Fragmenta in Lamentationes
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/origenes" aria-label="More works by Origenes">
—
⋯
Original / primary: Pg Scrape Grc
68.1
Συμφορὰ γὰρ ἐπίμονος γεροντικὴν ἀσθένειαν ἐμποιεῖ. 69 Οὐ γὰρ ἀφῆκέ με διαφυγεῖν τὰ δεινὰ πανταχόθεν πολιορκού μενον. λέγοι δ' ἂν ἴσως καὶ τὸ περιβληθὲν τῇ πόλει τεῖχος πολέ μιον. τὴν αὐτὴν δὲ τῷ Δαβὶδ ἀφῆκε φωνὴν εἰρηκότι· «ἐκάθισάν με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος». τοῦτο δὲ διὰ τὰς ἀπὸ τῶν πολε μίων εἱρκτάς, ἅμα δὲ καὶ διὰ τὰς ἐκ θεοῦ συμφοράς· ψυχῆς γὰρ σκότος οἱ πειρασμοί. ἰδικῶς δὲ «Ἱερεμίαν καὶ εἰς τὸν καταρράκτην ἐνέβαλεν ὁ Πασχώρ», σκοτεινὸν ὄντα καὶ ἀφεγγῆ, ὁποῖον ἦν καὶ τῷ Δαβὶδ τὸ σπήλαιον ἐν ᾧ παρὰ Σαοὺλ ἀπεκρύπτετο. δύναιντο δὲ καὶ εἰς Χριστὸν οἱ δύο Θρῆνοι λαμβάνεσθαι, οὗ τύπος ἦν Ἱερεμίας τοσαῦτα παρὰ Ἰουδαίων πεπονθότος καὶ τέλος τάφῳ παραδοθέντος. 70 Ἀφύκτοις με κακοῖς περιβέβληκεν, ἐπιθεὶς τῷ τραχήλῳ μου λαὸν ἀπηνῆ καὶ παραπικραίνοντα καὶ μεῖζον ἢ κατ' ἐμὲ φορτίον. οὐκ εἰσηκούσθην δὲ κουφισθῆναι πολλάκις εὐξάμενος· εἰσακου σθῆναι γὰρ τοὺς ἁγίους ἔσθ' ὅτε κωλύει τὰ πράγματα. λέγοι δ' ἂν ζυγὸν καὶ τοὺς κλοιοὺς τοὺς σιδηροῦς, οὓς ἀντὶ ξυλίνων θεοῦ κε λεύσει περιεβάλετο, φέρεται γὰρ καὶ γραφή· ἐβάρυνε γὰρ τὸν χαλκὸν τοῦ τραχήλου μου. ἀπέφραξε γὰρ τὴν προσευχήν μου καὶ λέξας αὐτῷ· «μὴ προσεύχου· περὶ αὐτῶν· οὐ γὰρ εἰσα κούσομαί σου». 71 Ὁρμήσας γὰρ πολλάκις οὐ συνεχωρήθη παραιτήσασθαι τὴν δια κονίαν. ἔφασκε γάρ· «οὐ μὴ ὀνομάσω τὸ ὄνομα κυρίου», καὶ ὥσπερ ὑπὸ πυρὸς συνηλαύνετο. ἐμφράττει δὲ καὶ τὰς ὁδοὺς τῶν ἁμαρ τωλῶν οὐ συγχωρῶν ἁμαρτεῖν. ἀλλ' οὐ τοιοῦτος ὁ προφήτης, ὅς γέ φησιν· «οὐκ ἐκάθισα μετὰ συνεδρίου παιζόντων». 72 Πᾶν αὐτοῦ, φησί, βέλος ἐκένωσε κατ' ἐμοῦ, τὴν ἐμὴν τιτρώσκων ἐπιθυμίαν καὶ μὴ συγχωρῶν μοι πράττειν ὡς βούλομαι. 