Fragmenta in Jeremiam
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/origenes" aria-label="More works by Origenes">
—
⋯
Original / primary: Pg Scrape Grc
45.1
Τὸ κλινοῦσιν αὐτὸν καὶ τὰ σκεύη αὐτοῦ λεπτυ νοῦσι Σύμμαχος ἔφη· καὶ σειρώσουσιν αὐτὸν καὶ τὰ σκεύη αὐ τοῦ ἐκκενώσουσιν. ἐνέμεινε γὰρ τῇ τροπῇ τοῦ οἴνου, δηλῶν ὡς τῶν ἀγαθῶν κενωθήσεται. οὐκ ἀγαθὴ τοίνυν ἡ εὐθηνία τοῖς ἀλαζόσιν, ὡς οὐδὲ τῷ ἐν ᾅδῃ πλουσίῳ, δι' ἣν ἐκολάζετο. τὰ δὲ κεράσματα ὡς ἐπὶ οἴνου ῥηθέντα, Ἀκύλας ἐξέδωκεν κέρατα, ὅπερ ἀρχαῖον πο τηρίου ἐτύγχανεν εἶδος (κέρασι γὰρ ἔπινον), ὅθεν καὶ τὸ κεράσαι λέγειν παρέμεινεν. ἀγγεῖα μὲν οὖν αἱ πόλεις, τὰ δὲ ἔνδον ἄνθρω ποί τε καὶ πλοῦτος· ὡς τοὺς μὲν ἀπήγαγον, τὰς δὲ ἐνέπρησαν. καταισχύνει δὲ τὰς ἐπὶ δαίμοσιν ἐλπίδας ἡ συμφορά· «ἡ δὲ» ἐπὶ θεὸν «ἐλπὶς οὐ καταισχύνει». ἐν δὲ τῇ Βαιθὴλ ἔστησε τὰς δαμάλεις ὁ Ἱεροβοὰμ ἐν τῇ Σαμαρείᾳ. οὐχ ὁ λέγων δὲ ἰσχυρὸς εἶναι σῴ ζεται. «οὐ» γὰρ «σῴζεται βασιλεὺς διὰ πολλὴν δύναμιν». ἡμέρα δὲ Μωὰβ τῆς κολάσεως ὁ καιρός, πονηρία δὲ τὰ καταληψόμενα τοῦτον ἐπίπονα. ἀξιοῖ δὲ τοὺς κύκλῳ πάντας ἐπεμβαίνειν αὐτῷ· τοῦτο γὰρ τὸ κινήσατε, δηλονότι πρὸς αἰσχύνην καὶ λύπην, «ὑπερη φάνοις γὰρ ὁ θεὸς ἀντιτάσσεται». 46 Ἐπιχείριον ἢ τὸ σκῆπτρον παρίστησιν ἢ τοὺς ὑπὸ τὴν ἀρχὴν ἢ τοὺς μισθωτούς· ἐπίχειρα γὰρ ὁ μισθός. 47 Ἐπικροτήσει ταῖς χερσίν, αἷς ἐπιχαίρων τῷ Ἰσραὴλ καὶ κατὰ θεοῦ θρασυνόμενος ἐπεκρότει. οἱ δὲ «τοῖς ὀχυρώμασι πε ποιθότες» τῶν πόλεων, ταύτας ἀφέντες ἐν πέτραις ᾤκουν παρα κειμέναις ταῖς φάραγξιν, μιμούμενοι περιστερὰς κατὰ τὴν ἀσέλγειαν καὶ κατὰ τὴν ἄνοιαν. ἐμφωλεύουσι γὰρ ἔσθ' ὅτε τόποις, ἐξ ὧν οἱ βουλόμενοι ῥᾳδίως ἀφαιροῦνται τοὺς νεοττούς. ἀσελγὴς δὲ καὶ ὁ τελούμενος τῷ Βεελφεγὸρ καὶ ἄνους ὁ τοῖς ἀνωφελέσι καὶ ματαίοις εἰδώλοις προσκείμενος· ὁποῖος ἦν ὁ Μωάβ. «εἶπε» γὰρ «ἄφρων ἐν καρδίᾳ αὐτοῦ· οὐκ ἔστι θεός», ἢ καθόλου ἄθεος ὢν ἢ τὸν ὄντως ὄντα θεὸν μηδὲ εἶναι παντελῶς λογιζόμενος. 48 Ἡ Ἱερουσαλήμ, καθὰ πολλάκις εἴρηται, εἰς τὴν ἐκκλησίαν μεταλαμβάνεται, ἥτις ἐστὶ πόλις τοῦ θεοῦ οἰκοδομηθεῖσα ἐκ λίθων ζώντων, ἀφ' ἧς τις ἁμαρτάνων ἐκβάλλεται παραδιδόμενος Ναβουχο δονόσορ, τῷ σατανᾷ. λέγει γὰρ περὶ τοῦ πεπορνευκότος ὁ Παῦλος· «παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου»· καὶ ἐν τῇ πρὸς Τιμόθεον πρώτῃ περὶ τῶν βλασφήμων· «οὓς παρέδωκα τῷ σατανᾷ, ἵνα παι δευθῶσι μὴ βλασφημεῖν». ἴστω δὲ ὁ τῆς Ἱερουσαλὴμ ἐκβληθεὶς ὡς, ἐὰν μὴ ποιήσῃ χρόνον αὐτάρκη πράττων ἔξω τῆς ἐκκλησίας ἃ δεῖ, οὐκ ἐπάνεισιν ἐπὶ τὴν Ἱερουσαλήμ. ἐκβάλλεται δέ τις ἁμαρτά νων, κἂν μὴ ὑπὸ ἀνθρώπων ἐκβληθῇ. δεῖ δὲ αὐτὸν ἔξω γεγονότα μὴ ἀμελεῖν τοῦ οἰκοδομεῖν οἰκίαν καὶ φυτεύειν παραδείσους. ταῦτα γὰρ μὴ ποιῶν μηδὲ πληρώσας τὸν συμβολικὸν ἀριθμὸν «τῶν ἐτῶν τῶν ἑβδομήκοντα» σαββάτου καὶ ἀναπαύσεως ὄντα, οὐκ ἐπάνεισι κοινωνήσων τῇ ἐκκλησίᾳ, μένει δὲ καταδεδικασμένος ἔξω εἶναι τῆς Ἱερουσαλήμ. τί δέ ἐστι τὸ λαβεῖν γυναῖκας, ἐδή λωσεν ὁ περὶ τῆς σοφίας εἰπών· «ταύτην ἐζήτησα νύμφην ἀγαγέ σθαι ἐμαυτῷ, καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς». δεῖ δὲ ταύτης ἐρᾶν, ὥσπερ ἐν Παροιμίαις Σολομὼν εἰσηγήσατο φήσας· «ἐρά σθητι αὐτῆς, καὶ τηρήσει σε», καὶ «περιχαράκωσον αὐτήν, καὶ ὑψώσει σε». καὶ ἄλλας δὲ νόει παρὰ τὴν σοφίαν γυναῖκας τὰς λοιπὰς ἀρετάς. οὕτω γὰρ ἐξέσται πολλὰς γυναῖκας λαβεῖν· ἐξ ὧν δεῖ τεκνοποι εῖν, ἀπὸ σοφίας λόγον σοφίας ὡς ἂν καὶ ἄλλους οἰκοδομήσῃς, ἀπὸ σωφροσύνης ἔργα σωφροσύνης ἵνα σώφρονας ποιήσῃς βίῳ καὶ λόγῳ, ἀπὸ δικαιοσύνης ἔργα δικαιοσύνης ἐν κοινωνίᾳ καὶ συναλλάγμασιν. ἀλλὰ καὶ δικαίους διδάσκων τεκνοποιήσεις ἀπὸ δικαιοσύνης, υἱοὺς δὲ ποιήσας ἀπὸ τῶν υἱῶν καὶ θυγατέρας, υἱοὺς μὲν τὰ θεῖα νοήματα καὶ τὰ δόγματα, θυγατέρας δὲ τὰς πράξεις. 49 Ταραττομένης γὰρ Ἱερουσαλὴμ ἐπικειμένου τοῦ Βαβυλωνίου, οἷον εἰκὸς ἐπὶ προγνώσει κατέφευγον τὸ μέλλον εἰδέναι βουλόμενοι. ἀλλ' οἱ μὲν ψευδοπροφῆται ἐξ ἁγίου πνεύματος προλέγειν διϊσχυ ρίζοντο· τῶν δὲ ἄλλων οἱ μὲν μαντείας, οἱ δὲ πάλιν ἐνύπνια προὔφερον. διὰ τοῦτο δεῖ καθόλου πάσης ἀσεβοῦς προγνώσεως μὴ ἀνέχεσθαι· εἰ γὰρ ἀστέρες τυχὸν ἐνεργοῦσι, μάτην εὐχόμεθα. διό φησιν· «εἴπωσιν οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ, τί βουλεύεται κύριος περὶ σοῦ», καὶ «οὐκ ἔσται οἰωνισμὸς ἐν Ἰακώβ, οὐδὲ μαντεία ἐν Ἰσραήλ». γενοῦ τοίνυν ἄξιος θείας προγνώσεως. ἐπάγει γὰρ μετὰ τὸ «οὐκ ἔσται μαντεία ἐν Ἰσραήλ»· «κατὰ καιρὸν ῥηθήσεται τῷ Ἰακὼβ καὶ τῷ Ἰσραὴλ τί ἐπιτελέσει ὁ θεός». 