Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Fragmenta in Lucam
OrigenesLuca 1 · pg-scrape-grcMore by Origenes
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/origenes" aria-label="More works by Origenes"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1
1a Ἐπειδὴ ὑπέρογκον ἦν τὸ ἐπιχείρημα ἄνθρωπον ὄντα θεοῦ διδασκαλίαν καὶ ῥήματα συγγράφειν, εἰκότως ἀπολογεῖται ἐν τῷ προοιμίῳ. οὐχ ἁπλῶς δὲ πεπιστευμένων εἶπεν, ἀλλὰ «πεπληροφορημένων», τὸ ἀπαράβατον τοῖς λεγομένοις μαρτυρῶν. «πραγμάτων» δέ φησιν, ἐπειδήπερ οὐ κατὰ φαντασίαν κατὰ τοὺς τῶν αἱρετικῶν παῖδας ἐδραματούργησεν Ἰησοῦς τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν, ἀλλὰ τυγχάνων «ἀλήθεια» πρὸς ἀλήθειαν ἐνήργησε τὰ πράγματα. 2 [παραπλησίως δὲ καὶ Λουκᾶς] ὁ τὸ παρὸν εὐαγγέλιον συγγραψάμενος, προτραπεὶς παρὰ τοῦ κορυφαίου Πέτρου· ὥστε σημαίνει τὸ «ἐπεχείρησαν» τὸ χωρὶς χαρίσματος ἐλθεῖν τὴν ἀναγραφὴν τῶν εὐαγγελίων τινάς, τὸ δὲ «ἀνατάξασθαι» σημαίνει τὸ ἐκθεῖναι, τὸ ἐξηγήσασθαι, τὸ συγγράψαι. 3 «ἀνατάξασθαι» ἀντὶ τοῦ συντάξαι γραφῇ καὶ φανερῶσαι τὸν λόγον 4 Δύνασαι δὲ καὶ ἑτέρως... εχπλ. παρόντες οἱ μαθηταί. 5 Ὅτι μὲν οὖν παρὰ τῶν αὐτοψίᾳ θεασαμένων καὶ αὐτηκόων γενομένων παρέλαβεν, σαφῶς ὡμολόγησεν εἰπών· «καθὼς παρέδοσαν ὑμῖν οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου». καὶ χρὴ τούτῳ μὲν καὶ Μάρκῳ πείθεσθαι, ὡς ἅπερ ἀκηκόασιν ἀκριβῶς ἀναγραψαμένοις, Ἰωάννῃ δὲ καὶ Ματθαίῳ, ὡς ἅπερ ἑωράκασι γράφουσιν. τὰ οὖν νόμιμα εὐαγγέλια τιμητέον ἐξ ἴσου, μὴ νόμον τὴν ὄψιν τῶν ἑωρακότων τιμώντων, ἀλλὰ καὶ τὴν ἀκοὴν τῶν ἀκηκοότων· ἀληθεῖς γὰρ ἀληθῶν διάδοχοι καὶ τὸ παραδοθὲν αὐτοῖς φῶς εἰς ἡμᾶς παραπέμπουσιν, ἔπαινον κομιζόμενοι δίκαιον παρ' ἡμῶν. 6 [διαβεβαιοῦται, ὅτι παρηκολούθησεν... «πᾶσιν»] τοῖς αὐτόπταις καὶ ὑπηρέταις, ἵνα μὴ τῇδε κἀκεῖσε περιφερόμενος ἀποτραπῇς τῆς εὐθείας ὁδοῦ· οὐ γὰρ ἕτερα κατηχηθείς, ἕτερα νῦν παρὰ τῆσδε τῆς γραφῆς ἐνηχηθήσῃ, ἀλλὰ «περὶ ὧν» τὴν γνῶσιν εἴληφας τελεωτέραν δέξῃ «τὴν ἀσφάλειαν».

Intertext edge

Open linked passage

Note