Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Fragmenta in evangelium Joannis
OrigenesJoan 70 · pg-scrape-grcMore by Origenes
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/origenes" aria-label="More works by Origenes"> —
⋯
More
Original / primary: Pg Scrape Grc
70.1
Οὐκ ἂν δὲ τηλικοῦτο δόγμα τι εἰ ἦν ἀληθές, τὸ μὴ ἀκούεσθαι τὸν ἁμαρτωλὸν ὑπὸ τοῦ θεοῦ, ἀποσεσιώπητο, ἀλλ' εἴρητο ἂν ὑπό τινος ἀξίου πιστεύεσθαι, φέρε εἰπεῖν ἢ τοῦ θεράποντος ἤ τινος τῶν προφητῶν. πῶς δέ, εἰ ἁμαρτωλὸν οὐκ ἤκουσεν ὁ θεός, ἐδι δάσκοντο οἱ ἁμαρτωλοὶ λέγειν· «Ἄφες ἡμῖν τὰ παραπτώματα ἡμῶν, «ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν»; τίνων οὖν ἀκούει θεός; τῶν νευόντων εἰς μετάνοιαν, κἂν μήπω ἐπαύσαντο τοῦ εἶναι ἁμαρτωλοί. εἰ μὴ ἤκουεν ὁ θεὸς ἁμαρτωλῶν, οὐκ ἂν μετὰ τελωνῶν καὶ ἁμαρτωλῶν ὁ σωτὴρ ἡμῶν ἤσθιεν καὶ ἔπινεν. ἀλλὰ μὴ ἐπα κουομένων τῶν διὰ τὸ κακῶς ἔχειν χρῃζόντων ἰατρῶν,〚 οὐκ ἂν ἐθεράπευσεν αὐτούς.〛 διόπερ ὡς ἀνυούσης τῆς εὐχῆς τῶν ἡμαρτη κότων μὲν οὐ πάντως δὲ ἀπιστούντων ἔτι λέγεται τὸ «Ἐὰν ἀνομίας «παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται;» ἴσως δὲ οὐ περὶ οὗ ἔτυχεν ἐν τῇ εὐχῇ τοῦ ἁμαρτωλοῦ, ἀλλὰ περὶ τῶν τηλικούτων ἔργων φησίν, ὁποῖα ἦν τὰ τοῦ Ἰησοῦ ἔργα. περὶ γὰρ τῶν τοιούτων ἔργων ἀξιούμενος ὁ θεὸς ὑπὸ ἁμαρτωλῶν οὐκ ἀκούει. 71 Ἤκουσεν ὁ Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν εἶπεν αὐτῷ· Σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ ἀνθρώ που; Ἐπεὶ ἐξέβαλον αὐτὸν οἱ Ἰουδαῖοι ἔξω ἀπ' αὐτῶν διὰ τὴν ἐπὶ τῷ σωτῆρι παρρησίαν, διὰ τοῦτο εὗρεν αὐτὸν ὁ Ἰησοῦς. εἰ ἐπὶ τὸ ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλὸς ἐλήλυθεν ὁ σωτήρ, τέλος δὲ τῷ ζητοῦντί ἐστιν ἡ εὕρεσις τοῦ ζητουμένου, δῆλον ὅτι οὐχ ἁπλῶς γε ἀκουστέον τὸ «Εὑρὼν αὐτόν». καὶ γὰρ αὐτὸν τότε μάλιστα ἐχρῆν εὑρίσκεσθαι ὅτε ἐξεβλήθη ὑπὸ τῶν μὴ παραδεξαμένων τὴν περὶ Ἰησοῦ μαρτυρίαν. ἐκείνων γὰρ ἔξω γενόμενος ἐπιτήδειος πρὸς τὸ εὑρεθῆναι γεγένηται. συνετώτερον δὲ ἀκουστέον καὶ τὸ «Ἤκουσεν ὁ «Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω»· ἐπεὶ ἀκούσας τὸ τοιοῦτον τῆς ἀκοῆς αὐτοῦ ἄξιον εὑρίσκει τὸν περὶ οὗ ἤκουσεν. εὑρὼν δὲ αὐτὸν ἠρώτα τὸν εὑρεθέντα Σὺ πιστεύεις εἰς τὸν εὑρόντα υἱὸν τοῦ ἀνθρώπου; καὶ τάχα ὁ μὲν ἀρχόμενος πιστεύει εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ὁ δὲ διαβαίνων ἀναβαίνει καὶ ἐπὶ τὸ πιστεῦσαι εἰς τὸν υἱὸν τοῦ θεοῦ· ὥστ' ἂν εἰπεῖν αὐτόν· Εἰ καὶ Χριστόν ποτε κατὰ σάρκα ἔγνωμεν, ἀλλὰ νῦν αὐτὸν οὐκέτι γινώσκομεν κατὰ σάρκα μόνον, ἀλλὰ καὶ υἱὸν τοῦ θεοῦ. πῶς δὲ ἐρωτᾷ ὁ πάντα εἰδώς; καὶ ὅρα εἰ πρὸς τοῦτο φήσεις, παρατιθέμενος τὸ «Ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ» καὶ τὸ «Οὐκ οἶδα ὑμᾶς»; οὐ γὰρ ἅμα τῷ εὑρεθῆναί τις ἄξιός ἐστι τοῦ γινώσκεσθαι κατὰ τὸ «Νῦν δὲ γνόντες θεόν, μᾶλλον δὲ γνωσθέντες «ὑπ' αὐτοῦ». ἀλλὰ μετὰ τὴν εἰσαγωγὴν προκοπῆς δεῖ, ἵν' ὀφθῇ τις καὶ γνωσθῇ τῷ θεῷ. διὰ τοῦτο ἐρωτῶν αὐτὸν ὁ σωτήρ φησι· «Σὺ «πιστεύεις εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου;» ἐπεὶ δὲ οὐδέπω ἐδύνατο λέγειν ὅτι Πιστεύω, ἀλλ' ὡς ἀγνοῶν ἀποκριθεὶς εἶπε τὸ «Τίς ἐστι, «Κύριε, ἵνα πιστεύω εἰς αὐτόν;» ἐν μεθορίῳ τοίνυν ὑπῆρχεν, ἵν' οὕτως εἴπω, ἀπιστίας καὶ πίστεως. διὰ τοῦτό φησι πρὸς αὐτὸν ὁ σωτήρ· «Καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετά σου ἐκεῖνός ἐστιν». 72 Τοιαύτη γὰρ παράδοσις καὶ δόξα παρὰ Ἰουδαίοις ἐκράτει· ὅθεν καὶ οἱ μαθηταὶ ἠρώτων τὸν Ἰησοῦν· «Οὗτος ἥμαρτεν ἢ οἱ γονεῖς αὐτοῦ;» ἀλλ' ἀπεφήνατο λέγων ὁ κύριος ὅτι «Οὔτε οὗτος οὔτε οἱ «γονεῖς αὐτοῦ», περὶ οὗ ἐν τοῖς ἔμπροσθεν εἴρηται. 73 Οὐ παρέργως ἀκουστέον τοῦ μὲν «Ἑώρακας» ἐπὶ τὸν παρελθόντα χρόνον ἀναφερομένου, τοῦ δὲ «Ὁ λαλῶν μετά σου» ἐπὶ τὸν ἐνεστη κότα, ὅτι ἐκεῖνος ὁ ἑωραμένος ὁ αὐτός ἐστι τῷ νῦν λαλοῦντι μετ' αὐτοῦ, παρατιθέμενον· «Τοσούτῳ χρόνῳ μεθ' ὑμῶν εἰμι καὶ οὐκ «ἔγνωκάς με, Φίλιππε; ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα». πολλοὶ γὰρ ἑωρακότες αὐτὸν οὐκ ἔγνωσαν αὐτόν. ἑώρακεν οὖν κυρίως αὐτὸν ὁ τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς ὑπ' αὐτοῦ τοῦ θεοῦ φωτιζόμενος. ἀπὸ ἀμφοτέρων τοίνυν ὠφεληθεὶς ὁ ποτὲ τυφλός, ἀπό τε τοῦ ὁρᾶν καὶ ἀπὸ τοῦ λόγου, οὐ μόνον εἶπε· «Πιστεύω, Κύριε», ἀλλὰ καὶ προσε κύνησεν αὐτῷ. Οὐκ ἔλαττον δὲ καὶ τὸ τῆς λιθοβολίας δρᾶμα θεωρῶν, ἐπειδὴ καὶ τοῦτο πειρᾶται τροπολογῆσαι τοῦ εὐαγγελικοῦ καταψεύδεται γράμματος Οὐ πάνυ τι, λέγων, εὕραμεν ζητήσαν τες ἐν τοῖς πρὸ τούτου ὅτι ἐβάστασαν οἱ Ἰουδαῖοι λίθους, ἵνα λιθάσωσιν αὐτόν. εἶτα μετ' ὀλίγα φησίν· Εἰ γὰρ πάλιν ἐβάστασαν πρότερον ἐβάστασαν. 74 Εἰ πάλιν ἐβάστασαν πρότερον ἐβάστασαν. εἴπερ οὖν μὴ λανθάνει ἡμᾶς τοῦτο γεγραμμένον, ἀναγκαῖον ζητῆσαι τὴν αἰτίαν τῆς προσθή κης τοῦ «Πάλιν». οἶμαι δὲ ὅτι ὁ κακῶς λέγων τινὰ λίθον ἐπὶ τὸν κακολογούμενον βάλλει. κακῶς δὲ αὐτὸν ἔλεγον ἐν τοῖς ἀνωτέρω, ὅτε καὶ «σχίσμα ἐγένετο ἐν τοῖς Ἰουδαίοις διὰ τοὺς λόγους αὐτοῦ». πάλιν οὖν τὸ βάρος τῶν δυσφήμων βαστάσαντες λόγων τρόπον ἀφιεμένων ἐπ' αὐτὸν λίθων ὥρμησαν ἐπὶ τὸ λιθάσαι αὐτὸν τῇ κα κολογίᾳ. διὰ τοῦτό φησιν ἡ σοφία· «Ὁ βάλλων λίθον εἰς ὕψος ἐπὶ «τὴν κεφαλὴν αὐτοῦ βάλλει». βάλλειν γὰρ λίθον εἰς ὕψος λέγεται ὁ ἀδικίαν εἰς ὕψος λαλῶν. εὑρήσεις δὲ ἐν τῇ θείᾳ γραφῇ μίγμα τοῦ ὡσ ὰν ἱστορικοῦ πρὸς τὸ γυμναστικόν, καὶ μάλιστα παρὰ τῷ Ἰωάννῃ. τήρει γὰρ ἐν τῇ πρὸς τὴν Σαμαρεῖτιν διαλέξει πῶς τὸ μὲν «Ἐκαθέζετο «ἐπὶ πηγῆς ὁ Ἰησοῦς» ἀπαγγελία ἐστὶν ὡς περὶ σωματικῆς πηγῆς καὶ σώματος αἰσθητοῦ· οὐκέτι δὲ δυνατὸν περὶ τοῦ σωματικοῦ πο τοῦ ἀκούειν ὅτε «Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτῇ· Εἰ ᾔδεις τὴν «δωρεὰν τοῦ θεοῦ καὶ τίς ἐστιν ὁ λέγων σοι· Δός μοι πιεῖν, σὺ ἂν ᾔτη «σας αὐτὸν καὶ ἔδωκέ σοι ὕδωρ ζῶν». καὶ τὰ παραπλήσια· «Πολλὰ «ἔργα ἔδειξα ὑμῖν· διὰ ποῖον αὐτῶν ἔργον λιθάζετέ με;» εἴ τις ἐπαν ελθὼν συναγάγοι ἀπὸ τῆς ἀρχῆς τοῦ εὐαγγελίου τὰ ἔργα Ἰησοῦ, ἀναγαγὼν αὐτὰ ἐπὶ τὰς πνευματικὰς ἐργασίας, οὗτος μάλιστα ὄψεται ποῖα πολλὰ ἔργα ἔδειξε τοῖς βαστάσασι λίθους, ἵνα λιθάσωσι τὸν Ἰησοῦν· οἷον ἓν τῶν καλῶν ἔργων ἦν τὸ ἐν Κανᾷ σημεῖον, ὅτε ὑστέρησεν ὁ πρότερος οἶνος διὰ τὸ «Ὁ νόμος καὶ οἱ προφῆται μέχρι Ἰωάννου, τὸ καλοῦ οἴνου εὐπορηκέναι ἡμᾶς, οἷς συνανάκειται Ἰησοῦς. καὶ αὕτη γε ἀρχὴ τῶν σημείων ἐστὶν αὐτοῦ ἐν τῇ κλήσει τοῦ ἀπὸ τῶν ἐθνῶν λαοῦ· ἐπεὶ καὶ γέγραπται· «Ταύτην τὴν ἀρχὴν τῶν ση «μείων ἐποίησεν ὁ Ἰησοῦς». τὸ δὲ ἑξῆς τούτῳ τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ, οἶκον ἐμπορίου γενόμενον, ἀποκαταστῆσαι εἰς τὸ πάλιν γε νέσθαι οἶκον τοῦ πατρὸς αὐτοῦ. καὶ τί με δεῖ λέγειν ὅσα πεποίηκεν ἔργα καλὰ ἐκ τοῦ πατρὸς αὐτοῦ; 75 Ἵνα μὴ ἐκφανῆ σφόδρα τὴν θεότητα καταστήσῃ, συνὼν ἐπὶ πλέον τοῖς κατέχειν ἐπειγομένοις καὶ μὴ κατεχόμενος, καὶ τῆς ἀνθρωπίνης τάξεως παραχαράξει τὸν ῥυθμόν. πρόσχες δὲ εἰ δύναταί τινα λόγον ἔχειν τὸ μὴ ἁπλῶς γεγράφθαι τὸ «Ἀπῆλθεν εἰς τὸν Ἰορδάνην», ἀλλ' ἐπέκεινα καὶ «πέραν» αὐτοῦ. ὥσπερ καὶ οἱ διὰ Μωσέως κληροδοτού μενοι τὴν γῆν, ἥττους ὄντες τῶν διὰ τοῦ Ἰησοῦ κληροδοτουμένων, ἐν τῷ πέραν τοῦ Ἰορδάνου ἐκληρώθησαν· ἔνθα βωμὸν μέν, σύμβο λον τοῦ ἐν τῇ ἁγίᾳ γῇ θυσιαστηρίου, κατεσκεύασαν, θυσίαν δὲ ἢ ὁλοκαυτώματα ἐπ' αὐτοῦ οὐκ ἀνέφερον. ἀλλ' ἤδη τροπικώτερον ἀκούομεν τοῦ· «Ἀπῆλθεν πέραν τοῦ Ἰορδάνου εἰς τὸν τόπον ὅπου ἦν «ὁ Ἰωάννης τὸ πρότερον βαπτίζων». καὶ ὁ τοῦ Ναυῆ μέντοιγε Ἰησοῦς ἀπὸ τοῦ πέραν τοῦ Ἰορδάνου μετὰ τεραστίων δυνάμεων διαβιβάζει τὸν λαόν. ἀλλὰ καὶ Ἡλίας μέλλων ἀναλαμβάνεσθαι ὡς εἰς τὸν οὐρα νὸν ἅρματι πυρὸς καὶ ἵπποις πυρὸς ἀπὸ τοῦ πέραν τοῦ Ἰορδάνου τῇ μηλωτῇ διασχίσας τὸ ῥεῦμα τοῦ ποταμοῦ διέρχεται. 76 Ἐζήτουν πάλιν αὐτὸν πιάσαι· καὶ ἐξῆλθεν ἐκ τῆς χει ρὸς αὐτῶν. Κατὰ δὲ ἀναγωγὴν εἰσί τινες βουλόμενοι θηρεῦσαι τὸν κατὰ Χριστιανισμὸν λόγον ἐπὶ τὸ ἀνατρέψαι καὶ ἀνελεῖν αὐτόν· οὗτοι νῦν λέγοιντ' ἂν ζητοῦντες πιάσαι τὸν Ἰησοῦν. ἀλλ' ἐπεὶ «Εἰς «κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία» καὶ «Δοκιμαζομένη ἡ ἐν τῷ λόγῳ δύναμις ἐλέγχει τοὺς ἄφρονας», διὰ τοῦτο ἐξέρχεται, ὅτε δοκεῖ τοῖς κρατοῦσιν εἶναι ἐν τῇ χειρὶ αὐτῶν ὁ τῆς ἀληθείας λόγος, καὶ ἔξω γίνεται τῆς χειρὸς αὐτῶν, οὐ δυναμένων αὐτὸν κατασχεῖν. διόπερ ὅτε καὶ δοκοῦσιν ἀνατρέπειν οὐ τὸ ἀληθὲς ἀνατρέπουσιν, οὐ γὰρ συνίασιν αὐτοί. ἐξελθὼν δὲ ἐκ τῆς χειρὸς αὐτῶν ἔρχεται παρὰ τῷ ποταμῷ Ἰορδάνῃ, ὃς ἑρμηνεύεται «κατάβασις», ἔνθα οἱ οὐρανοὶ ἀνοιγόμενοι μαρτυροῦσι τῷ λόγῳ ὅτι «Οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ, «εἰς ὃν εὐδόκησεν ὁ πατήρ». κἂν πέραν δέ τις τυγχάνῃ τοῦ ποταμοῦ, ἀλλ' ἐγγίσας αὐτῷ εὑρήσει τὸν Ἰησοῦν τὸ βέλτιον Ἰωάννου βαπτίζοντα. Ἰωάννης μὲν γὰρ τὸ αἰσθητὸν πρῶτον ἐβάπτισεν βάπτισμα, Ἰησοῦς δὲ τὸ νοητόν, εἴ γε ἐν πνεύματι ἁγίῳ ἐβάπτιζεν καὶ πυρί, μᾶλλον τοῦ ὀφθέντος ἐπὶ τῆς βάτου πυρὸς μὴ κατακαίοντι. πρόσχες δὲ ἐπιμελῶς τῷ «Ὅπου ἦν Ἰωάννης τὸ πρῶτον βαπτίζων» ἀναμφιβόλως εἰρημένῳ καὶ ἀμφότερα ἰδὼν τὰ σημαινόμενα ἀπὸ τῆς λέξεως κρῖνον ὁπότερον χρὴ αὐτῶν παραδέξασθαι· πρῶτον ἐβάπτιζεν Ἰωάννης πέραν τοῦ Ἰορδάνου· δεύτερον δὲ ἐν Αἰνών, ἐγγὺς τοῦ Σαλήμ. ἀπῆλθεν οὖν ὁ Ἰησοῦς πέραν τοῦ Ἰορδάνου ἔνθα πρότερον ἐβάπτισεν Ἰωάννης τοῦ βαπτίσματος οὗ ἐβάπτιζεν ἐν Αἰνών· ἢ καὶ οὕτως· τὸ μὲν πρῶτον βάπτισμα Ἰωάννης ἐβάπτισε πέραν τοῦ Ἰορδάνου, τὸ δὲ δεύτερον Ἰησοῦς ὁ χριστὸς ἐβάπτισεν ὅπου τὸ πρῶτον βάπτισμα δοὺς Ἰωάννης ἐβάπτισε. δοκεῖ δέ μοι τὸ δεύτερον ἔχειν λόγον μᾶλλον παρὰ τὸ πρότερον. εἴποι δ' ἄν τις καὶ περὶ τῆς προτέρας τοιαῦτα· τὸ πρῶτον βάπτισμα πέραν τοῦ Ἰορδάνου δίδωσιν Ἰωάννης, ὃ ἑρμηνεύεται «κατάβασις», τὸ δὲ δεύτερον ἐν Αἰνών, ἐγγὺς τοῦ Σαλήμ. Αἰνὼν δὲ ἑρμηνεύεται «Ὀφθαλμὸς βασάνου» καὶ Σαλὴμ «Αὐτὸς ὁ ἀναβαίνων». ἤδη οὖν διορατικώτεροι εἰσὶν οἱ τὸ δεύτερον λαμβάνοντες λύτρον, καὶ ἀπὸ πολλῆς βασάνου καὶ πόνου κτησάμενοι τὸν τῆς ψυχῆς ὀφθαλμόν. καὶ ἔπρεπέ γε τὸ πρῶτον εἶναι βάπτισμα παρὰ καταβάσει, τὸ δὲ δεύτερον παρὰ ἀναβαίνοντι. 77 Τὸ ὄνομα τοῦ Λαζάρου δὶς ἐν τοῖς εὐαγγελίοις εὕρομεν· πρό τερον μὲν ἐν τῷ κατὰ Λουκᾶν ἐν τῇ παραβολῇ τοῦ πλουσίου καὶ τοῦ καλουμένου Λαζάρου, ὅτε καὶ ἀπέθανε καὶ εἰς τὸν κόλπον τοῦ Ἀβραὰμ ἀπῆλθεν· δεύτερον δὲ κατὰ τὴν ἐκκειμένην λέξιν. πότερον δὲ ὁμωνυμία ἐστὶ δύο ὄντων Λαζάρων, ἢ ἐκεῖνός ἐστιν οὗτος; φήσει γὰρ ὁ βουλόμενος περὶ ἑνὸς λέγειν ἀμφοτέρους τοὺς εὐαγγελιστὰς ὅτι ἐν ταῖς τρισὶ ταῖς μεταξύ (τεταρταῖος γὰρ ἀνέστη Λάζαρος), ἀπενεχθεὶς ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον τοῦ Ἀβραὰμ ἀνεπαύ σατο. καὶ διὰ τὰ ὑπὸ τοῦ πλουσίου εἰρημένα ἐν τῷ «Ἐρωτῶ οὖν «σέ, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου, ἵνα «μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου» ὑπὸ μὲν τοῦ Ἀβραὰμ οὐκ ἀπεστάλη, εἰπόντος· «Ἔχουσι Μωσέα καὶ τοὺς «προφήτας»· ὁ δὲ σωτὴρ καὶ κύριος ἡμῶν ἀνέστησεν αὐτόν, τάχα κατὰ τὸ σιωπώμενον ἀπαγγελοῦντα περὶ ὧν ἑώρακεν καὶ τὰ περὶ τὰς ψυχὰς οἰκονομούμενα. ἀλλὰ ταῦτα λῆρος· ὁ μὲν γὰρ παρὰ τῷ πλουσίῳ ἀπερίστατος ἦν καὶ ἀπερριμμένος ἐν τῷ πυλῶνι, ὁ δὲ εἶχε Μαρίαν καὶ Μάρθαν ἀδελφὰς εὐπόρους καὶ περιβοήτους παρὰ τοῖς Ἰουδαίοις, ὡς καὶ τὸν Ἰησοῦν ὑποδέχεσθαι. καὶ ἄκουσον τί φησιν αὐτὸς ὁ εὐαγγελιστὴς Ἰωάννης· «Ἦν δὲ Μαρία ἡ ἀλείψασα τὸν κύ» ριον μύρῳ». ἡ ἔχουσα μύρον καὶ ἀγαπωμένη ὑπὸ τοῦ Ἰησοῦ οὐκ ἠλέησε τὸν ἀδελφόν, ἐπιθυμοῦντα κορεσθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου; ἀλλ' οὐκ ἂν ἔχοι λόγον. ἀπὸ Βηθανίας δὲ ἦν, ὅπερ ἑρμηνεύεται «Οἶκος ὑπακοῆς». τάχα πᾶς ὁ ἀπὸ Βηθανίας ᾠκειωμένος ὑπακοῇ φίλος ἐστὶ τοῦ Ἰησοῦ. ἐπεὶ δὲ τρεπτή ἐστιν ἡ ἀνθρωπίνη φύσις, κἂν ἀσθενήσαι ποτὲ τοῦ Ἰησοῦ φίλος· ἀσθενήσαι δ' ἂν ὅτε μὴ πάρεστιν αὐτῷ ὁ Ἰησοῦς, καὶ οὐ μόνον ἀσθενήσαι ἀλλὰ καὶ ἀποθάνοι. 78 Ὅτι Μαρία ἡ αὐτή ἐστι καὶ παρὰ τῷ Λουκᾷ ἡ ἀλείψασα τὸν κύριον μύρῳ δῆλον. ἀλλ' ἐκεῖνος μὲν αὐτῆς ἀπεσιώπησεν τοὔνομα· Ἰωάννης δὲ καὶ τὸ ἐκείνῳ παραλειφθὲν ἀνεπλήρωσεν. τίς δ' ἂν μὴ παρατραπείη ἐκ τῆς τοιαύτης τοῦ Ἰησοῦ μαρτυρίας περὶ Μαρίας πρὸς τὸ μὴ ἀπογνοὺς ἑαυτὸν ἐπὶ τοῖς πρότερον ἥκειν καὶ παρα καθέζεσθαι τοῖς ποσὶ τοῦ Ἰησοῦ καὶ μαθητεύεσθαι αὐτῷ; καὶ γὰρ αὕτη, φησί, «γυνὴ ἦν ἐν τῇ πόλει ἁμαρτωλός», ἥτις «ἐπιγνοῦσα ὅτι «κατάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου «καὶ στᾶσα ὀπίσω παρὰ τοὺς πόδας κλαίουσα τοῖς δάκρυσιν ἤρξατο «βρέχειν τοὺς πόδας αὐτοῦ». εἴποι δ' ἄν τις τὴν μὲν Μαρίαν σύμ βολον εἶναι τῶν ἀπὸ ἐθνῶν, τὴν δὲ Μάρθαν τῶν ἐκ περιτομῆς, τὸν δὲ ἐκ νεκρῶν ἀνιστάμενον ἀδελφὸν αὐτῶν τῶν διά τινα ἁμαρτήματα εἰς ᾅδου καταβεβηκότων κατὰ τὸ «Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ «εἰς τὸν ᾅδην»· καὶ οὐκ ἀπιθάνως διὰ τὴν ἐν τῷ Μωϋσέως νόμῳ πολιτείαν φήσει εἰρῆσθαι τῇ Μάρθᾳ· «Μάρθα Μάρθα, περὶ πολλὰ «θορυβῇ καὶ περισπᾶσαι, ὀλίγων δέ ἐστι χρεία»· εἰς σωτηρίαν γὰρ οὐ τῶν πολλῶν κατὰ τὸ γράμμα τοῦ νόμου ἐντολῶν χρεία, ἀλλ' ὀλίγων, ἐν οἷς κρέμαται ὅλος ὁ νόμος καὶ οἱ προφῆται, τῶν περὶ ἀγάπης νενομοθετημένων. 