Fragmenta in Lamentationes
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/origenes" aria-label="More works by Origenes">
—
⋯
Original / primary: Pg Scrape Grc
106.1
Μετὰ γὰρ τὴν Χριστοῦ παρουσίαν συνετελέσθησαν. 107 Ἴσως μὲν καὶ διὰ τὸ τῶν τόπων ὀχυρὸν καὶ τοῦ τείχους καὶ τὴν τῶν οἰκητόρων ἰσχύν, μάλιστα δὲ διὰ τὸν ἀεὶ τῆς πόλεως ὑπερησπικότα θεόν. καίτοι πρὸ τοῦ Ναβουχοδονόσορ εἰσελθὼν ὁ Αἰγύπτιος πολλάκις ἔλαβε τοὺς θησαυροὺς ἐκ τοῦ οἴκου κυρίου, ἀλλ' οὐ πορθήσας τὴν πόλιν· οὐ γὰρ ἄγαν ἔθλιβεν, εἰ καὶ ὑπῆρχεν ἐχθρός, πρὸς τὸ μηδὲ ἀπεμφαῖνον εἶναι καὶ δὶς καὶ τρὶς τὸ παράδοξον γενέ σθαι. λέγοι δ' ἂν βασιλεῖς τῆς γῆς καὶ τοὺς δαίμονας τοὺς τῶν χοϊκῶν βασιλεύσαντας, περὶ ὧν εἴρηται· «παρέστησαν πάντες οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες αὐτῶν συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ». περὶ ὧν οἵτινές εἰσιν ἐδήλωσε τὸ «εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν» καὶ τὸ «ἵνα γνωρισθῇ ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ»· ᾤοντο γὰρ μὴ παραδίδοσθαι τὴν Ἱερουσαλὴμ εἰς τέλος, μέχρι τοῦ ἔθνους τούτου τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν οἰόμενοι, μη δὲν εἰδότες περὶ Χριστοῦ. 108 Αἷμα δίκαιον κυρίως τὸ τοῦ σωτῆρος Χριστοῦ, ὅπερ ἐκχέ αντες τελέως ἀπώλοντο, ἐπὶ τοῖς τῶν προφητῶν αἵμασι μετρίως σωφρονιζόμενοι. 109 Σύμμαχός φησιν· ἀκατάστατοι ἐγένοντο, τυφλοὶ ἐν ταῖς ἐξόδοις, ἐφύρησαν ἐν αἵματι, ὥστε μὴ δύνασθαι ἅψασθαι τῆς ἐσθῆτος αὐτῶν. ἐγρηγόρους ἡ γραφὴ τοὺς ἀγγέλους καλεῖ, ὡς παρὰ τῷ Δανιήλ. οὗτοι δὲ ἦσαν, δι' ὧν ἴσως καὶ ὁ διὰ Μωσέως νόμος ἐδόθη κατὰ τὸ «εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς νόμος». οὗ τοι τοίνυν προσκαρτεροῦντες αὐτῇ καὶ τῷ θείῳ ναῷ, σαλευθέντες μετέστησαν. Ἰώσηππος γὰρ ἐν τοῖς περὶ ἁλώσεως ἱστορεῖ ὡς «νύ κτωρ οἱ ἱερεῖς προσελθόντες εἰς τὸ ἱερόν, ὥσπερ αὐτοῖς ἔθος ἦν πρὸς τὰς λειτουργίας, πρῶτον μὲν κινήσεως ἔφασαν ἀντιλαμβάνεσθαι, μετὰ δὲ ταῦτα φωνῆς ἀθρόας· μεταβαίνωμεν ἐντεῦθεν»· ὅτε καὶ κατὰ Σύμμαχον ἀκατάστατοι καὶ ἀλῆται γεγόνασιν καὶ τυφλοί, φησίν, ἐν ταῖς ἐξόδοις. οὐ γὰρ «ἦν ὅρασις διαστέλλουσα»; οὐ βασι λεύς, οὐ προφήτης, οὐδὲ ἡγούμενος· «ἐξέλιπον» γὰρ ἐπεὶ «παρεγένετο ᾧ ἀπέκειτο, ὃς ἦν προσδοκία ἐθνῶν». 