Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Fragmenta in Lamentationes
OrigenesLame 51 · pg-scrape-grcMore by Origenes
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/origenes" aria-label="More works by Origenes"> —
⋯
More
Original / primary: Pg Scrape Grc
51.1
Πενθεῖ δὲ τεῖχος καὶ προτείχισμα, τὰ πένθους ἄξια, τοῦ κλαίειν καὶ τοῖς ὁρῶσιν αἴτια γινόμενα· «τὴν γὰρ βουλὴν κυρίου τίς διασκεδάσει; καὶ τὴν χεῖρα αὐτοῦ τὴν ὑψηλὴν τίς ἀποστρέψει;» κατὰ τὸν μακάριον Ἡσαΐαν. τὴν δὲ τοιαῦτα πενθοῦσαν εἴτε πόλιν εἴτε ψυχὴν ὡς εἶναι τοῖς ἐχθροῖς καταπάτημα, πενθεῖν εἰκὸς ἀγγέλους τοὺς πρότερον αὐτὴν ἄλλους ἐπ' ἄλλοις φυλάττοντας, μεί ζους τε καὶ ὑποβεβηκότας. εἰ γὰρ ἐπὶ σωθεῖσι χαίρουσιν, ἐπὶ πεσοῦσι πῶς οὐ πενθήσουσιν; 52 Ὡς γὰρ ὑπὸ γῆς ἢ θαλάττης καταποθεῖσαι γεγόνασιν ἀφα νεῖς. ἀπώλοντο δὲ καὶ βασιλεὺς καὶ ἄρχοντες καὶ οἱ ψευδο προφῆται καὶ ὁ νόμος αὐτῆς ἀνάγκῃ δουλείας, ὃν δὴ προαιρέσει καὶ πρὶν ἁλῶναι κατέλυσαν. πύλαι δὲ ψυχῆς αἱ αἰσθήσεις, αἵτινες ἁμαρτανούσης κατακλύζονταί τε πάθεσι καὶ γίνονται γήϊναι. καὶ αἱ ταύτας δὲ τηροῦσαι τῆς ψυχῆς δυνάμεις ἐκλύονται ἀπολωλότος νοῦ τε βασιλεύοντος καὶ λογισμῶν ἀρχικῶν ἐν τοῖς πάθεσιν, ὅτε τῆς ψυχῆς νόμος τε καὶ τάξις ἀπόλλυται, καὶ γίνεται Βαβυλὼν πλήρης οὖσα Συγχύσεως, μηδὲν ἔχουσα προνοητικὸν ὑπὸ θεοῦ βοηθούμενον. 53 Λυπηρὰ διηγεῖται θεάματα ἐν τῷ χωρίῳ τῆς εὐφροσύνης γε γενημένα· φόβῳ γὰρ οὐδὲ θρηνεῖν τοῖς πρεσβυτέροις ἐπέτρεπον, καὶ τὰς πρώτας παρθένους εἰς γῆν ὁρᾶν παρεσκεύασαν, μήποτε φανεῖσαι πρὸς βίαν αὐτοὺς ἐκ τοῦ κάλλους, ἐν ᾧπερ ἐπρώτευον, ἐπισπάσωνται. εἴποις δ' ἂν καὶ τοὺς ἐν ἀρετῇ πάλαι πρεσβεύον τας, δι' ἣν οὕτως ἐλέγοντο, χοϊκοὺς γεγονότας καὶ πάθεσιν ἀλόγοις ἐνιδρυθέντας κατὰ λόγον ἔτι μηδὲν ἐνεργεῖν καὶ τὸ ἐν αὐτοῖς ἡγε μονικὸν ἀπογεώσαντας πνεῦμα καὶ πένθους ἀξίαν, ἣν εἶχον πάλαι, σωφροσύνην ποιήσαντας καὶ λογισμοὺς διαφθείραντας, οὓς πρὶν ἀφθόρους διέσῳζον. 