Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Jesu Nave homiliae
OrigenesHomi 1 · pg-scrape-grcMore by Origenes
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/origenes" aria-label="More works by Origenes"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1
In Jesu Nave homiliae 290 «τετελεύ τηκε Μωυσῆς», ἀπέθανεν ὁ νόμος, Μωυσῆς χρηματίζων, κατὰ τό· «ἔχουσι Μωυσέα καὶ τοὺς προφήτας». 291 ἐπὶ μὲν οὖν Μωϋσέως ἄγοντος διὰ θαλάττης, ὕδατος ἁλμυροῦ, οὐδεμία τάξις ἐγί νετο, ἣν νῦν ὁρῶμεν Ἰησοῦ στρατηγήσαντος καὶ τοῦ Κυρίου πλη ροῦντος τὸ σύμβολον. τῷ μέλλοντι διαβῆναι τὸν Ἰορδάνην ἐπισιτισμοῦ χρεία... Θεοῦ γὰρ ὁδὸς ἐργασίαν ἀρετῆς ἀπαιτεῖ. 293 Μωυσῆς δὲ οὐκ εἶπεν· «Στήτω ὁ ἥλιος», οὐκ ἀνέβλεψεν εἰς τὸν οὐρανόν, οὐκ ἔδειξε σημεῖον οὐράνιον. Ὁ δὲ Ἰησοῦς φησι· «Στήτω ὁ ἥλιος». Καὶ ἡ Γραφὴ μαρτυρεῖ, ὡς «οὐδέποτε Θεὸς οὕτως ἀνθρώπων ὑπήκουσεν». Ἔστησεν οὖν τὸν ἥλιον καὶ Ἰησοῦς ὁ ἐμὸς καὶ ἐπὶ τῆς παρουσίας αὐτοῦ μείζονά μοι τὴν ἡμέραν κατὰ τῶν πολεμίων πεποίηκεν, ἵνα στρατηγούμενος ὑπὸ τοῦ Ἰησοῦ τοὺς ἀντιπάλους τροπώσωμαι. 298 «Τὴν ἔρημον» ὑπέταξεν ὁ Πατὴρ τῷ Χριστῷ. Περὶ ἧς εἴρηται· «εὐφράνθητι ἔρημος ἡ διψῶσα» καί· «πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα». Καὶ 299 οὐ τὸν Λίβανον ὑπέταξεν Ἰησοῦ, τὸν Ἰσραήλ, οὕτως ἐν προφήταις καλούμενον, ὃς καὶ «καλλιέλαιος» εἴρηται· ἀλλὰ τὰ ἔθνη, «τὸν Ἀντι λίβανον», «ἐγκεντρισθέντα» μὲν ἐν Ἰσραήλ, ἀντ' αὐτοῦ δὲ γενόμενα. 300 (οὗτοι διὰ Μωϋσέως ἐκληρώθη σαν τὴν γῆν, ἐπειδὴ πολλοὶ διὰ τοῦ νόμου πρὸ τῆς χάριτος ἐτελειώ θησαν. Καὶ ἐπεὶ πρωτότοκος Ἰσραὴλ ὀνομάζεται), διὰ Μωυσέως οἱ πρωτότοκοι τοὺς κλήρους ἐδέξαντο, Ῥουβὴν καὶ Γὰδ καὶ Μανασσῆς. Διαβαίνουσι μέντοι καὶ οὗτοι εὔζωνοι πρὸ τῶν ἄλλων. Οἱ γὰρ ἐξ Ἰουδαίων πεπιστευκότες ἡγήσαντο τῆς τῶν ἐθνῶν σωτηρίας. 301 αὐτοὶ δὲ τὸν λαὸν ὁδηγοῦσι «περι ζωσάμενοι τὴν ὀσφῦν αὐτῶν ἐν ἀληθείᾳ». Καὶ μετὰ βίον γὰρ συνα γωνίζονται τοῖς πιστοῖς ὅσοι ἄνδρες γεγόνασιν «τὰ τοῦ νηπίου καταρ γήσαντες». 302 Διὰ τί δὲ μὴ γʹ καὶ θʹ φυλαί, ἀλλὰ «δύω ἥμισυ φυλαὶ» ὑπὸ Μωϋσέως καὶ «ἐννέα ἥμισυ» κληροδοτοῦνται ὑπ' Ἰησοῦ;... τάχα δέ, φασι, καὶ οἱ πρότεροι ἥψαντο μὲν τῆς τριά δος, οὐ μὴν καθαρῶς. Οὔπω γὰρ τὸ τῆς οἰκονομίας προσέκειτο, εἰ καὶ Χριστὸν προεκήρυττον. 