73 Νεφροὶ δὲ ἐν τῇ γραφῇ τὸ ἐπιθυμητικόν, ἰοὶ δὲ τὰ βέλη. καί με λοιπὸν ὡς ψεύστην διέσυρον ᾠδήν με ποιήσαντες. καὶ φθάσας δὲ ἔλεγε· «κατὰ μόνας ἐκαθήμην, ὅτι πικρίας ἐνεπλήσθην» καὶ τὰ ἑξῆς· ὁ μὲν γὰρ ἐδεῖτο ὑπὲρ αὐτῶν, οἱ δὲ ἐπεβούλευον, καὶ ὅμως τὴν διακονίαν οὐκ ἦν παραιτήσασθαι. ἐπικραίνετο τοίνυν καὶ πά σχων ὑπ' αὐτῶν πάσχουσι συναλγῶν· καὶ ἀσεβοῦσιν ὑπερα χθόμενος. 74 Ψήφῳ φησὶν ἢ ἀριθμῷ, καθ' ἕκαστον ὀδόντα παιομένου κατὰ τῆς σιαγόνος, ἢ λίθῳ σκληρῷ. καὶ κατὰ τὸν Δαβὶδ δέ φησι· «μετὰ σποδοῦ ἄρτον μου ἤσθιον», τὸ μηδὲ ἄρτον σὺν ἡδονῇ λαμβάνειν δη λῶν ὑπὸ θλίψεως. οὐκ ἦν οὖν εἶναι τὴν ψυχὴν ἐν εἰρήνῃ, αὐτὴν ταραττομένην καὶ προσέτι βλέπουσαν ἔξωθεν θορύβους, ἔσωθεν μάχας. διὸ μηδὲν ἐλπίσας χρηστόν, τὰς Ἰὼβ ἀφῆκα φωνάς· «ἀπείπατό με ἔλεος, καὶ ἡ ἐλπίς μου παρὰ κυρίου». οὐ γὰρ ἦν νικῆσαι τὰ περιεστῶτα δεινά. 75 Πρὸς πάντας γὰρ ὢν ἀγαθὸς τὴν παρ' ἡμῶν ὑπομονὴν ἀπαι τεῖ. τῇ γὰρ ψυχῇ, ἣ ζητήσει αὐτόν, ἀγαθὸν τὸ ζητεῖν, ἥτις ὑπο μένοι μὴ ταραττομένη, μέχρι τὸ ἔλεος ἀπαντήσειεν, μηδὲ μεθισταμένη, μέχρι τὸ σωτήριον ἐπιφανείη κυρίου, εἰς τὸ ἐλπίζειν εἰς ἕτερον. ἴσως δὲ καὶ ἡσυχάσει λέγει μὴ πολυπραγμονοῦσα τῆς προνοίας τὰ κρίματα. δεῖ τοίνυν, κἂν ἀγνοῶμεν, μὴ ἀφηνιάσαι κυρίου. 76 Ὅτι «ὁ ζυγὸς αὐτοῦ χρηστὸς καὶ τὸ φορτίον ἐλαφρόν». κἂν οὖν μηδεὶς αὐτῷ συναινῇ περί του, δεῖ μὴ συναπάγεσθαι, ἀλλὰ κἂν μονωθῇ πρὸς τοῦτο, τοῖς δεδογμένοις ἐγκαρτερεῖν καὶ ἐνιδρῦσθαι βεβαίως. «κύριος» γὰρ «κατοικίζει μονοτρόπους ἐν οἴκῳ» φησὶν ὁ Δαβίδ, καὶ «κατὰ μόνας εἰμὶ ἐγώ, ἕως οὗ παρέλθω», δηλονότι τοὺς πειρασμοὺς φιλανθρωπίας τυχών. 77 Ταπεινώσει γὰρ ἑαυτὸν φάσκων· «ἐγὼ δέ εἰμι γῆ καὶ σποδός», εἴπερ ὄντως ἐστὶν ἀνήρ, καὶ τῆς μὴ καταισχυνούσης ἐλπίδος πε πλήρωται, ὁποῖον καὶ τὸ «ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου». 78 Ἁρμόζει τοῦτο καὶ πρὸς τοὺς ἐν τῇ αἰχμαλωσίᾳ λέγοντας τὰ ἐν τῷ ἑβδομηκοστῷ τρίτῳ Ψαλμῷ· «ἱνατί, ὁ θεός, ἀπώσω εἰς τέλος; ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου;» σύμφωνον δὲ τὸ «οὐκ εἰς τέλος ἀπώσεται κύριος οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ»· ἐρεῖ δὲ τῷ πρὸς ἀξίαν μετανοήσαντι· «διαλειπέτω ἡ φωνή σου ἀπὸ κλαυθμοῦ, καὶ οἱ ὀφθαλμοί σου ἀπὸ δακρύων». 