50 Τοιαῦτα πείσεται πᾶς τοιαῦτα πράσσων πρεσβύτερος ὑπὸ βασιλέως Βαβυλῶνος. εἰ γὰρ ὁ ἀναξίως [τις] μεταλαμβάνων εὐ χαριστίας εἰς κρίμα λήψεται, πόσῳ μᾶλλον ὁ καθεζόμενος ἐν πρεσβυ τερίῳ συνειδότι μεμιασμένος καὶ τὸ Χριστοῦ μολύνων συνέδριον; τίς γὰρ αὐτῷ συγκαθήμενος εὐλαβὴς λέγειν τολμήσει τὸ «οὐκ ἐκά θισα μετὰ συνεδρίου ματαιότητος» καὶ τὰ ἐπὶ τούτοις; 51 Εἴποις δ' ἂν ὅτι καὶ τὴν ἰδίαν ἐπιδείκνυσιν ἀγαθότητα, δι' ἣν καὶ τὴν ἀποτομίαν ἐπάγει τοῖς αὐτῆς ἐν χρείᾳ τυγχάνουσιν. διὸ μετὰ τὸ εἰς ἀλγεινὸν θεραπευθῆναι, οἰκοδομηθήσεταί φησιν ἡ πόλις ἐπὶ τὸ ὕψος αὐτῆς. ποῖον ὕψος; «οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη»· ὁποία ἐστὶν ἡ μηδὲν φρονοῦσα ταπεινὸν ἢ ἀνθρώπινον, ἡδονάς φησι καὶ πλοῦτον ἐν γῇ καὶ δοξά ρια. «συνηγέρθη γὰρ τῷ Χριστῷ καὶ τὰ ἄνω ζητεῖ». ταῦτά σου ποιοῦντος «οἰκοδομηθήσεται ἡ πόλις σου ἐπὶ τὸ ὕψος αὐτῆς». 52 Ὡς ἐπὶ σπανίου φησίν. Ἔθος δὲ τῇ γραφῇ μετὰ τὰ πικρὰ λέγειν φιλάνθρωπα πρὸς παραμυθίαν καὶ μετὰ τὰ χρηστὰ πάλιν πικρότερα, ἵνα μὴ «τοῦ πλού του τῆς χρηστότητος» τοῦ θεοῦ καταφρονήσαντες θησαυρίσωσιν ἑαυ τοῖς «ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς». διό φησιν· «ἐὰν ἔλθῃ ἡ ὀργή, οὐκ ἀποστήσεται, ἐὰν μὴ δράσειεν ἃ θέλῃ θεός». θέλει δὲ ὁ θεός, καὶ ὀργὴ γίνεται, ἵνα γένηται ἃ θέλει θεός. ἐὰν γάρ τις μὴ θέλῃ γενέ σθαι ἐν τῷ θελήματι τοῦ θεοῦ λόγου, ἀπολύεται ἐπ' αὐτὸν ἡ ὀργή. μὴ δεηθῶμεν οὖν παιδευούσης ὀργῆς ἢ θυμοῦ. 53 Οὐ γὰρ δι' ἐρήμου, καθάπερ πρόσθεν, ἀλλὰ διὰ τῆς νομί μου καὶ οἰκουμένης. καὶ τροπικῶς δὲ ἐν παρακλήσει, ὅτι «μα κάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται». 54 Νῆσοι μακρὰν αἱ κλυδωνιζόμεναι πρὸς τῶν τοῦ βίου κυ μάτων, αἳ μακράν εἰσιν ἀληθείας πρὶν ἐπὶ τὴν σωτηρίαν ἐλθεῖν. ἐλυτρώσατο δὲ τὸν Ἰακὼβ ὁ θεός· «ἀφῄρηται» γὰρ «ὁ ζυγὸς ὁ ἐπ' αὐτῶν κείμενος, καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν», καθά φησιν Ἡσαΐας. δηλοῖ δὲ καὶ ὅτι αὐτὸς τῆς διαβολικῆς ἡμᾶς ἐξουσίας ἐρρύσατο. τί γὰρ ἂν ἐδυνάμεθα πρὸς τὸν εἰπόντα τά τε ἄλλα καὶ τὸ «τὴν οἰκουμένην ὅλην λήψομαι τῇ χειρὶ ὡς νοσσιάν»; πρὸς ὃν διὰ Χριστοῦ φαμεν· «ποῦ σου θάνατε τὸ νῖκος; ποῦ σου ᾅδη τὸ κέντρον»; 55 Τοῖς ἀξίοις μακαρισμοῦ κλαίουσι λεγέσθω τὸ διαλειπέτω ἡ φωνή σου ἀπὸ κλαυθμοῦ, τοῖς λέγουσιν ἐν ἁγίῳ πνεύματι· «ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν, καὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών». 56 Γέγραπται καὶ ἐν τῷ Βαρούχ· «τί ὅτι ἐν γῇ τῶν ἐχθρῶν εἶ; συνεμιάνθης τοῖς νεκροῖς». ὅταν μὲν γὰρ δίκαιοι ἐπιβαίνωσι, γῆ ἁγίων ἐστίν· ὅταν δὲ πολλοὶ ἁμαρτωλοὶ ὦσι, γῆ τῶν ἐχθρῶν. οὕτω δέ, φησίν, ἐπιστρέψουσιν ὡς εἶναι μόνιμον τοῖς σοῖς τέκνοις τὸ ἐπιστρέψαι ἀπὸ γῆς ἐχθρῶν, τοῖς ὑπὸ σοῦ ὠφεληθεῖσι καὶ σοῖς καρποῖς. καὶ ἐν Ἐξόδῳ δὲ γέγραπται ὅτι «εἰσήκουσεν ὁ θεὸς τοῦ λαοῦ, τοῦ στεναγμοῦ αὐτῶν ἀπὸ τῶν ἔργων»· ὅμοιον τῷ ἐνταῦθα κειμένῳ, ἀλλ' οὐ περὶ πάντων, ἀλλὰ περὶ Ἐφραῒμ ὀδυρο μένου. Ἐφραῒμ δὲ ἑρμηνεύεται Καρποφορία. 57 Φωνῆς κλαυθμοῦ μετανοούντων ἀκούει ὁ θεός. διὰ τί δὲ τὸν Ἐφραῒμ ὀδυρόμενον ἐφ' ἁμαρτήμασιν εἶπεν; τῶν Βασιλειῶν τοίνυν ἡ τρίτη δηλοῖ, ὡς πικρῶς αὐτῶν ἄρχοντος τοῦ Ῥοβοάμ, δέον αὐτοὺς καρτεροῦντας μὴ ἀποστῆναι, «οὐκ ἔστιν ἡμῖν μερὶς ἐν Δαβὶδ» ἀνεβόησαν, ὅτε Ἱεροβοὰμ τῶν ἀποστάντων ἡγήσατο, τῆς φυλῆς ὑπάρ χων Ἐφραΐμ, ὅστις δαμάλεις ποιήσας ἀπέστησεν ἀπὸ τῆς τοῦ θεοῦ λατρείας τὰς δέκα φυλάς. ἐφ' οἷς εἰκότως μετανοοῦντες ὠδύροντο καὶ τῇ ἁλώσει παιδευθέντες ἐβόων· ἐπαίδευσάς με, κύριε, καὶ ἐπαιδεύθην. οἷα γάρ τις μόσχος ἀποσκιρτήσας τοῦ βουκολίου, τῆς σῆς ἀπέστην νομῆς, καὶ δέομαι τῆς σῆς βοηθείας. σοῦ γὰρ μὴ δυναμοῦντος, ἀτονῶ πρὸς ἐπιστροφήν· δέον δέ με μετανοεῖν πρὶν ἁλῶ καὶ πειθαρχεῖν σου τοῖς προφήταις, μετὰ τὴν ἅλωσιν μετε νόησα. γνοὺς δὲ στενάζει· πῶς γὰρ ἄν τις ἀγνοῶν ὡς ἁμαρ τάνει στενάξειεν, ἄξια πράξας αἰσχύνης ἐν ἁμαρτήμασιν καὶ μά λιστα ταῖς ἀσελγείαις; τοσοῦτον δὲ μετενόησα, ὡς ἄλλοις ὑποδεῖξαί σε. μεγάλη τοῦ Ἐφραῒμ ἡ μετάνοια, ὥστε τὸν θεὸν ἀναλαβεῖν ἐκ στόματος αὐτοῦ τοὺς λόγους τῆς ἐξομολογήσεως, αὐτὸν δὲ ἀκοῦσαι φωνῆς τῆς λεγούσης· ἐκ νεότητός μου υἱὸς ἀγαπητὸς εἶ, Ἐφραΐμ. 58 Πάντας ἀνθρώπους εἶχε Ναβουχοδονόσορ τις Ἀσσύριος, ἀφ' οὗ Χριστὸς ἡμᾶς ἐλυτρώσατο. διὸ Ματθαῖος ἐξ Ἡσαΐου φησίν· «κηρύξαι αἰχμαλώτοις ἄφεσιν»· οὐ γὰρ καθ' ἱστορίαν αἰχμαλώτοις ἐκήρυξεν. αὐτὸς δὲ καὶ τὸ δίκαιον καὶ ἅγιον ὄρος· ἀψύχῳ γὰρ πῶς ἂν ἁρμόσειεν; εἰ δὲ ἐν αὐτῷ ἐσμεν κατὰ τὸ «καὶ ὑμεῖς ἐν ἐμοί», οἰκοδομήσωμεν ἐν τῷ δικαίῳ ὄρει. τοῦτο δὲ ποιεῖ τις ἐν Ἰουδαίᾳ γενόμενος, ὃ ἑρμηνεύεται Ἐξομολογουμένη, τῷ θεῷ ἐξομολογούμενος τὰς ἁμαρτίας καὶ εὐχαριστῶν· «λέγε» γὰρ «σὺ πρῶτος τὰς ἀνομίας σου, ἵνα δικαιωθῇς». εἰσὶ γάρ τινες πόλεις τοῦ θεοῦ καὶ οἰκοδομαὶ καὶ γεώργια αὐτοῦ· καὶ γὰρ ὁ Παῦλός φησι· «θεοῦ γεώργιον, θεοῦ οἰκοδομή ἐστε». ἐν ᾧ γὰρ οἰκοδομεῖται τὰ περὶ τοῦ θεοῦ μυστήρια καὶ ἄρρητα δόγματα, ἐν τούτῳ ναός ἐστι τοῦ θεοῦ καὶ τὰ ἅγια τῶν ἁγίων, καὶ ὅλης οὗτος τῆς Ἰουδαίας μητρόπολις. 