Fragmenta in Lamentationes
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/origenes" aria-label="More works by Origenes">
—
⋯
Original / primary: Pg Scrape Grc
104.1
Πολέμῳ γὰρ κρεῖττον συντόμως τελευτᾶν ἢ λιμῷ δαμασθῆναι δι' ἀπορίαν τῶν ἐν ἀγρῷ γεννημάτων. εἴποις δ' ἂν ῥομφαίαν εἶναι καὶ μάχαιραν τὸν λόγον τοῦ θεοῦ· φησὶ γὰρ ὁ Παῦλος· «καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα θεοῦ», ὑφ' οὗ, φησὶν ἡ νύμφη, «τετρωμένη ἀγάπης εἰμὶ ἐγώ». λέγει δὲ καὶ ὁ Δαβίδ· «περί ζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου». ὑπὸ τοιαύτης πληγέντας ῥομφαίας καλὸν ὑπὸ τοὺς πόδας πεσεῖν Ἰησοῦ κατὰ τὸ «λαοὶ ὑποκάτω σου πεσοῦνται», τὴν αὐτοῦ ὁμολογήσαντας βασιλείαν, ἀλλ' οὐχ ἁλῶναι λιμῷ ψυχικῷ. γέννημα γὰρ χώρας ὁ Χριστός, ὁ ἐν Βηθλεὲμ γεννηθείς, ὅπερ Οἶκος ἄρτου σημαίνεται, οὗπερ ἄγευστοι γεγονότες Ἰουδαῖοι εἰς δαιμόνων ἀπήχθησαν χώραν. ἀγρὸς δὲ ὁ εὐλογημένος ὑπὸ κυρίου καὶ λίαν εὐώδης, οὗπερ ἔπνεεν Ἰακώβ, δηλοῖ Χριστοῦ τὴν ἐκκλησίαν. 105 Ἵνα μὴ δόξωσιν αἱ γυναῖκες δι' ὠμότητα βεβρωκέναι τὰ τέκνα, οἰκτίρμονας μὲν εἶναί φησιν· τῇ δὲ τῆς ἐνδείας ἀνάγκῃ προσάπτει τὸ πάθος. τὸ δὲ ἧψαν τὸ ἀνάψαι καὶ ὀπτῆσαι δηλοῖ, ὃ δὴ γέγονεν ἐπὶ τῆς Ῥωμαίων πολιορκίας· διὸ καὶ σύντριμμα καλεῖ τὴν παν τελῆ τοῦ ἔθνους ἀπώλειαν. καὶ ἐν τῇ δευτέρᾳ δὲ τῶν Θρήνων στοιχειώσει τοῦ παρόντος μέμνηται πάθους. καὶ τοῦτο δὲ καὶ τἄλλα πάθη μετ' ἀκριβείας Ἰώσηππος ἐν τοῖς περὶ ἁλώσεως παρέδωκεν.