305 τύπος ὄντως οὖσα τῆς Ἐκκλη σίας****, ἣ πρότερον πορνείᾳ τῇ τῶν δαιμόνων ἐφύρετο κατὰ τό· «ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀπειθεῖς»· καὶ τοῦ Χριστοῦ τοὺς κατα σκόπους Ἀποστόλους ἐδέξατο «ἑτοιμάζοντας Κυρίῳ λαὸν κατεσκευασμέ νον». «Καὶ ἐπὶ τὸ δῶμα τούτους ἀνήγαγεν»· οὐδεὶς γὰρ κατάσκοπος Ἰησοῦ δύναται εἶναι χαμαὶ οὐδὲ μεῖναι κάτω. 308 ὥσπερ δὲ τῷ ἁμαρτωλῷ πᾶσα ἡ κτίσις πολεμεῖ, ὡς ἐπὶ τῶν Αἰγυπτίων, οὕτω γίνεται πάντα τῷ δι καίῳ βατὰ Ἐρυθρὰν διοδεύοντι θάλατταν καὶ τὴν ἔρημον, τὴν πολ λὴν τὴν ἐξ οὐρανοῦ χορηγουμένῳ τροφήν· καὶ ὁ ἀὴρ δὲ τούτῳ βα τὸς κατὰ τό· «Ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀέρα». Καθόλου γὰρ ἤκουσε μὴ φοβεῖσθαι· «ἐὰν γὰρ διέλθῃς διὰ πυρός, φλὸξ οὐ κατα καύσει σε». 310 τῶν γὰρ μετὰ τὸ βάπτισμα ἀπολ λυμένων τὸ ὕδωρ τοῦ Ἰορδάνου «εἰς τὴν θάλασσαν ἄπεισι τῶν ἁλῶν»· τὸ δὲ ἄλλο τὸ ὕδωρ ἐστὶ τῶν δικαίων. 312 διαπερῶσι δὲ τὸν Ἰορδάνην τῇ δεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου, ἐν ᾧ καὶ τὸ Πάσχα. 394 «Καὶ Ἰησοῦς πρεσβύτερος προβεβηκὼς τῶν ἡμερῶν». Οὐχ ἁπλῶς οἱ πολυ χρόνιοι λέγονται «πρεσβύτεροι» τῇ Γραφῇ, ἀλλ' οἱ φρόνημα ἔχοντες ἄξιον τιμῆς ἐπουρανίου πρεσβυτερίου. Τοιγαροῦν οὔτε Ἀδὰμ οὔτε τὸν Μαθουσάλα οὔτε τὸν Νῶε «πρεσβύτερον» εἴρηκεν, οὓς μᾶλλον ἐχρῆν, ἀλλὰ τὸν ὀλιγοχρονιώτερον Ἀβραὰμ πρῶτον εἶπε «πρεσβύτερον». Καὶ πρὸς Μωϋσέα δέ φησι Κύριος· «ἐκλέξαι σεαυτῷ ἀπὸ παντὸς τοῦ λαοῦ πρεσβυτέρους, οὓς αὐτὸς σὺ οἶδας, ὅτι πρεσβύτεροί εἰσιν». Εἰ δέ που λέγοι τοῦτο περὶ ἁμαρτωλοῦ ἡ Γραφή, μεθ' ὑποτιμήσεώς 395 φησιν, οἷον· «αὐτὸς ὁ Κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων καὶ μετὰ τῶν ἀρχόντων τοῦ λαοῦ». Ὁμοίως δὲ καὶ τὸ «προβεβηκέναι ταῖς ἡμέραις» ἐπὶ ἁγίων φησίν. Οὐδεὶς γὰρ «στρεφόμενος εἰς τὰ ὀπίσω» «προβέβηκεν», ἀλλ' εἴ «τις τοῖς ἔμπροσθεν ἐπεκτείνεται τῶν ὄπισθεν ἐπιλανθανόμενος». 396 «Καὶ ἡ γῆ ὑπολέλειπται πολλὴ σφόδρα». Καίτοι προεῖπε· «καὶ ἡ γῆ κατέπαυσε πολεμουμένη» καὶ ὅτι «ὁ Ἰησοῦς ἔλαβε πᾶσαν τὴν γῆν». Νόει τοίνυν τοῦ Κυρίου Ἰησοῦ προτέραν μὲν κράτησιν τῆς γῆς, ὅτε ἔσπειρε τὸν λόγον αὐτοῦ εἰς πᾶσαν τὴν οἰκουμένην. Τῷ γὰρ κεκρατηκέναι τάχα τῶν ἐν ἑκάστῳ 397 ἔθνει δαιμόνων ἀπελάσαι τε τούτους ἔσπειρε τὸν λόγον εἰς τὰς Ἐκ κλησίας. Αὕτη μία κράτησις τοῦ Ἰησοῦ. Ἴδε μοι καὶ ἐπ' ἐκείνῃ δευτέραν, ὅτε πάντων κρατήσει πολλῶν νῦν μορίων ὑπολειπομένων τῆς γῆς. Διὸ τῇ μὲν προτέρᾳ τὸ «πολεμουμένη» προσκεῖται, τῇ δὲ δευ τέρᾳ τὸ «πολλὴ σφόδρα». Πλὴν μακάριοι πάντες οἱ ἐν τῇ πρώτῃ παρουσίᾳ κεκρατημένοι· χάρις γὰρ αὐτοῖς ὅτι πολλῶν ἔτι πολεμούν των ὑποτάσσονται. Οἱ γὰρ ἐπὶ τῆς δευτέρας ἀνάγκῃ κρατοῦνται, ὡς καὶ «τὸν ἔσχατον ἐχθρὸν θάνατον καταργηθῆναι». «Πάντα» δὲ πρῶτον «τὰ ἔθνη», καθὰ δοκεῖ τοῖς προφήταις «ἀπὸ περάτων ἕως περάτων 398 τῆς οἰκουμένης ὑποταγήσεται». Πολλῶν δὲ τῶν ὑποτασσομένων ὀνομασθέντων ἐθνῶν, ἐπὶ μόνων τῶν Σιδωνίων φησίν, ὡς· «ἐξολο θρεύσω αὐτοὺς ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραὴλ» ἢ κοινὸν τοῦτο κατὰ πάντων λαμβάνων ἢ ἐπειδὴ Σιδώνιοι ἑρμηνεύονται θηρευταί. Πᾶσαν γὰρ δύναμιν θηρεύουσαν ψυχὰς ἀνθρώπων «ἐξολοθρεύσει». Καὶ τότε μηδενὸς ὄντος θηρεύοντος «ἀναπαύσεται ἕκαστος ὑποκάτω τῆς ἀμπέλου αὐτοῦ καὶ ὑποκάτω τῆς συκῆς αὐτοῦ». 