59 Δοκεῖ τὸ οὐκ ἀποδοκιμῶ τὸν Ἰσραὴλ ἐναντίον εἶναι τῷ πρὸς αὐτοὺς λέγοντι· καὶ τὸ γένος Ἰσραὴλ παύσεται. μή ποτε τοίνυν τὸ μὲν περὶ τοῦ σαρκικοῦ λέλεκται, τὸ δὲ περὶ τοῦ πνευματικοῦ Ἰσραήλ. πλὴν ἡ οὐκ ἀπόφασις προσκειμένη τῷ ἀπο δοκιμῶ παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς οὐκ ἔστιν, ἀλλὰ παρὰ τοῖς Ἑβδομήκοντα. νοήσεις δὲ καὶ οὕτως, ὅτι νῦν μὲν ἀποδοκιμῶ, ἐὰν δὲ ὑψωθῇ οὐκ ἀποδοκιμῶ. 60 Ἐν φυλακῇ πάντες ἐσμέν, καὶ μάλιστα πειραζόμενοι. τότε κτᾶταί τις ἀγρόν, ἀλλ' οὐ τῆς φυλακῆς ἐξελθών· ἡ δὲ κτῆσις βουλήματι θεοῦ τοῖς καλῶς ἀγωνιζομένοις. ἀδελφοὶ δὲ Χελκίας ὁ τοῦ Ἱερεμίου πατὴρ καὶ Ἀναμεήλ, ἄμφω παῖδες ὄντες Σαλώμ. ἀδελφῶν γὰρ πρᾶγμα καὶ εἰρήνη καὶ μερὶς θεοῦ· Χελκίας γὰρ ἑρ μηνεύεται Μερὶς θεοῦ, Σαλὼμ δὲ Εἰρήνη. καρπὸς δὲ τῆς μερίδος τοῦ θεοῦ Μετεωρισμὸς θεοῦ· οὕτω γὰρ Ἱερεμίας ἑρμηνεύεται. καρ πὸς δὲ τῆς εἰρήνης Χάρις θεοῦ· τοῦτο γὰρ δηλοῖ τὸ Ἀναμεήλ. οὐ κοῦν ἡ χάρις τοῦ θεοῦ εἰρήνης γέννημα τυγχάνουσα προσφέρει τῷ ἐν φυλακῇ προφήτῃ τὸν ἴδιον ἀγρὸν κατὰ πρόσταγμα τοῦ θεοῦ. 61 Οὗτος ποιεῖ βιβλίον κτήσεως, ὅπερ ἴσως ἐστὶν αἱ νοή σεις, αἱ μνῆμαι, τὰ δόγματα, δι' ὧν κεκτήμεθα τὸν ἀγρόν, τουτέστι τῆς πολιτείας τοὺς πόνους. δεῖ γὰρ τὸν πράξοντα δικαιοσύνην προ ειδέναι περὶ δικαιοσύνης, ὅπερ λεγέσθω καὶ περὶ τῶν λοιπῶν ἀρε τῶν. φροντίζει δὲ θεὸς ἐν ἀγγείῳ τὸ βιβλίον βληθῆναι πρὸς διαμονὴν πλείονα. «ἔχομεν» γὰρ «τὸν θησαυρὸν τοῦτον ἐν ὀστρα κίνοις σκεύεσιν», ἢ τοῖς ἡμετέροις ἀγγείοις, ἢ τῷ εὐτελεῖ τῆς γραφικῆς λέξεως. ὅθεν ὁ «ἄρχων ἠπάτηται τοῦ κόσμου τούτου», καταφρονή σας τοῦ λόγου τῆς θεοσεβείας, ἐπεὶ μὴ ἦν ἐν χρυσοῖς σκεύεσι κε καλλωπισμένοις λέξει καὶ πιθανότητι φράσεως· διὸ καὶ πλείους ἡ μέρας διέμεινεν. «ὁ λόγος» γὰρ «καὶ τὸ κήρυγμά μου», φησὶν ὁ ἔχων τὸ βιβλίον τῆς κτήσεως, «οὐκ ἐν πειθοῖ σοφίας λόγοις, ἀλλ' ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως». τὸ ἐνταλθὲν δὲ ποιήσας Ἱερεμίας εὐχαριστεῖ τῷ θεῷ. ὅρα δὲ τὴν ὑπακοὴν τοῦ προφήτου πρὸ τοῦ φαινομένου συμφέροντος, ὅπερ ἐπάγει, προθεσπίζων τῆς γῆς τὴν ἀνάκτησιν. ἡ γὰρ δι' ἔργων προφητεία τὸ ἀκουστὸν καθί στησιν ὁρατὸν καὶ τὸ μέλλον οἱονεὶ παρόν, ἐν τῷ μέρει δηλοῦσα τὸ ὅλον. 62 Οὐ πιθανὸν τὸν προφήτην τοσαύτην εὐχαριστίαν προσάγειν ἐπὶ τῷ «δέκα καὶ ἑπτὰ σίκλων» ἐωνημένῳ χωρίῳ, τὸν «ἐκ μή τρας ἁγιασθέντα» καὶ θείου πνεύματος ὑπάρχοντα πλήρη. ἀλλ' ὅρα τὸν σαββατικὸν ἀριθμὸν τὸ τῆς ἀναπαύσεως σύμβολον, καὶ τὸν δέκα τέλειον ὄντα καὶ οἰκεῖον θεοῦ (δεκάται γὰρ ἐν τῇ δεκάτῃ τῶν ἱλασμῶν ἀναφέρονται, καὶ δεκάλογος ἡ πρώτη νομοθεσία), καὶ γνώσῃ «τὸν ἀγρόν», τὸν πλήρη καρπῶν πρεπόντων ἁγίοις. τοιοῦτος ἦν ὁ ἀγρὸς Ἰακώβ, οὗπερ ὀσφρανθεὶς Ἰσαάκ· «ἰδοὺ» φησὶν «ὀσμὴ τοῦ υἱοῦ μου ὡς ὀσμὴ ἀγροῦ πλήρους ὃν εὐλόγησεν ὁ κύριος». ὁποῖός ἐστιν ὁ «καρποὺς ἔχων τοῦ πνεύματος», ἵνα «σπείρῃ τὰ τοῦ πνεύμα τος καὶ θερίσῃ ζωὴν αἰώνιον»· ἔπνει γὰρ Ἰακὼβ οὐκ ἀμπέλων ὀσμὴν ἢ σύκων, ἀλλ' «ἀγάπης, χαρᾶς, εἰρήνης, μακροθυμίας, χρηστότητος, ἀγαθωσύνης, πίστεως, ἐγκρατείας». ἐπὶ τοιούτῳ τοίνυν ἀγρῷ Ἱερε μίας εὐχαριστεῖ λέγων· ὁ ὢν κύριε. σκοπεῖ γὰρ τὸν ὄντως ὄντα, «μὴ σκοπῶν τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα». 63 Οὐ μόνον προφητείας Ἱερεμίας ἀνέγραψεν, ἀλλὰ καὶ ἴδια πάθη, ταῖς μὲν διδάσκων βασιλείας οὐρανῶν μυστήρια, τοῖς δὲ δι δάσκων ὑπομονῆς παραδείγματα, τῶν ψευδοπροφητῶν τοιοῦτον οὐδὲν διὰ τὴν κολακείαν πασχόντων. ἑτοιμασώμεθα τοίνυν ἐν καιρῷ διωγμοῦ μετὰ Ἱερεμίου τετάχθαι καὶ τοῦ εἰπόντος ἀποστόλου· «ἐν φυλακαῖς πολλάκις». τὸ δὲ ὅτι οὐκ ἠδύνατο ὁ βασιλεὺς πρὸς αὐτοὺς φιλανθρωποτέραν αὐτοῦ τὴν προαίρεσιν μεμήνυκεν. καὶ δεῖ τὸν ὀρθὸν βασιλέα μὴ τοῖς περὶ αὐτὸν πονηροῖς συναπάγεσθαι· χρήσιμον δὲ πολλάκις καὶ ἡ παρὰ τοῖς κρατοῦσι προστασία, δι' ἧς πολλάκις εὐεργετεῖ ὁ θεός. 64 Δέδια, φησίν, μὴ τοῖς αὐτομόλοις καταγέλαστος γένωμαι· τούτου γὰρ λόγον καὶ φροντίδα ποιοῦμαι. ὡς δὲ δι' ἁμαρτίας Ἱε ρουσαλὴμ παραδίδοται, οὕτως καὶ ἡ ἐκκλησία. καὶ εἰ μέν τις κατ' Ἐζεκίαν αὐτῆς ἄρχοι, σῴζεται· εἰ δὲ κατὰ Σεδεκίαν, ἀφοριζόμενος μὲν σῴζει, μένων δὲ ταύτην ἀπόλλυσιν. εἴ τις οὖν μολύνων τὴν ἐκκλησίαν ἐξέλθοι, αὐτήν τε σῴζει καὶ τὴν ψυχὴν αὐτοῦ· ἐὰν δὲ μέλλῃ κατὰ τὸν Σεδεκίαν πρὸς ἔξοδον, «μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ». 65 Φησὶ πρὸς αὐτὸν Ἱερεμίας ὡς ἐροῦσιν αἱ γυναῖκες εἰς ἀποικίαν ἀγόμεναι· ἠπάτησάν σε οἱ πρός σε φήσαντες εἰρηνι κῶς ὡς οὐ παραδώσουσι τῷ Βαβυλωνίῳ. συστήσονται δὲ μετὰ σοῦ, ὡς αἴτιοι γενόμενοι πτώσεως· πάντως γὰρ ληφθήσῃ. τάχα δὲ καὶ τοὺς ψευδοπροφήτας αἰτιᾶται λόγῳ τὴν εἰρήνην ὑποσχομένους. ὁ δὲ προφήτης φιλανθρώπως ἀπέκρυψε τοῖς ἄρχουσι τὴν ἀλήθειαν, τοῦ βασιλέως κηδόμενος. οὐ γὰρ ἔβλαπτε ταύτην νῦν σιωπῶν, ἤδη αὐτοὺς τοὺς λόγους ἀναγνοὺς ἐν κοινῷ. 