Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homiliae in Genesim
OrigenesGene 23.1 · spanish-geminiMore by Origenes
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/origenes" aria-label="More works by Origenes"> —
⋯
More

Original: Pg Scrape Grc

ζητεῖται δὲ ποταπὸν δεῖ νοῆσαι τὸ σχῆμα τῆς κιβω τοῦ· ὅπερ νομίζω, φησίν, ὅτι πυραμοειδές ἐστιν, ἀρχόμενον ἀπὸ μήκους τʹ πήχεων, ἀπὸ δὲ πλάτους νʹ καὶ ἐπὶ λʹ τοῦ ὕψους πήχεις ἐπι συναγόμενον, ὥστε τὴν κορυφὴν γενέσθαι μήκους καὶ πλάτους πῆχυν. Ἔστω δὲ τὰ μὲν κάτω αὐτῆς, ἅπερ ὠνόμασται κατάγαια, ὀροφῶν βʹ, τὰ δὲ ὑπὲρ τὰς δύο ὀροφὰς ἐπὶ τὸ ἀνωτέρω ὀροφῶν γʹ. Τοῦτο δὲ καὶ ὁ Σύμμαχος σαφῶς ἐξέθετο εἰπών· «κατὰ τὰ δίστεγα καὶ τρίστεγα ποιήσεις αὐτήν». Νοείσθω δὲ καθ' ἑκάστην ὀροφὴν ἀποδιαλαμβα νόμενα χωρία ὑπὲρ τοῦ χωρίζεσθαι τὰ ἀνομοιογενῆ ζῷα ἅπερ καλεῖ νοσσιάς, ὁ δὲ Σύμμαχος καλιάς. Τετράγωνα δὲ ἔστω τὰ ξύλα· πρῶτον μὲν ἵνα μὴ πολὺς χρόνος καταναλίσκηται εἰς διαίρεσιν αὐτῶν· ἔπειτα, ὅπερ καὶ ἀληθέστερόν ἐστιν, ἵν' ἐξ ὁλοκλήρων ξύλων γινομένη ἀσφα 24 λεστέρα τυγχάνῃ· ἤμελλε γὰρ καὶ ὄρεσι προσπελάζειν καὶ ζάλην οὐ μικρὰν ὑφίστασθαι, πρὸς ἅπερ οὐκ ἀντεῖχεν εἰ μὴ ἐξ ὁλοκλήρων κατε σκεύαστο ξύλων. Αἱ δὲ νοσσιαὶ καὶ διεχώριζον τὰ ζῷα καὶ σύνδεσιν εἰργάζοντο τῷ κατασκευάσματι. Ὑπὲρ δὲ τοῦ μὴ ἔχειν παρείσδυσιν τὸ ὕδωρ ἀσφάλτῳ περιαληλίφθω ἔξωθέν τε καὶ ἔσωθεν· Εὖ δὲ καὶ τὸ εἶναι τὸ μῆκος τοῦ πλάτους μεῖζον· οὕτω γὰρ εὐκίνητον ἦν· τοι αῦτα γὰρ τὰ σκάφη τῆς ἀναλογίας φυλαττομένης τῷ σχήματι. Ἅμα δὲ καὶ πρὸς τοσοῦτον ὕδωρ ἐτύγχανεν ἀσφαλὲς οὔτε περιτραπῆναι διὰ τὸ σχῆμα δυνάμενον ἐξ ἀνέμων ἢ τῶν κυμάτων οὔτε κλινόμενον ἢ πλα γιαζόμενον· τρόπον δὲ οἰκίας τεθεμελιωμένης ἑστώσης ἐν ὕδατι τῆς κι βωτοῦ. Καὶ οὐκ ἄν τις ἀσφαλέστερον ἐπινοήσειε σχῆμα πρὸς τοσαύ την φοράν τε καὶ βίαν. Εἰ δὲ ὅτι τετράγωνος κάτωθεν γέγονέ τις λέγοι, καὶ τοῦτο οὐκ ἀπεικότως· ἐπείπερ οὐκ εἰς τὸ πλεῖν προηγου μένως, ἀλλ' εἰς τὸ φυλάττειν ἐγένετο· ἄλλως τε καὶ κατεποντοῦτο ταχέως, εἰ μὴ τετράγωνον ἦν. Παραδέδοται δὲ οὐκ ἀπιθάνως ἥ τε χρεία τῶν δύο καταγαίων ὀροφῶν κεχωρισμένων παρὰ τὰς ἀνωτέρω καὶ τῶν τριῶν ἰδίᾳ ὠνομασμένων· ἐπεὶ γὰρ ἐνιαυτὸν πεποίηκε πάντα τὰ ζῷα ἐν τῇ κιβωτῷ, πάντως ἔδει πρόνοιαν γενέσθαι τῆς τε ἐπιτη 25 δείου πᾶσι τροφῆς αὐτάρκους πρὸς ἐνιαυτὸν καὶ τῆς τῶν ἐκκρινομέ νων σκυβάλων χώρας δυναμένης μὴ ἐνοχλεῖν τοῖς ζῴοις καὶ μάλιστα τοῖς ἀνθρώποις. Φασὶ τοίνυν ὅτι ἡ μὲν κατωτέρω καὶ πρὸς τῷ πυθμένι τοῦ διωρόφου στέγη εἰς σκύβαλα ἀπετέτακτο· ἡ δὲ ταύτης ἀνωτέρω εἰς τὴν συναγωγὴν τῆς τροφῆς τῶν ζῴων,. Τὸ δὲ μετὰ ταῦτα τριώροφον τοῖς ζῴοις ἀπετέτακτο κατὰ τὰς ὀνομασθείσας νοσσιάς. Καὶ εἰκός, ὅτι τῷ μὲν τῶν ὄφεων γένει καὶ θηρίων ἡ τοῦ κατωτάτου τριωρό φου χώρα ἀπενεμήθη, τοῖς δὲ κτήνεσι καὶ τοῖς λοιποῖς τῶν