Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Fragmenta in librum primum Regnorum
OrigenesRegn 7 · pg-scrape-grcMore by Origenes
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/origenes" aria-label="More works by Origenes"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.1
Πῶς ἀνήρ, καὶ πῶς συνετὸς ἐν λόγῳ, πῶς δὲ καὶ πολε μιστὴς ὁ ἔτι πρόβατα ποιμαίνων; οὐκ ἄρα ἀφ' ἑαυτοῦ ἐλάλησεν εἰπών, ἀλλὰ τὰ ἐσόμενα προειπὼν ὡς παρόντα, καὶ μαρτυρεῖ τῷ Δαβὶδ ἅπερ ἔμελλεν εἶναι, πλὴν τοῦ κύριος μετ' αὐτοῦ τοῦ τε ἀγαθὸς τῷ εἴδει, ἅπερ ἐκ παιδικῆς ἡλικίας προσῆν αὐτῷ καὶ παρέμενε, τὸ μὲν φύσει, τὸ δὲ χάριτι. 8 Ἐπειδὴ δυνατὸς ἦν ὁ Σαοὺλ πλῆθος ἔχων βοηθοῦν αὐτῷ κακῶς κατὰ τοῦ Δαβίδ, οἱ δὲ δύο μόνοι ἐδιώκοντο ὁ Σαμουὴλ καὶ ὁ Δαβίδ, ἡ τοῦ θεοῦ χάρις ποιεῖ προφητεύειν τὸν Σαοὺλ οὐ μόνον ὅσα κατ' αὐτοῦ ἦν, ἀλλὰ καὶ τὰ ὑπὲρ τοῦ Δαβίδ, καὶ ῥίπτει γυμνόν, προσημαίνουσα ὅτι γυμνωθήσεται τῆς βασιλείας. 9 Βεβήλους λέγει νῦν οὐ τοὺς ἀκαθάρτους, ἀλλὰ τοὺς οὐχ ἁγίους, πρὸς ἀντιδιαστολὴν τῶν ἁγίων ἄρτων τῶν ἐπὶ τῆς τραπέζης παρα τιθεμένων. ἓξ γὰρ εἶχεν ἄρτους ἡ τράπεζα διαπαντὸς ἀλλασσομένους ὑπὲρ τῶν δώδεκα φυλῶν τοῦ Ἰσραήλ, οὓς ἐνωπίους ἐκάλουν, ὡς εἶναι ἕκαστον τῶν ἄρτων ὑπὲρ δύο φυλῶν προσφερόμενον, τοὺς δὲ ἓξ ὑπὲρ τῶν δώδεκα φυλῶν. τί οὖν ἐκ τούτου καλὸν ἐγίνετο; τὰς φυλὰς τοῦ Ἰσραὴλ πρὸς ὁμόνοιαν συνάπτεσθαι. τί δὲ κρεῖττον προε σημαίνετο; τοὺς μακαρίους ἀποστόλους ἀνὰ δύο δύο πέμπεσθαι ὑπὸ τοῦ σωτῆρος τὰ πρῶτα κηρύττειν ἐν ταῖς φυλαῖς τοῦ Ἰσραήλ, ὡς εἶναι ἓξ ἅμα τῶν δώδεκα μαθητῶν τὸν ἀριθμόν. {Ἄρτος λαϊκὸς οὐχ ὅτι οἱ μὴ ἅγιοι βέβηλοι, ἀλλ' ὅτι πρὸς τὸ ἅγιον συγκρινόμενοι.