῦν ὃν ἔχεις οὐκ ἔστι σου ἀνήρ»· οὐ γὰρ γνη σίως αὐτῷ προσελήλυθας. ἐπειδὴ δὲ καὶ τὰ αἰσθητὰ οἱ πέντε ἄν δρες αὐτῆς ἐλέγοντο εἶναι, μεθ' ἃ συγκατέθετο οὐκ ἠκριβωμένως νοητῷ τινὶ λόγῳ ἐκ τῆς Ἰησοῦ παιδεύσεως, εὐθυβολώτατα εἴρηται· Καὶ ὃν νῦν δοκεῖς ἔχειν πνευματικὸν λόγον, οὐκ ἀνήρ σού ἐστιν. 58〚 Ὅταν ἀκούσῃς ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν, περὶ τοῦ ταῦτα λέγοντος ἄκουε τὰ εἰρημένα. αὐτὸς γὰρ ἦν ἡ τῶν ἐθνῶν προσδοκία, ὁ γεννώμενος ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα.〛 59 Τὸ «Μήτις ἤνεγκεν αὐτῷ φαγεῖν;» δηλοῖ ὅτι τὰς διακονίας τῶν προσφερόντων ἐδέχετο, καίτοι δυνατὸς ὢν τρέφειν καὶ μὴ τρέφεσθαι. ἐνεργείας δὲ μεγίστης τὸ τρέφειν Χριστόν, ἧς οὐκ ἐφθόνει τοῖς βου λομένοις· διὸ καὶ τοῖς μαθηταῖς τὸ ἴσον ἔταξεν. νομομαθεῖς δὲ καὶ φιλολογεῖς ὄντες, σκοπήσαντες ὅτι καιρὸς ἦν λοιπὸν τροφῆς ἐτόπα σαν μὴ ἄρα ὡς τῷ Δανιὴλ εἰς Βαβυλῶνα προστάξει θεοῦ ἄριστον προκεκόμιστο ὑπὸ τοῦ Ἀμβακούμ, καὶ τῷ Ἠλίᾳ ἐν τῇ ὁδοιπορίᾳ τροφὴ ἐδίδοτο ὑπ' ἀγγέλου καὶ ὑπὸ κοράκων, οὕτω καὶ τῷ Ἰησοῦ τροφὴ ἠνέχθη. ὅμως εἰ καὶ περὶ αἰσθητῆς τροφῆς οἱ μαθηταὶ ὑπε νόησαν, αὐτὸς φανεροποιεῖ περὶ ποίας τροφῆς ἀπήγγελκεν αὐτοῖς. εἶπον δὲ τὸν καιρὸν αὐτοῦ τροφῆς εἶναι ἐκ τῶνδε· ἕκτης ὥρας τῆς ἡμέρας οὔσης ὁ Ἰησοῦς ἐν τῇ πηγῇ καθεσθεὶς διελέχθη τῇ Σαμαρεί τιδι, τῶν μαθητῶν ἐπὶ τῷ ἀγοράσαι τροφὰς ἀπεληλυθότων, ὡς λοιπὸν στοχαζόμενον εἰπεῖν ἑσπέραν τῆς ἡμέρας εἶναι. οὗτος δὲ τῆς τροφῆς ὁ καιρὸς τῶν μάλιστα προηγουμένως τροφὴν μεταδιώ κουσιν ἀλλὰ τὴν τῶν προσερχομένων ὠφέλειαν. 60 Πατρίδα αὐτοῦ τὴν Ἰουδαίαν καλεῖ, ἣν καὶ διὰ τοῦτο καταλέ λοιπε. τὴν γὰρ αἰτίαν τῆς ἐπὶ τὴν Γαλιλαίαν ἀφίξεως ἀποδιδοὺς ὁ εὐαγγελιστὴς γράφει, ὅτι «Προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει».〚 φέρεται ἡ μαρτυρία αὕτη ἐν τοῖς ἑτέροις εὐαγγελίοις. φησὶ γὰρ ὁ σωτήρ· «Οὐκ ἔστι προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ ἰδίᾳ πατρίδι «καὶ ἐν τοῖς συγγενέσι καὶ τῇ οἰκίᾳ αὐτοῦ». ἀμέλει γοῦν πάντες οἱ πρὸ τῆς ἐπιδημίας ἠτιμάσθησαν ἐν τῇ Ἱερουσαλὴμ καὶ Ἰουδαίᾳ. αὕτη γὰρ γῆ καὶ πατρὶς αὐτῶν· ὡς καθόλου τὸν σωτῆρα εἰπεῖν·〛 «Ἱερου «σαλήμ, Ἱερουσαλήμ, ἡ ἀποκτέννουσα τοὺς προφήτας, καὶ λιθοβο «λοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν». 61 Ἔστι δέ, φησίν, ἐν τοῖς Ἱεροσολύμοις καὶ τὰ ἑξῆς. Τὸ μὲν περιιέναι καὶ τοὺς ὁποιδήποτε ὄντας τῶν ἀρρώστων θεραπεύειν οὐκ ἀναγκαῖον ἔκρινεν, ὥστε μὴ φιλαυτίας ἀπενέγκασθαι δόξαν, ἕνα δὲ θεραπεύσας δι' ἐκείνου καταφανῆ τοῖς πᾶσιν ἑαυτὸν καθίστησι. ταύ της ἕνεκα τῆς αἰτίας ἄπεισι μὲν ἐπὶ τὴν προβατικὴν κολυμβήθραν, ἔχουσαν πέντε στοάς· μετὰ γὰρ τὰς ἐν κύκλῳ τεσσάρας μέσην εἶχεν ἑτέραν. προβατικὴ δὲ κολυμβήθρα ἐλέγετο ἀπὸ τοῦ τὰ προσαγόμενα πρόβατα ταῖς ἑορταῖς ἐκεῖ συναθροίζεσθαι, καὶ ἀπὸ τοῦ θυομένων τῶν προβάτων ἐν ἐκείνῳ πλύνεσθαι τῷ ὕδατι τὰ ἔγκατα. ἐντεῦθεν γοῦν καὶ πολὺ πλῆθος τῶν διαφόροις ἀρρωστήμασι κατεχομένων ἐν τῷ τόπῳ συνείλεκτο ἐπὶ θεραπείας ἐλπίδι, ὡς ἂν τοῦ ὕδατος αὐτοῦ δυναμέ νου τι πάντως, ἐν ᾧπερ τῶν προσαγομένων τῷ θεῷ καὶ θυομένων ἐνεβάλλετο τὰ ἔγκατα. ταύτῃ δὲ αὐτῶν τῇ ὑπολήψει καὶ ὁ θεὸς συνεργῶν κατά τινας ἀδήλους καιροὺς κίνησιν τοῦ ὕδατος γίνεσθαι παρεσκεύαζεν, ἣν ὡς κατά τινα θείαν ἐνέργειαν ἀποτελεῖσθαι πιστεύ οντες, οὕτω κατιόντες τὴν θεραπείαν ἐκομίζοντο, πολλῶν μὲν κατὰ ταὐτὸν οὐ θεραπευομένων, τοῦ δὲ πρώτου καταβάντος τῆς χάριτος ἀπολαύοντος, ἵνα μὴ τὸ πρόχειρον τῆς θεραπείας ἐλαττώσῃ τὸ θαῦμα. μειζόνως δὲ νήφοντες καὶ μετὰ πολλῆς διαθέσεως τὴν τοῦ ὕδατος κίνησιν ἀναμένοντες, ἐντεῦθεν παιδεύονται τὸν προσήκοντα καὶ μετὰ τὴν θεραπείαν ἔχειν λογισμόν. πολλῶν τοίνυν ὄντων τῶν ἀρρώστων πάντας μὲν οὐκ ἐθεράπευσεν, δεικνὺς δὲ τὴν οἰκείαν δύναμιν ἕνα ἐπελέξατο τὸν βαρυτέρῳ μάλιστα κατεχόμενον πάθει καὶ τῷ μήκει τοῦ χρόνου τὴν σωτηρίαν ἀνέλπιστον ἔχοντα. παράλυτος γὰρ ἦν ἐν αὐτοῖς ἐπὶ τριάκοντα καὶ ὀκτὼ ἔτεσι τῷ πάθει κατεχόμενος. πρὸς τοῦτον ἀπελθὼν οὐκ εὐθὺς εἶπεν· «Ἆρον τὸν κράββατόν σου καὶ πε «ριπάτει», ἀλλ' ἀπό τινος ἀκολουθίας τῶν πρὸς αὐτὸν ἄρχεται λό γων. ὅπερ δὴ καὶ ἐπὶ τῆς Σαμαρείτιδος πεποίηκε. 