110 Τοῖς ἀποστόλοις ἐντέλλεται ἐκ μέσου τῶν Ἰουδαίων φυγεῖν ἐπὶ τῷ αἵματι μολυνθέντων Χριστοῦ, τὴν δὲ κλῆσιν αὐτῶν καὶ τοῖς ἀγγέ λοις ἐπέτρεψεν. εἰ μὴ ἄρα τοῖς ἀποστόλοις καλεῖν εἰς μετάνοιαν αὐτοὺς ἀκαθάρτους κελεύει, ὅπερ ἐποίησαν εἰπόντες· «ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον». μὴ βουλομένων δέ, προστάττει φυγεῖν, διό φασιν ὡς μὴ θελόντων τὸ «ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη». 111 Δηλοῖ δὲ τὸ μὲν ἀνήφθησαν τὸ τῆς ἁλώσεως πῦρ, τὸ δὲ ἐσαλεύθησαν τὴν εἰς δουλείαν μετάστασιν, τὸ δὲ οὐ μὴ προσ θῶσι τοῦ παροικεῖν ὅτι διηνεκῆ σχήσουσι παροικίαν, δευτέρας μηκέτι δεόμενοι. 112 Τὴν παρὰ Χριστοῦ τιμωρίαν δηλοῖ· λέγει γὰρ ὁ Δαβίδ· «πρόσω πον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά». οὐκ ἐπιβλέπονται δὲ παρ' αὐτοῦ, μένοντες ὅπερ εἰσίν· «ὅταν» γὰρ «εἰσέλθῃ τὸ πλήρωμα τῶν ἐθνῶν, πᾶς Ἰσραὴλ σωθήσεται» καὶ λοιπὸν ὡς πιστὸς ἐπιβλέπεται. εἰ δὲ γράφοιτο· μερὶς αὐτῶν, δῆλον ὅτι τῶν ἐξιόντων ἐκ μέσου φησίν. περὶ δὲ τῶν πολεμίων τὸ πρόσωπον ἱερέων οὐκ ἔλαβον, πάντας γὰρ ἀπήγαγον. 113 Ἀπὸ τῶν αἰχμαλώτων ὁ λόγος εἶναι δοκεῖ, μετανοούντων ἐφ' οἷς Αἰγυπτίοις καὶ Ἀσσυρίοις πρὸς βοήθειαν ἐπηρείδοντο. λέγοιτο δ' ἂν ἀκολούθως ὑπὸ τῶν ἐκ περιτομῆς πιστευσάντων· ἐξελείπο μεν διακενῆς εἰς τὸν νόμον ἐλπίζοντες· ὁ γὰρ νόμος σῴζει οὐδένα, καθάπερ εἶπεν ὁ Παῦλος. οὐκοῦν οὐδὲ οἱ ἠρτημένοι τοῦ νόμου βοηθῆσαι μετὰ τὴν χάριν δυνήσονται. 114 Ὑπὸ γὰρ τοῦ σωτῆρος «ἁλιεῖς ἀνθρώπων» ἀποδειχθέντες οἱ μα θηταὶ ἐθήρευον Ἰουδαίους ταῖς φρεσὶ νηπίους, μὴ τὴν πλατεῖαν καὶ εὐρύχωρον τῶν πατέρων αὐτῶν βαδίζειν ὁδόν· οὕσπερ δὴ καὶ ὁ σωτὴρ ὑπῃνίττετο λέγων· «ἐάσατε τὰ παιδία ἐλθεῖν πρός με». 115 Ἱστορεῖ γὰρ Ἰώσηππος ὡς οὐδὲ τὰ ὄρη τοὺς φεύγοντας διέσωσεν. ἐκεῖ τοίνυν ἡμᾶς ἕλκοντες ἥπτοντο, ἤγουν πρὸς δίκην ἀνήφθησαν καθ' ἡμῶν. νοοῖτο δ' ἂν καὶ περὶ τῶν ἀποστόλων ὧν «ἀνεκαινίσθη ὡς ἀετοῦ ἡ νεότης». 116 Τινὲς ἔφασαν ὡς ἐν τοῖς ἐξαιρέτοις διαφανέστερον τὸν Ἰωσίαν θρηνεῖ· ἤλπιζον γὰρ διὰ τῆς αὐτοῦ θεοσεβείας ἀνασταθῆναι τὴν Ἱερουσαλὴμ ἐν μέσῳ ἐθνῶν εἰς δόξαν, ἐν μέσῳ γὰρ ἐθνῶν ἡ Ἱερουσαλήμ. τύπος δὲ οὗτος, φασί, Χριστοῦ, διὰ τὰς ἀνομίας τεθνηκὼς τοῦ λαοῦ. καίτοι οὐκ ἐν ταῖς τοῦ λαοῦ συνελήφθη διαφθοραῖς, ἀλλ' ὡς ἀπαγορεύσαντος τοῦ προφήτου συναντήσας