66 Ὁ προφήτης αἵρεσιν λαβὼν ἔνθα βούλεται ζῆν, ὑπερορᾷ μὲν Βαβυλῶνος, αἱρεῖται δὲ τὴν Ἰουδαίαν, φεύγων τὴν ἐκ βασιλέως τιμὴν καὶ διὰ τοὺς πτωχοὺς τοὺς πρὸς γεωργίαν ἐμμείναντας, ὡς ἂν καὶ τῆς γῆς ἐπιμελῆται διὰ τοὺς πένητας καὶ τὰς τούτων ταῖς προφητείαις γεωργῇ ψυχάς. ἐμερίσαντο γὰρ οἱ προφῆται, οὗτος μὲν τὴν Ἰουδαίαν, τὴν δὲ Βαβυλῶνα Δανιὴλ καὶ οἱ τρεῖς παῖδες. 67 Ὁ χρηστὸς ἄνθρωπος οὐδένα ὑποπτεύει οὕτως εἶναι πονη ρὸν ὡς καὶ τοὺς μηδὲν ἀδικήσαντας φονεύειν. διὰ τί δὲ συνεχώρησεν ὁ θεὸς ἀναιρεθῆναι τὸν Γοδολίαν, ἑτέρου ἂν εἴη λόγου καὶ τῶν ἀνεφίκτων κριμάτων τοῦ θεοῦ. 68 Σύνταξον τὸ οὐχὶ τοῦ θυμιάματος πρὸς τὸ ἐμνή σθη κύριος. δῆλον μὲν οὖν ἐστιν, ὡς τοῖς εἰδώλοις θυμιώντων φησί· τοῦτο γὰρ αὐτῶν ὁμολογησάντων ἐπάγεται τὰ προκείμενα. πλὴν ἐξετάσωμεν εἰ καὶ θεῷ τις θυμιῶν ὡς οὐ δεῖ, τοῦ ἄβατον γε νέσθαι γῆν αἴτιος γίνεται. κἂν τὸ αἰσθητὸν τοίνυν προσάγῃς κατὰ τοὺς Ἰουδαίους θυμίαμα, ἀρετὴν μὲν ἔχων προσάγεις καλῶς, σύμ φωνον ἔχων τὴν ἔνδοθεν εὐωδίαν· μετὰ κακίας δὲ προσφέρων, οἱ ονεί πως καὶ τὴν εὐωδίαν τὴν ἔξω χρωννύων, πρὸς δυσωδίαν μετα ποιεῖς· ὅτε οὐκ ἂν λεχθείη τὸ «ὠσφράνθη κύριος ὀσμὴν εὐωδίας» ἀλλὰ τοὐναντίον. ὀσμὴ δὲ εὐωδίας παρὰ θεῷ οὐ τῶν προσενεχθέντων παρὰ Νῶε ζώων καθαρῶν εἰρημένων, ἀλλὰ τῆς δικαιοσύνης αὐτοῦ καὶ τῆς τελειότητος, ἅπερ ἦν αὐτὸς ἐν τῇ γενεᾷ αὐτοῦ. θεὸς γὰρ αἵματι καὶ κνίσαις οὐ τέρπεται, καθάπερ οἱ δαίμονες. πλὴν ὡς «συνεγερθέντες Χριστῷ τὰ ἄνω ζητήσωμεν», εἰς νοῦν εἰληφότες τὸ «γενηθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου»· καθὰ γὰρ Ἰωάννης ἐν Ἀποκαλύψει φησί· «θυμιάματά εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων». ἀλλ' εἰ μὲν λογισμοῖς ταύτην μολύνομεν πονηροῖς, συμβαίνει τὸ «ἡ προσευχὴ αὐτῶν γενέσθω εἰς ἁμαρτίαν», ἢ εἰς τὸ ἐναντίον, ἐὰν ἀπὸ δικαιοσύνης εὐξώμεθα· ἐπεὶ τῶν δι' ἁμαρτίας λεγόντων· «προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου», γίνεται τὸ θυμίαμα δυσῶδες. διόπερ Ἡσαΐας εἶπεν· «ἐὰν φέρητε σεμίδαλιν, μάταιον· θυμίαμα, βδέλυγμά μοί ἐστιν». τίνα δὲ τρόπον εὐκτέον, ἐδίδαξεν ὁ ἀπόστολος λέγων· «βούλομαι τοὺς ἄνδρας προσεύχεσθαι