Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Fragmenta in evangelium Matthaei
OrigenesMatt 1 · pg-scrape-grcMore by Origenes
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/origenes" aria-label="More works by Origenes"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1
4 _2___̓ _Ε_ν_ _τ_ο_ύ_τ_ο_ι_ς___̓ _Η_λ_ί_α_ς_ _ο_ὐ_χ_ _ἡ_ _ψ_υ_χ_ὴ δοκεῖ μοι λέγεσθαι, ἵνα μὴ ἐμ πίπτω εἰς τὸ ἀλλότριον τῆς ἐκ κλησίας τοῦ θεοῦ περὶ τῆς μετ ενσωματώσεως δόγμα, οὔτε πα ραδιδόμενον ὑπὸ τῶν ἀποστόλων οὔτε ἐμφαινόμενόν που τῶν γρα φῶν· καὶ γὰρ ἐναντίον ἐστὶ τῷ «τὰ βλεπόμενα πρόσκαιρα» εἶναι καὶ συντέλειαν πείσεσθαι τὸν αἰ ῶνα τοῦτον, ἀλλὰ καὶ τῷ πληρω θῆναι «ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται» καὶ τὸ «παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τού του» καὶ τὸ «οἱ οὐρανοὶ ἀπολοῦν ται» μετὰ τῶν ἑξῆς αὐτῷ. Εἰ γὰρ (καθ' ὑπόθεσιν) δὶς δύναται γενέσθαι ἐν τῇ ἀπ' 5 ἀρχῆς μέχρι συντελείας τοῦ κόσ μου καταστάσει ἡ αὐτὴ ψυχὴ ἐν τῷ σώματι, δι' αἰτίαν ἣν ἂν γέ νοιτο ἐν αὐτῷ, ἡ (ἢ edd.) δι' ἁμαρ τίαν γενομένη δὶς ἐν σώματι διὰ τί οὐχὶ καὶ τρὶς καὶ πλεονάκις ἔσται ἐν αὐτῷ, τῶν διὰ τὸν βίον τοῦ τον καὶ τὰ ἡμαρτημένα ἐν αὐτῷ κολάσεων τούτῳ ἀποδοθησομέ νων μόνῳ τῷ τρόπῳ (κατὰ τὴν μετενσωμάτωσιν); ὅπερ ἐὰν ἐξ ἀκολουθίας δοθῇ, οὐκ ἔσται τάχα ὅτε ψυχὴ οὐ μετενσωματωθήσε ται. ἀεὶ γὰρ διὰ τὰ πρότερα ἁμαρ τήματα ἐπιδημήσει τῷ σώματι καὶ οὕτως οὐχ ἕξει χώραν ἡ τοῦ κόσμου φθορά, καθ' ἣν «ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται». Ἵνα δὲ (κατὰ τὴν ὑπόθεσιν ταύτην) δι δῶται τὸν πάντη ἀναμάρτητον μηκέτι ἥξειν εἰς τὸ διὰ γενέσεως σῶμα, διὰ πόσων χρόνων οἴει 6 μίαν εὑρήσεσθαι πάντη καθα ρεύσασαν ψυχὴν καὶ μὴ δεομένην μετενσωματώσεως; Ὅμως δὲ καὶ οὕτως μιᾶς τινος ἀεὶ ἐκ τοῦ ὡρισμένου τῶν ψυχῶν ἀριθμοῦ μεθισταμένης. καὶ μη κέτι εἰς σῶμα ἐρχομένης, ἐπι λείψει ποτὲ ὡς διά τινων ὡσπερεὶ ἀπείρων χρόνων ἡ γένεσις, καταν τήσαντος τοῦ κόσμου ἐπί τινα ἕνα ἢ δεύτερον ἢ ὀλίγῳ πλείους, μεθ' οὓς καὶ αὐτοὺς τηλειω θέντας ὁ κόσμος φθαρήσεται ἐπιλειπόντων τῶν εἰς σῶμα ἐρ χομένων. ὅπερ οὐκ ἀρέσκει τῇ γραφῇ· πλῆθος γὰρ οἶδεν ἁμαρ τωλῶν ἐν τῷ χρόνῳ τῆς τοῦ κόσμου φθορᾶς. ὅπερ ἐστὶ δῆλον συνεξεταζομένου τοῦ «πλὴν ἐλθὼν ὁ υἱὸς τοῦ ἀνθρώπου εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;» ὡς εὕρομεν παρὰ τῷ Ματθαίῳ 7 οὕτως εἰρημένον «ὥσπερ δὲ αἱ ἡμέραι τοῦ Νῶε, οὕτως ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώ που· ὡς γὰρ ἦσαν ἐν ταῖς ἡμέραις τοῦ κατακλυσμοῦ» καὶ τὰ ἑξῆς. Ἔσται δὲ τοῖς τότε ἡ τῶν ἁμαρ τημάτων εἴσπραξις οὐκ ἐν μετεν σωματώσει· εἰ γὰρ ἔτι ἁμαρ τάνοντες παραλαμβάνονται, ἤτοι ἄλλῳ τρόπῳ κολάσεως μετὰ τοῦ το κολασθήσονται (καὶ κατὰ τοῦτο ἤτοι δύο τρόποι κολάσεων ἔσονται γενικοί· ὁ μὲν ἐν μετεν σωματώσει, ὁ δὲ ἔξω τοῦ τοιού του σώματος. καὶ λεγέτωσαν τὰς τούτων αἰτίας καὶ διαφοράς), ἢ οὐ κολασθήσονται ὡς ἀθρόως ἀποβαλόντες τὰ ἁμαρτήματα οἱ ἐπὶ συντελείᾳ καταλειφθέντες, ἢ (ὅπερ βέλτιον) εἷς ἐστι τρόπος κολάσεως τοῖς ἡμαρτηκόσιν ἐν σώματι τὸ ἔξω αὐτοῦ τῆς κατα στάσεως τοῦ βίου τούτου τὸ κατ' ἀξίαν τῶν ἡμαρτημένων 8 παθεῖν. ἕκαστον δὲ τούτων τῷ ἐνορᾶν δυναμένῳ τοῖς πράγμα σιν ἀνατρεπτικόν ἐστι τῆς μετ ενσωματώσεως. εἰ δὲ ἀναγκαίως οἱ τὴν μετενσωμάτωσιν εἰσάγοντες Ἕλληνες (ὡς ἀκόλουθα αὐτοῖς τιθέντες) οὐδὲ φθείρεσθαι βού λονται τὸν κόσμον, ὥρα καὶ τού τους, ἀντιβλέψαντας ταῖς ἐκ φαινούσαις γραφαῖς φθαρήσεσθαι τὸν κόσμον, ἢ ἀπιστῆσαι αὐταῖς ἢ εὑρεσιλογεῖν περὶ διηγήσεως τῶν κατὰ τὴν συντέλειαν· ὅπερ κἂν βούλωνται ποιῆσαι οὐ δυνήσονται. 2

Intertext edge

Open linked passage

Note