406 οὐκοῦν κληροδοτεῖ Μωυσῆς, ἀλλὰ «πέραν τοῦ Ἰορδάνου»· κληροδοτεῖ δὲ «Ἰησοῦς μετὰ τῶν ἀρχιφύλων τοῦ Ἰσραήλ». Οὕτως Ἰησοῦς ὁ Χριστὸς τὴν ἀληθῆ κληροδοσίαν διδοὺς παραλαμβάνει «τοὺς ἄρχοντας» τοῦ πνευματικοῦ «Ἰσραήλ», τοὺς Ἀποστόλους, πρὸς οὓς ἔφησεν, ὅτι· «καθήσεσθε ἐπὶ θρόνους ιβʹ κρίνοντες τὰς ιβʹ φυλὰς τοῦ Ἰσραήλ». Παραλαμβάνεται δὲ καὶ «Ἐλεάζαρ» συνιὼν Ἰησοῦ, τυπῶν ἑκάτερος τὸν ἱερέα καὶ ἄρχοντα, τὸν υἱὸν τοῦ Θεοῦ. 407 Πρῶτος δὲ Χάλεβ εἰκότως ἔτυχε κλήρου. ἑρμηνεύεται δὲ ὡς καρδία· ἔστι δὲ οὗτος ὁ πάντα προσέχων τοῖς νοήμασιν, ὁ παρὰ πάντα τὰ μέλη, οἷς ἀπετάξατο, χρηματίζων ὡς καρδία καὶ ὅλος ἀνα στοιχειωθεὶς εἰς ἡγεμονικόν. Ὁ δὲ τούτου πατὴρ Ἰεφοννή· ἑρμηνεύεται δὲ υἱὸς τῆς ἐπιστροφῆς. Ἔστι δὲ παίδευμα Μωυσέως καὶ δεύτερον Ἰησοῦ. Τί δέ φησιν; «Σὺ ἐπίστῃ τὸ ῥῆμα, ὃ ἐλάλησε Κύριος πρὸς Μωυσῆν». Τίς γὰρ οἶδε τὸν νόμον ὡς Ἰησοῦς ὁ Χριστός, ὃς καὶ ἀκριβῶς ἡμῖν τοῦτον ἀνήπλωσεν; «Ἐλάλησεν δέ» φησί «Κύριος πρὸς Μωυσέα περὶ ἐμοῦ καὶ σοῦ». Προφη τεύει γὰρ Μωυσῆς περί τε Ἰησοῦ καὶ τοῦ ὡς καρδία. Ὃς καί φησι 408 «σήμερον ἰσχύειν ὡς ὅτε ἴσχυε τότε». Ἐν ἀμφοτέροις γὰρ «ἰσχύει» τοῖς λόγοις ὁ ἅγιος, ἔν τε παλαιῷ καὶ καινῷ, ἐπὶ Μωυσέως καὶ Ἰησοῦ. «Αἰτεῖ» δὲ «ὄρος», χαμαιπετὲς ἐθέλων οὐδέν, ἐν ᾧ «πόλεις με γάλαι καὶ ὀχυραί», ὡς εἰδὼς πολεμεῖν πρὸς «τοὺς Ἐνακείμ»· «πόλεις» γὰρ «ὀχυρὰς ἐπέβη σοφὸς καὶ ἐπέβη τὸ ὀχύρωμα, ἐφ' ᾧ ἐπεποίθεσαν οἱ ἀσεβεῖς». Φησὶ γὰρ Σολομών· «σοφὸς πόλεις ὠχύρωσε καὶ κα 409 θαιρεῖ τὰ ὀχυρώματα», δηλαδὴ τοὺς μετὰ πιθανότητος λόγους ἀπα τᾶν δυναμένους. Οὓς ἐν «ὄρει» φησίν, ἐπείπερ «ὑψώματά εἰσιν ἐπαιρόμενα κατὰ τῆς γνώσεως τοῦ Θεοῦ». Ταῦτα Χάλεβ «ἱκανὸς εἶναι» καθαιρεῖν ἐπαγγέλλεται· ἐφ' ᾧπερ «αὐτὸν εὐλόγησεν Ἰησοῦς». Χεβρὼν δὲ ἑρμηνεύεται συζυγή· τὰ γὰρ ὀστᾶ τῶν πατέρων ἐκεῖ κατὰ 410 συζυγίαν ἀποκεῖται, Ἀβραὰμ καὶ Σάρρας, Ἰσαὰκ καὶ Ῥεβέκκας, Ἰακὼκαὶ Λείας. Δίδωσιν οὖν τὴν τιμὴν τῶν πατέρων τῷ Χάλεβ καθαι ρεῖν τοὺς ἀλλοφύλους ἐθέλοντι. «Καὶ ἡ γῆ ἐκόπασεν τοῦ πολέμου». καὶ πῶς γὰρ ἄν τις κληρονομήσῃ παρ' Ἰησοῦ μὴ τὸν πόλεμον κατα λύσας τὸν ἐν αὑτῷ; 411 Τεσσάρων δὲ ὄντων γενικῶν κλιμάτων ἐπὶ «τῶν ὁρίων Ἰούδα» τὰ δύο λέγων, «λίβα» τε καὶ «ἀνατολάς», τὰ λοιπὰ σεσιώπηκε. Μετὰ γὰρ «τὰ Λιβυκά», φησί, «τοῦ Ἰούδα τὰ ὅρια» διαδέχεται. Ἅπερ ἐστὶ πλησίον «τῆς Ἰδουμαίας», ἥτις ἑρμηνεύεται γήινα, μεθ' ἃ «τὰ ὅρια Ἰούδα». Φησὶ δὲ καὶ «ἀπὸ τῆς ἐρήμου Σίν»· ἑρμηνεύεται δὲ πειρασμοί. Μεθ' οὓς «Ἰούδα» κληρονομία. Καὶ ἐπὶ τῶνδε κατὰ «λίβα» τῆς φυλῆς ὁρίων οὐδὲν ὠνόμασται κλίμα ἄλλ' ἢ «λὶψ» ἢ «δυσμαὶ» ἢ «φάραγξ Αἰγύπτου», ἵνα ταῦτα καὶ 412 τοὺς πειρασμοὺς διαπορευθῇ τις καὶ δυνηθῇ λαβεῖν ὅρια ἐν τῇ φυλῇ τῇ βασιλικῇ, περὶ ἧς γέγραπται· «πρόδηλον γάρ, ὡς ἐξ Ἰούδα ἀνατέ ταλκεν ὁ Κύριος».–» Καὶ προσαναβῆναι τὴν ἀνάβασιν Ἀκραβίν». Ἑρμηνεύεται δὲ σκορπίοι, «καθ' ὧν πατεῖν καὶ τῶν ὄφεων» ἐλάβομεν παρὰ τοῦ Χριστοῦ. «Ἀναβῆναι» δέ σε δεῖ, τουτέστιν ὑπεραναβῆναι τοὺς σκορπίους τοὺς πολεμοῦντας ἐν Ἰούδᾳ κληρονομῆσαι βουλό μενον. Ἰεζεκιὴλ δέ φησιν· «ὁ δὲ δίκαιος ἐν μέσῳ σκορπίων κατοι κεῖ».–» Τὰ δὲ ὅρια ἕως Κάδης». Ὅπερ ἅγιον καὶ ἁγιασμὸς ἑρμη νεύεται. 413 Ἴδωμεν δὲ καὶ τὰ ἐπὶ «τῶν ἀνατολικῶν ὁρίων» μυστήρια μὴ ψιλὸν νοοῦντες ὀνομάτων κατάλογον. Λέγεται τοίνυν ἐν τούτοις «πηγὴ Ἡλίου», «πόλις Ἡλίου», «πόλις γραμμάτων», ἣν ὁ λαβὼν ἐν εὐλογίᾳ γίνεται. Ἀλλὰ τίς ἡ ἐν Ἰούδᾳ «τοῦ ἡλίου πηγή» καὶ ποίου «ἡλίου»; Δῆλον ὡς περὶ οὗ γέγραπται· «τοῖς δὲ φοβουμένοις τὸ ὄνομά μου ἀνατελεῖ ἥλιος δικαιοσύνης». Ταύτην τὴν πηγὴν χαρίζεται τοῖς μαθηταῖς, ἵνα «πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον» ᾖ ἐν αὐτοῖς. Ἔστι δὲ καὶ «πόλις ἡλίου» κατ' Αἴγυπτον τὰ ἐπιφανῆ καὶ ἔνδοξα τοῦ 414 κόσμου σημαίνουσα. Τὰ γὰρ κατὰ Θεὸν ἔνδοξα τῆς κληροδοσίας Ἰούδα βασιλικῆς τε φυλῆς καὶ ἐν γῇ ἁγίᾳ. 415 (Πρὸς τὸ μὴ ἐκκακεῖν ἐν τῇ ἀναγνώσει τῆς θείας γραφῆς τὸν μὴ συνιέντα τὸ σκο τεινὸν τῶν ἐν αὐτῇ αἰνιγμάτων καὶ παραβολῶν. ἀπὸ τῆς κʹ ὁμιλίας τῆς εἰς τὸν Ἰησοῦν τὸν Ναυῆ): Ἡ μὲν ἄκρα ὠφέλεια ἀπὸ τῶν τοιούτων ἀναγνωσμάτων τῷ δυναμένῳ νοῆσαι τὴν ἀληθῆ κληροδοσίαν ἀπὸ Ἰησοῦ μεριζομένην τοῖς υἱοῖς Ἰσραὴλ γίνεται καὶ τῷ οἵῳ τε γενομένῳ ἀναβῆναι ἐπὶ «τὴν γῆν τὴν ἁγίαν», τὴν ἀληθινήν, «τὴν» ὄντως «ἀγαθὴν» καὶ ἐφαρμόσαι ἐκ τῆς ὀνομασίας τῶν εἰρημένων τῇ διαφορᾷ τῶν κληρονομούντων τὰ κατὰ τοὺς τόπους λεγόμενα. Ἐπεὶ δὲ δύσκο λόν ἐστιν εὑρεῖν τὸν οὕτως ὠφελούμενον, βουλόμεθα παραμυθήσασθαι τοὺς ἀκούοντας μὴ ἐκκακεῖν ἐπὶ ταῖς ἀναγνώσεσι. Τίς οὖν ἡ παρα 416. 20 μυθία ὑπὲρ τοῦ μὴ ἐκκακεῖν τὸν ἀκούοντα τῶν τοιούτων ἀναγνωσμά των, λεκτέον. Ὥσπερ τοίνυν αἱ ἐπῳδαὶ δύναμίν τινα ἔχουσι φυσικὴν καὶ μὴ νοῶν ὁ κατεπᾳδόμενος λαμβάνει τι ἐκ τῆς ἐπῳδῆς κατὰ τὴν φύσιν τῶν φθόγγων τῆς ἐπῳδῆς εἴτε εἰς βλάβην εἴτε εἰς ἴασιν σώ ματος ἢ ψυχῆς ἑαυτοῦ· οὕτω μοι νόει πάσης ἐπῳδῆς δυνατωτέραν εἶναι τὴν ὀνομασίαν τῶν ἐν ταῖς θείαις γραφαῖς ὀνομάτων. Εἰσὶ γάρ τινες δυνάμεις ἐν ἡμῖν, ὧν αἱ μὲν κρείττονες διὰ τούτων τῶν οἱονεὶ ἐπῳδῶν τρέφονται συγγενεῖς οὖσαι αὐταῖς καὶ ἡμῶν μὴ νοούντων 417 ἐκείνας τὰς δυνάμεις νοούσας τὰ λεγόμενα δυνατωτέρας ἐν ἡμῖν γί νεσθαι πρὸς τὸ συνεργεῖν τῷ ἡμετέρῳ βίῳ. Ὅτι γὰρ ἔστι τινὰ ἐν ἡμῖν ἀόρατα καὶ πολλά γε ταῦτα, δηλώσει ὁ εἰπὼν Ψαλμός· «Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ». Ἔστιν οὖν πλῆθός τι ἐν ἡμῖν δυνάμεων κεκληρωμένων ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα· αἵτινες, ἐὰν ὦσιν ἅγιαι, τῆς γραφῆς ἀνα γινωσκομένης ὠφελοῦνται καὶ γίνονται ἰσχυρότεραι, κἂν «ὁ νοῦς» ἡμῶν «ἄκαρπος ᾖ», ὡς γέγραπται περὶ «τοῦ γλώσσῃ λαλοῦντος», ὅτι· «Τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστι». Νόει 418 οὖν μοι, ὅτι ποτὲ «τοῦ ἐν ἡμῖν νοῦ ἀκάρπου ὄντος» αἱ δυνάμεις αἱ συνεργοῦσαι τῇ ψυχῇ καὶ τῷ νῷ καὶ πᾶσιν ἡμῖν τρέφονται λογικῇ τῇ ἀπὸ τῶν ἱερῶν γραμμάτων καὶ τῶν ὀνομάτων τούτων τροφῇ καὶ τρεφόμεναι δυνατώτεραι γίνονται πρὸς τὸ ἡμῖν συνεργεῖν. Ὥσπερ δὲ αἱ κρείττους δυνάμεις οἱονεὶ κατεπᾴδονται καὶ ὠφελοῦνται καὶ γίνονται δυνατώτεραι ἀπὸ τῶν τοιούτων γραμμάτων καὶ ὀνομάτων, οὕτως αἱ ἀντικείμεναι δυνάμεις τῶν ἐν ἡμῖν οἱονεὶ καθέλκονται καὶ νικῶνται ἀπὸ τῶν τοῦ Θεοῦ ἐπῳδῶν καὶ νικώμενοι κοιμίζονται. Καὶ εἴ ποτέ τις ὑμῶν ἑώρακεν ἀπὸ ἐπῳδῶν ἀσπίδα κοιμιζο μένην ἢ ἄλλο τι τούτων τῶν ἰοβόλων, ἐκεῖνο τὸ παράδειγμα λαβέτω εἰς τὴν γραφήν· ἧς ἀναγινωσκομένης καὶ μὴ νοουμένης ἐνιότε ἀκηδιᾷ 419 καὶ ἐκκακεῖ ὁ ἀκροατής. Καὶ πιστευέτω ὅτι αἱ ἐν αὐτῷ ἀσπίδες καὶ αἱ ἐν αὐτῷ ἔχιδναι ἀτονώτεραι γίνονται ἀπὸ τῶν φαρμάκων τῶν φαρμακευόντων, οἷον παρὰ σοφοῦ Μωσῆ, παρὰ σοφοῦ Ἰησοῦ, παρὰ σοφῶν τῶν ἁγίων προφητῶν. Μὴ ἐκκακῶμεν οὖν ἀκούοντες γραφῶν, ἃς οὐ νοοῦμεν, ἀλλὰ «γενηθήτω ἡμῖν κατὰ τὴν πίστιν ἡμῶν», ἣν καὶ πιστεύομεν, ὅτι «πᾶσα γραφὴ θεόπνευστος οὖσα ὠφέλιμός ἐστι». Τὸ γὰρ ἓν τῶν δύο δεῖ σε παραδέξασθαι ἐπὶ τούτων τῶν γραφῶν, ἢ ὅτι οὔκ εἰσι «θεόπνευστοι», ἐπεὶ οὔκ εἰσιν «ὠφέλιμοι», ὡς ὑπολαμβάνοι ἂν ὁ ἄπιστος· ἤ, ὡς πιστός, παραδέξασθαι, ὅτι, ἐπεί εἰσιν «θεόπνευστοι», «ὠφέλιμοί» εἰσιν. Ἰστέον μέντοι γε, ὅτι καὶ ἀνεπαισθήτως ἡμῶν πολ λάκις γίνεται ἡ ὠφέλεια, οἷον πολλάκις τροφήν τινα διατασσόμεθα ἐσθίειν ὀξυδερκικὴν καὶ οὐ δήπου ἐν τῷ ἐσθίειν αἰσθανόμεθα, ὅτι ὠφελούμεθα τὸν ὀφθαλμόν, ἀλλ' ἡμέρας διαγενομένης δευτέρας καὶ 420 τρίτης ἡ ἀνάδοσις τῆς τροφῆς τῆς ὠφελούσης τὸν ὀφθαλμὸν ποιεῖ ἡμᾶς τῇ πείρᾳ πιστεῦσαι, ὅτι τὸν ὀφθαλμὸν ὠφελήμεθα. Ἀλλὰ καὶ ἐπ' ἄλλων τροφῶν ὠφελουσῶν τινα μέλη τοῦ σώματος τοῦτό ἐστιν ἰδεῖν. Οὕτω τοίνυν πίστευε καὶ περὶ τῆς θείας γραφῆς, ὅτι ὠφελεῖ ταί σου ἡ ψυχή, κἂν μὴ «ὁ νοῦς τὸν καρπὸν» λαμβάνῃ τῆς ὠφελείας τῆς ἀπὸ τῶν γραμμάτων, ἐκ μόνης ψιλῆς τῆς ἀναγνώσεως. Τὰ γὰρ ἐν ἡμῖν ἐπᾴδεται καὶ τὰ μὲν κρείττονα τρέφεται, τὰ δὲ χείρονα καταργεῖται. «Καὶ προσῆλθον οἱ υἱοὶ Ἰούδα πρὸς Ἰησοῦν». Πρὸ τῆς μερίδος, ἣν ἔλαβεν ἡ φυλή, Χάλεβ ἀκληρωτὶ 421 μέρος λαμβάνει διὰ προστάγματος τοῦ Θεοῦ. Τίνα δὲ πόλιν ἔδει τὸν μόνον σωθέντα μετ' Ἰησοῦ παρὰ τὰς χʹ χιλιάδας λαβεῖν ἢ «μητρό πολιν τὴν Ἐνάκ, τὴν Χεβρών»; ἣν δὴ λαβὼν «ἀνέβη ἐπὶ τοὺς κατοι κοῦντας Δαβείρ, ἣ πρότερον ἐλέγετο πόλις Γραμμάτων». Καὶ κηρύττει «τῷ ταύτην ἑλόντι Ἀσχὰν διδόναι τὴν θυγα τέρα», ἣν «εἷλε Γοθονιὴλ υἱὸς Κενέζ, ἀδελφὸς Χάλεβ ὁ νεώτερος»· 422 δῆλον ὡς ἐξ ἑτέρου πατρὸς κατά γε τὸν τοῦ γράμματος λόγον. Λαμ βάνει δὲ κατ' αἴτησιν ἡ Ἀσχὰν παρὰ τοῦ πατρὸς «τὴν Γονέθλαν τὴν ἄνω καὶ τὴν Γονέθλαν τὴν κάτω τῆς κληρονομίας Ἰούδα». Ἀλλὰ τίς ἡ «μητρόπολις»; Πολλῶν τοίνυν οὐσῶν πόλεων ἐν 423 τῇ ἁγίᾳ κληροδοσίᾳ καὶ ταγμάτων διαφερόντων δεῖ καὶ τάγμα ταγμά των ὑπάρχειν περιεκτικόν τε καὶ κύριον καὶ οἷον «μητρόπολιν», ἣν οἱ διαφέρ λαμβάνουσι, καὶ ἄλλην ἄλλοι. Πολλὰς γὰρ μητρο πόλεις φησὶν ἡ Γραφή, ὡς παρ' Ἡσαΐᾳ· «Μητρόπολις πιστὴ Σιών». Ὧν λαμβάνει τὴν πρώτην ὁ Χάλεβ οὖσαν τῶν «Ἐνακείμ», ὅπερ ταπείνωσις κενὴ ἤγουν ἀπόκρισις κενὴ ἑρμηνεύεται. «Μητρόπολιν» οὖν λαμβάνει κενῆς ταπεινώσεως. Δύο γὰρ ταπεινώσεις· ἡ μὲν κενή, ἡ δὲ πλήρης. Ἡ μὲν ἐπαινετή, περὶ ἧς φησιν ὁ Σωτήρ· «Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶύς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ» καὶ «πᾶς ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται»· καὶ ὁ Παῦλος· «Ταπεινώθητε οὖν ὑπὸ τὴν κρα ταιὰν χεῖρα τοῦ Θεοῦ». Ἡ δὲ ψεκτή, ἣν ταπεινοῦται ὁ ἁμαρτωλός, καὶ περὶ τοῦ δὲ παρανόμως γυναικὶ συνιόντος εἴρηται τῇ Γραφῇ· «ἐταπείνωσεν αὐτήν». Ταύτην «ὁ Χάλεβ κατήργησε» τὴν ταπείνωσιν «Ἐνὰκ» λεγομένην, οὗ παῖδες «Σουσί», ὃς ἑρμηνεύεται ἐκτός μου– 424. 20 ἐκτὸς γὰρ τοῦ Θεοῦ καὶ τοῦ ἁγίου ὁ υἱὸς τῆς κενῆς ταπεινώσεως–· καὶ «Ἀχιμάν», ὅ ἐστιν ἀδελφός μου ἀπὸ βουλῆς· ἀδελφοὶ μὲν γὰρ πάν τες, ὁ δὲ ἁμαρτωλὸς ἀπόβουλος ἀδελφὸς ἐκβεβλημένος βουλῆς· καὶ «Θαλαμίν», ὃς ἑρμηνεύεται κρεμασμός, μετέωρός τις καὶ οὐκ ἐστηριγ μένος. Οὓς «ἀνελὼν ὁ Χάλεβ» ἐπὶ τοὺς κατοικοῦντας «ἀναβαίνει Δα βείρ, ἥτις ἦν πόλις Γραμμάτων» καὶ ἑρμηνεύεται λαλιά. Νοητέον δὲ ταύτην τὴν παλαιὰν εἶναι Γραφήν, ἣ καλουμένη «Γραμμάτων» γίνεται λαλιὰ τυχοῦσα συνετῆς διηγήσεως. 425 Ἐπαγγέλλεται δὲ «τὴν ἑαυτοῦ θυγατέρα τῷ τὰς Γραφὰς ἑλόντι· καὶ λαμβάνει τὴν πόλιν Γοθονιήλ», ὃς ἑρμηνεύεται ἀπόκρισις Θεοῦ. Ὅταν μοι Θεὸς ἀποκρίνηται, γέγονα ἀπόκρισις Θεοῦ. «Ἐκκόπτω» δὲ «τὰ γράμματα ἀδελφὸς ὢν Χάλεβ ὁ νεώτερος», τουτέστιν ὁ ἀπὸ τῆς 426 Ἐκκλησίας. Οὐκέτι γὰρ περιτέμνομαι κατὰ τὸ γράμμα, οὐ Πάσχα ποιῶ, οὐκ ἄζυμα, οὐ σαββατίζω. Καὶ τοῦ ἀδελφοῦ μου τοῦ πρεσβυτέρου λαμβάνω τὸ γέννημα, ὁ «τοῦ Κενὲζ υἱὸς» γεγονώς, ὃς ἑρμηνεύεται φαυ λισμός. Ὁποῖοι