} 10 Σήμερον ἁγιασθήσεται διὰ τὰ σκεύη ἀσαφέστερον μὲν εἶπε, σημαίνει δὲ τοῦτο. τὰ μὲν παιδία μου ἡγίασται καὶ ἀπέσχηται γυναικὸς καὶ χθὲς καὶ τρίτην ἡμέραν· τοῦτο γὰρ τὸ φάναι αὐ τὸν καὶ τὰ παιδία ἡγνισμένα. εἰ δὲ οὐκ ἦν, πάντως ἡγιάζετο διὰ τοῦ φαγεῖν τὸν ἄρτον τῆς προθέσεως. πεισθεὶς ὁ ἱερεὺς τοῖς εἰρη μένοις δίδωσι τῷ Δαβὶδ τῶν ἄρτων, οὓς οὐκ ἐχρῆν ἑτέρους φαγεῖν ἢ μόνους τοὺς ἱερέας. τοῦτο δὲ τῆς προφητείας ἐστὶ τῆς δι' ἔργων δηλούσης, ὅτι μήποτε ἄλλης οὔσης τῆς βασιλικῆς φυλῆς, τουτέστι τῆς Ἰούδα, καὶ ἄλλης τῆς ἱερατικῆς φυλῆς, λέγω δὴ Λευιτικῆς, ἔμελλον συνάπτεσθαι καὶ ἓν ἀποτελεῖσθαι τό τε ἱερατικὸν ἀξίωμα καὶ τὸ ἐν τῇ παρουσίᾳ τοῦ ἐκ Δαβὶδ σωτῆρος ἡμῶν ἱερέως τε ὁμοῦ καὶ βασιλέως, τοῦ «κατὰ τὴν τάξιν Μελχισεδέκ». 11 Τὸν Νεεσσάρ· δηλοῖ ἢ ὅτι δι' ἁμαρτίας παρέμενε Δωὴκ ὁ Ἰδουμαῖος ἐνώπιον κυρίου θεραπευόμενος καὶ ἐξομολογούμενος, ἢ δαιμονῶν ὡς ὁ Σαούλ, οὗ τὰς ἡμιόνους ἔβοσκεν. 12 Ὁ Σαοὺλ τοῦ πονηροῦ πνεύματος τύπον φέρει, ἄρξαντος τοῦ Ἰσραὴλ τότε εἰπόντος· οὐκ ἔχομεν βασιλέα. καὶ γὰρ ὁ πάλαι λαὸς ἐξουδενώσας τὸν κύριον βασιλεύοντα αὐτοῦ, ᾔτησε τὸν Σαοὺλ ἄρ χοντα αὐτῷ δοθῆναι. 13 Οὐκ οὐρεῖ τις ἑστὼς καὶ τοῦτο πρὸς τοῖχον, ἐὰν μὴ σχολάζῃ τοῦτο οὖν λέγει καὶ τὸν ἀμέριμνον καὶ μηδὲν προσδοκῶντα παθεῖν, ἐὰν ᾖ τοῦ Νάβαλ. 14 Ἡ ἐγγαστρίμυθος τὸν Σαμουὴλ οὐκ ἀνήγαγεν, ἀμήχανον γάρ, οὐδὲ ἀναβὰς ἀλήθειαν εἴρηκεν. τίς δὲ οὗτος καὶ διὰ ποίας δυνάμεως ἀνέβη, ζήτει. 15 Ἐπολιόρκει τὴν Ἰεβοὺς ὁ Δαβίδ. Ἰεβοὺς δὲ ἡ νῦν Ἱερουσαλὴἐλέγετο, ὅτε ὑπὸ ἀλλοφύλους ἦν. οἱ τοίνυν Ἰεβουσαῖοι, εἰδότες ὅτι φιλόπτωχος ἦν ὁ Δαβίδ, ὑπεβάλοντο ἄνωθεν ἀπὸ τοῦ τείχους τυφλοὺς καὶ χωλοὺς αὐτὸν ὑβρίζειν. ὁ δὲ κρατήσας τῆς Ἱερου σαλὴμ τοσοῦτον ἀπέσχε τοῦ διαθεῖναι κακῶς τοὺς λελωβημένους τὸ σῶμα, ὡς καὶ νόμον θέσθαι τοῖς αὐτοῦ στρατιώταις θανάτου, εἴ τις ἐπιχειρήσειεν ἀνελεῖν τυφλὸν ἢ χωλόν. πᾶς γὰρ ὁ τύπτων φησὶν Ἰεβουσαῖον χωλὸν ἢ τυφλὸν ἁπτέσθω ἐν παραξιφίδι, τουτ έστιν ἀναιρείσθω· εἰ γὰρ καὶ ἐμίσουν τὴν ψυχὴν Δαβίδ, ἀλλὰ φει δοῦς τυγχάνουσι. διὸ ἀξιοῦται τῆς παρὰ πάντων τιμῆς λεγόντων· χωλὸς καὶ τυφλὸς οὐκ εἰσελεύσεται εἰς οἶκον κυρίου, οἱ τὸν Δαβὶδ ὑβρίσαντες, ὧν ἐφείδετο. 