79 Διὰ τούτων μανθάνομεν μὴ εἰρηκέναι τὸν κύριον μηδὲ αἴτιον εἶναι τοῦ ταπεινωθῆναι τοὺς δεσμίους τῆς γῆς ὑπὸ τῆς ἁμαρτίας, οὐδὲ τὰ ἀνθρώπινα κρίματα ἐγκλίνειν κατέναντι τοῦ θεοῦ, τὸ γὰρ δίκαιον ἀγαπᾷ καὶ εὐθύ, ἀλλ' οὐδὲ τοῦ ἄξιον γενέσθαι καταδικάσαι ἄνθρωπον· οὐ γὰρ δύναται, φησί, τὰ ἐναντία ἐκ στόματος κυρίου ἐξεληλυθέναι, τὰ ἀγαθὰ καὶ τὸ κακόν· οὔτε γὰρ «δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖ, οὔτε δένδρον πονηρὸν καρποὺς ἀγαθούς». τὸ οὖν ἀδικεῖσθαι ἄνδρας ὑπὸ πονηρῶν παρὰ τὴν θείαν κρίσιν ἐστί, γίνεται δὲ ὅμως ἐν τοῖς περιορωμένοις ὑπὸ θεοῦ, καθὰ τοῖς Ἰσραηλί ταις ὑπὸ τῶν πολεμίων συνέβη, καὶ ἐν ἐπιστροφῇ θεοῦ λύεται. διὸ χρὴ ταύτην ἀναζητεῖν τοὺς ἐπὶ τιμωρίᾳ παραδοθέντας. 80 Μάτην ἄρα γογγύζοντες ἐπὶ τὸν δημιουργὸν τὴν αἰτίαν ἀνά γομεν· ὅπερ ὁ ζῶν ἄνθρωπος οὐκ ἔχει ποιεῖν· νεκρῶν γὰρ ἐν ἁμαρτίαις ἡ τοιαύτη προαίρεσις, εἰ μὴ ἄρα διελέγχει τὸν ζῶντα καθ' ἁμαρτίαν, καὶ θεὸν αἰτιώμενον. ὡς οὖν ἑτέραν αἰτίαν οὐκ ἔχοντες ἢ μόνους ἑαυτούς, τὰ παρ' ἑαυτῶν γενόμενα κρίναντες ἐπιστρέψωμεν. 81 Οὐκ ἔστι γὰρ ἐπιστρέψαι πρὸς κύριον τὸν ἑαυτὸν ἀγνοή σαντα· ἐπιγινώσκει δέ τις ἑαυτόν, ἐπάγων ταῖς πράξεσι τὴν διάνοιαν, ἅμα μὲν ἐπισκοπῶν αὐτάς, ἅμα δὲ καὶ νοερὰς ἐργαζόμενος. τότε γὰρ «ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμεθα» καὶ τὰ πρὶν ἐξομολογούμενοι λέξομεν ὅτι «ἡμάρτομεν καὶ ἠνομήσαμεν ἀποστῆναι ἀπὸ σοῦ» καὶ «ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν οἷς ἐπήγαγες ἡμῖν». 82 Τὸ ἀναλαβεῖν καρδίας ἐπὶ χειρῶν δοκεῖ δηλοῦν τὸ οἱονεὶ μετὰ χεῖρας λαβόντες τὰς ἑαυτῶν ἐννοίας ἐξετάσωμεν, εἴπερ εἰσὶ καθαραί. 