62 ινξ. Ποῖον δὲ πνεῦμα οὔπω ἦν; εχπλ. ἐπ' οὐδενὸς ὤφθη τῶν προ φητῶν, ἐθαυματούργουν. 63 Νομίζω τοῦτο λελέχθαι πρὸς παράστασιν τοῦ ποιότητα δυνά μεως ἰατρικῆς ἐσχηκέναι τὸν σίελον τοῦ χριστοῦ. εἰ καὶ μὴ αὐτὸς δὲ ὁ τυφλὸς περὶ τῆς ἀναβλέψεως παρεκάλεσεν, ὅμως εὑρεθήσεται ἐπαινετὸς ἐν τῷ παρέχειν ἑαυτὸν τῷ Ἰησοῦ ἐπιχρίοντι πηλῷ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ τῷ ἀδιστάκτως ποιῆσαι τὸ προστεταγμένον, οὐδὲ εἰρηκότος αὐτὸν ἀναβλέψειν τοῦ Ἰησοῦ. μήποτε δὲ ὁ τοῦ κυρίου σίελος σύμβολον ἦν λόγου ὡς ἐν λόγοις ἐσχάτου, οὗ μείζονα χωρῆσαι ἀνθρωπίνη οὐ δύναται φύσις. ἀλλ' ἐπεὶ ὁ τοιοῦτος λόγος οὐ γυμνὸς ὕλης καὶ σωματικῶν παραδειγμάτων εἰς ἀνθρώπους ἔρχεται, διὰ τοῦτο πτύει χαμαὶ ὁ Ἰησοῦς καὶ ποιεῖ πηλόν. ὅρα τοίνυν εἰ δύνασαι πᾶσαν τὴν γραφὴν καὶ τὸν τρόπον τῆς ἐν αὐτῇ ἀπαγγελίας διηγούμενος εἰπεῖν συνεστηκέναι διὰ μὲν τὰ θεῖα νοή ματα ἀπὸ τοῦ σιέλου τοῦ χριστοῦ, διὰ δὲ τὴν ὡς ἐν ἱστορίαις καὶ ἀνθρωπίνοις πράγμασιν ἀπαγγελίαν ἐκ τῆς ἀπὸ τῶν χαμαὶ γῆς. ὡς εἶναι τὸ πᾶν γράμμα τοῦ νόμου καὶ προφητῶν καὶ τῶν λοιπῶν γραφῶν ἀπὸ τοῦ τοιοῦδε πηλοῦ, ᾧ καὶ χρίσαι δεῖ τοὺς τῶν μὴ βλε πόντων ὀφθαλμούς, μετὰ δὲ τοῦτο ἀπελθεῖν εἰς τὸν Σιλωὰμ τοῦ ἀπεσταλμένου ὑπὸ τοῦ θεοῦ· δι' οὗ δηλοῦται ἡ ἐν ταῖς ζητήσεσι καὶ τῆς ἀληθείας διαπορήσεσιν ὡσπερεὶ κολύμβησις, καὶ γὰρ Ἰώβ πού φησι· «Βροτὸς δὲ ἄλλως νήχεται λόγοις». ἀπονιψώμεθα τοι γαροῦν τῷ ὕδατι τῆς κολυμβήθρας «τοῦ ἀπεσταλμένου» τὸν ἐπι χρισθέντα τοῖς ὀφθαλμοῖς πηλόν, ἵνα μετὰ τοῦτο ἀναβλέψαι δυνη θῶμεν. νοήσεις δὲ πηλὸν τὴν ἀρχὴν τῶν στοιχείων τῶν λογίων τοῦ θεοῦ, καθ' ἣν ὡς νήπια γάλακτι τρεφόμεθα· ἐπειδὰν δὲ καταργηθῇ τὰ τοῦ νηπίου καὶ στερεᾶς τροφῆς μεταλάβωμεν, ἀπορριπτόμεθα τὸν πηλόν, ἵνα ἐπανέλθωμεν πρὸς τὸν Ἰησοῦν βλέποντες. πάντα δὲ ταῦτα περὶ τὸν υἱὸν τοῦ θεοῦ στρέφεται· κατὰ γὰρ διαφόρους ἐπινοίας αὐτός ἐστι καὶ ὁ ἀπεσταλμένος. καὶ τὰ μὲν ἀνθρώπινα ἐκδέχου πρὸ τοῦ Σιλωάμ, ἐπὶ δὲ τὰ θειότερα αὐτοῦ ἀνάφερε τὸ ἀπεσταλμένον ὕδωρ καὶ Σιλωάμ. καὶ παρὰ τῷ Ἡσαίᾳ νοήσεις τὸν θεῖον καὶ εὐσταθῆ λόγον διὰ τούτων σημαίνεσθαι, λόγους δὲ ἐθνῶν καὶ ἑτεροδόξων τὸν Ῥαασὼν καὶ τὸν υἱὸν Ῥομελίου. ἐπεὶ πῶς ἀντὶ τοῦ ὕδατος τοῦ Σιλωὰμ βασιλεῖς ἤθελεν ὁ λαός, πῶς δὲ καὶ ὕδωρ ποταμοῦ ἐστιν ἰσχυρὸν καὶ πολύ, τῶν Ἀσσυρίων βασιλεὺς καὶ πᾶσα ἡ δύναμις αὐτοῦ, ἐὰν μὴ καὶ αὐτὸς δύναμίς τις ἀντικειμένη τυγχάνῃ, κατακλύζουσα τῷ πλήθει τῶν ἑαυτῆς πιθανῶν τὴν μὴ θέλουσαν Ἰουδαίαν ὕδωρ τοῦ Σιλωὰμ καὶ ἐπικρατοῦσαν αὐτοῦ; τὸ δὲ μὴ παρ όντα θεραπεῦσαι, κελεῦσαι δὲ ἀπελθόντα νίψασθαι, καὶ νιψα μένῳ τὴν θεραπείαν παρασχεῖν, οἰκονομοῦντος ἦν τὸ μηδένα λα θεῖν τὸ γινόμενον θαῦμα. ὥσπερ γὰρ τῷ παραλύτῳ τὸν κράββατον λαβεῖν ἐκέλευσεν ἐν ἡμέρᾳ καθ' ἣν οὐκ ἐξῆν τοῦτο ποιεῖν, ἵν' οὕτως ἕκαστος ἐγκαλῶν ἐπὶ τῇ παρανομίᾳ τοῦ γεγονότος θαύματος μανθάνῃ τὸ μέγεθος, οὕτω καὶ τούτῳ πόρρωθεν ὄντι τῆς κολυμβήθρας ἐκέ λευσεν ἀπελθόντι νίψασθαι. 64 Ὁ προσαίτης δι' ἀπορίαν τῶν ἀναγκαίων καὶ ἀδυναμίαν τοῦ εὐσχημονέστερον αὐτὰ πορίζειν ἐπαιτεῖ. τοιούτους δ' ἂν εὕροις τοὺς ἀπὸ τῶν ἐπαγγελλομένων τὴν ἀλήθειαν Ἑλλήνων καὶ βαρ βάρων οἱονεὶ αἰτοῦντας ὠφέλειαν, ἀπορίᾳ πρέποντος πορισμοῦ† τῷ λογικῷ τῆς ἀληθείας ἀπεριστάτως πλουσίων θεωρημάτων. ἀλλ' ἀπαγορεύων τὴν τοιαύτην διαζήτησιν ὁ λόγος φησί που· «Τέκνον, «ζωὴν ἐπαιτήσεως† μὴ βιώσῃ, ὡς κρεῖττον ἀποθανεῖν ἢ ἐπαιτεῖν». ἐπαιτεῖν δὲ αἰσχύνεται ὁ ἐν τοῖς εὐαγγελίοις οἰκονόμος τῆς ἀδικίας, καὶ διὰ τοῦτο τῷ μὲν ὀφείλοντι ἑκατὸν κόρους σίτου ἔλεγε· «Δέξαι «σου τὸ γράμμα καὶ γράφε ἑξήκοντα», τῷ δὲ ἑκατὸν βάτους ἐλαίου· «Δέξαι σου τὸ γράμμα καὶ ποίησον ὀγδοήκοντα», προκρίνας