16 Σημειωτέον ὅτι Νάθαν ὁ υἱὸς Δαβὶδ τίκτεται αὐτῷ ἑλόντι καὶ οἰκήσαντι τὴν Ἱερουσαλήμ. οὗτος δέ ἐστι Νάθαν ὃν γενεαλογεῖ ὁ μακάριος Λουκᾶς, ὁ δὲ μακάριος Ματθαῖος Σολομῶνα τὸν ἀδελφὸν αὐτοῦ γενεαλογεῖ. καὶ ἐντεῦθεν, λέγω δὴ ἀπὸ τῶν μνημονευθέντων υἱῶν τοῦ Δαβίδ, ὁ μὲν δι' ἑτέρας λέγεται γενεαλογίας, ὁ δὲ δι' ἄλλης. 17 Ὥστε καὶ ἐντεῦθεν δείκνυται ὅτι, ὅπερ ὁ θεὸς οὐ ποιεῖ μὲν συγχωρεῖ δὲ γενέσθαι, πεποιηκέναι λέγεται. ὡμολόγηται τοίνυν ὅτι οὐκ ἦν ἔργον τοῦ θεοῦ ἡ ἐπανάστασις τοῦ Ἀβεσσαλὼμ καὶ ἡ τοῦ Σεμεῒ λοιδορία καὶ τὸ βαλεῖν αὐτὸν λίθοις τὸν Δαβίδ. τρανότερον δὲ δείκνυσιν ὅ φημι τὸ λέγειν τὸν Δαβίδ· ἄφες αὐτὸν ἀρᾶσθαι, ὅτι κύριος εἴρηκεν αὐτῷ, ὅπως ἴδοι τὴν ταπείνωσίν μου, καὶ ἀνταποδώσει μοι κύριος ἀγαθὰ ἀντὶ τῆς κατάρας αὐ τοῦ τῆς ἐν τῇ ἡμέρᾳ ταύτῃ. φανερὸν γὰρ ὅτι οὐκ ἤρεσκε τῷ θεῷ τὸ γινόμενον· ὃ δὲ οὐκ ἤρεσκεν, οὐκ ἂν ἐνετείλατο ποιεῖν. 18 Εἰ ἐν τῷ ζήλῳ τοῦ Ἰσραὴλ καὶ τοῦ Ἰούδα ὁ Σαοὺλ τοὺς Γαβαωνίτας ἀνελεῖν ἐπεχείρησεν, μεθ' ὧν συνθήκας ἐποιήσατο Ἰησοῦς ὁ τοῦ Ναυὴ καὶ πᾶς ὁ λαός, καὶ διὰ τοῦτο ἑπτὰ τοῦ Σαοὺλ ἀνῃρέθησαν οἱ ἀπὸ τῶν θυγατέρων αὐτοῦ γεγεννημένοι, τίνος ἕνεκεν οὐχ αἱ φυλαὶ ἐν αἰτίαις, ἀλλ' οἱ μηδὲν ἠδικηκότες δίκην δεδώκασι; τοῦτο γὰρ ἄδικον. πλὴν εἰ μή τις εἴποι Σαοὺλ βασιλέα ὄντα ἀδυνάτως ἔχειν ἀντιστῆναι τοῖς Ἰσραηλίταις καὶ τῇ φυλῇ Ἰούδα, καὶ μὴ λῦσαι τὰς συνθήκας τῶν πατέρων τὰς πρὸς τοὺς Γαβαωνίτας. ἐγὼ δὲ προσθοίμην ἂν τούτοις τὸ τοῦ θεοῦ οἰκονομίαν εἶναι τὸ γένος τοῦ Σαοὺλ ἀναλωθῆναι πᾶν, ὅσον ὑπωπτεύετό ποτε ἀντι ποιεῖσθαι τοῦ βασιλικοῦ ἀξιώματος διά τε τοῦτο ἐπαναστήσεσθαι τῷ Δαβὶδ καὶ τοῖς τούτου παισίν. τὸ δὲ ἐξηλίασαν αὐτοὺς οἱ Γαβαωνῖται ἐναντίον κυρίου ἐν τῷ ὄρει ἀντὶ τοῦ ἀναιρεθέν τας οὐκ ἔθαψαν, ἀλλ' εἴασαν ὑπὸ τὸν ἥλιον κεῖσθαι. καὶ ἐξελύ θησάν φησιν καὶ ἔλαβεν αὐτοὺς Δὰν υἱὸς Ἰωὰ τῶν ἀπογό νων τῶν γιγάντων. πάντως που βούλεται λέγειν ὅτι τοὺς ὑπὸ τὸν ἥλιον τεθέντας λαβὼν ὁ γίγας ἀνείλετο ἐκλελυμένους ἤδη ὑπὸ τῆς ἡλιακῆς φλογός. {Ὁ λόγος ὁ κατὰ τοὺς Γαβαωνίτας ἄγνωστος καθέστηκεν, εἰ μή πού γε εἴπωμεν ὅτι, ἡνίκα ἐκάθητο ἐν Γαβεὲ τοῦ πολεμεῖν, καὶ ἐτρο πώσατο τοὺς ἀλλοφύλους ὁ Σαοὺλ καὶ ἀπώλεσεν μετ' αὐτῶν καὶ τοὺς Γαβαωνίτας. καὶ ἔστι τὸ διήγημα ἐν τριακοστῷ δευτέρῳ καὶ τριακοστῷ τρίτῳ ἀριθμῷ τῆς πρώτης Βασιλείας καὶ τριακοστῷ ἑβδόμῳ, ἔνθα φησίν· «καὶ ἐπολέμει κύκλῳ πάντας τοὺς ἐχθροὺς αὐ τοῦ» καὶ τὰ ἑξῆς. ὃ δὲ λέγει τὸ ῥητόν, τοῦτό ἐστι· Σαοὺλ ἠδίκησεν κατ' αὐτοῦ, καὶ ἐκ τοῦ οἴκου αὐτοῦ γεγένηται ἡ ἐκδίκησις τῆς ἀδι κίας ἡ ἐπὶ Ἰησοῦν. Οὐκ ἀδικοῦνται δὲ συναιρούμενοι τῷ ἐν ἀρχῇ οἱ ἐξ ἐκείνου τὸ εἶναι λαχόντες. ὅθεν γὰρ ἔσχον τὸ εἶναι, ἐντεῦθεν τὸ μὴ εἶναι ἔχοντες, εἰ δέ τινος ἀγαθοῦ δι' ἑαυτοὺς ἦσαν ἄξιοι, ὕστερον τοῦτο κομιζόμενοι.} 19 Ζητεῖται πῶς ὁ Δαβὶδ τῷ Σεμεῒ συγχωρήσας παρακελεύεται τῷ Σολομῶντι ἀνελεῖν αὐτὸν ὁ ἀμνησίκακος καὶ πρᾶος, ἀλλὰ καὶ τὸν Ἰωὰβ συγκαμόντα αὐτῷ. τί δήποτ' οὖν ταῦτα οὕτως ᾠκονομήθη; σοφὸς ὢν ὁ Δαβὶδ ἠπίστατο ὅτι οὔτε τὸν Σεμεῒ Σολομῶν ἐάσει ζῆν δέει τῆς ἐπαναστάσεως, ὡς γὰρ ἀπὸ βασιλικοῦ ἀξιώματος μέλλει περὶ τῆς βασιλείας μάχεσθαι τῷ Σολομῶντι, οὔτε τὸν Ἰωάβ, ὡς ἐκτὸς τῆς τοῦ Δαβὶδ γνώμης εἰς βασιλέα τὸν υἱὸν τοῦ Δαβὶδ καταστή σαντα, ὡς ἀνελόντα τοίνυν καὶ τὸν Ἀβεννήρ, συγκαμόντα δὲ τῷ πατρὶ ἐν πολλοῖς πολέμοις καὶ κατορθώσαντα. ταῦτα προϊδὼν ὁ Δαβὶδ προλαβὼν διατάττει τῷ Σολομῶντι ποιῆσαι, ἃ καὶ ἀφ' ἑαυ τοῦ Σολομῶν πάντως ἐποίει, ἵν' ὅταν ἀναιρεθῶσιν ὑπ' αὐτοῦ (τουτ έστι τοῦ Σολομῶντος) οἱ προειρημένοι, συγγνώμην σχῇ ὁ Σολομῶν ὡς πατρικὸν βούλημα πληρώσας καὶ οὐκ αὐτὸς ἀφ' ἑαυτοῦ κατ' αὐ τῶν κινηθείς. 