τιθασω τέρων ἢ ἡμερωτέρων τάξει καὶ λόγῳ τὰ ἀνωτέρω. Ἐχρῆν δὲ τὸν ἄνθρωπον ὥσπερ τῇ φύσει ἄρχοντα τῶν ἀλόγων,, οὕτω καὶ χώρᾳ τῇ ἀνωτάτω τυγχάνειν περὶ τὴν τρίτην στέ 26 γην. Πιθανὸν δὲ τὴν πλαγίαν θύραν, ἣν εἶπε, γεγονέναι περὶ τὴν κάτωθεν πρώτην στέγην, ἵνα ἐκεῖθεν εἰσελθόντα τὰ ζῷα πρὸς τὰς τεταγμένας χωροίη νεοττίας· εἰ γὰρ ἄνωθεν ἦν, μετὰ πολλῆς δυσκολίας ἀνῄει τε τὰ ζῷα πρὸς τὴν κιβωτὸν καὶ πρὸς τοὺς ἰδίους τόπους κατήρχετο. Θειοτέρας δὲ δυνάμεως ἔχρηζεν ἡ ἀσφάλεια τῆς κλειομένης ταύτης θύρας, οὐκέτι δυναμένου τινὸς ἔξωθεν ἀνθρώπου ἀσφαλτῶσαι αὐτὴν ὑπὲρ τοῦ μὴ παρεισδῦναι ὕδωρ. Διὸ «ἔκλεισεν ὁ θεὸς» ὄπισθεν τοῦ Νῶε καὶ οὕτως «ἐγένετο ὁ κατακλυσμός». μετὰ δὲ τὸν κατακλυσμὸν παρετηρήσαμεν 27 ὅτι οὐκέτι ὡς ἐν τοῖς ἀνωτέρω θύραν ἀνέῳξεν ὁ Νῶε, ἀλλὰ «θυρίδα», ἵνα ἀποστείλῃ τὸν κόρακα. Βίαιον δέ τις τὴν παρατήρησιν ὑπελάμ βανεν, εἰ μὴ καὶ αἱ λοιπαὶ ἐκδόσεις δεύτερον μὲν θυρίδα περιεῖχον ἀνοιγομένην ὑπὸ τοῦ Νῶε, πρότερον δὲ θύραν ἢ ἄνοιγμα ἔλεγον προστεταχέναι τὸν Θεὸν τῷ Νῶε ποιῆσαι ἐκ πλαγίων τῆς κιβωτοῦ· «Θύραν» μὲν γὰρ ὁ Θεοδωτίων καὶ Σύμμαχος, «ἄνοιγμα» δὲ ὁ Ἀκύλας ἐποίησε. Γέγραπται δὲ περὶ τῶν τροφῶν ὅτι καὶ προσέταξεν ὁ θεὸς εἰσαγαγεῖν καὶ εἰσάγαγε Νῶε. Ἡ δὲ τῶν σκυβάλων τῶν ζῴων πάροδος καλῶς παρασεσιώπηται καὶ τοῦ Νῶε δυναμένου τὸ ἀκόλουθον περὶ τούτων σκοπῆσαι καὶ ἡμῶν τὸ παραλελειμμένον στοχάσασθαι. Ἐπηπόρουν τινές, εἰ δύναται ἡ τηλικαύτη κιβωτὸς χωρῆσαι κἂν τὸ πολλοστὸν μόριον τῶν ἐπὶ γῆς πάντων ζῴων. Καὶ μάλιστα Ἀπελλῆς, ὁ τοῦ Μαρκίωνος γνώριμος καὶ γενόμενος ἑτέρας αἱρέσεως παρ' ἐκεῖνον πατήρ, ἀθετεῖν 28 βουλόμενος ὡς οὐχ ἅγια τὰ Μωυσέως συγγράμματα τοῦτο ἐπαπορήσας ἐπιφέρει, τό· ψευδὴς ἄρα ὁ μῦθος· οὐκ ἄρα ἐκ θεοῦ ἡ γραφή· μὴ συνιὼν ποδαποὺς τριακοσίους πήχεις καὶ ποδαποὺς πεντήκοντα πηλίκους τε τριάκοντα ὠνόμασεν ἐπὶ τῆς κατασκευῆς τῆς κιβωτοῦ ἡ γραφή. Ἐμάθομεν δὲ ἡμεῖς ἀπό τινος τῶν παρ' Ἑβραίοις ἐλλογίμων, ὡς ἄρα οἱ τʹ πήχεις ὠνομάσθησαν ὡς ἡ καλουμένη παρὰ τοῖς γεωμέτραις δύναμις τοῦ ἀπὸ τοῦ τριακόσια τετραγώνου, ὡς εἶναι τοὺς πήχεις τοῦ μήκους ἐν τῷ κάτω ἐπιπέδῳ θʹ μυριάδας· οὕτω δὲ καὶ τοῦ πλάτους δισχιλίους πεντακοσίους καὶ τοῦ ὕψους ἐννακοσίους. Καὶ γὰρ πάνυ ἂν εἴη ἀτοπώτατον τὸν «παιδευθέντα πάσῃ σοφίᾳ Αἰγυπτίων» τῶν γεωμετρικωτάτων μάλιστα, καὶ ἐν οἴκῳ βασιλέως ἀνατραφέντα μὴ συνεωρακέναι, ὅτι οἱ κοινότερον νοηθέντες τʹ τοῦ μήκους καὶ νʹ τοῦ πλάτους καὶ λʹ τοῦ ὕψους οὐδὲ ἐλέφαντας ἂν ἐχώρησαν τάχα που δʹ καὶ τὰς τούτων ἐπ' ἐνιαυτὸν τροφὰς. Εἰ δὲ χρὴ ἐπὶ τοῦ τρανότερον νοῆσαι τό· «ἐπισυνάγων ποιήσεις τὴν κιβωτὸν καὶ εἰς πῆχυν συντελέσεις αὐτὴν ἄνωθεν» ἐκθέσθαι τὸν οἱονεὶ ἀρχιτεκτονικὸν περὶ τῆς κιβωτοῦ λόγον, φέρε, ὡς ὑποπέπτωκεν ἡμῖν καὶ μεμαθήκαμεν, αὐτὸν ἐκθώμεθα. Νόει μοι τριακοσίων πηχέων τῶν εἰρημένων