79 Ὡς μὲν ἐν συμβόλῳ δηλούτω τὸν κατὰ τὴν ἱστορίαν θάνατον· ὡς δὲ πρὸς ἀναγωγὴν παριστάτω θάνατον ὃν ἔσθ' ὅτε ὑπνοῦσιν οἱ μὴ ὑπὸ θεοῦ τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς πεφωτισμένοι. οὐ πάντως δὲ οἱ μὴ πεφωτισμένοι κοιμῶνται εἰς θάνατον, ἀλλὰ τῶν ἐνδεχομένων ἐστί** καὶ διὰ τοῦτό φησιν ὁ ψαλμῳδός· «Φώτισον τοὺς «ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον». καὶ πρόσεχε ἐπι μελῶς τῷ «Μήποτε». εἶπε τοίνυν τοῖς μαθηταῖς παρρησίᾳ, τὸ πρῶτον γὰρ ἐν παροιμίαις εἴρηκεν· «Λάζαρος κεκοίμηται», «Καὶ χαίρω δι' «ὑμᾶς ὅτι οὐκ ἤμην ἐκεῖ»· εἰ γὰρ ἦν ἐκεῖ οὐκ ἂν τεθνήκει Λάζαρος· ἀδύνατον γὰρ ἀποθανεῖν τινα παρόντος Ἰησοῦ. ἵνα δὲ ἀναστῇ ἐκ νεκρῶν ὁ ἀποθανών, ἐλθεῖν δεῖ τὸν Ἰησοῦν πρὸς τὸν ἀποθανόντα. δι' ὑμᾶς μέν, φησί, χαίρω, πιστεύοντας ἐκ τοῦ μαθεῖν, ὅτι ἀπέθανεν ἐκεῖνος οὐκ ὄντος μου παρ' αὐτῷ, καὶ ἵνα βεβαιωθῆτε ἐν τῇ πίστει. αὐτὸς μὲν οὖν μόνος ἐξυπνίζει τὸν Λάζαρον, τῶν δὲ μαθητῶν ἔργον ἦν τεθνηκότα δεδεμένον τὰς χεῖρας καὶ τοὺς πόδας κειρίαις, καὶ τῆς ὄψεως αὐτοῦ σουδαρίῳ περιδεδεμένης, λῦσαι αὐτὸν δεσμοῖς νεκρῶν δεδεμένον καὶ ἀφιέναι αὐτὸν ὑπάγειν κατὰ τὴν τοῦ Ἰησοῦ κέλευσιν· φησὶ δὲ ὁ Θωμᾶς· «Ἄγωμεν ἵνα συναποθάνωμεν αὐτῷ». ἀναγνοὺς ὁ Θωμᾶς τὰς περὶ τοῦ σωτῆρος προφητείας· εἰκὸς δὲ ὅτι καὶ ἠκηκόει λείπεσθαι οἰκονομίαν τῷ υἱῷ τοῦ θεοῦ τὴν περὶ ψυχῶν, ἣν ἔμελλε ποιεῖν καταβὰς εἰς τὸ χωρίον αὐτῶν ἵνα τοῖς ἐν φυλακῇ πνεύμασι κηρύξῃ, πορευθεὶς πρὸς αὐτά, ἀπειθήσασί ποτε. ἀκούσας ὅτι «Πορεύομαι ἵνα ἐξυπνίσω αὐτὸν» ᾤετο οὐκ ἄλλως ἂν ἐξυπνισθή σεσθαι καὶ ἐκ νεκρῶν ἀναστήσεσθαι τὸν Λάζαρον ἢ τοῦ Ἰησοῦ κατα βάντος εἰς τὸ τῶν ψυχῶν χωρίον. τὰ δὲ καὶ τοῦ σωτῆρος εἰπόντος· «Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ, ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' «ἐμοῦ» καὶ τὰ ὅμοια, εἶτα ὡς γνήσιος αὐτοῦ μαθητής, κρίνας αὐτῷ ἀκολουθεῖν ὅποι ποτ' ἂν ἀπίῃ, ἐβούλετο αὐτῷ καὶ τοὺς λοιποὺς μαθητὰς χάριτι τοῦ Ἰησοῦ συναποθέσθαι τὸ σῶμα. μήποτε δὲ καὶ τοῦτο ἠπίστατο, ὅτι οὐκ ἄλλως ἔσται συζῆσαι τῷ Ἰησοῦ μὴ συν αποθανόντα αὐτῷ, καθὰ καὶ Παῦλος δοκεῖ. οἱ δὲ μὴ βουλόμενοι διὰ τοῦτο αὐτὸν λέγειν φήσουσιν ὅτι ὑποπτεύων τὸν ἐσόμενον φθόνον τῶν Ἰουδαίων ἐκ τοῦ ἀναστῆναι τὸν Λάζαρον καὶ τὸν ἑπόμενον κίνδυνον τοῦτο αὐτὸν εἰρηκέναι. Ἐλθὼν οὖν ὁ Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας ἡμέρας ἔχοντα. ὁ τέταρτος ἀριθμὸς ὑλικός τις καὶ σωμα τικὸς ὢν κακωτικός ἐστιν, ἐπεὶ τὰ γενικὰ σώματα τέσσαρά ἐστιν· ὅθεν οἱ δουλούμενοι καὶ οἱ κακούμενοι τέσσαρσιν ἑκατοντάσιν ἐτῶν πάσχουσι κατὰ τὸ εἰρημένον· «Κακώσουσιν αὐτοὺς καὶ ταπεινώ «σουσιν αὐτοὺς ἔτη τετρακόσια». τάχα δὲ κατὰ τοῦτο εἰς καθαίρεσιν τῶν τῇ φύσει τοῦ σώματος ἀκολουθησάντων ἁμαρτημάτων τεσσαρά κοντα νηστεύει Μωσῆς ἡμέρας, ὁμοίας δὲ καὶ Ἡλίας, καὶ ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων ὁ σωτήρ. καὶ νῦν οὖν ἐλθὼν ὁ Ἰησοῦς εὗρε τὸν Λάζαρον τέσσαρας ἤδη ἡμέρας ἔχοντα ἐν τῷ μνημείῳ, ὅπερ ἐστὶ νεκρῶν οἰκητήριον· ἁμαρτωλοῖς γὰρ οἱ τάφοι οἰκίαι εἰσίν, ὅθεν καὶ οἱ δαιμονιζόμενοι ὡς ἐπὶ οἰκεῖον τόπον εἰς τὰ μνημεῖα καταφεύγουσιν· οἵτινες ὅσον μὲν ἔνδον εἰσίν, οὐδεὶς ἰσχύει διὰ τῆς ὁδοῦ ἐκείνης ἀπελθεῖν, ὅταν δὲ ἐξέλθωσι τὴν γυμνότητα ἀποτιθέ μενοι, ἱματισμῷ κοσμοῦνται καὶ σωφρονοῦσι, καὶ τοῖς ποσὶ τοῦ Ἰησοῦ παρακαθέζονται. ὁ δὲ Ἰησοῦς ἐν καινῷ τίθεται μνημείῳ καὶ καθαρᾷ εἰλίσσεται σινδόνι, καὶ οὐ φθάνει ἐπὶ τῶν τεσσάρων ἡμερῶν ὢν ἐν νεκροῖς. διὸ καὶ «ἐν νεκροῖς ἐλεύθερος» ἦν, καὶ ἐν ἐλευθέρῳ καὶ ἁγίῳ ἀριθμῷ τῷ τρία ἐγείρεται. ἐν ᾧ καὶ ἁγιάζει ἡμᾶς τῷ λουτρῷ τοῦ ὕδατος, εἰπὼν δεῖν βαπτίζεσθαι ἡμᾶς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος. ινξ. Ἡ βραδυτὴς τοῦ ἀρθῆναι τὸν ἐπικείμενον.. εχπλ. ἦραν τὸν λίθον. 80 Βηθανία ἑρμηνεύεται «Οἶκος ὑπακοῆς», Ἱερουσαλὴμ δὲ «Ὅρασις εἰρήνης». γειτνιᾷ τοίνυν ἐν μέσῳ σταδίων ιεʹ, ὅσοι καὶ τοῦ ναοῦ ἀναβαθμοί. διαιρεῖται δὲ ὁ ιεʹ ἀριθμὸς εἰς τὸν ζʹ τοῦ σαββάτου καὶ τὸν ηʹ τῆς περιτομῆς, οἷς μόνοις μερίδα διδόναι ὁ Ἐκκλησιαστὴς παραινεῖ· «Δὸς μερίδα, λέγων, τοῖς ἑπτὰ καί γε τοῖς ὀκτώ». εἴπερ δὲ σύμβολόν ἐστι Μαρία μὲν τοῦ θεωρητικοῦ βίου, Μάρθα δὲ τοῦ πρακτικοῦ, Λάζαρος δὲ τοῦ μετὰ τὴν πίστιν ἐν ἁμαρτίαις γενομένου, εἰκότως Μαρία καὶ Μάρθα πενθοῦσι τὸν Λάζαρον, καὶ πενθοῦσαι δέονται τῆς περὶ τοῦ ἀδελφοῦ παραμυθίας, ἣν βούλονται μὲν προσ άγειν αὐταῖς Ἰουδαῖοι. πρὸ τοῦ πληρώματος τοῦ χρόνου λόγοι, ἀπογινώσκουσι τοῦ δύνασθαι παῦσαι τοῦ ἐπὶ τῷ νεκρῷ κλαυθμοῦ τὴν ἀδελφὴν τοῦ τεθνεῶτος. δοκεῖ δὲ ἡ Μάρθα νῦν σπουδαιοτέρα εἶναι τῆς Μαρίας, εἴ γε Μάρθα μὲν ἔδραμε πρὸς τὸν Ἰησοῦν, Μαρία δὲ οἴκοι ἔμενε καθεζομένη. εἰσὶ δέ τινες, ὡς ἑκατόνταρχος, μὴ ὄντες ἱκανοὶ τὸν Ἰησοῦν ὑποδέξασθαι, ἕτεροι δὲ ἄξιοι, ὡς ὁ ἀρχι συνάγωγος· ὅθεν Μάρθα ὡς ὑποδεεστέρα ἔδραμε πρὸς τὸν Ἰησοῦν, ἡ δὲ Μαρία ἀναμένει οἴκοι αὐτὸν ὑποδέξασθαι, ὡς χωρητικὴ τῆς αὐτοῦ ἐπιδημίας. καὶ οὐκ ἂν ἐξῆλθε τοῦ ἑαυτῆς οἴκου, εἰ μὴ ἤκουσε τῆς ἀδελφῆς λεγούσης· «Ὁ διδάσκαλος πάρεστι καὶ φωνεῖ σε». καὶ ἐγερθεῖσα οὐχ ἁπλῶς ἠγέρθη ἀλλὰ ταχύ, καὶ πεσοῦσα πρὸς τοὺς πόδας τοῦ Ἰησοῦ εἶπεν ἃ εἶπεν, ἐκείνης μὴ προσπεσούσης. 