Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Jeremiam
OrigenesJere 15 · pg-scrape-grcMore by Origenes
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/origenes" aria-label="More works by Origenes"> —
⋯
More
Original / primary: Pg Scrape Grc
15.1.1
15. 1 Οἱ μακαρίζοντες τοὺς προφήτας καὶ τῷ μακαρίζειν αὐτοὺς εὐχόμενοι τὴν μερίδα ἔχειν μετὰ τῶν προφητῶν συναγαγόντων ἀπὸ τῶν λόγων τῶν προφητικῶν τὰ ἐξαίρετα τῆς προφητείας αὐτῶν· ζητοῦντες οὖν πεισθεῖεν, ἂν κατὰ τὰ αὐτὰ βιώσωσιν (εἰ καὶ σκληρὸν αὐτοῖς ἀπαντήσεται ἐν τῷ βίῳ τούτῳ μιμεῖσθαι τὸν βίον τὸν προ φητικόν), ὅτι τεύξονται τῆς ἀναπαύσεως καὶ τῆς μακαριότητος μετὰ τῶν προφητῶν. πολλαχόθεν μὲν οὖν ἔστι συναγαγεῖν τὰ ἐξαίρετα τῶν προφητῶν, τὸ ἐλεύθερον αὐτῶν, τὸ εὔτονον, τὸ ἐγρηγορός, τὸ διεγηγερμένον, ὅτι οὐκ ἐφρόντιζον ἐν ταῖς περιστάσεσι γινόμενοι διὰ τὴν ἐλευθερίαν, μόνον ἵνα ἐλέγξωσιν, ἵνα ἐπιστρέψωσιν ὡς [οἱ] προ φῆται ἐκ τοῦ μετὰ παρρησίας τὸν λόγον τοῦ θεοῦ λέγειν ἐπιπληκτι κῶς τῶν ἁμαρτανόντων, εἰ καὶ ἐδόκουν μεγάλα δύνασθαι οἱ ἐλεγχό μενοι. πλὴν εἰ καὶ πανταχόθεν ἔστι τοῦτο ποιεῖν, ἴδωμεν καὶ τῶν σήμερον ἀναγνωσθέντων. Πολλοὺς ἤλεγξεν ὁ προφήτης καὶ πρὸς πολλοὺς εἶπεν ὁ προφήτης· καὶ γὰρ γέγονε κατὰ ἁμαρτωλοὺς γενομένους, ὡς δῆλον ἐκ τοῦ τὴν αἰχμαλωσίαν γεγονέναι κατὰ τοὺς χρόνους αὐτοῦ. πολλοὺς ἐλέγξας, ὑπὸ πολλῶν κριθεὶς φθέγγεταί τινα τοιαῦτα. 15. 2 πρῶτον γὰρ ἀπὸ τοῦ προφητικοῦ λόγου ἴδωμεν, εἶτα καὶ κατὰ ἀναγωγήν, ἐὰν πρό τερον ἀναλάβωμεν εὐτονίαν καὶ ἐλευθερίαν καὶ δύναμιν καὶ παρ ρησίαν προφήτου. «οἴμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ;» ὦ μῆτερ, ὡς τί με γεγέννηκας ἄνδρα δικαζόμενον πρὸς πάντας τοὺς ἐπὶ τῆς γῆς καὶ δια κρίνεσθαι πρὸς πάντας τοὺς ἐπὶ τῆς γῆς; προέκειτο γὰρ τῷ προφήτῃ καὶ τούτῳ καὶ τῷ Ἡσαΐᾳ καὶ τοῖς λοιποῖς τὸ προφητικόν, διδάσκειν, ἐλέγχειν καὶ ἐπιστρέφειν. προέκειτο τοιγαροῦν καὶ τούτῳ τῷ προφήτῃ διακρίνειν, ἐλέγχειν, δικάζειν δυναμένῳ καὶ δικάζεσθαι μετὰ τῶν ἁμαρ τωλῶν, ἐλέγχειν τὰ ἁμαρτήματα τοῦ λαοῦ. καὶ ὅσα αὐτοῖς πεποιή κασιν οἱ ἀπὸ τοῦ λαοῦ, τί δεῖ καὶ λέγειν; ἄλλον ἐλιθοβόλησαν, ἄλλον ἔπρισαν, ἄλλον ἀπέκτειναν «μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου», τοῦτον εἰς λάκκον βορβόρου ἔβαλον ἐλεγχόμενοι. καὶ ἐπὶ πᾶσιν ὁ σωτὴρ ἡμῶν τοῦτο πεποίηκε καὶ κρειττόνως γε ἢ οὗτοι, ἅτε κύριος προφητῶν ὤν. καὶ γάρ, εἴπερ αὐτὸς ἐμαστιγώθη καὶ ἐσταυρώθη καὶ παρεδόθη ὑπὸ τῶν Ἰουδαίων ἢ ὑπὸ τῶν διδασκάλων τῶν Ἰουδαίων καὶ τοῦ ἡγουμένου τοῦ λαοῦ, εἶπεν· «οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρι σαῖοι ὑποκριταί»· καὶ ἐπιλέγει καθ' ἕκαστον «οὐαί» καὶ «διὰ τοῦτο» τόδε καὶ τόδε. καὶ ἡμεῖς οὖν, σπουδάζομεν ἐπὶ τοὺς μακαρισμοὺς τῶν προφητῶν, ταὐτὰ ποιήσωμεν, ὥστε, διὰ τὸ λέγειν καὶ διὰ τὸ κρι θῆναι πρὸς πολλοὺς ἀνθρώπους, καὶ εἰπεῖν· «οἴμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ;» 15. 3 Κυριώτερόν γε τοῦτο δύναται προφητικὸν εἶναι ἀναφερό μενον ἐπὶ τὸν σωτῆρα. ἔστω γὰρ τὸν προφήτην τοῦτο λέγειν, ἀλλ' οὐκ ἀληθῶς τοῦτο ἐρεῖ, ἀλλὰ τάχα ὑπερβολικῶς· οὐ γὰρ διεκρίθη πρὸς πᾶσαν τὴν γῆν. ἐὰν δὲ ἔλθω πρὸς τὸν σωτῆρά μου καὶ κύριον, καὶ μάλιστα διὰ τὸ «εἰς κρίσιν ἥξει» καὶ τὸ «ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε», ὄψομαι ὅτι ὁ σωτήρ μου καὶ κύριος μέλλει ἐπὶ τοῦ πατρὸς ἑστάναι, κρινόμενος μετὰ πάντων ἡμῶν τῶν ἀνθρώπων. καὶ κρίνεται μετὰ πάντων τῶν ἀνθρώπων. λέγω· κρίνεται, ἐξετάζεται καὶ αὐτός, καὶ ἔστη μὲν ἐκδικῶν τὴν ἀλήθειαν, οὐχ ὡς κατήγορος δέ. «οἴμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ;» οὐ δύναται προφήτης τὸ «πάσῃ τῇ γῇ» λέγειν. Ἀλλὰ τὸν κύριον ἡμῶν καὶ σωτῆρα Ἰησοῦν Χριστὸν οἶδα φιλοῦν τας, καὶ οὐ μόνον φιλοῦντας ἀλλὰ καὶ ἀγαπῶντας, ἀγανακτοῦντας καὶ λέγοντας ὅτι ὁ σωτὴρ λέγει, ὅτι ἡ φωνὴ οὐκ ἔστι κατὰ τὸν υἱὸν τοῦ θεοῦ. δεῖ δὲ δεῖξαι, ὅτι οὐκ ἀλλότριον τοῦ υἱοῦ τοῦ θεοῦ τὸ «οἴμοι ἐγώ, μῆτερ»; «περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου», καὶ «ἡ ψυχή μου τετάρακται», καὶ τῶν ἐν τοῖς προφήταις εἰρημένων ὁμοίως καὶ ἐνθάδε· «οἴμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἔτεκες ἄνδρα δι καζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ», ἢ ὅταν ἀπόλωλεν ἐπι φυλλὶς τοῦ εὑρεῖν βότρυν· «οἴμοι ψυχή, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει». τίς ἐκεῖ λέ γει τὸ «οἴμοι, ὅτι ἐγενήθην συνάγων καλάμην ἐν ἀμητῷ»; ἆρα γὰρ ὁ προφήτης συνῆγε καὶ θέλει συνάγειν; ἆρα γὰρ ἀγρὸν ἔχει ὁ προφήτης; ἀλλ' οὐδενός ἐστι συνάγειν [καὶ] πάντα ἀπὸ τοῦ θερισμοῦ καὶ τῶν ἐσπαρμένων, εἰ μὴ τοῦ κυρίου καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ. ἐπεὶ οὖν πολλὰ πτώματα ἐν τοῖς ἔθνεσιν, ἀλλὰ καὶ ἐν ἡμῖν τοῖς νομιζομένοις εἶναι ἀπὸ τῆς ἐκκλησίας, θρηνεῖ καὶ πενθεῖ ἡμῶν τὰ ἁμαρτήματα λέγων· «οἴμοι ἐγώ, ὅτι ἐγενήθην ὡς συνάγων καλάμην». ἕκαστος ἡμῶν ἑαυτὸν ἐξεταζέτω· ἆρα στάχυς ἐστίν; ἆρα εὑρήσει ἐν αὐτῷ τρυγῆσαι ἢ θερίσαι ὁ υἱὸς τοῦ θεοῦ; εὑρήσομεν ὅτι ἀνεμόφθοροί τινές ἐσμεν· ἐὰν ἄρα ὀλίγον ἔτι ἔχοντες ἐν αὑτοῖς, κόκκους δύο ἢ τρεῖς, αἱ ἁμαρτίαι ἡμῶν πολλαί εἰσιν ἐφ' ἡμῖν. ὁρῶν οὖν καὶ τὰς ἐκκλησίας, τὰς χρηματιζούσας, πεπληρωμένας ἁμαρτωλῶν λέγει· «οἴμοι, ὅτι ἐγενήθην ὡς συνάγων καλάμην ἐν ἀμητῷ καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγητῷ». ἦλθε ζητῶν καρπὸν ἐν τῇ ἀμπέλῳ· ἕκαστος γὰρ ἡμῶν καταφυτεύεται... καὶ ὡς ἄμπελος «ἐν τόπῳ πίονι», καὶ «ἄμπελον ἐξ Αἰγύπτου μετῆρεν», «ἐγὼ δὲ κατεφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν». ἔρχεται, ζητεῖ πως τρυγῆσαι· εὑρίσκει ἐπιφυλλίδα τινὰ καὶ βραχεῖς βότρυας, οὐκ εὐθαλεῖς οὐδὲ πολλούς. τίς ἡμῶν ἔχει βότρυας ἀρετῆς; τίς ἡμῶν ἔχει γεννήματα τοῦ θεοῦ; «κύριε ὁ θεὸς ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ». 15. 4 Ταῦτα ὡς ἐν παρεκβάσει μοι τὸ «οἴμοι ἐγὼ μῆτερ». ὅτι οὐκ ἀλλότριόν ἐστι τῆς τοῦ σωτῆρος ἡμῶν θειότητος, καθορῶν τος τὰ ἁμαρτήματα τῶν ἀνθρώπων, νῦν τὸ λέγειν τὸ «οἴμοι», τοῦ σωτῆρος οὐχὶ ᾗ θεὸς ἀλλ' ᾗ ἄνθρωπος, οὐχ ᾗ σοφία ἀλλ' ᾗ ψυχή, ἐκεῖνο παρεθέμην προφητικόν· «οἴμοι ψυχή, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει». ἦλθεν ἐπὶ τὸν βίον τὸν ἀνθρώπινον ἡ ψυχὴ ἡ μακαρία, ἀνέλαβε σῶμα ὑπὲρ τῶν ἀνθρώπων. ἐὰν ἴδῃ τὰ ἁμαρτήματα, λέγει πρὸς τὸν πατέρα· «τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν; μὴ ἐξομολογήσεταί σοι χοῦς;» ἀλλὰ ἐφ' ἡμῖν μὴ λεγέτω τὸ «οἴμοι», ἐφ' ἡμῖν μὴ λεγέτωσαν οἱ ἄγγελοι τῶν οὐρανῶν. τοῦ σωτῆρος ἡμῶν λέ γοντος τὸ «οἴμοι» καὶ αὐτοὶ ἐροῦσιν «οἴμοι»· οὐ γὰρ κρείττονές εἰσι τοῦ σωτῆρος ἡμῶν, καὶ αὐτοὶ ἡμῶν τὰ πταίσματα βλέπουσιν. ἀλλὰ μακάριοι ἐκεῖνοι ἐφ' οἷς οἱ ἄγγελοι οὐκ ἐροῦσι τὸ «οἴμοι», ἀλλὰ μα καρίζονται· «χαρὰ» γὰρ «ἐν οὐρανῷ γίνεται ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετα νοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα, οἳ οὐ χρείαν ἔχουσι μετανοίας». ταῦτα ἐν παραμυθίᾳ. «Οἴμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἔτεκες;» τίνα λέγει μητέρα; οὐκ ἐν γυναιξὶ δύναται καὶ τὴν ψυχὴν λέγειν καὶ τὴν Μαρίαν; εἰ δέ τις παραδέχεται τὸ «ἄρτι ἔλαβέ με ἡ μήτηρ μου τὸ ἅγιον πνεῦμα, καὶ ἀνήνεγκέ με εἰς τὸ ὄρος τὸ μέγα τὸ Θαβὼρ» καὶ τὰ ἑξῆς, δύναται αὐτοῦ ἰδεῖν τὴν μητέρα. «οἴμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἔτεκες ἄνδρα δικαζό μενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ;» δικάζεται πάσῃ τῇ γῇ καὶ διακρίνεται καὶ μέλλει πρὸς ἕκαστον λέγειν· ἐγὼ πεποίηκα τάδε καὶ τάδε, καὶ ἡ οἰκονομία μου ἔπραξε τάδε καὶ τάδε, καὶ τῇ σωτηρίᾳ σου ὑπέμεινα. ταῦτα λέγοντος τοῦ σωτῆρος τί ποιήσωμεν; μέλλει γὰρ διακρίνεσθαι ἐν πάσῃ τῇ γῇ. 15. 5 Τὸ ἑξῆς θέλω ἰδεῖν. δύναται καὶ ἐπὶ τὸν προφήτην κατὰ μίαν διήγησιν ἀναφέρεσθαι ἐπὶ τὸν σωτῆρα. ἴδωμεν καὶ τὰ ἑξῆς· «οὐκ ὠφείλησα οὐδὲ ὠφείλησέ μοι οὐδείς». «ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, οὐκ ἔχει δὲ ἐν ἐμοὶ οὐδέν». καὶ ἀληθῶς οὐκ ὠφείλησεν. ἕκαστος δὲ ἡμῶν ὀφειλέτης ἐστὶ ταῖς ἁμαρτίαις καὶ ὀφειλέτης ἐστὶν ἔχων χειρόγραφον. μετὰ τὸ ἐξαλειφθῆναι αὐτοῦ τὸ χειρόγραφον† πόσα πεποιήκασι χειρόγραφα; «ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ», οὐκ ἐποίησε χειρόγραφον. τί δὲ καὶ τὸ «οὐκ ὠφείλησέ μοι οὐδὲ εἷς»; πῶς διηγησόμεθα ἐπὶ τοῦ σωτῆρος τὸ «οὐκ ὠφείλησέ μοι οὐδὲ εἷς»; εἰ καὶ ἀνέγνωμεν οὕτως, ἀλλὰ καὶ δεῖ εἰδέναι ὅτι τὰ πλείονα τῶν ἀντιγράφων τῆς ἐκδόσεως τῶν