54 Δόξαν ἰδίαν φησὶν ὁ προφήτης θεοῦ τε ναὸν καὶ πατρίδος εὐσέβειαν. τῶν δὲ νηπίων τὴν ἔκλυσιν ὁ λιμὸς ἀπηργάζετο. εἴ ποις δ' ἂν ὑψηλότερον, ὡς οἰκειοῦται τῶν συγγενῶν κατὰ σάρκα τὰ πάθη κατὰ τὸ «τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ;» τὰ κατὰ ψυχὴν ἐκείνων ἀναδεχόμενος δυσχερῆ, γνώσεως ἀληθοῦς μαρασμὸν καὶ φορὰν ἄστατον τοῦ λογισμοῦ πρὸς τὰ γήϊνα καὶ στέρησιν δόξης τῆς ὑψούσης τὴν κεφαλὴν κατὰ τὸ «σὺ δέ, κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου». 55 Τὴν παντελῆ κακίαν ἐδήλωσεν, ὡς μηδεμίαν ἔχειν ἀρετῆς μαρ τυρίαν μηδὲ τὸν πλημμελήσαντα παραπλήσια. τί γὰρ ὅμοιον ἁμάρ τημα τοῦ μακρὰν τοῦ θεοῦ καὶ μετὰ τὸ πλησιάζειν ἀφηνιάσαντος; «εἰ» γὰρ «μὴ ἦλθον» φησὶ «καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον». διὸ καὶ «ἐν τοῖς ἐγγίζουσί μοι ἁγιασθήσομαι»· ὅτι «ὁ μὴ εἰδὼς τὸ θέλημα τοῦ κυρίου καὶ μὴ ποιῶν αὐτό, δαρήσεται ὀλίγας· ὁ δὲ εἰδὼς καὶ μὴ ποιῶν αὐτό, δαρήσεται πολλάς». τὸ οὖν τοσοῦτον πάθος, ὃ μὴ προφῆται θεραπεῦσαι δεδύνηνται, μόνου δεῖται θεοῦ. διὸ καὶ σάρκα πεφόρηκε, τῶν προφητῶν ὁμολογούντων ἀσθένειαν ἐν τῷ «κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν;» ἔλεγε δὲ καὶ πρότερον Ἱερου σαλήμ· «ἴδετε εἰ ἔστι πάθος κατὰ τὸ πάθος μου». ὁ τοίνυν «παίσας ἰάσεται· αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ καὶ πάλιν ἀποκαθίστησιν». τὸ γὰρ τίς λαμβάνεται καὶ ἐπὶ τοῦ σπανίου καὶ ἐπὶ τοῦ μηδενός· οὐδεὶς γὰρ ἀνθρώπων ἰάσασθαι δύναται τὴν ὑπὸ θεοῦ ἐπαγομένην πληγήν. 56 Προφητεία μάταιος ἡ μηδεμίαν ἔχουσα ἔκβασιν καὶ ἣν εἴδωλα παρασκευάζει τὰ μάταια. καὶ ἀφ' ἑαυτῶν δέ τινες προεφήτευον δῆθεν «ἕνεκεν δρακὸς κριθῆς καὶ κλάσματος ἄρτου» κατὰ τὸ γεγραμ μένον· οἵτινες οὐκ ἴσασιν ἁμαρτίας ἐλέγχειν καὶ τῆς ὑπὸ δαιμόνων ἀνασῴζειν αἰχμαλωσίας, διὰ τῆς χρηστολογίας τὰς ψυχὰς διαστρέ φοντες. ὡς δὲ τῶν ἀληθῶν τὸ λῆμμα καὶ ὁ λόγος, ὃν ἐκ θεοῦ λαμβάνουσιν, πέφυκεν ἀληθὲς καὶ συνάπτει θεῷ, οὕτω τὸ τῶν δαι μόνων ψευδές τε καὶ μακρῦνον θεοῦ καὶ τῆς ἐκεῖθεν ῥοπῆς ἐξωθού μενον. ποῖα δὲ ἐξώσματα τὰ μὴ μάταια, καθάπερ ἐδείχθη, καὶ λήμματα; δῆλον οὖν ὡς τὰ πλάνης ἐξωθοῦντα καὶ προσάγοντα τῷ θεῷ.

Intertext edge

Open linked passage

Note