γεγόναμεν οἱ ἐξ ἐθνῶν τοῦ πρεσβυτέρου ἀδελφοῦ μὴ τοιούτου τυγχάνοντος· ἦν γὰρ «υἱὸς Ἰεφοννὴ» τῆς ἐπιστροφῆς. Ὃς «δίδωσί» μοι «τὴν θυγατέρα» κατὰ τὸ γεγραμμένον· «Ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρ ποὺς αὐτῆς». Ἣν ἐκβαλὼν τοῦ οἴκου τοῦ πατρὸς ἐπ' «ὄνου» φέρω, 427 ὃν «ἔλυσαν οἱ μαθηταί». Καὶ ἐξ αἰτήσεως «εὐλογίαν» εἴληφε πατρικὴν «καὶ λαμβάνει Γονέθλαν τὴν κάτω»· κληρονομεῖ γὰρ κἂν τῷ παρόντι βίῳ τὸ σχολάσαι Θεῷ· «καὶ Γονέθλαν τὴν ἄνω»· ἡ γὰρ κατὰ Θεὸν μακαριότης «ἐπαγγελίαν ἔχει ζωῆς καὶ τῆς παρούσης καὶ τῆς μελ λούσης». «Καὶ ὁ Ἰεβουσαῖος κατῴκει ἐν Ἱερουσαλήμ, καὶ οὐκ ἠδυνήθησαν οἱ υἱοὶ Ἰούδα ἀπολέσαι αὐτούς· καὶ κατῴκησεν ὁ Ἰεβουσαῖος μετὰ τῶν υἱῶν Ἰούδα ἕως τῆς σήμερον ἡμέρας». Ἐρωτητέον τοὺς ἐκ παντὸς τρόπου προϊσταμένους τοῦ γράμ 428 ματος, πῶς «ἕως τῆς σήμερον ἡμέρας» φησίν; ὅπερ ἐν τῇ Γραφῇ μέχρι τῆς συντελείας τοῦ παρόντος αἰῶνος δηλοῖ κατὰ τό· «Οὗτος πατὴρ Μωαβιτῶν ἕως τῆς σήμερον ἡμέρας», καὶ πάλιν· «μὴ ἀπόστητε ἀπὸ Κυρίου ἐν ταῖς σήμερον ἡμέραις», ἀντὶ τοῦ ὅσον τὸ σήμερον καλεῖται. Μηκέτι οὖν «τῶν υἱῶν Ἰούδα» «κατοικούντων ἐν Ἱερουσαλήμ» πῶς» ὁ Ἰεβουσαῖος οἰκεῖ μετ' αὐτοῦ»; Τοιγαροῦν ἐπί τι νοητὸν ἀναδράμω μεν ὅμοιον, τὴν περὶ τῶν «ζιζανίων» εἰληφότες παραβολήν· «ἃ τῷ 429. 20 σίτῳ κατέλειπε συναυξάνεσθαι, μὴ συνεκριζωθῇ τούτοις ὁ σῖτος». Ἐν γὰρ τῇ Ἐκκλησίᾳ εἰσὶν «Ἰεβουσαῖοι» καταπατούμενοι, ἁμαρτωλοί τε καὶ τῆς πίστεως ἀλλότριοι. Καὶ οὐκ ἄν τις ἐν τῷ παρόντι παύσειε βίῳ τοιούτους ἔχειν τὴν Ἐκκλησίαν καὶ μόνων ὑπάρχειν ἁγίων. Τί γὰρ ἄν τις ποιήσειε περὶ τῶν ἀμφιβόλων ἁμαρτωλῶν, ὅτε καὶ τοὺς φανεροὺς ἀπελάσειεν; Τὰ δὲ ὅμοια καὶ περὶ τοῦ Ἐφραΐμ φησιν ἡ Γραφή· «καὶ οὐκ ἀπώλεσεν Ἐφραῒμ τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Γαζέρ· καὶ 430 κατῴκει ὁ Χαναναῖος ἐν τῷ Ἐφραὶμ μέχρι τῆς ἡμέρας ταύτης». «Ἐφραὶμ» δὲ καρποφορία ἑρμηνεύεται. Ὁ καρποφορῶν οὖν «οὐ δύναται τὸν Χαναναῖον», τὸ σπέρμα τὸ ἀλλότριον, τὸ κατηραμένον «ἐκ βαλεῖν» ἀπὸ τῆς χώρας αὐτοῦ «ἕως τῆς ἡμέρας ταύτης». Ὃ δὴ περὶ 431 τῆς Ἐκκλησίας εἰρήκαμεν. Καὶ ἄλλως δέ· οὐ δύναται ψυχὴ καθαρῶς Ἱερουσαλὴμ ἐν τῷ παρόντι βίῳ γενέσθαι μόνην εἰρήνην ὁρῶσα καὶ μηδὲν ἁμαρτάνουσα, τὸν Χριστὸν ὁρῶσα, τοῦ Θεοῦ «τὴν εἰρήνην», καὶ καρποφοροῦσα διὰ παντός. «Οὐδεὶς γὰρ καθαρὸς ἀπὸ ῥύπου» καὶ διαλογισμῶν ἀλλοτρίων· ὡς εὑρίσκεσθαι πάντως «Ἰεβουσαῖον καὶ Χα 432 ναναῖον ἐν Ἱερουσαλήμ», εἰ καὶ δεῖ πρὸς τὴν τούτων ἐκβολὴν ἀγωνί ζεσθαι Θεὸν καλοῦντας τὸν μόνον δυνάμενον. Τρίτον δέ φησιν ἡ Γραφὴ «τὸν Χαναναῖον» εἶναι μετὰ τῶν υἱῶν Ἐφραΐμ, οὐ ψιλὴν ἱστορίαν, ἀλλά τινα δηλοῦσα μυστήρια. Ἅπαξ 433. 