Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homiliae in Leviticum
OrigenesLevi 332.1 · pg-scrape-grcMore by Origenes
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/origenes" aria-label="More works by Origenes"> —
⋯
More
Original / primary: Pg Scrape Grc
332.1
μὴ νοήσαντες δὲ διαφορὰν 333 ἰουδαϊσμοῦ ὁρατοῦ καὶ ἰουδαϊσμοῦ νοητοῦ, τουτέστιν «ἰουδαϊσμοῦ φανεροῦ» καὶ «ἰουδαϊσμοῦ τοῦ ἐν τῷ κρυπτῷ», οἱ ἀπὸ τῶν ἀθέων καὶ ἀσεβεστάτων αἱρέσεων εὐθέως διέστησαν ἀπὸ τοῦ ἰουδαϊσμοῦ καὶ τοῦ Θεοῦ τοῦ δόντος ταύτας τὰς γραφὰς καὶ ἀνέπλασαν ἕτερον θεὸν παρὰ τὸν δεδωκότα Θεὸν «τὸν νόμον καὶ τοὺς προφήτας», παρὰ «τὸν ποιήσαντα οὐρανὸν καὶ γῆν». τὸ δ' οὐχ οὕτως ἔχει, ἀλλ' ὁ δεδωκὼς τὸν νόμον δέδωκε καὶ τὸ εὐαγγέλιον· ὁ ποιήσας «τὰ βλεπόμενα» κατεσκεύασε καὶ «τὰ μὴ βλεπόμενα». καὶ συγγένειαν ἔχει «τὰ βλεπόμενα» καὶ «μὴ βλεπόμενα», οὕτω δὲ ἔχει συγγένειαν, ὥστε «τὰ ἀόρατα τοῦ Θεοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶσθαι». συγγένειαν ἔχει καὶ «τὰ βλεπόμενα» «τοῦ νόμου καὶ τῶν προφητῶν» πρὸς «τὰ μὴ βλε 334 πόμενα», ἀλλὰ νοούμενα «τοῦ νόμου καὶ τῶν προφητῶν». ἐπεὶ οὖν συνέστηκεν ἡ Γραφὴ καὶ αὐτὴ οἱονεὶ ἐκ σώματος μὲν τοῦ βλεπομένου, ψυχῆς δὲ τῆς ἐν αὐτῷ νοουμένης καὶ καταλαμβανομένης καὶ πνεύματος τοῦ κατὰ «τὰ ὑποδείγματα καὶ σκιὰν τῶν ἐπουρανίων»· φέρε, ἐπικαλεσάμενοι τὸν ποιήσαντα τῇ Γραφῇ σῶμα καὶ ψυχὴν καὶ πνεῦμα, σῶμα μὲν τοῖς πρὸ ἡμῶν, ψυχὴν δὲ ἡμῖν, πνεῦμα δὲ τοῖς «ἐν τῷ μέλλοντι αἰῶνι κληρονομήσουσι ζωὴν αἰώνιον» καὶ μέλλουσιν ἥκειν ἐπὶ τὰ ἐπουράνια καὶ ἀληθινὰ τοῦ νόμου, ἐρευνήσωμεν οὐ τὸ γράμμα, ἀλλὰ τὴν ψυχὴν ἐπὶ τοῦ παρόντος· εἰ δὲ οἷοί τέ ἐσμεν, ἀναβησόμεθα καὶ ἐπὶ τὸ πνεῦμα κατὰ τὸν λόγον τὸν περὶ τῶν ἀναγνωσθεισῶν θυσιῶν.

Intertext edge

Open linked passage

Note