81 Οὐκ ἀγνοῶν ὁ σωτὴρ πότερον πιστεύει ἡ Μάρθα τοῖς λεγομέ νοις ἢ μή, πυνθάνεται λέγων; «Πιστεύεις τοῦτο;» ἀλλ' ὑπὲρ τοῦ ἡμᾶς ἢ καὶ τοὺς τότε παρόντας μαθεῖν ἐκ τῆς ἀποκρίσεως αὐτῆς τὴν αὐτῆς διάθεσιν. ἄλλος δέ τις φήσει ὅτι οὐδὲ πυνθάνεται, ἀλλ' ἀποφαίνεται τὸ «Πιστεύεις τοῦτο;» εἶτα πληροῦσα ἡ Μάρθα τὴν ἀπόφασιν τοῦ σωτῆρος λέγει· «Ναὶ κύριε»· καὶ οἷον οὐ μόνον τοῦτο ὃ σὺ λέγεις πιστεύω, τὸ δὲ σὲ εἶναι τὸν χριστὸν οὐ μόνον ἄρτι πιστεύω, ἀλλὰ καὶ πεπίστευκα, καὶ ὅτι σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος, καὶ ἐπιδημῶν πᾶσι τοῖς πιστεύουσιν εἰς σέ. 82 Ζητήσαι δ' ἄν τις διὰ τί λέγει· «Εἰ ἦς ὧδε» ἐξετάζων τὰ τῆς ἀναγωγῆς, εἰ ἔστιν ὅπου οὔκ ἐστιν ὁ Ἰησοῦς; ὥσπερ ὅπου εἰσὶ δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ αὐτοῦ ὄνομα, ἐκεῖ ἐστὶν ἐν μέσῳ αὐτῶν· ἄλλων δὲ μέσος ἕστηκεν τῶν μὴ γινωσκόντων αὐτόν· οὕτως παρῆν τῇ Μαρίᾳ καὶ τῇ Μάρθᾳ. οὐχ οὕτω γὰρ προκεκόφεισαν ὡς γινώσκειν αὐτὸν παρόντα. 83 Τὸ δὲ «Ποῦ τεθείκατε αὐτόν;» μὴ θαυμάσῃς εἰ ὥσπερ ὑπὸ ἀγνοοῦντος λέγεται. ἀγνοεῖν γὰρ οὐ μόνον τὸν σωτῆρα ἀλλὰ καὶ τὸν πατέρα φησὶν ἡ γραφὴ κατὰ σημαινόμενον κατὰ τὸ «Εἴ τις ἐν «ὑμῖν πνευματικὸς ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν, ὅτι τοῦ θεοῦ ἐστίν· «εἰ δέ τις ἀγνοεῖ ἀγνοεῖται». ἐρωτᾷ· «Ποῦ τεθείκατε αὐτόν;» ὥς γε τοῖς μαθηταῖς ἐντέλλεται ἀφιέναι τοὺς νεκρούς. δακρύει δὲ ὁ Ἰησοῦς, ἐάν τις αὐτοῦ τῶν φίλων ἐν μνημείῳ γένηται. 84 Μακρὰν μὲν τυγχάνων τοῦ μνημείου ἐνεβριμήσατο τῷ πνεύματι. ὅτε δὲ ἐγγὺς γίνεται τῷ νεκρῷ, οὐκέτι ἐμβριμᾶται τῷ πνεύματι, ἀλλὰ συνέχει ἐν ἑαυτῷ τὴν ἐμβρίμησιν. διὸ λέγεται· «Ἐμβριμώμενος ἐν «ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον». πάλιν δὲ ἐπιτιμᾷ τῷ πάθει, ἵνα μάθωμεν ὅτι ἄνθρωπος γέγονεν ἀτρέπτως ὡς ἡμεῖς. «Ἦν δὲ σπή «λαιον καὶ λίθος ἐπέκειτο ἐπ' αὐτοῦ». ἐτέθη γὰρ οὐκ ἐν οἰκοδο μητῷ τινι μνημείῳ ἀλλ' ἐν λαξευτῷ. καὶ τάχα διὰ τοῦτο οὐαὶ τοῖς οἰκοδομοῦσι τάφους ἢ μνημεῖα. οἰκοδομεῖσθαι γὰρ δεῖ οἰκίας, καὶ ναόν, καὶ εἴ τι τοῖς ζῶσίν ἐστι χρήσιμον. εἶτά φησιν· «Ἄρατε τὸν λίθον»· ἐπεὶ τὸ σπήλαιον μνημεῖον ἦν, οὐχ ἥψατο αὐτὸς τοῦ λίθου, ἀλλ' ἑτέροις ἐπέτρεψεν ἆραι τοῖς ἐπιτηδείοις πρὸς τὸ ἔργον. τοῦ δὲ ἐπικειμένου τῷ στόματι τοῦ φρέατος ἐν τῇ Γενέσει καὶ ἐμ ποδίζοντος τὰ πρόβατα τοῦ πίνειν, ἀφ' ὧν ἔμελλε γενέσθαι τὰ ἐπί σημα καὶ ἡ μερὶς τοῦ Ἰακώβ, αὐτὸν ἔδει ἐπιλαβέσθαι τὸν Ἰακώβ, καὶ προσελθόντα τῷ λίθῳ ἀποκυλίσαι αὐτόν. καὶ ἔδει γε ἐπὶ μὲν τοῦ φρέατος αὐτὸν προσελθεῖν τὸν Ἰακώβ, ἔξω δὲ τοῦ σπηλαίου στῆναι τὸν Ἰησοῦν. 85 Οὐκ, εἴ τις προφητεύει, προφήτης· ἀλλ' εἴ τις προφήτης, οὗτος προφητεύει. Βαλαὰμ γὰρ μάντις ὢν προφητεύει. οὐ γάρ, εἴ τις ἰατρικόν τι ἐποίησεν, ἤδη καὶ ἰατρός· ἢ καὶ οἰκοδομικόν τι ποιήσας ἤδη καὶ οἰκοδόμος. καί τινες μὲν βούλονται μὴ ἀπὸ τοῦ ἁγίου πνεύ ματος τὸν Καιάφαν εἰρηκέναι διὰ τὸ λέγειν τὸν Δαυεὶδ ἁμαρτήσαντα· «Καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ», καὶ μὴ κατ οικεῖν αὐτὸ ἐν σώματι κατάχρεῳ ἁμαρτίᾳ, ἀλλ' ὑπὸ ἐνεργείας πονη ρῶν πνευμάτων. δύνασθαι γάρ φασιν ἔστιν ὅτε προλέγειν τοὺς δαί μονας ὡς ἐπὶ Παύλου τὸ πνεῦμα τοῦ πύθωνος, καὶ ἐπὶ τοῦ σωτῆρος τὸ «Ἔα, τί ἡμῖν καὶ σοί, υἱὲ τοῦ θεοῦ;» μανθάνομεν δὲ ὅτι οὐ πάντα λέγουσιν ἀφ' ἑαυτῶν οἱ ἄνθρωποι, ἀλλά τινα καὶ ἐνεργούμενοι ἢ ὑπὸ κρείττονός τινος δυνάμεως ἢ ὑπὸ χείρονος. πλὴν ὥσπερ τινὲς τῶν ἑτεροδόξων τὸν νοῦν τῆς γραφῆς παρεκδέχονται, οὕτως οἱ Φαρισαῖοι τὸ ὑπὸ Καιάφα ῥηθὲν πρὸς τὸν ἑαυτῶν ἐκλαμβάνουσι νοῦν. 86 Καὶ βουλομένου τοῦ λόγου ἐπιστρέφειν ἡμᾶς ἀπὸ τοῦ ἀλο γώτερον καὶ θερμότερον ἐπιπηδᾶν τοῖς κινδύνοις, μηδ' ἂν ὑπὲρ τῆς ἀληθείας ὦσιν, ἀλλὰ καταλαμβανομένους μὲν ἵστασθαι, μέλλοντας δὲ ἀναδύεσθαι, διὰ τὸ τῆς ἐκβάσεως ἄδηλον. πρὸς δὲ ἀναγωγὴν ῥητέον ὅτι〚 Ἰησοῦς πάλαι μὲν παρρησίᾳ τοῖς Ἰουδαίοις περιεπάτει διὰ τῶν προφητῶν, νῦν δὲ οὐκέτι. οὐ γάρ ἐστιν ἐν αὐτοῖς λόγος θεοῦ, ἀλλ' ἀπῆλθεν ἀπ' αὐτῶν εἰς τὴν ἔρημον, περὶ ἧς λέγεται ὅτι〛 «πολλὰ τὰ «τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα»· ἐγγὺς Ἐφραίμ, ἥτις ἑρμηνεύεται «καρποφορία»· ἀδελφὸς ὢν Μανασσῆ πρεσβυτέρου τοῦ «ἀπὸ λήθης», μετὰ γὰρ τὸν «ἀπὸ λήθης» λαὸν γεγέννηται ἡ ἐξ ἐθνῶν «καρποφορία». κἀκεῖ ἔμεινεν μετὰ τῶν μαθητῶν· πάρεστι γὰρ τῇ «καρποφορίᾳ». καὶ ἐπὶ τῇ γενέσει μὲν τοῦ Ἐφραὶμ εἴποι ἂν ὁ γεν νήσας αὐτὸν σιτομέτρης ἡμῶν κύριος, ὁ ταπεινώσας ἑαυτὸν καὶ γε νόμενος ὑπήκοος μέχρι θανάτου· «Ηὔξησέ με ὁ θεὸς ἐν γῇ τῆς τα «πεινώσεώς μου». 