τοῦ μετ' αἰσχύνης ἐπαιτεῖν τὸ λαβεῖν ἀπὸ τοῦ ὀφείλοντος τῷ κυρίῳ, καὶ διὰ τοῦτο ἐπαινεθείς. οὐ μόνον τοίνυν ὁ Ἰησοῦς ἀπήλλαξε τὸν ἀπὸ γενετῆς τῆς τυφλότητος, ἀλλὰ καὶ τοῦ προσαιτεῖν. ἐχαρίσατο γὰρ αὐτῷ ἅμα τῷ βλέπειν καὶ θεωρίαν πῶς ποριστέον αὐτῷ ἔσται τὰ πρὸς σωτηρίαν ψυχῆς ἀναγκαῖα. ἐνταῦθα μὲν οὖν ἡ τυφλότης τοῦ προσαιτεῖν αἰτία, ἐν δὲ ταῖς Πράξεσιν ἡ χωλότης, ὧν ὁ ἀπαλλαγεὶς οὐ προσαιτήσει ἔτι. 65 Εἴπερ δὲ ὡς ὑπελάμβανον οἱ Φαρισαῖοι, ὁ μὴ τηρῶν ὃ ἐκεῖνοι ἐνόμιζον εἶναι σάββατον οὐκ ἔστι παρὰ θεοῦ, οἱ δὲ ἐν τῷ ἱερῷ ἱερεῖς τὸ σάββατον βεβηλοῦντες παρὰ θεοῦ ἦσαν, οὕτω δὲ οὐκ ἐναργὲς ἦν τὸ μὴ εἶναι παρὰ θεοῦ τὸν τὸ σάββατον αὐτῶν μὴ τηροῦντα· ὡς μηδὲ ὑπὸ πάντων τῶν τότε Φαρισαίων τὸν λόγον εἰρῆσθαι, ἀλλ' ἐκ τῶν Φαρισαίων τινὲς τοῦτο ἔλεγον, ὥς φησιν ὁ εὐαγγελιστής. πρόσχες δὲ καὶ τῷ «Τοιαῦτα σημεῖα» μὴ μάτην κει μένῳ. ἐπειδὴ γὰρ σημείων διαφοραί εἰσιν, ὥστε ποιεῖν, καθ' ἅ φησιν ὁ ἀπόστολος, καὶ τὸν ἐν νόμῳ καὶ τὸν ἄνομον, ὃν ὁ κύριος ἀναλοῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, ἐν πάσῃ δυνάμει, σημείοις καὶ τέρασι ψεύδους, καὶ τὸν θεὸν διὰ τῶν προφητῶν, τῷ «Τὰ «τοιαῦτα» εἴρηται ὡς ὑπερβαίνει τὰ διὰ Χριστοῦ γενόμενα τῷ καὶ ἀληθῆ εἶναι καὶ μεγάλα ἐπὶ γῆς. εἰ δέ τις ὡς οὐχ ὑγιῶς λεγομένῳ τῷ «Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν;»** ἀναγινώσκων τὰς τοῦ Σαμψὼν πράξεις ἐρεῖ μηδὲ ἁμαρτήματα εἶναι τὰ ὑπὸ τοῦ Σαμψὼν γενόμενα, οἷον τὰ περὶ γυναῖκας, ἀλλ' οἰκο νομίας δηλουμένας· οὐ γὰρ πρόσκειται τὸ «Ἐποίησε τὸ πονηρὸν «ἐνώπιον Κυρίου». 66 Παρατηρητέον δὲ τὸ πρόσωπον τοῦ εὐαγγελιστοῦ ὅτι φησὶ καὶ ἀνεῷχθαι τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ βεβλεφέναι αὐτόν· ἀνεῴχθαι μὲν διὰ τοῦ «Ἦν δὲ σάββατον ἐν ᾗ ἡμέρᾳ τὸν πηλὸν «ἐποίησε καὶ ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμούς»· βεβλεφέναι δὲ διὰ τοῦ «Καὶ ἐνίψατο καὶ ἦλθε βλέπων». τῶν δὲ λεγομένων τὴν διαφορὰν