20 Καὶ ἐπιστρέψας φησὶν ἐκοιμήθη. καὶ ἐπέστρεψεν ὁ ἄγ γελος κυρίου ἐκ δευτέρου καὶ ἥψατο αὐτοῦ. τάχα δυνάμεων σύμβολοι ἦσαν διακονουμένων προφήτῃ πρέπουσαν τροφήν, τῷ ἀνα χωροῦντι ἀπὸ τῶν ἀνθρωπίνων καὶ ἀξίῳ τῆς ἀπὸ τῶν τοιούτων διδασκαλίας, ἵνα μετὰ ταῦτα ἀκοῦσαι δυνηθῇ· ἀνάστηθι καὶ φάγε, καὶ εὕρῃ πρὸς κεφαλῆς ἀπόρρητα μυστήρια, ὧν ὀλυρίτης ἐγκρυφίας τύπος ἦν. οὗ καὶ δεύτερον κατὰ τὴν τοῦ ἀγγέλου πρόσταξιν μεταλαμβάνει εἰπόντος· ἀνάστα, φάγε· ὅτι πολλὴ ἀπὸ σοῦ ἡ ὁδός. «ἄρτους» μὲν οὖν «τὸ πρωῒ ἔφερον τῷ Ἠλίᾳ οἱ κόρακες» (ἀνὰ λόγον τοῖς λελαλημένοις ὑπὸ κυρίου πρὸς Μωσῆν, ἐν οἷς ἦν· «τὸ πρωῒ πλησθήσεσθε ἄρτων καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν»), «κρέα» δὲ «τὸ δείλης» (παραπλησίως· «τὸ πρὸς ἑσπέ ραν ἔδεσθε κρέα»). 21 Χριστοῦ Ἰησοῦ δύναμις ἄνδρας υἱοὺς ποιοῦσα. καὶ εἴ τίς ἐστιν ἀνὴρ δυνάμεως, ἐστὶν υἱὸς Χριστοῦ δηλαδή. ποτὲ δὲ υἱοὺς ποιεῖν αἱ ὑπὸ Χριστὸν δυνάμεις οὐ δύνανται· εἰ δὲ καὶ ποιοῦσιν, οὐκ ἄνδρας ποιοῦσιν ἀλλὰ νηπίους. 22 Σπάδοντες εὐνοῦχοί εἰσι· λέγει δὲ τοῦτο περὶ τῶν τριῶν παίδων καὶ Δανιήλ, ὡς ἐκ τούτου τοῦ Ἐζεκίου ἦσαν. Διδάσκει καὶ διὰ ταύτης τῆς ᾠδῆς τὸν προσερχόμενον θεῷ εἰς αὐτὸν μόνον ἔχειν τὰς ἐλπίδας καὶ εἰς αὐτὸν καυχᾶσθαι, μὴ μεγαλαυχεῖν ἀλλὰ ταπεινοφρονεῖν. καθότι πάντων ὡς θεὸς ἔχει τὴν γνῶσιν, ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἐπιτηδεύματα αὐτοῦ. αὐτὸς δὲ καὶ θανάτου καὶ ζωῆς δεσπόζει. παρακελεύεται δὲ γινώσκειν τὸν κύριον, δῆλον δὲ ὅτι διὰ τῶν ἀγαθῶν πράξεων, διὸ ἐπιφέρει τὸ ποιεῖν κρίμα καὶ δικαιοσύνην ἐν μέσῳ τῆς γῆς. καθότι δίκαιός ἐστι κριτὴς πάσης τῆς γῆς, αὐτὸς ἰσχύς, αὐτὸς ὕψωσις, αὐτὸς κέρας σωτηρίας τῶν ἀγαπώντων αὐτόν.

Intertext edge

Open linked passage

Note