Ἑβδομήκοντα οὐκ ἔχει οὕτως, ὕστερον δὲ ἐπισκεψάμενοι καὶ τὰς λοιπὰς ἐκδόσεις ἔγνωμεν γραφικὸν εἶναι ἁμάρτημα. καίτοιγε ἑκατέρως ἔστι διηγήσασθαι τὸν τόπον. πῶς μέντοι «οὐκ ὠφείλησέ μοι οὐδὲ εἷς»; ὥστε οὐκ ὠφείλησεν αὐτῷ «οὐδὲ εἷς», πᾶσι τὰ ὀφει λήματα αὐτῶν ἀφῆκεν. «ἀνθρώπῳ δανειστῇ χρεωφειλέται ἦσαν δύο· εἷς ὤφειλε δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα. μὴ ἐχόν των αὐτῶν ἀποδοῦναι, ἀμφοτέροις ἐχαρίσατο». θέλεις ἰδεῖν τοὺς δύο χρεωφειλέτας, τὸν τὰ πεντακόσια ὀφείλοντα καὶ τὸν τὰ πεντή κοντα; ἀπὸ δύο λαῶν πεπιστεύκασιν εἰς τὸν θεόν· ὁ ἐκ τῶν Ἰου δαίων λαὸς ἀπιστῶν εἰς τὸν Χριστὸν ὀφείλει τὰ πεντήκοντα, τάχα ἡμεῖς οἱ ἀπὸ τῶν ἐθνῶν οἱ πάντων ἀσεβέστεροι γεγενημένοι τὰ πεντακόσια, ἐφ' οἷς καὶ λέγεται ἐπὶ τῇ πόρνῃ ἐκείνῃ τῇ μετα νοούσῃ. καίτοι εἴποι τις ἄν, πῶς τὰ πεντακόσια ἐπ' ἐκείνην ἀνα φέρεται; ἐκ τοῦ «καὶ ποταπὴ ἡ γυνὴ ἡ ἁπτομένη αὐτοῦ», πρὸς ὃ εἴρηκε τῷ Σίμωνι· «ἀνθρώπῳ δανειστῇ ἦσαν χρεωφειλέται δύο. εἷς ὤφειλε δηνάρια πεντακόσια, ὁ ἕτερος πεντήκοντα» καὶ τὰ ἑξῆς. ταῦτα διὰ τὸ «οὐκ ὠφείλησα οὐδὲ ὠφείλησέ μοι οὐδείς», ὃ ἦν ἀναγ καῖον παραστῆσαι ὑμῖν. «οὐκ ὠφείλησα, οὐδὲ ὠφείλησέ μοι· ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με». εἰ καὶ ἀπέθανεν «ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ». 15. 6 Εἶτα πολλῶν διελθόντων λόγων ἦν μὲν καὶ περὶ ἑκάστου τῶν εἰρημένων εἰπεῖν, ἀλλ' οὐκ ἐγχωρεῖ τοῦ χρόνου ἐπείγοντος. εἴπωμεν οὖν εἰς τὸ ἑξῆς ἀναγνωσθὲν τὸ «ἐπικατάρατος ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον». ἐκ τοῦ† τοὺς νομίζοντας ὅτι ἄν θρωπος μὲν τοῦ θεοῦ ὁ υἱὸς ἦν ὁ σωτήρ (ἐτόλμησαν γὰρ μετὰ τῶν πολλῶν τῶν ἀνθρωπίνων κακῶν καὶ τοῦτο εἰπεῖν ὅτι οὐκ ἔστι θεὸς «ὁ μονογενής», «ὁ πρωτότοκος πάσης κτίσεως»)· «ἐπικατάρατος» γὰρ «ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον». δῆλον ὅτι ἐπικατάρατοί εἰσιν οἱ ἐπ' ἄνθρωπον ἔχοντες τὴν ἐλπίδα. ἐγὼ εἴποιμι ὅτι οὐκ ἐπ' ἄνθρωπον ἔχω τὴν ἐλπίδα, ἐλπίζων ἐπὶ Χριστὸν Ἰησοῦν ἐγὼ ἄν θρωπον οὐκ οἶδα. οὐ μόνον ἄνθρωπον οὐκ οἶδα, ἀλλὰ σοφίαν οἶδα, τὴν αὐτοδικαιοσύνην, ἄνθρωπον δι' οὗ «ἐκτίσθη τὰ πάντα ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα, εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι». «ἐπικατάρατος ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρω πον». κἂν μαρτυρῇ ὁ σωτὴρ ὅτι ὃν ἐφόρεσεν ἄνθρωπος ἦν– ἀλλ' εἰ καὶ ἦν ἄνθρωπος, ἀλλὰ νῦν οὐδαμῶς ἐστιν ἄνθρωπος. «εἰ» γὰρ «καὶ ἔγνωμεν Χριστὸν κατὰ σάρκα, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν», φησὶν ὁ ἀπόστολος. ἐγὼ δι' αὐτὸν οὐκέτι εἰμὶ ἄνθρωπος, ἐὰν ἀκο λουθῶ αὐτοῦ τοῖς λόγοις· ἀλλὰ λέγει· «ἐγὼ εἶπα· θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες». οὐκοῦν ὡς «πρωτότοκος» ἐστὶν «ἐκ τῶν νεκρῶν», οὕτως γέγονε πρωτότοκος πάντων ἀνθρώπων εἰς θεὸν μεταβαλών. «ἐπικατάρατος» τοίνυν «ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρω πον, καὶ στηρίσει σάρκα βραχίονος αὐτοῦ», ὅστις ἂν κυρώσῃ τὰ σάρ κινα, ὅστις τὴν ἰσχὺν τὴν σωματικὴν ἐὰν κτήσηται, καὶ κατὰ σάρκα στρατεύσηται. ἀλλ' ὁ ἅγιος· οὐχ οὕτως ἐστίν· «οὐ γὰρ στηρίζει σάρκα βραχίονος αὐτοῦ», «πάντοτε» γὰρ «τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι» αὐτοῦ ἔχει, καὶ νεκροῖ «τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορ νείαν, ἀκαθαρσίαν». νεκρώσας ταῦτα «οὐ στηρίζει σάρκα τοῦ βραχίο νος αὐτοῦ». «ἐπικατάρατος ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον». ἅμα δὲ πρὸς τοὺς ἐλπίζοντας ἐπὶ ἀξιώμασιν. ὁ δεῖνά μου φίλος ἐστὶν ἑκατόνταρχος, ἐπίτροπός ἐστιν· ὁ δεῖνά μου φίλος καὶ πλούσιός ἐστι καὶ παρέχεταί μοι. ἔπειτα καὶ πρὸς τὸν τοιοῦτον λέγεται τοῦτο· «ἐπικατάρατος ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον». ἐπ' οὐδένα ἄνθρωπον ἐλπίζομεν, κἂν δοκῶσιν ἡμῶν εἶναι φίλοι· οὐ γὰρ ἐπ' αὐτοὺς ἀλλ' ἐπὶ κύριον ἡμῶν ἐλπίζομεν, ὅς ἐστι Χριστὸς Ἰησοῦς, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 16. t Ὁμιλία ι ʹ. 16. 