Νεχαὼ Φαραώ, καίπερ πρὸς αὐτὸν οὐκ ἐθέλοντι μαχέσασθαι. κατὰ τοίνυν τὸν θεῖον ἀπόστολον «κάλυμμα τῷ προσώπῳ τῶν Ἰουδαίων ἐπίκειται Μωσέως ἀναγινωσκομένου· ἐὰν δὲ ἐπιστραφῇ πρὸς κύριον, περιαιρεῖται τὸ κάλυμμα· ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν». διὰ δὲ τοῦ προφήτου ῥητὸν πνεῦμα λέγει τὸν κύριον. οἷς οὖν ἐπίκειται κάλυμμα, οὐκ ἂν εἴ ποιεν· πνεῦμα προσώπου ἡμῶν Χριστὸς κύριος, ἀλλ' οἱ «ἀνα κεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενοι», ὧν ἀεὶ πρὸ τῶν τῆς διανοίας ὀφθαλμῶν ἐστιν ὁ κύριος· ὡς δῆλον ὅτι τὸ ἐνεργῆσαν ἐν τοῖς προφήταις πνεῦμα ἦν ὁ Χριστός, ὃς καὶ ἐνανθρωπήσας φησίν· «αὐτὸς ὁ λαλῶν πάρειμι», αὐτὸς ὢν πνεῦμα καὶ κύριος καὶ Χριστός. τοῦτον συνέλαβον οἱ διαφθείραντες πρῶτον ἐν ἑαυτοῖς τῆς θεοσεβείας τὰ σπέρματα. ἀλλ' ἡμεῖς οἱ προφῆται οὐκ ἄλλον ἡγούμενοι τὸ πνεῦμα τοῦ προσώπου ἡμῶν, μετὰ τὴν ἡμῶν σύλληψιν μηκέτι τόπον ἔχοντες ἐν αὐτοῖς, ὑπὸ τῇ τοῦ Χριστοῦ σκιᾷ ζησόμεθα, οὐκέτι παρὰ Ἰουδαίοις, ἀλλ' ἐν ὅλοις τοῖς ἔθνεσιν, ὅτε «ἀρθεῖσα ἡ βασιλεία τοῦ θεοῦ ἀπ' αὐτῶν» διὰ τὸ κατὰ τοῦ Χριστοῦ τόλμημα «ἐδόθη τοῖς ἔθνεσιν». ἰδοὺ γὰρ ζῶσιν ἐν ἡμῖν οἱ προφῆται, λαλοῦντες περὶ αὐτοῦ καὶ κηρύσσοντες, ἀλλ' οὐκέτι παρ' ἐκείνοις, τοῖς ἔτι καὶ νῦν αὐτὸν ταῖς ἑαυτῶν διαφθοραῖς περιβάλλουσιν, ὁσημέραι βλασφημοῦντες αὐτόν. ὁ δὲ Ἀκύλας ἔφη πνεῦμα μυκτήρων ἡμῶν, Σύμμαχος δὲ πνοὴ μυκτήρων ἡμῶν. οἱ γὰρ θεοφιλεῖς διὰ παντὸς τὸν Χριστὸν ἀναπνέουσι, πρὸ ὀφθαλμῶν αὐτὸν ἔχοντες. ἰστέον δὲ ὅτι ὥσπερ ὁ Χριστὸς πνεῦμα ὢν ἐν τοῖς προφήταις ἐλάλησεν, οὕτω καὶ ὁ πατήρ· λέγει γὰρ ἐν τῇ πρὸς Ἑβραίους ὁ Παῦλος. «πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λα λήσας ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν υἱῷ». οὕτως δὲ καὶ τὸ πνεῦμα τὸ ἅγιον· φησὶ γὰρ ὁ σωτήρ· «καλῶς εἶπεν ἐν Ἡσαΐᾳ τὸ πνεῦμα τὸ ἅγιον· ἀκοῇ ἀκούσητε, καὶ οὐ μὴ συνῆτε». ἐν δὲ τῇ πρὸς Κορινθίους ὁ Παῦλος εἰπὼν τὰ χαρίσματα, ἐν οἷς ἐστιν ἡ προφητεία, φησίν· «ταῦτα δὲ πάντα ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, χορηγοῦν ἑκάστῳ καθὼς βούλεται»· τουτέστιν αὐθεντικῶς, οὐ δουλικῶς. λέγοις δ' ἂν πνεῦμα προσώπου Χριστόν, τὸν δωρησάμενον ἡμῖν τὸ πνεῦμα τῆς προφητείας· αὕτη γὰρ προφητῶν πρόσωπον, πνεῦμα δὲ τὸ χάρισμα, σκιὰ δὲ ὁ νόμος, «σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν». ἔζησαν οὖν ἐν ἡμῖν οἱ προφῆται καὶ ἐν τῇ τοῦ νόμου σκιᾷ. τὸ οὖν χάρισμα τὸ προφητικόν, πρὸς ὃ βλέπει πάσης τῆς προφητείας ἡ ἔκβασις, Χριστός ἐστιν, τουτέστιν ἀπὸ Χριστοῦ. «τέλος γὰρ νόμου καὶ προφητῶν ὁ Χριστός». ῥηθείη δὲ κἂν ἐκ προσώπου τῶν ἀποστόλων καὶ τῶν πιστῶν· «ἐν αὐτῷ γὰρ καὶ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν»· οὗ εἴπομεν ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα, τουτέστι κατὰ μίμησιν αὐτοῦ. λέγει γὰρ ὁ θεῖος ἀπόστολος· «μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ». 117 Ὁ λόγος πρὸς τοὺς ἐξ Ἐδὼμ καὶ Ἡσαῦ τοῦ ἀδελφοῦ Ἰακώβ, ὑπερβολὴν αὐτοῖς προαγορεύων κακῶν (τοῦτο γὰρ τὸ μεθυσθήσῃ καὶ ἀποχεεῖς), περὶ ὧν φησι καὶ Δαβίδ· «μνήσθητι, κύριε, τῶν υἱῶν Ἐδὼμ τὴν ἡμέραν Ἱερουσαλήμ, τῶν λεγόντων· ἐκκενοῦτε, ἐκκενοῦτε ἕως οὗ ὁ θεμέλιος ἐν αὐτῇ». ἀδελφοὶ γὰρ ὄντες καὶ γείτονες, τὸ προγονικὸν διεφύλαξαν μῖσος. περὶ δὲ Χριστοῦ φήσας. εἰς καιρὸν καὶ ταύτης ἐμνήσθη. τὴν γὰρ Γήϊνον προσαγορευομένην πορθεῖν ἔμελλεν ὁ Χριστός, οὐράνιον ἐργαζόμενος. ἀπειλητικὸν γὰρ ἡ ἀρετή τε καὶ γνῶσις πρὸς τοὺς φιληδοῦντας πλάναις καὶ πάθεσιν, ὧν μέθη μὲν ἡ νέκρωσις τῆς σαρκός, ὑπερέκχυσις δὲ καὶ τὸ νεκρῶσαι ταύτης τὸ φρόνημα. 118 Ἱκανὴν ἐξέτισας δίκην, ἐν ᾗ Ἐδὼμ διαδέξεται. τὸ δὲ οὐ προσθήσει τοῦ ἀποικίσαι σε ἢ πρὸς τὴν ἀνάκλησίν φησιν (οὐ γὰρ ἐπιμενεῖς τῇ αἰχμαλωσίᾳ τὸ τέλειον μέτρον πληρώσασα· μειοῖ γὰρ τὴν δίκην ὁ θεός, οὐ προστίθησιν), ἤγουν εἰ πρὸς δευτέραν ὡς μὴ γενησομένην ἅλωσιν εἴρηται, πῶς ἡ μετ' ἐκείνην ὑπὸ Ῥωμαίων ἐγένετο; μήποτε τοίνυν περὶ τῆς ἐσχάτης ὁ λόγος τῆς γεγονυίας διὰ Χριστόν, μεθ' ἣν οὐ γέγονεν ἑτέρα. καὶ «πᾶς Ἰσραὴλ σωθήσεται μετὰ τὸ πλήρωμα τῶν ἐθνῶν» τὴν ἀνομίαν ἀπολιπών· μεθ' ὃ λοιπὸν ἡ συντέλεια, καὶ τῶν γηΐνων ἡ κόλασις, ἐκδεχομένης τῆς κρίσεως. ῥηθείη δ' ἂν καὶ πρὸς τὴν ἐκκλησίαν ὁ λόγος, ἥτις ἐστὶ θυγάτηρ τῆς πάλαι συναγωγῆς («ἀμεταμέλητα γὰρ τὰ χαρίσματα τοῦ θεοῦ», ἐξέλιπε δὲ ταύτης ἡ ἀνομία διὰ τοῦ θείου βαπτίσματος), ἣν οὐκέτι τοῖς ἐχθροῖς παραδίδωσιν ὁ φήσας· «ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν» καὶ τὸ «ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος», ὅτε καὶ τὴν ἀσέβειαν ἐστηλίτευσε τῶν φρονούντων τὰ γήϊνα.