83 Καὶ ταῦτα τῆς φθασάσης ἐξομολογήσεως μέρος· ὡς γὰρ σκότος ἡμῖν ἐκ νεφέλης ἐπήγαγες τὰς τῶν δεινῶν περιστάσεις, καὶ μακρὰν ὄντας ἀπὸ σοῦ κατεδίωξας, ἀπώλεσας νεκρῶν τῇ ἁμαρτίᾳ διὰ τῆς τιμωρίας. καὶ ἐπείπερ αἱ ἁμαρτίαι ἡμῶν διίστων ἡμᾶς ἀπὸ σοῦ ὥσπερ διατειχιζούσης νεφέλης, οὐκ ἔφθανεν ἡμῶν ἡ προσευχὴ πρός σε· οὐ γὰρ εἴχομεν «πτέρυγας περιστερᾶς» ὑπερίπτασθαί τε καὶ λέγειν· «ἐν τῷ θεῷ ὑπερβήσομαι τεῖχος». οὐ γὰρ ἦν εὐχερὲς παρελ θεῖν τὴν ἁμαρτίαν, στερεάν τε οὖσαν καὶ σκοτεινὴν καὶ πνεύματος ἄμοιρον ἁγίου. 84 Σύμμαχος· πτόησις. ὅλῳ στόματι κατέπιον ἡμᾶς, καὶ εἰς βάθος κακῶν ὑπηνέχθημεν φόβου καὶ ταραχῆς ἐμπλησθέντες· «ἐμ πίπτει γὰρ εἰς ὃν ὤρυξε βόθρον» ὁ ἁμαρτωλὸς διδοὺς ὧν ἥμαρτε δίκας. καὶ ἐπεὶ «πρὸ συντριβῆς ἡγεῖται ὕβρις» κατὰ τὸν Σολομῶντα, τουτέστιν ὑπερηφανία, ἐπήρθημέν τε καὶ συνετρίβημεν. ὅθεν ὁ Δαβὶδ μελῳδεῖ· «μὴ ἐλθέτω μοι ποὺς ὑπερηφανίας, καὶ χεὶρ ἁμαρ τωλοῦ μὴ σαλεύσαι με». 85 Καὶ τοσαῦτα παθὼν τῶν δεδρακότων ὑπεραλγεῖ, οὕτως «ἡ ἀγάπη τὸ κακὸν οὐ λογίζεται». 86 Ἀντὶ τοῦ ὁ ὀφθαλμός μου κατεπονήθη, καὶ οὐ σιγήσε ται τοῦ μὴ εἶναι ἔκνηψιν Σύμμαχος εἶπεν· ὁ ὀφθαλμός μου ἐπέμεινε, καὶ οὐκ ἐπαύσατο τοῦ μὴ εἶναι ἄνεσιν. δηλοῦσι δὲ οἱ μὲν Ἑβδομήκοντα ὅτι καίπερ τῶν ὀφθαλμῶν ἐκ πλήθους δακρύων ἠσθενηκότων οὐ διέλειπον ὅμως, ἀνανῆψαι τοῦ κλαυθμοῦ μὴ δυνά μενος, ὁ δὲ Σύμμαχος ὅτι ἐπέμεινά τε δακρύων καὶ οὐ διέλειπον· προσευχὴ γὰρ ἐκτενὴς καὶ δακρύων ἐπίτασις τὸν θεὸν ἐφέλκει πρὸς ἔλεον. 87 Κατακόπτει γάρ με τὰ δάκρυα, φησί, καθάπερ ἄμπελον ἀκριβὴς τρυγητής· κατὰ δὲ Σύμμαχον, ὅτι κατεπόντισάν με τὰ δάκρυα, τῇ τῶν ἐν ὕδασι πνιγομένων μεταφορᾷ. ὑπομένων δὲ ὑπομενῶ τὸν κύριον, μέχρι τοῦ ἀποστρέφειν τὸ πρόσωπον αὐτοῦ ἀφ' ἡμῶν. τὸ διακύψαι δὲ τὸν θεὸν τὸ τῆς ἐπισκοπῆς ἡμᾶς ἀξιῶσαι δηλοῖ. ἐξη γεῖται δὲ τὸ παρὰ πάσας ἐπὶ πάσας ἐπενεγκών, τουτέστιν ἐπὶ ταῖς αὐ τῶν συμφοραῖς· τὸ γὰρ θῆλυ γένος τοῦ τῶν ἀρρένων ἐλεεινότερον. 