κατὰ τὴν καλουμένην δύναμιν εἶναι κατωτάτω τὸ τῆς κιβωτοῦ μῆκος καὶ πεντήκοντα πλάτος, εἶτα κατὰ πῆχυν ἐπισυνάγεσθαι τοῦ μὲν μήκους ιʹ πήχεις, τοῦ δὲ πλάτους ἕνα δίμοιρον· ὥστε γενέσθαι τὸ τριακοστὸν τοῦ ὕψους πῆχυν, δέκα μὲν τοῦ μήκους, ἑνὸς δὲ καὶ διμοίρου τοῦ πλάτους· εἶτα μετὰ τοῦτο συντελεῖσθαι εἰς πῆχυν τὴν ἐπισυναγωγήν. Εἰ δέ τῳ βίαιος εἶναι δόξει ὁ πῆχυς τριακοστὸς καὶ πρῶτος ὢν τοῦ ὕψους, προσεχέτω τῇ λέξει λεγούσῃ· «καὶ λʹ πήχεων τὸ ὕψος αὐτῆς· ἐπισυναγαγὼν ποιήσεις τὴν κιβωτόν, καὶ εἰς πῆχυν συντελέσεις αὐτὴν «. Οἶμαι γὰρ ἐμφαίνεσθαι μετὰ τό· «καὶ λʹ πήχεων τὸ ὕψος» τὸν πρῶτον καὶ τριακοστὸν πῆχυν διὰ τοῦ· «καὶ εἰς πῆχυν συντελέσεις αὐτὴν ἄνωθεν». Ἐγένετο δὲ οὕτως ἵνα ἡ τῶν ὑδάτων ἐπιφορὰ ἔχῃ τὸν ὄλισθον καὶ μὴ καθάπερ εἰς πέτραν παντόθεν ἔχουσαν ὕψος προσαράττῃ τὰ κύματα. Καὶ τὸ τὴν θύραν δὲ ἐκ πλαγίων γενέσθαι ἐπιτηδείως προσετάττετο· ἐν ὀροφῇ μὲν γὰρ εἰ γέγονεν ἐκ τῶν ὄμβρων ἐπλήρου τὴν κιβωτόν, 30 ἐκ δὲ τῶν πλαγίων ταχθεῖσα τὸ ἀσφαλὲς τοῖς ἔνδον παρείχετο, τῆς μὲν κιβωτοῦ ἐφ' ὕδατος φερομένης, τῆς δὲ θυρίδος ἀνωτέρω τούτου τυγχανούσης.

Spanish Gemini
23.1
Se pregunta qué forma debe entenderse que tenía el arca; la cual, dice, creo que es piramidal, comenzando desde una longitud de trescientos codos, y desde una anchura de cincuenta, y estrechándose hasta los treinta codos de altura, de modo que la parte superior llegara a tener un codo de longitud y anchura. Que las partes inferiores de ella, que han sido llamadas subterráneas, sean de dos pisos, y las que están por encima de los dos pisos, hacia la parte superior, de tres pisos. Esto lo expuso claramente también Símaco al decir:« la harás de dos y tres pisos». Entiéndanse por cada piso espacios delimitados para separar a los animales de distinta especie, a los cuales llama nidos, y Símaco, establos. Que las vigas sean cuadradas; primero, para que no se consuma mucho tiempo en su división; después, lo cual es más verdadero, para que, al hacerse de vigas enteras, resulte más segura; pues estaba destinada a acercarse a montañas y a soportar no poca tempestad, ante lo cual no habría resistido si no hubiera sido construida con vigas enteras. Los nidos separaban a los animales y producían cohesión en la estructura. Y para que el agua no tuviera entrada, que sea recubierta con asfalto por fuera y por dentro. Es bueno también que la longitud sea mayor que la anchura; pues así era fácil de mover; tales son, en efecto, las naves cuando se guarda la proporción en la forma. Al mismo tiempo, resultaba segura ante tanta agua, sin poder volcarse por la forma debido a los vientos o a las olas, ni inclinarse o ponerse de costado; el arca permanecía a modo de una casa cimentada en el