1 Ἀναγέγραπται ἐν τῷ κατὰ Ματθαῖον εὐαγγελίῳ ὁ σωτὴρ ἡμῶν ἐληλυθέναι παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας καὶ ἑωρακέναι «Σίμωνα καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θά λασσαν· ἦσαν γὰρ ἁλιεῖς». εἶτά φησιν ὁ λόγος ὅτι ὁ σωτὴρ ἰδὼν αὐτοὺς εἶπε· «δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. οἱ δὲ ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ». καὶ πεποίηκεν ὁ Ἰησοῦς αὐτοὺς ἐπὶ ἀναλαβεῖν τὸ ἁλιεύειν. καὶ «ἄλλους δὲ δύο ἀδελφοὺς εὗρεν, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ τοῦ πατρὸς καταρτίζοντας τὰ δίκτυα· καὶ τούτους ἐκάλεσεν» ἐπὶ τὴν αὐτὴν ἐπιστήμην, πεποίηκε δὲ κἀκείνους ἁλιεῖς ἀνθρώπων. καὶ εἴ τίς γε κατενόησε τοὺς ἔχοντας ἀπὸ θεοῦ χάριν λόγου πεπλεγμένην ὡς δίκτυα καὶ συγκειμένην ἀπὸ τῶν ἱερῶν γραφῶν ὡς ἀμφίβληστρον, ὥστε περιβάλλεσθαι ταῖς ψυχαῖς τῶν ἀκροατῶν τὸ πλέγμα, κατενόησε δὲ καὶ τεχνικῶς τοῦτο γινόμενον κατὰ τὴν ἐπιστήμην ἣν ἐδίδαξεν ὁ Ἰησοῦς, ὄψε ι τίνα τρόπον οὐ μό νον τότε ἀλλὰ καὶ νῦν ὁ σωτὴρ ἡμῶν πέμπει ἁλιεῖς ἀνθρώπων παι δεύσας αὐτούς, ἵνα δυνηθῶμεν ἀπὸ τῆς θαλάσσης ἀνελθεῖν καὶ φυγεῖν αὐτῆς τὰ πικρὰ κύματα. Ἀλλ' ἐκεῖνοι οἱ ἰχθύες οἱ ἄψυχοι ἀνελθόντες ἐν ταῖς σαγήναις καὶ ἐν τοῖς ἀμφιβλήστροις καὶ ἐν τοῖς δικτύοις ἢ ἐν τοῖς ἀγκίστροις, ἀποθνῄσκουσι θάνατον οὐχὶ διαδεχομένης ζωῆς τὸν θάνατον. ὁ δὲ συλληφθεὶς ὑπὸ τῶν ἁλιέων Ἰησοῦ καὶ ἀνελθὼν ἀπὸ τῆς θαλάσσης, καὶ αὐτὸς μὲν ἀποθνῄσκει, ἀποθνῄσκει δὲ τῷ κόσμῳ, ἀποθνῄσκει τῇ ἁμαρτίᾳ, καὶ μετὰ τὸ ἀποθανεῖν τῷ κόσμῳ καὶ τῇ ἁμαρτίᾳ ζωο ποιεῖται ὑπὸ τοῦ λόγου τοῦ θεοῦ καὶ ἀναλαμβάνει ἄλλην ζωήν. ὡσεὶ ἐδύνω καθ' ὑπόθεσιν νοῆσαι τὴν τοῦ ἰχθύος ψυχὴν μεταβάλλουσαν μετὰ τὸ ἐξελθεῖν ἀπὸ τοῦ σώματος τοῦ ἰχθυακοῦ καὶ γινομένην τι κρεῖττον παρ' ἰχθῦν (παράδειγμα ἔλαβον, μὴ ἀφορμάς τις λαμβανέτω† ὧν οὐκ ἤκουσε), τοιοῦτον δή τι νοήσεις. ἀνελήλυθας ἀπὸ τῆς θα λάσσης ὑποπεσὼν τοῖς δικτύοις τῶν μαθητῶν Ἰησοῦ, ἐξελθὼν μετα βάλλεις τὴν ψυχήν, οὐκέτι ἰχθῦς εἶ διατρίβων τοῖς ἁλμυροῖς τῆς θαλάσσης κύμασιν, ἀλλ' εὐθέως σου μεταβάλλει ἡ ψυχὴ καὶ μετα μορφοῦται καὶ γίνεται κρεῖττόν τι καὶ θειότερον παρ' ὃ ἦν τὸ πρό τερον. ὅτι δὲ μεταμορφοῦται καὶ μεταβάλλεται, ἄκουε Παύλου λέ γοντος· «ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύματος». καὶ μεταμορφωθείς γε οὗτος ὁ ἰχθῦς ὁ ὑπὸ τῶν ἁλιέων Ἰησοῦ συλληφθείς, καταλιπὼν τὰς ἐν θαλάσσῃ διατριβάς, διατριβὰς ποιεῖται ἐν ὄρεσιν, ὥστε αὐτὸν δεη θῆναι οὐκέτι ἁλιέων τῶν ἀναγόντων αὐτὸν ἀπὸ θαλάσσης, ἀλλὰ δευτέρων τινῶν, οἳ ὀνομάζονται θηρευταί, οἵτινες θηρεύουσιν «ἀπὸ παντὸς ὄρους καὶ ἀπὸ παντὸς βουνοῦ». Ἀναβὰς οὖν σὺ ἀπὸ τῆς θαλάσσης καὶ συλληφθεὶς τοῖς δικτύοις τῶν μαθητῶν Ἰησοῦ, μετάβαλε ἀπὸ τῆς θαλάσσης, ἐπιλάθου αὐτῆς, ἧκε ἐπὶ τὰ ὄρη, τοὺς προφήτας, καὶ ἐπὶ τοὺς βουνούς, τοὺς δικαίους, καὶ ποιοῦ ἐκεῖ τὰς διατριβάς, ἵνα μετὰ ταῦτα, ὅταν ὁ καιρός σοι τῆς ἐξόδου ἐπιστῇ, πεμφθῶσιν οἱ πολλοὶ θηρευταί, ἕτεροι παρὰ τοὺς ἁλιεῖς. τίνες δ' ἂν εἶεν οὗτοι ἢ οἱ [ἐπι] τεταγμένοι ἐπὶ τὸ παραλαμ βάνειν τὰς ψυχὰς τὰς ἐν βουνοῖς, τὰς μὴ κάτω κειμένας; καὶ ὅρα εἰ μὴ κέκραγε μυστικῶς ταῦτα λέγων ὁ προφήτης καὶ τοῦτον παριστὰς τὸν νοῦν ἐν τῷ «ἰδού, ἐγὼ ἀποστέλλω ἁλιεῖς πολλούς, λέγει κύριος, καὶ ἁλιεύσουσιν αὐτούς· καὶ μετὰ ταῦτα ἀποστελῶ πολλοὺς θηρευτάς, καὶ [καὶ] θηρεύσουσιν αὐτοὺς ἐπάνω παντὸς ὄρους καὶ ἐπάνω παντὸς βουνοῦ». 16. 2 εἴπερ οὖν θέλεις συλληφθῆναι ὑπὸ τῶν θηρευτῶν, ὅρα μὴ τὰς διατριβὰς ποιήσῃ ἐν ταῖς κοιλάσι μηδὲ κάτω που διατρίψῃς, ἀλλὰ ζήτει τὰ ὄρη. ἀνάβα εἰς τὸ ὄρος ὅπου Ἰησοῦς μετεμορφώθη, ἀνάβα εἰς τὸ ὄρος ἐφ' οὗ «ἰδὼν τοὺς ὄχλους ἀναβέβηκεν» ὁ Ἰησοῦς, καὶ ἠκολούθησαν αὐτῷ οἱ μαθηταί, ἔνθα «ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδαξε λέγων· μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν» καὶ τοὺς ἑξῆς τούτων μακαρισμούς. Καὶ οὐκ ἔξεστί γε τούτοις τοῖς θηρευταῖς ἀλλαχόθεν συλλαβεῖν ἢ ἀπὸ τῶν ὀρέων καὶ τῶν βουνῶν καὶ ἀπὸ τῶν τρυμαλιῶν τῶν πετρῶν. ταῦτα γὰρ τὰ τρία λέλεκται ἐν τῷ προφήτῃ· «ἀποστελῶ γὰρ πολλοὺς θηρευτάς, καὶ θηρεύσουσιν αὐτοὺς ἐπάνω ἐπάνω παντὸς βουνοῦ καὶ ἀπὸ τῶν τρυμαλιῶν τῶν πετρῶν». πόθεν οὖν νοήσω τὰς πέτρας καὶ τὰς ἐν ταῖς πέτραις τρυμαλιάς; ἔρχομαι ἐπὶ τὴν Ἔξοδον, ζητῶ ἴχνος εὑρεῖν διηγήσεως τῶν τρυμα λιῶν τῶν πετρῶν, εὑρίσκω Μωσέα ἐκεῖ βουλόμενον γνῶναι τὸν θεόν, καὶ τὸν θεὸν ἐπαγγελλόμενον αὐτῷ καὶ λέγοντα· «ἰδού, θήσω σε εἰς ὀπὴν τῆς πέτρας, καὶ κατανοήσεις μου τὰ ὀπίσω· τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι». ἐὰν νοήσῃς ἐκεῖ τὴν πέτραν καὶ ἴδῃς ἐκεῖ τὴν ὀπὴν τῆς πέτρας, τίνα τρόπον ὁ ἐπὶ τῆς πέτρας στὰς καὶ τὴν ὀπὴν τὴν ἐν τῇ πέτρᾳ ἰδὼν βλέπει τὸν θεὸν διὰ τῆς ὀπῆς τῆς πέτρας, ὄψει καὶ τὰς πολλὰς πέτρας καὶ τὰς τρυμαλιὰς αὐτῶν. τίς οὖν ἐκείνη ἡ πέτρα ἡ μία; «ἡ πέτρα δὲ ἦν ὁ Χριστός»· «ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας», καὶ «ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου» ἐν τῷ ἐνάτῳ καὶ τριακοστῷ λέγεται Ψαλμῷ. τίς ἡ ὀπὴ ἡ ἐν τῇ πέτρᾳ; ἐὰν ἴδῃς τὴν Ἰησοῦ ἐπιδημίαν, ὅλον αὐτὸν νοήσας πέτραν, ὄψει τὴν ὀπὴν κατὰ τὴν ἐπιδημίαν αὐτοῦ, δι' ἧς ὀπῆς θεωρεῖται τὰ μετὰ τὸν θεόν. τοιοῦτον γὰρ νοεῖται ἐν τῷ «καὶ ὄψει τὰ ὀπίσω μου». 16. 3 Ἀλλ' εὗρον μίαν ὀπὴν μιᾶς πέτρας, μεταβαίνω τῷ λόγῳ ἀπὸ τῆς ὀπῆς ἐπὶ τὴν τρυμαλιὰν τῆς πέτρας, ζητῶ καὶ τὰς πολλὰς πέτρας. ἐὰν ἔλθω ἐπὶ τὸν χορὸν εἴτε τῶν προφητῶν εἴτε τῶν ἀποστόλων εἴτε καὶ ἐπαναβεβηκότων ἁγίων ἀγγέλων, λέγω ὅτι πάντες οἱ Χριστοῦ μιμηταί, ὡς ἐκεῖνος πέτρα ἐστί, πέτραι γίνονται. καὶ ὥσπερ ἐκεῖνος ἔχει ὀπὴν δι' ἧς κατανοεῖται τὰ ὀπίσω τοῦ θεοῦ, τὸν αὐτὸν τρόπον ἕκαστος ὁδὸν διδοὺς τοῦ νοεῖσθαι θεὸν διὰ τῶν λεγομένων ὑπ' αὐτοῦ, ποιεῖ ἐν αὑτῷ ὀπήν, εἰ δὲ καὶ ἄλλως βούλει ὀνομάσαι, τρυμαλιάν. ἀφ' ἧς ὀπῆς ἢ τρυμαλιᾶς ὄψει διὰ μὲν Μωσέως τὸν νόμον, διὰ δὲ Ἡσαΐου τὴν προφητείαν αὐτοῦ, διὰ δὲ Ἱερεμίου ἄλλους λόγους θεοῦ. εἰ δὲ καὶ ἄγγελος ἔσται λαλῶν, ὡς ἐλάλησε κατὰ τὸ εἰρημένον ἐν τῷ «ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί», κἀκεῖ ἵσταμαι ἐπὶ τοῦ ἀγγέλου, καὶ βλέπω κἀκεῖ πέτραν καὶ ὀπὴν πέτρας καὶ βλέπω ἀγγελικῶς τὸν θεόν. 16. 4 ἀλλὰ παραδείγματός μοι χρεία, ἵνα παραστήσω, πῶς ἔστιν ἐλθόντα ἐπὶ ἄγγελον καὶ δι' ἀγγέλου τὸν θεὸν ἰδεῖν. γέγραπται γὰρ ἐν τῇ Ἐξόδῳ· «ὤφθη ἄγγελος κυρίου ἐν φλογὶ πυρὸς βάτου τῷ Μωσεῖ. καὶ ὁρᾷ Μωσῆς, ὅτι ὁ βάτος καίεται πυρί, καὶ ὁ βάτος οὐ κατακαίεται». καὶ οὐκ εἶπεν ἡ γραφή, ὥσπερ εἶπε κατὰ τὴν ἀρχὴν ὅτι «ὤφθη ἄγγελος», οὕτως εἶπεν ὅτι ἄγγελος κυρίου, ἀλλ' «ἐγὼ θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ». ἦν οὖν ἐκεῖ ὁ θεὸς ἐν τῷ ἀγγέλῳ θεωρούμενος, ὡς διὰ τῆς πέτρας θεὸς γινωσκόμενος καὶ τῆς ὀπῆς τῆς ἐν αὐτῷ. Οὐκ οἶδας οὖν, πότε πέμπονται οἱ θηρευταί. διὰ τοῦτο μηδέ ποτε ἀπὸ τῶν ὀρέων καταβῇς μηδὲ καταλίπῃς τοὺς βουνοὺς μηδὲ ἔξω γίνου τῶν τρυμαλιῶν τῶν πετρῶν· ἐὰν γὰρ ἔξω εὑρεθῇς, λεχθήσεταί σοι ὡς ἔξω τυγχάνοντι καὶ λέγοντι τὰ τῶν ἔξω· «ἄφρον, ταύτῃ τῇ νυκτὶ ἀπαιτοῦσι τὴν ψυχήν σου ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται»; λεχθήσεται [σοι ταῦτα· λεχθήσεται] δέ σοι [καὶ] ταῦτα, ἐὰν φάσκῃς· «καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ ἐρῶ τῇ ψυχῇ μου· ψυχή, ἔχεις ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου». ὁρᾷς τὸν κάτω τῶν ὀρέων, τὸν κάτω τῶν βουνῶν, τὸν ἔξω τῶν τρυμαλιῶν τῶν πετρῶν, πῶς πλανᾶται καὶ ἐν τῇ περὶ ἀγαθῶν κρίσει, οἰόμενος ταῦτα εἶναι ἀγαθά. διό φησι· «καὶ ἐρῶ τῇ ψυχῇ μου· ψυχή, ἔχεις ἀγαθὰ κείμενα εἰς ἔτη πολλά». τὸν σῖτον καὶ τὴν εὐφορίαν τῶν γηΐνων ἀγαθὰ εἶναι νενόμικεν· οὐ γὰρ εἶδεν ὅτι τὰ ἀληθῶς ἀγαθὰ οὐκ ἔστιν ἐν τῇ κατηραμένῃ γῇ, ἀλλὰ τὰ ἀληθῶς ἀγαθά ἐστιν ἐν οὐρανῷ. ἐθησαύριζεν ἐπὶ γῆς, [καὶ] ἐπεὶ ᾤετο ἀγαθὰ εἶναι τὰ ἐπὶ γῆς. ἐὰν δέ τις μεταβῇ ἀπὸ τοῦ θησαυρίζειν «ἐπὶ γῆς», πειθόμενος τῷ Ἰησοῦ, εἰς τὸ θησαυρίζειν «ἐν οὐρανῷ», οὐ λεχθήσεται αὐτῷ· «ἄφρον, [τί] ταύτῃ τῇ νυκτὶ ἀπαιτοῦσι τὴν ψυχήν σου ἀπὸ σοῦ», ἀλλ' ἐλθόντες οἱ θηρευταί, ζητοῦντες οὐ τὰ κάτω ἀλλὰ τὰ ἐν τοῖς ὄρεσι ζῶα, τὰ ἐν τοῖς βουνοῖς, τὰ ἐν ταῖς τρυμαλιαῖς τῶν πετρῶν σκεπαζόμενα, συλλήψονται ταῦτα καὶ ἀπάξουσιν αὐτὰ ἀπὸ τῆς θήρας ἐκείνης. ὅπου; ἐπὶ τὴν ἀνάπαυσιν τῶν ἁγίων καὶ μακαρίων ἐν Χριστῷ Ἰησοῦ. «Οἱ» γὰρ «ὀφθαλμοί μου» φησὶν «ἐπὶ πάσας τὰς ὁδοὺς αὐτῶν». τῶν τοιούτων, τῶν ἐπὶ τὰ ὄρη τὰς διατριβὰς ποιουμένων καὶ ἐν τοῖς βουνοῖς καὶ ἐν ταῖς τρυμαλιαῖς τῶν πετρῶν, [καὶ] ἐπὶ τὰς ὁδοὺς πάσας ὁ θεὸς ἔχει τοὺς ὀφθαλμούς. «καὶ οὐκ ἐκρύβησαν ἀπὸ προσ ώπου μου» οἱ τοιοῦτοι· οἱ γὰρ φαῦλοι κρύπτονται ἀπὸ προσώπου τοῦ θεοῦ. ἤκουσεν Ἀδὰμ μετὰ τὴν παράβασιν «τὴν φωνὴν κυρίου τοῦ θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινὸν» καὶ ἐκρύβη, ὁ δὲ ἅγιος οὐ κέκρυπται, ἀλλ' ἔχει καρδίαν μετὰ παρρησίας τῆς κατὰ τὴν ἁγίαν πολιτείαν πρὸς τὸν θεόν. «ἐὰν» γὰρ «ἡ συνείδησις ἡμῶν μὴ καταγινώσκῃ, ἔχει παρρησίαν πρὸς τὸν θεόν, καὶ ὃ ἂν αἰτώμεθα λαμβάνομεν παρ' αὐτοῦ». ὁ μὲν οὖν Ἀδὰμ εἰ καὶ ἥμαρτεν, οὐκ εἰς ὑπερβολὴν χαλεπὴν ἁμαρτίαν ἥμαρτεν· διὰ τοῦτο ἐκρύβη «ἀπὸ προσ ώπου τοῦ θεοῦ». ὁ δὲ ἁμαρτωλότερος αὐτοῦ Κάϊν καὶ ἀσεβέστατος ὁ ἀδελφοκτόνος τί πεποίηκεν; «ἐξῆλθεν ἀπὸ προσώπου τοῦ θεοῦ». ὥστε συγκρίσει κακῶν ἔλαττον εἶναι τὸ κρυβῆναι ἀπὸ προσώπου τοῦ θεοῦ· καὶ γὰρ οὗτος κρύπτεται οὐκ ἀπερυθριῶν, ἀλλ' αἰδούμενος τὸν θεόν. «οὐκ ἐκρύβησαν» οὖν «ἀπὸ προσώπου μου». οὗτοι, οἱ ταῦτα ποιήσαντες, ἐν ἁμαρτίαις ποτὲ γεγόνασι καὶ ἀπὸ ἁμαρτιῶν τῶν ἐν τῇ θαλάσσῃ ἡλιεύθησαν. 16. 5 ἵν' οὖν μὴ ὑπολαμβάνωσιν οἱ ἁλιευθέντες καὶ μετὰ ταῦτα εἰς τὰ ὄρη ἐλθόντες, ὅτι ἐκ δικαιοσύνης αὐτοῖς ταῦτα γεγένηται, ὑπομιμνῄσκει οὐ μόνον ἐκείνους, ἀλλὰ καὶ ἡμᾶς ὁ λόγος τῶν προτέρων ἁμαρτημάτων. διὸ λέγεται μετὰ τὰς εὐεργεσίας· «καὶ οὐκ ἐκρύβη τὰ ἀδικήματα αὐτῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου». Τὰ ἑξῆς ἀγῶνα μέλλει ἡμῖν ἐμποιεῖν. εἴτε γὰρ νοοῦμεν, φροντίσομεν ἐπιμελῶς περὶ τῆς ἀνταποδόσεως τῶν ἁμαρτημά των· εἴτε δοκεῖ οὐκ ἀκόλουθα εἶναι τοῖς προαποδεδομένοις περὶ ἁλιευο μένων καὶ θηρευομένων, καὶ οὕτως εἰς ἀγῶνα ἡμᾶς ἐμβάλλει οὐ τὸν τυχόντα. «καὶ ἀνταποδώσω» γάρ φησι «πρῶτον διπλᾶς τὰς ἀδικίας αὐ τῶν καὶ τὰς ἁμαρτίας αὐτῶν, ἐφ' αἷς ἐβεβηλοῦσαν τὴν γῆν μου ἐν τοῖς θνησιμαίοις τῶν βδελυγμάτων καὶ ἐν ταῖς ἀνομίαις αὐτῶν, ἐν αἷς ἔπλη σαν τὴν κληρονομίαν μου». τὸ «πρῶτον» εἴτε μὴ νοήσαντες ἐξεῖλάν τινες τῶν γεγραμμένων εἴτε καὶ οἰκονομήσαντες ἐξελεῖν οἱ Ἑβδομήκοντα, θεὸς ἂν εἰδείη. ἡμεῖς μέντοιγε συγκρίναντες ταῖς λοιπαῖς ἐκδόσεσιν εὕρομεν κείμενον· «καὶ ἀνταποδώσω πρῶτον διπλᾶς τὰς ἀδικίας αὐτῶν», ἵνα δηλωθῇ ὅτι εἰ καὶ ἄξιοι διὰ τὰ δεύτερα αὐτῶν ἔργα μακαριότητος εἶεν, ἐπεὶ ἄνθρωποί εἰσι καὶ ἐν ἁμαρτίαις γεγόνασι, πρῶτον δεῖ ἀπολαβεῖν αὐτοὺς τὰς ἁμαρτίας αὐτῶν. καὶ ὅρα εἰ μὴ ὁ λόγος ἐστὶν ἀληθής. τίς οὐκ ἀπολήψεται τὰς ἁμαρτίας ἢ ὁ μετὰ τὸ πιστεῦσαι καὶ λαβεῖν ἄφεσιν ἁμαρτημάτων (ὡς ἀκοῦσαι τοῦ Ἰησοῦ λέγοντος· «ἀφέωνταί σοι αἱ ἁμαρτίαι») μηκέτι ἁμαρτάνων; εἰ δὲ μετὰ τὴν ἄφεσιν τῶν ἁμαρτημάτων καὶ τὴν οἰκονομίαν τοῦ λουτροῦ τῆς παλιγγενεσίας ἁμαρτάνοιμεν, ὥσπερ ἡμεῖς οἱ πολλοὶ οἱ μὴ τελειω θέντες ὡς οἱ ἀπόστολοι, μετὰ τὸ ἁμαρτάνειν δὲ καὶ σὺν τῷ ἁμαρ τάνειν τινὰ δεόντως πράττοιμεν, τί ἡμᾶς περιμένει, κατανοητέον. Ἆρα ἐὰν ἐξέλθωμεν τὸν βίον ἔχοντες ἁμαρτήματα, ἔχοντες δὲ καὶ ἀνδραγαθήματα, σωθησόμεθα μὲν διὰ τὰ ἀνδραγαθήματα, ἀπο λυθησόμεθα δὲ περὶ τῶν ἐν γνώσει ἡμαρτημένων; ἢ κολασθησό μεθα μὲν διὰ τὰ ἁμαρτήματα, οὐδαμοῦ δὲ μισθὸν ληψόμεθα τῶν ἀνδραγαθημάτων; ἀλλ' οὔτε τὸ ἕτερον, λέγω δὲ τὸ ἀπολαβεῖν τὰ χείρονα μὴ ἀπολαβεῖν δὲ τὰ κρείττονα, κατὰ δίκαιόν ἐστι τὸν θεόν, οὔτε τὸ ἕτερον, λέγω δὲ τὸ ἀπολαβεῖν τὰ κρείττονα μὴ ἀπολαβεῖν δὲ τὰ χείρονα, κατὰ δίκαιόν ἐστι τὸν θεόν, καθαίρειν βουλόμενον καὶ ἐκκόπτειν τὴν κακίαν. ἔστω γάρ σε ᾠκοδομηκέναι, μετὰ τὸν θεμέλιον Χριστὸν Ἰησοῦν ὃν δεδίδαξαι, οὐ μόνον «χρυσὸν καὶ ἄργυρον καὶ λίθον τίμιον»– εἴγε ἔχεις χρυσὸν καὶ πολὺν χρυσὸν ἢ ὀλίγον· ἔστω σε ἔχειν ἄργυρον, λίθον τίμιον, οὐ μόνα δέ φημι ταῦτα, ἀλλ' ἔστω σε ἔχειν καὶ «ξύλα καὶ χόρτον καὶ καλάμην»– τί βούλει σοι γενέσθαι μετὰ τὴν ἔξοδον; πότερόν ποτε εἰσελθεῖν εἰς τὰ ἅγια μετὰ τοῦ ξύλου σου καὶ μετὰ τοῦ χόρτου σου καὶ τῆς καλά μης, ἵνα μιάνῃς τὴν βασιλείαν τοῦ θεοῦ; ἀλλὰ πάλιν ἀπομεῖναι θέλεις διὰ τὸν χόρτον, διὰ τὰ ξύλα, διὰ τὴν καλάμην ἐν τῷ πυρὶ καὶ μηδὲν ἀ λαβεῖν ὑπὲρ τοῦ χρυσοῦ καὶ ἀργύρου καὶ λίθου τιμίου; οὐδὲ τοῦτο εὔλογον. 16. 