88 Ἢ ἃ πέπονθε λέγει· ἐνεβλήθη γὰρ λάκκῳ καὶ ὅσον ἧκεν εἰς ἐκεί νους ἀπέθανεν, σωθεὶς δὲ παρ' ἐλπίδα ἐβόα μετὰ Δαβίδ· «ἡ ψυχή μου ὡς στρουθίον ἐρρύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων»· οὐ γὰρ ἦν «πεσεῖν ἐπὶ τὴν γῆν ἄνευ τοῦ πατρὸς τοῦ ἐν τοῖς οὐρανοῖς» κατὰ τὴν τοῦ σωτῆρος φωνήν. ἢ τοίνυν δι' ἑαυτόν φησιν ἢ καὶ τὰ τοῦ λαοῦ οἰκειούμενος πάθη. ἀλλὰ τὸ δωρεὰν περὶ αὐτοῦ εἰκότως ἂν λέγοιτο· τί γὰρ αὐτοὺς ἠδίκησεν, μᾶλλον δὲ οὐκ εὐεργέτησεν; 89 Ἐδίκασεν ὁ θεὸς ἀποκτείνας τὸν ψευδοπροφήτην καὶ τὸν βασι λέα παραδούς, καὶ ἐπὶ τοῦ Χριστοῦ παραδοὺς τὸ ἔθνος εἰς ἅλωσιν. τὸ δὲ ἐγὼ ἐπ' ὀφθαλμοὺς αὐτῶν, ὅτι βαρὺς ἤμην αὐτοῖς καὶ φαινόμενος. 90 Ἔλεγε καὶ πρόσθεν· «συντέλεσον αὐτούς, καὶ ἔσται σου ὁ λόγος ἐμοὶ εἰς εὐφροσύνην καὶ χαρὰν καρδίας μου». ταῦτα γέγονε μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἐπιβουλήν, ὅτε πανταχοῦ διεσπάρησαν· ἦλθε γὰρ ἐπ' αὐτοὺς «πᾶν αἷμα δίκαιον ἐκχυθέν». τὸ τοίνυν συντελέσαι δηλοῖ τὸ τέλος λαβεῖν τὴν κατ' αὐτοὺς λατρείαν, καὶ τὸ μηκέτι χρη ματίζειν ἔθνος θεοῦ. 91 Τὸ ὑπερασπισμὸν καρδίας μόχθον αὐτοῖς, ὅτι δώσεις αὐ τοῖς μόχθον εἰς αἴσθησιν τοῦ πόσος ὑπῆρχες ὑπερασπίζων αὐτῶν, ἵνα σὲ καὶ πάλιν ζητήσωσιν. εἰ δὲ μή, καταδιώξεις αὐτοὺς ἐν ὀργῇ σου. 92 Τῆς νῦν παρούσης τετάρτης στοιχειώσεως ἀρχόμενος τὸν περὶ τῶν ἐπιφανῶν ἐξαιρέτως ἐπανέλαβε Θρῆνον, ἠμαυρῶσθαι λέγων τὴν ἐπιφάνειαν ἐκκεχυμένου τε δίκην ὕδατος ἠφανίσθαι. 93 Ἅγιοι δὲ ὡς ἐκλεκτοὶ διὰ τοὺς πατέρας ἢ διὰ τοὺς σὺν Ἰωακεὶμ ληφθέντας ἁγίους, οὓς ἀπείκασε σύκοις χρηστοῖς. Καὶ μετ' ὀλίγα· Ἐξόδων δὲ τῶν ἀπὸ τῆς ἁγίας γῆς «ἀπαγουσῶν εἰς ἀπώλειαν» καὶ εἰς τὸν νοητὸν Βαβυλώνιον, «ἵνα παιδευθῶσι μὴ βλασφημεῖν». εἴποις δ' ἂν τὸν Θρῆνον καὶ ἐπὶ τῶν ἐκ θεοσεβείας μεταβαλλόντων, εἴπερ εἶεν ἐπίσημοι καὶ πλάνης ἡγοῖντο τοῖς ἄλλοις, «καταλιπόντες μὲν τὴν πηγὴν τοῦ ζῶντος ὕδατος, γεγονότες δὲ λάκκοι συντετριμ μένοι οἳ οὐ δύνανται στέγειν». ὅθεν εἰκότως ἐκχέονται περὶ τὴν πλάνην ἀωρὶ στένοντες. 94 Οἱ κομῶντες ἐπὶ πλούτῳ, φησίν, ἢ καὶ χρυσίου τιμιώτεροι πῶς οὕτω τοῖς εὐτελέσι καὶ συντριβομένοις ἀπαχθέντες εἰς δουλείαν εἰκάσθησαν; ἔφη δὲ τούτοις αὐτοὺς ἀπεικάζεσθαι καὶ ἡνίκα κατελ θὼν «εἰς τὸν οἶκον τοῦ κεραμέως» λαβὼν ἀγγεῖον συνέτριψεν. ἀπει κάζει δὲ αὐτοὺς καὶ Ἡσαΐας πόλει πεσούσῃ, «καὶ τὰ πτώματα» λέγων «αὐτῆς ἔσται ὡς συντρίμματα ἀγγείου ὀστρακίνου». 