agua. Y nadie podría imaginar una forma más segura ante tal ímpetu y violencia. Y si alguien dijera que ha sido hecha cuadrada por debajo, tampoco esto es inverosímil; puesto que no fue hecha principalmente para navegar, sino para proteger; por lo demás, se habría hundido rápidamente si no hubiera sido cuadrada. Se ha transmitido, no sin verosimilitud, tanto la utilidad de los dos pisos inferiores separados de los superiores, como la de los tres llamados aparte; pues, dado que mantuvo a todos los animales en el arca durante un año, era absolutamente necesario que hubiera previsión tanto del alimento adecuado y suficiente para todos durante un año, como del lugar para los excrementos evacuados, que pudiera no molestar a los animales y, sobre todo, a los hombres. Dicen, pues, que el piso inferior y el que estaba junto al fondo del edificio de dos plantas estaba destinado a los excrementos; y el que estaba por encima de este, a la recolección del alimento de los animales. El piso de tres niveles que seguía a esto estaba destinado a los animales, según los nidos mencionados. Y es probable que al género de las serpientes y fieras se le asignara el espacio del piso más bajo de los tres, y a los ganados y al resto de los más mansos o dóciles, los niveles superiores, por orden y razón. Y era necesario que el hombre, como señor por naturaleza de los irracionales, estuviera también en el espacio más alto, alrededor del tercer piso. Es probable que la puerta lateral, de la que habló, estuviera en el primer piso inferior, para que, entrando por allí, los animales pudieran dirigirse a los nidos asignados; pues si hubiera estado arriba, los animales habrían subido al arca y bajado a sus propios lugares con mucha dificultad. La seguridad de esta puerta que se cerraba requería una fuerza más divina, no pudiendo ya ningún hombre desde fuera asegurarla para que no entrara el agua. Por eso« Dios la cerró» detrás de Noé y así« ocurrió el diluvio». Después del diluvio observamos que Noé ya no abrió una puerta como en los casos anteriores, sino una« ventana», para enviar al cuervo. Pero alguien consideraría forzada la observación si las demás ediciones no contuvieran, por un lado, una ventana abierta por Noé, y por otro, dijeran que Dios ordenó previamente a Noé hacer una puerta o abertura en los costados del arca; pues Teodoción y Símaco escribieron« puerta», y Áquila,« abertura». Está escrito sobre los alimentos que Dios ordenó introducirlos y que Noé los introdujo. El paso de los excrementos de los animales ha sido bien silenciado, pudiendo Noé considerar lo consecuente sobre esto y nosotros conjeturar lo omitido. Algunos dudaban si un arca de tal