παραθησόμεθα ἀπὸ τοῦ Τωβήθ, περὶ οὗ, ἐπείπερ λευκώματα ἐγεγόνει ἐν τοῖς ὀφθαλμοῖς αὐτοῦ, οὐκ ἀναγέγραφεν ὅτι ἀνεῴχθησαν αὐτοῦ οἱ ὀφθαλμοί, ἀλλ' ὅτι ἐνέβλεψε. δι' ὅλου δὲ τοῦ περὶ τοῦ τυφλοῦ τόπου τηρήσεις ἀμφότερα, τῶν μὲν τοῦτο λεγόντων τῶν δὲ ἐκεῖνο, καὶ σχίσματος γενομένου. τηρήσεις δὲ καὶ ἐν τῷ Ἡσαίᾳ προφη τεύοντι περὶ Χριστοῦ ἐπιδημίας ὅτι ἔρχεται ὀφθαλμοὺς τυφλῶν ἀνοῖξαι. ἑξῆς δὲ ἔστιν ἰδεῖν καὶ τὸν ἀποκρινάμενον πῶς μὲν τοῖς προτέροις πῶς δὲ τοῖς δευτέροις ἀποκρίνεται, τοῖς μὲν προτέροις ἀκριβέστερον, ὡς γείτοσι καὶ θεωροῦσιν αὐτὸν τὸ πρότερον ὅτι προσαίτης ἦν, τοῖς δὲ Φαρισαίοις οὔτε τὰ περὶ τοῦ Σιλωὰμ διη γήσατο, οὔθ' ὅτι ὁ σωτὴρ τὸν πηλὸν ἐποίησεν, οὔθ' ὅτι προσέ ταξέ τι αὐτῷ. καὶ τάχα ὁρῶν ὁ θεραπευθεὶς τῶν μὲν προτέρων ἐχομένην τὴν πεῦσιν φιλομαθίας, τῶν δὲ δευτέρων κακοηθείας, οὕτως ἑκατέροις ἀποκρίνεται. 67 Πρὸς τῷ διεψεῦσθαι καὶ ἄλλο ἥμαρτον εἰς προὖπτον κακὸν περιβάλλοντες ἑαυτῶν τὸν υἱόν. οἶμαι δὲ καὶ τοῦτο λόγον ἔχειν, ὅτι τυφλοῦ ἀνοίγων ὁ χριστὸς τοὺς ὀφθαλμοὺς οὐ παιδίου ἀνέῳξεν ἀλλ' ἡλικίαν ἔχοντος, ἵνα βλέπῃ ὡς ἀνήρ. τοιοῦτοι δὲ ἦσαν καὶ οἱ λοιποὶ ἀναβλέψαντες τυφλοί. ἀληθὲς δὲ ὅτι καὶ ἡλικίαν ἔχων αὐτὸς περὶ ἑαυτοῦ λαλῆσαι δύναται, καὶ μάλιστα ὅτε Ἰησοῦς αὐτὸν ἀναβλέψαι ποιεῖ. οὐδὲ γὰρ δεῖται οὗτος ἑτέρου πρεσβεύοντος ὑπὲρ ἑαυτοῦ. 68 Νῦν τὸ μὲν «Οὐκ ἠκούσατε» ἴσον ἐστὶ τῷ «Οὐ παρεδέξασθε, οὐκ ἠθελήσατε τὸ λεγόμενον». τὸ δὲ «Τί οὖν πάλιν θέλετε ἀκούειν;» ἰσοδυναμεῖ τῷ «Τί δέ, ὦ οὗτοι, ἄρα νῦν ἀκούειν θέλετε;» μάτην γὰρ θέλετε ἀκούειν, εἰ μὴ πιστεύετέ μοι ἀληθεύοντι, προσκαλεσα μένῳ πάντα τὸν μανθάνοντα τὸ ἐμοὶ συμβεβηκὸς ἐπὶ τὸ μαθη τευθῆναι αὐτῷ, ὡς θειότερον πάσης διδασκαλίας ἀνθρωπίνης δι δάξαντι. 69 Ἔχεταί τινος ἀξιολόγου ὑπονοίας τὸ «Ἐν τούτῳ θαυμαστόν «ἐστι». θαυμαστὸν γάρ ἐστιν εἰ Ἰησοῦς πόθεν ἐστὶν ὑπὸ τῶν τυχόντων γινώσκεται· οὐ γὰρ ὁρῶσιν αὐτοῦ τὴν ῥίζαν καὶ τὴν πη γήν, τὸν πατέρα.