95 Περὶ λιμοῦ τῶν ἐνδόξων λέγει βρεφῶν, ὡς τῆς Ἱερουσαλὴμ μηδὲ τοῖς ἀγρίοις ζώοις ὁμοίως θηλὴν αὐτοῖς προτεῖναι δεδυνημένης. ἡ δὲ τοῦ πάθους ὑπερβολὴ καὶ φύσεως λήθην ἐργάζεται. δράκοντας δὲ ἢ καὶ τὰς κατὰ Σύμμαχον Σειρῆνας ἀκούσει τὰ πονηρὰ πνεύ ματα, τὰ τοὺς ἑαυτῶν νεογνοὺς πονηρῷ θηλάσαντα γάλακτι. τοι οῦτοι δὲ οἱ ταῖς διδασκαλίαις τῶν ἀσεβῶν εἰσαγόμενοι. 96 Πῶς γὰρ οὐ θυγατέρες οἱ ἐκτεθηλυμμένοι, οὓς καὶ Φαραὼ περι ποιεῖται, φονεύων τοὺς ἄρρενας; οἳ καὶ τὴν διδασκαλίαν, τὴν ἔρη μον θεοῦ, καταβόσκονται, ἀποπτῆναι κατὰ τοὺς στρουθοκαμή λους μὴ δυνάμενοι, ἀλλὰ τὴν γῆν ἀεὶ διαθέοντες; τὸ γὰρ στρουθίον οὕτως ἐξέδωκε Σύμμαχος, τοὺς δὲ τούτων διδασκάλους οὐκ ἀπεικότως Σειρῆνας ἐκάλεσεν. κατὰ γὰρ τὸν ἔξω μῦθον αὗται διὰ τῆς ἡδονῆς τοὺς προστυχόντας ἀπώλλυον, ὥσπερ οὖν τὸν ἰὸν ἐνδακόντες οἱ δράκοντες. ὀνειδίζει τοίνυν τοῖς δῆθεν ἀγαθοῖς διδασκάλοις, ὅτι μηδὲ τούτοις ὁμοίως περὶ τοὺς φοιτῶντας ἐσπούδασαν. 97 Ταῦτα πεπόνθασι πολιορκούμενοί τε καὶ ἀπαγόμενοι. λέγοις δ' ἂν καὶ ὡς «λιμὸν ὑπέμειναν οὐκ ἄρτου, οὐχ ὕδατος» κατὰ τὸ λόγιον τὸ προφητικόν, «ἀλλὰ τοῦ ἀκοῦσαι λόγον κυρίου». διὸ περὶ τῶν νεογνῶν αὐτῶν προφητεύει. 98 Ἱστορικῶς μὲν ἐπανῆλθεν ἐπὶ τὰ συμβάντα ἐπὶ τῆς αἰχμαλωσίας, πρὸς δὲ διάνοιαν περὶ τοῦ λιμοῦ τοῦ διδασκαλικοῦ λόγου φησίν. 99 Οὐ γὰρ τοσοῦτον ἐλεεινὸν οἱ πένητες οἱ κακούμενοι. τούτους δὲ θρηνεῖ καὶ Παῦλος, «ὧν ἡ υἱοθεσία» λέγων «καὶ ἡ δόξα». κενὰ γὰρ νῦν μελετῶντες οὐκ ἐντρυφῶσι Μωσεῖ τε καὶ τοῖς προφήταις, ὡς τὸ «κατατρύφησον τῷ κυρίῳ». οὐδεὶς γὰρ αὐτοῖς ὁ πέττων τὸν τρόφιμον λόγον, οὐδὲ τοῦ σιτευτοῦ μεταλαμβάνουσι μόσχου καίπερ αὐτοὶ τεθυκότες. διεξόδους δὲ καλεῖ τὰς διασπορὰς ἢ καὶ τὰς τῶν νομικῶν γραμμάτων παρατροπάς. 100 Ἐτιθηνοῦντο τὸ πρὶν ἐπὶ κόκκου, τὸ μέλλον ἐκχεῖσθαι τοῦ σωτῆρος αἷμα προφητικῶς προακούοντες, καὶ νῦν ἐκ τῶν γηΐνων νοημάτων ῥακοδυτοῦντες. 