tamaño podía contener siquiera la milésima parte de todos los animales de la tierra. Y especialmente Apeles, el conocido de Marción y quien llegó a ser padre de otra herejía distinta a la de aquel, queriendo invalidar los escritos de Moisés como no santos, plantea esta duda y añade:« luego el mito es falso; luego la Escritura no es de Dios», no comprendiendo qué clase de trescientos codos, qué clase de cincuenta y qué tamaño de treinta nombró la Escritura en la construcción del arca. Nosotros aprendimos de uno de los ilustres entre los hebreos que los codos fueron nombrados como la llamada potencia por los geómetras del cuadrado de trescientos, de modo que los codos de longitud en el plano inferior son nueve miríadas; y así también dos mil quinientos de anchura y novecientos de altura. Pues sería muy absurdo que quien fue« instruido en toda la sabiduría de los egipcios», los más geómetras, y criado en la casa del rey, no hubiera visto que los trescientos de longitud, cincuenta de anchura y treinta de altura, entendidos de forma más común, no habrían contenido ni siquiera cuatro elefantes, tal vez, y sus alimentos para un año. Y si es necesario exponer el discurso, por así decir, arquitectónico sobre el arca, para entender más claramente lo de« harás el arca estrechándola y la terminarás en un codo por arriba», vamos a exponerlo tal como ha llegado a nosotros y hemos aprendido. Entiende conmigo que los trescientos codos mencionados según la llamada potencia son la longitud del arca en la parte más baja, y cincuenta la anchura, luego que se estrecha por codo diez codos de longitud y uno y dos tercios de anchura; de modo que el trigésimo de altura sea un codo, diez de longitud y uno y dos tercios de anchura; luego, después de esto, el estrechamiento termina en un codo. Y si a alguien le parece forzado el codo trigésimo primero de altura, que preste atención a la frase que dice:« y de treinta codos su altura; estrechándola harás el arca, y en un codo la terminarás por arriba». Pues creo que después de« y de treinta codos su altura» se indica el trigésimo primer codo mediante« y en un codo la terminarás por arriba». Y sucedió así para que el embate de las aguas tuviera deslizamiento y no golpearan las olas como contra una roca que tuviera altura por todas partes. Y el hecho de que la puerta estuviera en los costados fue ordenado convenientemente; pues si hubiera estado en el techo, con las lluvias habría llenado el arca, pero al estar dispuesta en los costados, proporcionaba seguridad a los que estaban dentro, mientras el arca era llevada sobre el agua y la ventana se encontraba por encima de esta.

Intertext edge

Open linked passage

Note