6 τί οὖν; πρῶτον ἀκολουθεῖ ἀπολαβεῖν διὰ τὰ ξύλα τὸ πῦρ τὸ ἀναλίσκον [τὸ πῦρ] τὰ ξύλα καὶ τὸν χόρτον καὶ τὴν καλάμην· ὁ θεὸς γὰρ ἡμῶν τῇ οὐσίᾳ λέγεται τοῖς συνιέναι δυνα μένοις πῦρ εἶναι καταναλίσκον. καὶ ἐσιώπησε μὲν τὸ τί καταναλίσκον ὁ προφήτης λέγων· «ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον», ἡμῖν δὲ κατα λέλοιπε νοεῖν. ὅτι εἶπεν· «ὁ θεὸς πῦρ ἐστι καταναλίσκον», ἔστι τι τὸ καταναλισκόμενον. τί οὖν ἐστι τὸ καταναλισκόμενον; οὐ γὰρ τὸ κατ' εἰκόνα καὶ ὁμοίωσιν ἀναλίσκει, οὐ τὸ ἴδιον κτίσμα κα ταναλίσκει, ἀλλὰ τὸν ἐποικοδομηθέντα χόρτον, τὰ ἐποικοδομηθέντα ξύλα, τὴν ἐποικοδομηθεῖσαν καλάμην. Ὁ τόπος ἦν δυσδιήγητος σφόδρα. ἐπαγγελίαι ἦσαν, καὶ μετὰ τὰς ἐπαγγελίας λέγει· «καὶ ἀνταποδώσω πρῶτον διπλᾶς τὰς ἀδικίας αὐτῶν». ἀναγκαίως πρόσκειται τὸ «πρῶτον»· πρῶτον γὰρ τὰ τῆς ἀδικίας, εἶτα τὰ τῆς δικαιοσύνης ἀποδίδοται, οὐ γὰρ ἀνάπαλιν ὁ θεὸς ἀνταποδίδωσιν. εἰ πρῶτον ἀπεδίδου τὰ ἀγαθά, ἵνα ἀπολάβωμεν τὰ ἀγαθά, νῦν δὲ ἀποδίδωσι τὰ κακά, ἔδει λῆξαι τὰ ἀγαθά, ἵνα ἀπολάβωμεν τὰ κακά. ἵνα τέλος λάβῃ διὰ τοῦ ἀφανισμοῦ τῶν κακῶν τὰ τῆς κολάσεως τῶν παθόντων, ἵνα μετὰ ταῦτα ἀποδῷ τὰ ἀγαθά. διὸ εὑρήσεις ἐν ταῖς ἱεραῖς γραφαῖς τὸν θεὸν λέγοντα πρῶτον τὰ δοκοῦντα εἶναι σκυθρω πότερα καὶ μετὰ ταῦτα τὰ κρείττονα. «ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω· πατάξω, κἀγὼ ἰάσομαι». «αὐτὸς ἀλγεῖν ποιεῖ καὶ πάλιν ἀποκαθίστησιν· ἔπαισε, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο». ἐπὶ τούτοις ἔστι τὸν νοοῦντα καὶ διακείμενον πρὸς τὰ λεγόμενα εἰπεῖν· «κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου; ἢ τίς κατασκηνώσει ἐν ὄρει ἁγίῳ σου; πορευό μενος ἄμωμος καὶ ἐργαζόμενος δικαιοσύνην, λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ· ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ, καὶ οὐκ ἐποίησε τῷ πλη σίον αὐτοῦ κακόν, καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοὺς ἔγγιστα αὐτοῦ». (ἡμεῖς δὲ ὀνειδίζομεν καὶ τοὺς μετανοοῦντας καὶ ἐπιστρέφοντας, λε γούσης τῆς γραφῆς· «μὴ ὀνείδιζε ἄνθρωπον ἀποστρέφοντα ἀπὸ ἁμαρ τίας».) «ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοὺς ἔγγιστα αὐτοῦ· ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος, τοὺς δὲ φοβουμένους κύριον δοξάζει». πάντες οὖν οἱ ἔχοντες ὕλην ἐκείνου τοῦ πυρὸς πρῶτον ἀποληψόμεθα τὰ ἁμαρτήματα ἡμῶν. 16. 7 Ἀλλ' ἐρεῖ τις τῶν ἀκουόντων· διήγησαι καὶ «διπλᾶς»· ἔστω γὰρ ἀπολαμβάνειν με τὰς ἁμαρτίας πρῶτον, ἵνα ἐπὰν λάβω τὰς ἁμαρτίας, μετὰ τοῦτο πληρωθῇ τὸ παρὰ τῷ ἀποστόλῳ εἰρημένον· «εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός»– τί δήποτε «διπλᾶς» ἀπολαμβάνω τὰς ἁμαρτίας; ἀλλὰ λεκτέον ὅτι «δοῦλος ὁ εἰδὼς τὸ θέλημα τοῦ κυρίου καὶ μὴ ποιήσας κατὰ τὸ θέλημα αὐτοῦ, δαρήσεται» οὐκ ὀλίγας ἀλλὰ «πολλάς». ἄξιον οὖν ἐστι τοὺς μὲν ἀπὸ τῶν ἐθνῶν ἁμαρτάνοντας ἀπολαμβάνειν αὐτῶν ἁπλᾶ τὰ ἁμαρτήματα, ἡμᾶς δὲ διπλᾶ ἡμῶν ἀπολαμβάνειν τὰ πταίσματα· «ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπο λείπεται θυσία, φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους». Προεφητεύθη τὰ περὶ τῶν ἁλιευ ομένων καὶ θηρευθησομένων καὶ ἀποληψομένων πρῶτον διπλᾶς τὰς ἁμαρτίας αὐτῶν. μετὰ ταῦτα προφητεύεται ἡ κλῆσις τῶν ἐθνῶν σαφέστερον, οὐχὶ καλουμένων ἀλλὰ κεκλημένων, καὶ οὐχὶ εἰδότων τί ἐξομολογήσωνται καὶ τί εὐχαρι στήσωσιν, ἀλλ' ἤδη μεμαθηκότων. ἐν γὰρ τοῖς προτέροις μανθάνομεν ὅτι ἐκλήθησαν, ἡλιεύθησαν, ἐθηρεύθησαν, πείσονται δὲ ἐν τοῖς δευ τέροις. ἴδωμεν τί προφητεύει περὶ ἡμῶν ἤδη μανθανόντων εὔχεσθαι, μᾶλλον δὲ μεμαθηκότων. 16. 8 «κύριε, ἰσχύς μου καὶ βοήθειά μου καὶ καταφυγή μου ἐν ἡμέρᾳ κακῶν· πρὸς σὲ ἔθνη ἥξουσιν ἀπ' ἐσχάτου τῆς γῆς καὶ ἐροῦσιν· ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, οὐκ ἔστιν ἐν αὐτοῖς ὠφέλημα». ἀπ' ἐσχάτου τῆς γῆς ἦλθε τὰ ἔθνη πρὸς τὸν θεόν, καὶ εἴρηκε τὰ ἔθνη· «ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὠφέλημα»; πῶς «ἀπ' ἐσχάτου τῆς γῆς»; εἰσί τινες τῆς γῆς πρῶτοι καί εἰσί τινες τῆς γῆς ἔσχατοι. τίνες πρῶτοι; «οἱ σοφοὶ τοῦ κόσμου» τῆς γῆς πρῶτοι, οὐχ ἁπλῶς πρῶτοι· «οἱ σοφοὶ τοῦ κόσμου, οἱ εὐγενεῖς», οἱ πλούσιοι, οἱ ἀξιωματικοί. τίνες οἱ ἔσχατοι; «τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ θεός, τὰ ἀγενῆ, τὰ ἐξουθενημένα, τὰ μὴ ὄντα». «ἥξουσιν» οὖν «ἔθνη ἀπ' ἐσχάτου τῆς γῆς», ὡσεὶ ἔλεγεν· ἀπὸ τελευταίων τῶν ἐπὶ γῆς ἀνθρώπων. ἀπὸ μωρῶν, ἀπὸ ἀγενῶν, ἀπὸ ἐξουθενημένων, «καὶ ἐροῦσιν· ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὠφέλημα». οὐχ ὅτι ἔστι τινὰ εἴδωλα ἀληθῆ, ὧν πρὸς ἀντιδιαστολὴν λέγεται τὰ ψευδῆ, ἀλλὰ εἴδωλα, τινα τῇ φύσει ἐστὶ ψευδῆ· «καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὠφέλημα». 