101 Σύμμαχος τὸ μὲν ὥσπερ σπουδή, ἐξαπίνης ἐξέδωκε, τὸ δὲ οὐκ ἐπόνεσαν, ἣν οὐκ ἔτρωσαν. τί γὰρ θείου συντομώτερον λόγου φήσαντος· «ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος» καὶ μόνῳ παραδόντος τῷ βούλεσθαι; ἡ ἀνομία δὲ τῆς Ἱερουσαλὴμ ὑπὲρ τὴν Σοδόμων ἐμεγαλύνθη. οἱ μὲν τὸν φυσικὸν νόμον εἶχον μόνον, οἱ δὲ καὶ γραπτὸν καὶ προφήτας ὅσα τε παραδόξως ὁ θεὸς ἠργάζετο ἐν αὐτοῖς. κἀκεῖνοι μὲν ἥμαρτον εἰς ἀγγέλους καὶ τοὺς ὁμοίους ἀν θρώπους· οὗτοι δὲ εἰς τὸν σωτῆρα καὶ λυτρωτὴν πάλαι μὲν ἐξ Αἰ γύπτου, νῦν δὲ δαιμόνων λατρείας, εἴπερ ἐδέξαντο τὸν πρὸς αὐτοὺς ἐλθόντα προηγουμένως. «οὐκ ἀπεστάλην» γάρ φησιν «εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ». 102 Σύμμαχος· ἄχραντοι ἀφωρισμένοι αὐτῆς ὑπὲρ χιόνα, λαμ πρότεροι γάλακτος, πυρρότεροι τὴν ἕξιν ὑπὲρ τὰ περί βλεπτα, σάπφιρος τὰ μέλη αὐτῶν, σκοτεινότερον ἀσβόλης τὸ εἶδος αὐτῶν. τοὺς ἁγιάσαντας ἑαυτούς φησι τῷ θεῷ· Ἡγια σμένοι γὰρ τὸ Ναζιραῖοι δηλοῖ, οὕτω γὰρ Σύμμαχος καὶ Θεοδοτίων ἐν τῷ Ἀμὼς τοὺς ἡγιασμένους ἐξέδωκαν, Ναζιραίους εἰπόντες. μέ μνηται τούτων καὶ Μωσῆς· ὁποῖος ἦν καὶ Σαμψών. ἦσαν δὲ καὶ παρὰ Ἰουδαίοις ἐπιφανεῖς. διὸ τὸ μὲν καθαρὸν αὐτῶν ἀντεξήτασε χιόνι, τὸ δὲ λαμπρὸν γάλακτι· ἐπυρώθησαν δὲ τῇ ἀσκήσει δοκιμα σθέντες ὧν ἐπηγγέλλοντο τῷ θεῷ, οἱ ἐκλεκτοὶ δὲ αὐτῶν (ὃ δηλοῖ τὸ ἀπόσπασμα) πολιτείαν οὐράνιον ἔχουσιν· τοιοῦτον γὰρ τῆς σαπφίρου τὸ χρῶμα. ἔχει δὲ καὶ χρυσιζούσας φλέβας, αἷς δὴ τὴν ἕξιν αὐτῶν ὁ Σύμμαχος ἀπεικάζει, τὸ ἀδιάφθορον ἔχουσαν καὶ τὸ διάπυρον κατὰ θεοσέβειαν. 103 Τῆς πνευματικῆς ἐξέπεσαν ἐλλάμψεως καὶ λιμῷ τῷ νοητῷ δι ετάκησαν, ὡς ἐοικέναι ξύλοις ξηροῖς, τοῖς μὴ «πεφυτευμένοις παρὰ ταῖς διεξόδοις τῶν ὑδάτων»· ὁποῖοι νῦν οἱ παρ' αὐτοῖς ἱερεῖς μηδε μίαν ἔχοντες εὐτροφίαν πνευματικήν. καὶ κατὰ τὸ ῥητὸν δέ, ὑπ' αἰσχύνης ἄκρας τὰ πρόσωπα αὐτῶν ἐμελαίνετο, ὅτι τοῖς ἄλλοις ὁμοίως ἁμαρτάνοντες ἀπήγοντο· ἐπεὶ καὶ νῦν ἐπὶ τῶν καταισχυνο μένων ἡ συνήθεια τῷ ὀνόματι κέχρηται.