87 Ὁ ἑπόμενος αὐτῷ τῷ ἕπεσθαι αὐτῷ διακονεῖ αὐτῷ. ὁ δὲ διακο νῶν αὐτῷ διάκονος αὐτοῦ ἐστι· καὶ διὰ τοῦτο ὅπου ἔστιν ὁ λόγος, καὶ αὐτὸς ἔστιν. οὐ σωματικῶς δὲ καὶ τοπικῶς τὴν ἐπαγγελίαν νοητέον. εἰ δὲ ὡς ἐν σωματικοῖς τόποις ἔστι τις τόπος τοῦ αἰθέρος ἐν τοῖς καθαρωτάτοις καὶ λεπτότητι φωτὸς διαυγεστέροις, οὐκ ἂν ἁμάρτοι τις τῶν ἐν σώματι τοὺς διαφέροντας ἀπολαμβάνοντας κατὰ τὴν ἀξίαν ἐν τῇ ἀναστάσει σῶμα δόξης ὑπερεχούσης καὶ διαφερούσης ἐν ἐκείνοις γίνεσθαι τοῖς χωρίοις ὡς ἐπιτηδειοτάτοις πρὸς τὴν σχο λὴν τῶν θεωρημάτων τοῦ θεοῦ λόγου. καὶ τῇ μὲν ἐπινοίᾳ ἕτερόν ἐστι τὸ ὅπου ἔστιν ὁ θεὸς λόγος ἐκεῖ εἶναι τὸν διάκονον αὐτοῦ, τῷ δὲ πράγματι ταὐτόν ἐστι τῷ τιμᾶσθαι αὐτὸν ὑπὸ τοῦ πατρός. τῇ γὰρ τιμῇ τῇ ἀπὸ τοῦ πατρὸς τὸ τιμώμενον γίνεται ὅπου ὁ θεὸς λόγος. 88 Πᾶσαι αἱ τοῦ Σατανᾶ δυνάμεις ἅμα τοῦ αὐτῆς ἡγεμόνος κατὰ τὸν καιρὸν τοῦ σωτηρίου πάθους ἐπεστράτευσε τῷ σωτῆρι· ἃς ὁρῶσα ἡ τοῦ σωτῆρος ψυχὴ ἀνθρωπίνως ἐταράττετο, οὐ τὸν θάνατον δει λιῶσα, εἰ καὶ τοῦτο ἀνθρώπινον, ἀλλὰ τὸ μὴ ἡττηθῆναι. ἐνεδίδου γὰρ αὐτῇ ὁ χριστὸς καὶ πάσχειν ἔσθ' ὅτε τὰ ἴδια, καὶ ἐπείπερ ἔμελλε τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας αἰωνίου γίνεσθαι, διὰ τοῦτο περὶ τούτων ἐλυπεῖτο αὐτοῦ ἡ ψυχὴ καὶ ἐταράττετο, οὐχ ὡς ἄν τις νομίσειεν ὑπὸ τῆς ταραχῆς κατακρατούμενος ἀλλ' ἀκαριαίως· τοῦτο γὰρ σημαίνει τὸ νῦν· ἅμα γὰρ τῷ ἄρξασθαι καὶ ἐπαύσατο, καὶ ὡς ἔπος εἰπεῖν σημεῖον ἦν χρόνου. ὅρα δὲ μήποτε καὶ αὐτὸς πρὸς τὰς στρατευομένας κατ' αὐτοῦ δυνάμεις πονηρὰς ἀγῶνα εὔχεται γενέσθαι οὐκ ἐν παρατάσει χρόνου ἀλλ' ἐν τῷ νῦν, ὃ τῇ Ἰησοῦ ψυχῇ ἤρκει πρὸς τὸ νικηθῆναι πᾶσαν τὴν δύναμιν τοῦ πονηροῦ. 89 Τὸ ἐν τῷ σταυρῷ πάθημα αὐτοῦ κρίσις ἦν τοῦ κόσμου τούτου παντός, ἐπείπερ «εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ «εἴτε τὰ ἐπὶ γῆς εἴτε τὰ ἐν οὐρανοῖς», μετὰ θριαμβεύσεως ἐν τῷ ξύλῳ, ἃς ἀπεξεδύσατο ἀρχὰς καὶ ἐξουσίας, ἐκάθισεν ἐν τοῖς ἐπουρα νίοις, ἀποκαθιστὰς πάντα ἐπὶ τὸ ἑκάστῳ ἁρμόζον καὶ πρέπον τέλος. ἐπεὶ οὖν τὸ συνέχον τὴν περὶ ἑκάστου τῶν ὄντων κρίσιν ἡ ἐν τῷ σταυρῷ οἰκονομία ἦν, διὰ τοῦτο, ἐγγίσαντος τοῦ κατὰ τὸ ἐν αὐτῷ πάθος καιροῦ, εἶπεν τὸ «Νῦν ἡ κρίσις ἐστὶ τοῦ κόσμου τούτου». 90 Ἐπεὶ τὸ τοῦ σωτῆρος ἡμῶν πάθος ἐπὶ καθαρισμῷ τῶν προ εγνωσμένων ἐγίνετο ἐν οἷς ὁ κόσμος κρίνεσθαι ἔμελλε, διὰ τοῦτο λέ λεκται τὸ «Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου», ὡσανεὶ ἔλεγεν· Ἐνέστη καιρὸς ἀναδείξεως τῶν κρινούντων τὸν κόσμον· ἢ ἐπεὶ τῷ καιρῷ τοῦ σωτηρίου πάθους ἔμελλεν ὁ τύραννος καθαιρεθήσεσθαι, λέλεκται τὸ «Νῦν ὁ ἄρχων τοῦ κόσμου ἐκβληθήσεται» ἢ τάχα κατὰ τὸ ἐξώ τερον σκότος. Ἄγνοιαν δὲ αὐτῷ ἐλέγχουσι τὴν περὶ τοὺς προφήτας καὶ τὴν οὐκ ἀκριβῆ γνῶσιν τῶν γεγραμμένων ὑποδεικνύουσιν. τὸ μὲν γὰρ εἰς τὸν αἰῶνα μένειν τὸν χριστὸν ἀπὸ τῶν τοιούτων εἰλήφασι φω νῶν· τὸ δὲ τοῦ θανάτου μυστήριον μεταξὺ γινόμενον καὶ τὴν πρὸς ὀλίγον διάλυσιν τῆς ψυχῆς ἀπὸ τοῦ σώματος οὐ συνίεσαν οὐδὲ ἐξη κρίβουν. τὴν δὲ αἰτίαν αὐτοὺς ἔδει εἰδέναι ὅτι δύο προφητευομένων Χριστοῦ ἐπιδημιῶν, τὴν μὲν ἐνδοξοτέραν καὶ ἐπὶ συντελείᾳ ἐσομένην τοῦ αἰῶνος ὁ ὄχλος τῶν Ἰουδαίων ἤλπιζε, τὴν δὲ πρὸ αὐτῆς οὐ πάνυ τι συνίει. διὸ καταλείπεται ὁ οἶκος αὐτῶν. 91 Ἐπείπερ ὡς παντὶ τῷ ἔχοντι δοθήσεται καὶ περισσευθήσεται, οὕτως ἀπὸ τοῦ μὴ ἔχοντος καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ' αὐτοῦ· εἴ τίς [τε] λαβὼν τὴν μνᾶν δεσμεύσει αὐτὴν ἐν σουδαρίῳ, ἀκούσεται τὸ «Ἔτι μικρὸν τὸ φῶς ἐν ὑμῖν ἐστιν»· ὅσον γὰρ οὐδέπω λέξεται τὸ «Ἄρατε ἀπ' αὐτοῦ τὴν μνᾶν», ἐπείπερ «ὁ ἐν ὀλίγῳ ἄδικος καὶ «ἐν πολλῷ ἄδικός ἐστι». καὶ οὕτω δ' ἄν τις τὰ κατὰ τὸν τόπον διηγήσαιτο· ὥσπερ ἡ βασιλεία τοῦ θεοῦ παρὰ Ἰουδαίοις ἦν, οὕτω καὶ τὸ φῶς ἐν αὐτοῖς ἐτύγχανε· καὶ ὥσπερ διὰ τὸ μὴ ἀποδεδωκέναι αὐτοὺς τοὺς ἐπιβάλλοντας τῇ βασιλείᾳ τοῦ θεοῦ καρποὺς ἤκουσαν τὸ «Ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς», οὕτως ἐπείπερ ὄντος τοῦ φωτὸς ἐν αὐτοῖς οὐ περιεπάτησαν ὡς μὴ σκοτίαν αὐτοὺς λαβεῖν, διὰ τοῦτο μετὰ τὸν μικρὸν χρόνον τὸ ἐν αὐτοῖς φῶς ἀπ' αὐτῶν ἀφηρέθη καὶ ἐδόθη τῷ ποιοῦντι τοὺς καρποὺς τοῦ φωτὸς ἔθνει γενομένῳ ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ χρηματίζοντι φῶς τοῦ κόσμου, καὶ τοῦτο εἰληφότι ἀπὸ τοῦ φήσαντος· «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου». 