ἐν παντὶ τόπῳ ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμῶν». τοιούτων χειρῶν ἐπαιρομένων τοῦ Μωσέως ἐνίκα Ἰσραήλ, καθαιρουμένων δὲ ἐνίκα ὁ Ἀμαλήκ. ὁ οὕτωςεὐχόμενος οὐκ ἀποτυγχάνει, ἀληθεύοντος τοῦ ῥητοῦ· «ἔτι λαλοῦντός σου ἐρεῖ· ἰδοὺ πάρειμι». τῶν οὖν πονηρῶν τὸ θυμίαμα, φησίν, οὐκ ἠδύνατο κύριος ἔτι φέρειν, καθάπερ ἡμεῖς κἂν ὑπομείνωμέν τινα δυσωδίαν, ἀλλ' οὖσαν πλείονα φεύγομεν. καὶ ὁ θεὸς οὖν μέτρον ἀνοχῆς ἔχων, μετανοοῦντας μετέρχεται· ὅπερ ἐπὶ Νῶε πεποίηκε, τῶν τότε πλημμελούντων τὴν δυσωδίαν μηκέτι φέρειν δυνάμενος. διό φησιν ἐν προφήταις· «ἐσιώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι;» 69 Ὡς γὰρ σωμάτων σεσηπότων ὁ παρακείμενος παραλαμβά νων ἀὴρ καὶ φθειρόμενος λοιμὸν ποιεῖ τοῖς ἐντυγχάνουσι, καὶ τὸ χωρίον ἄβατον γίνεται, οὕτω ψυχῶν ἁμαρτίαι λοιμὸν ψυχῶν ἀπεργάζονται. Fragmenta in Jeremiam 70. 1 to Fragmenta in Jeremiam Τῷ λαῷ συμπάσχων Βαροὺχ ἀπωδύρετο, καὶ ἀξιοῖ περὶ αὐτῶν τὸν θεόν. διὸ λαμβάνει τῆς ἐν κακοῖς βοηθείας ἐπαγγελίαν, λέγοντος οὕτω τοῦ θεοῦ· οὓς καθαιρῶ, πάλιν οἰκοδομήσω. πρῶτον γὰρ «ἀλγεῖν ποιεῖ, καὶ πάλιν ἀποκαθίστησιν» καὶ τὰ ἐπὶ τούτοις· οὐ γὰρ δεκτὰ τὰ χρηστὰ μὴ τῶν κακῶν προανῃρημένων. λύει γὰρ καὶ τὰς μοχθηρὰς τῶν ἀπίστων οἰκοδομὰς ὡς ἀρχιτέκτων «τῆς σκηνῆς τῆς ἀληθινῆς ἣν ἔπηξεν αὐτὸς καὶ οὐκ ἄνθρωπος», περὶ ἧς φησιν ὁ Παῦλος· «θεοῦ οἰκοδομή ἐστε». καὶ ὡς γεωργὸς ἐκτίλας τὸ μὴ ποιοῦν καρπόν («πᾶσα» γὰρ «φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται»), καταφυτεύει «ἄμπελον καρποφόρον», οὐ κατὰ τὴν «εἰς πικρίαν μεταστραφεῖσαν καὶ ἀλλοτρίαν», ἣν ἐκκόπτει ἵνα πάλιν αὐτὴν «ἀληθινὴν» ἀπεργάσηται καὶ «θεοῦ γεώργιον». οὕτω «τῆς ἐξ Αἰγύπτου» «καθεῖλε τὸν φραγμὸν» κατὰ τὸν Δαβίδ, ὑπὲρ ἧς εὔχεται· «ἐπίβλεψον ἐξ οὐρανοῦ, καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην». καὶ οὗτοι τοίνυν ἐπ' ὠφελείᾳ παιδεύονται· «ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει». «τίς» γάρ «ἐστιν ὁ εὐφραίνων με εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ;» «ἡ γὰρ κατὰ θεὸν λύπη μετάνοιαν ἀμεταμέλητον εἰς σωτηρίαν κατεργάζεται». διὰ τοῦτο γὰρ ἐπάγω κακὰ ἐπὶ πᾶσαν σάρκα, τοὺς φρονοῦντας τὰ γήϊνα. 71 Εὑρίσκει γὰρ τὰς ψυχὰς τῶν δικαίων ὁ θεός· «ψυχαὶ» γὰρ «δικαίων ἐν χειρὶ θεοῦ», αἱ δὲ τῶν ἁμαρτωλῶν ὡς μηδὲ οὖσαι λογίζονται.