16. 9 «Εἰ ποιήσει ἑαυτῷ ἄνθρωπος θεούς». οὐ μόνον ἀπὸ τῶν ἀγαλμάτων ποιοῦσιν ἑαυτοῖς ἄνθρωποι θεούς, ἀλλ' εὑρήσεις καὶ ἀπὸ τῶν ἀναπλασμάτων ποιοῦντας ἀνθρώπους ἑαυτοῖς θεούς· ὅσοι γὰρ δύνανται ἀναπλάσαι θεὸν ἕτερον καὶ κοσμοποιίαν ἄλλην παρὰ τὴν ὑπὸ τοῦ πνεύματος ἀναγεγραμμένην, οἰκονομίαν κόσμου παρὰ τὸν ἀληθῆ κόσμον [περὶ οἰκονομίας κόσμου], οὗτοι πάντες ἐποίησαν ἑαυ τοῖς θεοὺς καὶ προσεκύνησαν τοῖς ἔργοις τῶν χειρῶν. οἷον νόησόν μοι εἴτε ἐν Ἕλλησι τοὺς γεννήσαντας δόγματα, φέρ' εἰπεῖν, τῆςδε τῆς φιλοσοφίας ἢ τῆςδε, εἴτε ἐν ταῖς αἱρέσεσι τοὺς γεννήσαντας πρώτους δόγματα, οὗτοι ἐποίησαν ἑαυτοῖς εἴδωλα καὶ ἀναπλάσματα τῆς ψυχῆς καὶ στραφέντες προσεκύνησαν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, ἀπο δεξάμενοι ὡς ἀλήθειαν τὰ ἴδια ἀναπλάσματα. πάντας οὖν τοὺς αἰσθη τῶς καὶ τοὺς νοητῶς ποιοῦντας ἑαυτοῖς θεοὺς διελέγχων ὁ λόγος φησίν· «εἰ ποιήσει ἑαυτῷ ἄνθρωπος θεούς, καὶ οὗτοι οὐκ εἰσὶ θεοί; διὰ τοῦτο ἐγὼ δηλώσω αὐτοῖς τὴν χεῖρά μου ἐν τῷ καιρῷ τούτῳ, καὶ γνωριῶ αὐτοῖς καὶ τὴν δύναμίν μου». ποίῳ καιρῷ ἢ τούτῳ; δεικνύων δὲ τὸν καιρὸν τῆς παρουσίας τοῦ κυρίου· «ὅτι ὄνομά μοι κύριος». 16. 10 Εἶτα ἄλλη ἐστὶ προφητεία, ἣν οὐκ οἶδ' ὅπως παρὰ τοῖς Ἑβδομή κοντα οὐχ εὕρομεν, εὕρομεν δὲ ἐν ταῖς λοιπαῖς ἐκδόσεσι, δῆλον ὅτι κειμένην ἐν τῷ Ἑβραϊκῷ, καὶ πεπλήρωται πραγμάτων ἀναγκαιοτάτων, δυναμένων ἐὰν προσέχωμεν ἐπιστρέψαι τὴν ψυχὴν ἡμῶν. οὕτως δὲ ἔχει τὰ ῥήματα· «ἁμαρτία Ἰούδα γέγραπται ἐν γραφείῳ σιδηρῷ, ἐν ὄνυχι ἀδαμαντίνῳ ἐγκεκολαμμένη ἐπὶ τοῦ στήθους τῆς καρδίας αὐ τῶν». ἐπὶ τὸ εὐχερέστερον ἑαυτὸν ἐπιδοῦναι καὶ εἰπεῖν· περὶ τῶν Ἰουδαίων ταῦτα γέγραπται ὅτι ἡ ἁμαρτία αὐτῶν «γέγραπται». ἀλλ' ἐὰν ἴδῃς, ὡς πολλάκις ἐδείξαμεν, Ἰούδαν τροπικῶς λεγόμενον τὸν Χριστόν, μήποτε «ἁμαρτία Ἰούδα» ἡμῶν ἐστι τῶν πιστευόντων ἐπὶ τὸν Χριστὸν τὸν ἐκ φυλῆς Ἰούδα. εἰ δὲ δύνασαι καὶ ἄλλως ἀκοῦσαι μυστικώτερον, τάχα περὶ Ἰούδα προφητεύει τοῦ παραδόντος, ὡς εἶναι περὶ αὐτοῦ τὴν προφητείαν λέγουσαν· «ἁμαρτία Ἰούδα γέγραπται ἐν γραφείῳ σιδηρῷ, ἐν ὄνυχι ἀδαμαντίνῳ ἐγκεκολαμμένη ἐπὶ τοῦ στήθους τῆς καρδίας»· ἀλλὰ πάλιν οὐκ ἀκολουθεῖ ἐπ' ἐκείνου τὸ «αὐτῶν». μήποτε οὖν ἐφ' ἡμᾶς ἔλεγεν, ἐὰν γενώμεθα ἁμαρτωλοί, ταῦτα φθάνειν τὰ προφητευόμενα. ἡμάρτομεν, καὶ ἡ ἁμαρτία ἡμῶν οὐκ ἔξω ἡμῶν γέγραπται, ἀλλ' ἐν τῇ καρδίᾳ ἡμῶν, καὶ γράφεται «ἐν σιδηρῷ γραφείῳ, ἐν ὄνυχι ἀδαμαντίνῳ». ὅτι δὲ τὰ ἁμαρτήματα, ἃ ἁμαρτάνομεν, ἐγ γράφεται εἰς ἡμᾶς διὰ τοῦ ἁμαρτάνειν, παραστήσει αὐτὸ τὸ πρᾶγμα. οὐ συνῄδειν ἐμαυτῷ τόδε τὸ πρᾶγμα ἢ τήνδε τὴν ἁμαρτίαν. ποιήσας αὐτὴν ἔχω τύπον αὐτῆς, καὶ οἱονεὶ γέγραπται ὁ τύπος [αὐ] τῆς ἁμαρ τίας μου τῆς ἡμαρτημένης ἐν τῇ ψυχῇ μου. καὶ εἰ μὲν ἦν ἡ ἁμαρτία μου γεγραμμένη μέλανι, ἀπήλειψα αὐτήν· νῦν δὲ γέγραπται «ἐν σιδηρῷ γραφείῳ», γέγραπται «ἐν ὄνυχι ἀδαμαντίνῳ», γέγραπται «ἐπὶ τοῦ στή θους τῆς καρδίας» ἡμῶν, ἵνα ἔλθω ἐπὶ τὸ δικαστήριον καὶ πληρωθῇ ἡ λέγουσα προφητεία· «οὐδὲν κρυπτὸν ὃ οὐ φανερωθήσεται, καὶ οὐδὲν κεκαλυμμένον ὃ οὐκ ἀποκαλυφθήσεται». ἐγυμνώθη μου τὸ στῆθος καὶ ἡ καρδία ἔχουσα τὰ γράμματα ἐγγεγραμμένα τῆς ἁμαρτίας «ἐν τῷ γραφείῳ τῷ σιδηρῷ, τῷ ὄνυχι τῷ ἀδαμαντίνῳ», καὶ πάντες ἀναγινώ σκουσιν ἐν τῷ στήθει μου καὶ ἐν τῇ καρδίᾳ μου τοὺς τύπους μου τῶν ἁμαρτημάτων. «οὐδὲν γὰρ κρυπτὸν ὃ οὐ φανερωθήσεται», ἀλλὰ «καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογου μένων», καὶ «μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν». τίνι φανερώσει; οὐχ αὑτῷ· αὐτὸς γὰρ οἶδε «τὰ πάντα πρὶν γενέσεως αὐτῶν». ἀλλὰ [καὶ] τίνι φανερώσει; πᾶσι τοῖς μέλλουσι βλέπειν διὰ τὴν αὐτῶν καθαρότητα τὴν ἁμαρτίαν τοῦ ἡμαρτηκότος, ἵνα οἱ ἁμαρτωλοὶ «ἀναστῶσιν εἰς ὀνειδισμὸν καὶ εἰς αἰσχύνην αἰώνιον»· ἀφ' ὧν ῥύσηται ἡμᾶς ὁ τῶν ὅλων θεός, ἵν' εἰς δόξαν τὴν ἐν Χριστῷ ἀναστῶμεν, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν. 17. t Εἰς τὸ «ἐφώνησε πέρδιξ» μέχρι τοῦ «καὶ ἡμέραν ἀνθρώ που οὐκ ἐπεθύμησα, σὺ ἐπίστασαι».

Intertext edge

Open linked passage

Note