92 Ὅτι γὰρ αὐτεξουσίους ἡμᾶς οἶδεν ἡ θεία γραφή, ψέγουσα μὲν ὡς παρ' ἑαυτοὺς ψεκτοὺς τοὺς ἁμαρτάνοντας, ἐπαινοῦσα δὲ ὡς παρὰ τὴν ἑαυτῶν αἰτίαν ἐπαινετοὺς τοὺς τηροῦντας τὴν θείαν ἐντολήν,〚 ἄκου σον τί φησιν ἐν τῷ Δευτερονομίῳ· «Καὶ νῦν, Ἰσραήλ, τί Κύριος ὁ «θεός σου αἰτεῖ παρά σου ἀλλ' ἢ φοβεῖσθαι Κύριον τὸν θεόν σου, «πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ ἀγαπᾶν αὐτὸν καὶ λα «τρεύειν Κυρίῳ τῷ θεῷ σου ἐξ ὅλης καρδίας σου καὶ ἐξ ὅλης τῆς «ψυχῆς σου, φυλάσσεσθαι τὰς ἐντολὰς τοῦ κυρίου καὶ τὰ δικαιώματα «αὐτοῦ, ὅσα ἐγώ σοι ἐντέλλομαι σήμερον, ἵνα εὖ ᾖ σοί;» ἐν δὲ τῷ Μιχαίᾳ· «Εἰ ἀναγγέλῃ σοι, ἄνθρωπε, τί καλόν; ἢ τί Κύριος ἐκζητεῖ «παρά σου ἀλλ' ἢ τὸ ποιεῖν κρίμα καὶ ἀγαπᾶν ἔλεος, καὶ ἕτοιμον «εἶναι τοῦ πορεύεσθαι μετὰ Κυρίου τοῦ θεοῦ σου;»〛 ὅσον οὖν ἐπὶ τούτοις δυνατόν ἐστιν ἕκαστον ἡμῶν γενέσθαι δίκαιον ἢ ἄδικον. νοήσεις οὖν τὸ «Ἐτύφλωσεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ ἐπώρωσεν «αὐτῶν τὰς καρδίας» ἀναφέρεσθαι ἐπὶ τὸν πονηρόν,〚 καθὰ προείρη ται, τυφλώσαντά τινων τοὺς ὀφθαλμοὺς καὶ πηρώσαντα αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ ἵνα μὴ νοήσωσι τῇ καρ δίᾳ, καὶ ἵνα μεταστραφῶσι καὶ ἰάσηται αὐτοὺς ὁ κύριος. οὐ γὰρ ὥσπερ εἴρηκεν· Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν,〛 οὕτω γέγραπται καὶ τὸ «Ἵνα μὴ στραφῶσι «καὶ ἰάσηται αὐτούς». ἄλλος οὖν ὁ τυφλῶν τοὺς ὀφθαλμοὺς καὶ πωρῶν τὴν καρδίαν, καὶ ἄλλος ὁ τοὺς ἐπιστρέφοντας ἰώμενος〚 καὶ τοὺς συντετριμμένους τὴν καρδίαν καὶ τοὺς τυφλούς. καὶ ὁ ἀπόστο λος δὲ ἐν τῇ πρὸς Κορινθίους δευτέρᾳ τοῦτό φησιν· «Εἰ δέ ἐστι «κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἐστὶν κεκαλυμμένον, ἐν «οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων, «εἰς τὸ μὴ διαυγάσαι τὸν φωτισμὸν τῆς δόξης τοῦ εὐαγγελίου τοῦ «χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ».〛 καὶ οὐ θαυμαστὸν εἰ ὑποβάλ λοντες ἑαυτοὺς δι' ὧν ἥμαρτον τῷ πονηρῷ τυφλοῦνται τοὺς ὀφθαλ μοὺς ὑπ' αὐτοῦ καὶ πωροῦνται κατὰ τὸ θέλημα αὐτοῦ τὴν ἑαυτῶν καρδίαν, πάντα ποιοῦντος ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ νοήσωσι τῇ καρδίᾳ καὶ στραφῶσιν. ἀλλὰ καὶ εἰς τὸ «Διὰ τοῦτο οὐκ ἠδύναντο «πιστεύειν» τοιαῦτα λεκτέον, ὅτι ὥσπερ ἐπὶ τοῦ ἀπὸ γενετῆς τυφλοῦ, ὃν ὕστερον ὁ σωτὴρ ἡμῶν ἰάσατο, εἴ τις ἔλεγεν ὅτι Οὐδὲ δύναται〚 βλέπειν διὰ τὸ τυφλὸν εἶναι, οὐ τοῦτο ἔλεγεν, ὅτι οὐ δυνατὸν〛 αὐτόν ποτε ἰδεῖν· δυνατὸν γὰρ ἦν, Ἰησοῦ τῷ ἀνοῖξαι τοὺς ὀφθαλμοὺς〚 τῶν τυφλῶν χαριζομένου τοῖς τυφλοῖς τὸ βλέπειν〛, τοὺς τέως μὴ δυνη θέντας βλέπειν ὕστερον ἰδεῖν, οὕτω τούς ποτε μὴ δυναμένους πι στεύειν〚 διὰ τὸ τετυφλῶσθαι αὐτῶν τοὺς ὀφθαλμοὺς ὑπὸ τοῦ πο νηροῦ〛 οὐκ ἀδύνατον ἦν πιστεῦσαι προσελθόντας τῷ Ἰησοῦ〚 καὶ εἰ πόντας· «Υἱὲ Δαβίδ, ἐλέησον ἡμᾶς» καὶ ἀξιώσαντας ἀναβλέψαι〛. περὶ δὲ τοῦ μὴ αὐταῖς λέξεσιν εἰρῆσθαι παρὰ τῷ προφήτῃ τὸ κείμενον ἐν τῷ εὐαγγελίῳ οὐ θαυμαστόν, πολλαχοῦ τοῦτο ποιησάντων τῶν διακονησαμένων τὰ τῆς καινῆς διαθήκης λόγια, ὡς καὶ ἐν ἄλλοις τετηρήκαμεν. πλὴν ἰσοδυναμεῖ τὰ τοῦ Ἡσαίου ῥητὰ τοῖς ἐγκειμένοις ἐν τῷ εὐαγγελίῳ. 93 Καὶ τοῦτο δὲ ἐν τῇ προκειμένῃ λέξει κατανοητέον, ὅτι δύο πράγματα λέγεται περὶ τοῦ σωτῆρος. πρότερον μὲν ὃ καὶ πρότερον γίνεται, πρότερον γὰρ τὸ πιστεύειν εἰς αὐτόν· δεύτερον δὲ ὃ καὶ δεύτερον ὁδῷ παραγίνεται· τοῦτο γάρ ἐστι τὸ ὑπὲρ τὸ πιστεύειν, ὅπερ ἐστὶ θεωρεῖν τὸν λόγον, καὶ ἐν τῷ θεωρεῖν τὸν λόγον θεωρεῖν τὸν πατέρα. φθάνει δὲ τὸ μὲν πιστεύειν καὶ ἐπὶ τὸ πλῆθος τῶν προσερχομένων τῇ θεοσεβείᾳ, τὸ δὲ θεωρεῖν τὸν λόγον καὶ ἐν αὐτῷ τὸν πατέρα κατανοεῖν οὐκέτι ἐπὶ πάντας τοὺς πιστεύοντας ἀλλ' ἐπὶ μόνους τοὺς καθαροὺς τῇ καρδίᾳ. οὕτως δὲ ἀκούω καὶ τοῦ «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα». οὐ γὰρ ὁ προσβάλλων τὴν ἐν τοῖς σωματικοῖς ὀφθαλμοῖς ὁρατικὴν δύναμιν τῷ τοῦ Ἰησοῦ [τῷ τε] σώματι ἑώρακε τὸν πατέρα καὶ θεὸν αὐτοῦ. οἶμαι δὲ ὅτι καὶ ἐδεῖτο χρόνου καὶ συνασκήσεως ἵν' οὕτως ἴδῃ τὸν Ἰησοῦν, καὶ ὁρῶν τὸν υἱὸν θεωρήσῃ καὶ τὸν πατέρα. διόπερ εἰπόντι τῷ Φι λίππῳ· «Δεῖξον ἡμῖν τὸν πατέρα καὶ ἀρκεῖ ἡμῖν» εἶπεν ὁ Ἰησοῦς· «Τοσούτῳ χρόνῳ μεθ' ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με; ὁ ἑωρακὼς «ἐμὲ ἑώρακε τὸν πατέρα». πρόσχες δὲ εἰ δύνασαι τῇ διαφορᾷ τοῦ πιστεύειν καὶ τοῦ θεωρεῖν ἐνιδὼν συνεῖναι καὶ τὴν αἰτίαν δι' ἣν οὔτε ὁμοίως τῷ «Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ ἀλλ' εἰς «τὸν πέμψαντά με» εἴρηται τὸ «Καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμ «ψαντά με» οὔτε παραπλησίως τῷ «Ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμ «ψαντά με» λέλεκται τὸ «Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ «ἀλλ' εἰς τὸν πέμψαντά με». πιστεύων μὲν γὰρ εἰς τὸν υἱὸν οὐκ εἰς τὸν υἱὸν ἀλλ' εἰς τὸν πατέρα τῶν ὅλων πιστεύει θεόν. θεωρῶν δέ τις τὸν λόγον καὶ τὴν σοφίαν καὶ τὴν ἀλήθειαν οὐχὶ θεωρεῖ ταύτην μόνην ἀλλὰ καὶ πατέρα. οἶμαι δὲ ὅτι εἰς παράστασιν τοῦ μέγα εἶναι τὸ δηλούμενον μυστήριον, πρῶτον μὲν ἐν τῷ πιστεύειν εἰς τὸν υἱόν, δεύτερον δὲ ἐν τῷ θεωρεῖν αὐτόν, λέλεκται πρὸ τοῦ «Ὁ πιστεύων εἰς ἐμὲ καὶ θεωρῶν ἐμέ» τὸ «Ἰησοῦς δὲ ἔκραξε καὶ «εἶπε»· μεγάλη γὰρ ἡ περὶ τούτων ἦν μυστικὴ φωνή. ὅτι δὲ δυνα τὸν πιστεύειν τῇ θεωρίᾳ καὶ μὴ θεωρεῖν αὐτῇ δῆλον ποιήσει ὁ εὐαγγελιστὴς λέγων· «Ἔλεγεν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας «αὐτῷ Ἰουδαίους· Ἐὰν μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, γνώσεσθε τὴν «ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς». πρόσχες γὰρ ἐπι μελῶς ὅτι τοῖς πεπιστευκόσι λέγει ὡς μηδέπω ἐπεγνωκόσι τὴν ἀλή θειαν ἀλλὰ μόνον αὐτῇ πεπιστευκόσι τὸ «Ἐὰν μείνητε ἐν τῷ λόγῳ «τῷ ἐμῷ, γνώσεσθε τὴν ἀλήθειαν». 94 Ἔλαμψε μὲν γὰρ τὸ φῶς τὸ ἀληθινὸν παραγεγονὼς ὁ τοῦ κόσ μου σωτήρ· οἳ δὲ οὐκ ἠθέλησαν ἐνατενίσαι πρὸς αὐτὸ οὐδὲ τῇ σε λασφόρῳ αἴγλῃ τῶν δογμάτων αὐτοῦ περιπατεῖν. διὸ ἀκολούθως αὐτοὺς κατέλαβεν ἡ σκοτία δίκην ἀπαιτοῦσα τῆς προκατασχούσης αὐτοὺς μοχθηρίας. καὶ τοῦτο λέγοιτ' ἂν τετυφλῶσθαι καὶ πεπω ρῶσθαι εἰκότως. καὶ ὥσπερ τῷ θελήσαντι περιπατεῖν ἐν τῷ φωτὶ ἕπεται καὶ τὸ εἰδέναι ποῦ ὑπάγει, οὕτως τῷ μὴ θελήσαντι περιπα τεῖν ἐν τῷ φωτὶ συνακολουθεῖ τὸ βαδίζοντα ἐν τῇ σκοτίᾳ εἶναι καὶ τυφλῶν καὶ πεπωρωμένων ὁδὸν ἀθλίως ἐξανύειν. προείρηται δὲ καὶ ὡς τῆς δεσποτικῆς καὶ σωτηρίου διδασκαλίας ἡ ἀστραπὴ τυφλοὺς καὶ πεπωρωμένους ἐστηλίτευσε· τοὺς Ἰουδαίους, καὶ τὴν πρὶν ἐνοῦσαν τοῖς ψυχικοῖς αὐτῶν ὄμμασι λύμην καὶ ἀβλεψίαν ἐμφανεστέραν τε καὶ κατάδηλον ἐποίησε μᾶλλον. ὥσπερ γὰρ ὁ αἰσθητὸς ἥλιος λαμ πρὰς ἐναφιεὶς τὰς ἀκτῖνας ἐλέγχει τοὺς νοσοῦντας τὰ ὄμματα, οὕτω καὶ ὁ νοητὸς ἥλιος τὸ φῶς τὸ ἄδυτον καὶ ἀνέσπερον ἐπιδημήσας τῷ κόσμῳ καὶ διὰ τῶν θεοπρεπῶν τε καὶ ὑπὲρ λόγον θαυμάτων ἐνα στράψας αὐτοῦ τῆς θεότητος τὴν αἴγλην ἐπὶ πλέον διήλεγξεν τῶν ἀγνωμόνων Ἰουδαίων τὸ προκατασχὸν αὐτῶν τὰ τῆς ψυχῆς ὄμματα σκότος καὶ τὴν ἀβλεψίαν. 95 Μετὰ ταῦτα ζητήσεις, διὰ τὸ ἐν συμπλοκῇ εἰρῆσθαι· «Τί εἴπω «καὶ τί λαλήσω;» πότερον διαφορὰν ἔχει τὸ εἰπεῖν καὶ τὸ λαλῆσαι ἢ ταὐτόν ἐστιν ἐκ παραλλήλου εἰρημένον. παραθήσεις οὖν τὰ ῥήματα ἐν οἷς ἀναγέγραπται τὸ «Εἶπε», καὶ συνεξετάσεις ἐκείνοις περὶ ὧν εἴρηται τὸ «Ἐλάλησα». εἰ δὲ συμβάλλεταί τι εἰς τὴν περὶ τούτων ἐξέτασιν τὸ δι' ὅλης τῆς κοσμοποιΐας οὐ λελαληκέναι μὲν θεόν, ἀνα γεγράφθαι δὲ περὶ αὐτοῦ τὸ «Εἶπε», καὶ αὐτὸς ἐπιστήσεις πρὸς τὸ ἐν τῷ Λευιτικῷ συνεχῶς εἰρημένον· «Καὶ ἐλάλησε κύριος πρὸς Μωϋ «σῆν λέγων». καὶ ὅρα εἰ δύνασαι ἐν μὲν τῷ εἰπεῖν τὸ προστακτικὸν ἀπὸ αὐθεντείας φάσκειν σημαίνεσθαι, ἐν δὲ τῷ «Ἐλάλησε» τὸ δι δασκαλικόν. «Καὶ οἶδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστι». περὶ οὗ ζητήσαι τις ἂν διὰ τί μὴ λέλεκται ὅτι ζωὴν αἰώνιον περιποιεῖ ἡ ἐντολὴ τοῦ θεοῦ, ἀλλ' ὅτι αὐτή ἐστι καθ' ὑπόστασιν ἡ αἰώνιος ζωή, ὡς καὶ τὸ γινώσκειν τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλεν Ἰησοῦν Χριστόν. ἔστιν οὖν ἡ αἰώνιος ζωὴ ἑκάτερον αὐτῶν. εἰ μέν τοι ἡ ἐντολὴ τοῦ θεοῦ ζωὴ αἰώνιός ἐστιν, ἐστὶ δὲ ἐν τῷ δικαίῳ ἡ ἐντολὴ τοῦ θεοῦ, τῷ ζῶντι μακαρίως δι' αὐτήν, αἱρετή ἐστιν ἡ ζωή. 96 ινξ. Ἄριστον μέν ἐστιν ἡ πρώτη καὶ πρὸ τῆς συντελείας εχπλ.: αὐτὸς αὐτοὺς νίψῃ. 97 ινξ. Οὐκ ἀπὸ Πέτρου δὲ ἤρξατο εχπλ. ἐμμένειν τῷ κακῶς κριθέντι. 98 ινξ. Παραπέφρασται τὸ ῥητὸν τῆς προφητείας εχπλ. ὅτι τοῦτο ποιεῖ ὁ λὰξ ἐντείνων τινί. 99 ινξ. Τοῦτο γὰρ τὸ ἐσόμενόν φησιν· εχπλ. καὶ διὰ τοῦτο τὴν περὶ ἐμοῦ γνῶσιν. 100 ινξ. Σημείωσαι τίνα τρόπον ἐν τοῖς ἐξεταζομένοις εχπλ. μετὰ δόλου ψεκτόν ἐστιν. 101 ινξ. Τὸ δοθὲν ψωμίον ὑπὸ τοῦ Ἰησοῦ εχπλιξ. εἰσῆλθεν εἰς αὐ τὸν ὁ σατανᾶς. 102 ινξ. Οὐ μόνον δὲ κατὰ τὸ ἁπλούστερον ἐξῆλθε εχπλιξ. Ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν. 103 ινξ. Γέγραπται· Οὐδεὶς ἔγνω τὸν υἱὸν εχπλιξ. ἐνοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφοῦνται.

Intertext edge

Open linked passage

Note