20 μὲν γὰρ εἴρηται τό· «οὐκ ἀπώλεσεν Ἐφραῒμ τὸν Χαναναῖον» καὶ τὰ ἑξῆς ἕως τοῦ· «καὶ ἔδωκεν αὐτὴν Φαραὼ ἐν φερνῇ τῇ θυγατρὶ αὐτοῦ». Δεύτερον δὲ ἐγενήθη, ἐπεὶ «κατίσχυσαν οἱ υἱοὶ Ἰσραὴλ καὶ ἐποίησαν τοὺς Χαναναίους ὑπηκόους». Τὸ τρίτον, ὅτε ζητοῦντες οἱ Ἐφραῒμ παρ' Ἰησοῦ μείζω κλῆρον κελεύονται «ἐξολοθρεῦσαι τὸν Χαναναῖον», ὡς ἂν «εἰς τὸν δρυμὸν ἀνελθόντες» ἑαυτοῖς εὐτρεπίσωσι τόπον. Οὐκοῦν πρῶτον ὁ Χαναναῖος μεθ' ἡμῶν ἐστιν, οὐδὲν καθ' ἡμῶν τοσοῦτον δυνάμενος, «ὑπόφορος» μὲν ὤν, οὐχ ὑπήκοος δὲ οὐδὲ «δοῦλος». Ταῦτα γὰρ τὸ δεύτερον γίνεται. Ὅταν γὰρ τὰ σωματικὰ 434. 20 ὑποτάσσηται τῇ ψυχῇ, οὐ μόνον ἐστὶ μεθ' ἡμῶν, ἀλλὰ καὶ «δοῦλος». Τὸ δὲ τρίτον, ἐὰν τελειωθῶμεν, τέλειον «ἐξολοθρευθήσεται», «τῶν ἐπὶ γῆς μελῶν νεκρουμένων». Οὕτω προκόπτειν οἶδεν ὁ κατηχούμενος τὸν Ἰσραηλίτην λόγον λαβών· οἰκεῖ γὰρ μετὰ τοῦ Χαναναίου «στα σιαζούσης» αὐτοῦ «τῆς σαρκός», εἶτα «δουλουμένης», εἶτα «νεκρωθείσης κατὰ πᾶν μέλος, πορνείαν, μοιχείαν, ἀκαθαρσίαν». «Κατῴκει δέ» φησιν «μετ' αὐτῶν, ἕως ἂν ἔλθῃ Φαραὼ βασιλεὺς Αἰγύπτου», ὅτε καὶ «Γαζὲρ» ὁ τόπος τοῦ Χαναναίου «δίδοται φερνὴ τῇ θυγατρὶ Φαραώ». «Γαζὲρ» δὲ διάτασις ἑρμηνεύεται. Ἐπὰν γὰρ οἱονεὶ ἡνωμένη καὶ διατεταμένη σὰρξ μετὰ τοῦ πνεύματος ἐν ἡμῖν 435. 20 ᾖ, ὁμοῦ ἐσμεν ἐν τῇ «Γαζέρ», «ὅ» τε «Χαναναῖος» καὶ «ὁ υἱὸς Ἐφραῒμ» ὁ καρποφορῶν. Ὁ δὲ τοιοῦτος καὶ ὡς «ηὐλογημένος ὑπὸ Κυρίου» μείζονος ἐπιδικάζεται κλήρου καὶ «δρυμὸν» λαβὼν ἀκάρπων δένδρων καὶ******** χωρίον ὑπὸ Ἰησοῦ ἐκκόψει τοῖς ἰδίοις καμάτοις αὐτόν, ἵνα γένηται γῆ καρποφόρος «καθαρισθέντων ἐν αὐτῷ Φερε ζαίων καὶ Ῥαφαΐν». Δηλοῖ δὲ τὸ μὲν «Φερεζαῖοι» καρποφορίαν, ἣν 436 ἀρξάμε σέβειν καρποφοροῦμεν, καρποφορίαν ἀκάθαρτον, ἀναμὶξ ἔχουσαν ἁμαρτήματα καὶ δεομένην καθάρσεως· τὸ δὲ «Ῥαφαῒν» ἀνακειμένας μήτρας· ἵνα σφοδρὸν καὶ εὔτονον τὸ τῆς ψυχῆς κατα στησώμεθα γόνιμον. Ταῦτα λέγεται πρὸς «τοὺς υἱοὺς Ἰωσήφ», ὃς ἑρ μηνεύεται προσθήκη Κυρίου. Οἳ καὶ λέγουσιν· «ἵππος ἐπίλεκτος καὶ σίδηρος ἐν παντὶ τῷ 437 Χαναναίῳ», «ἵππος ψευδὴς εἰς σωτηρίαν», ὃς ἐν Ἰσραὴλ οὐχ εὑρίσκε ται, καὶ «σίδηρος» πολεμικός. Καλῶς δὲ εἴρηται τό· «καὶ ὅταν ἐξολοθρεύσῃς τὸν Χαναναῖον» 438 Μένων γὰρ καὶ τὸν ἐν ἡμῖν Ἰσραηλίτην «σπέρμα Χαναὰν καὶ οὐκ Ἰούδα» ποιεῖ, πρὸς ὃν ἔφη· «τὸ κάλλος ἐξηπάτησέν σε». Ἀπέστω δὲ τοῦτο καὶ γενοίμεθα τέκνα μεμορφωμένα Ἀβραάμ τε καὶ πατέρων τῶν ἐκλεκτῶν, ὑπὲρ πάντας δὲ τοῦ Χριστοῦ. 439 «Καὶ ἐξεκκλησιάσθη πᾶσα συναγωγὴ υἱῶν Ἰσραὴλ ἐν Σηλὼ» καὶ τὰ ἑξῆς. Οὐχ ὡς ἐν τῇ συνηθείᾳ συντυχικὸς ὁ κλῆρος, οὕτως ἐν τῇ Γραφῇ, ὅτε λέγει «κλῆρον Θεοῦ» καὶ «κλῆρον ἀποπομπαίου». Καὶ Μωϋ σῆς δὲ κατὰ κλήρους τὴν πρὸ Ἰορδάνου γῆν καὶ Ἰησοῦς τὴν μετὰ 440 τοῦτον διένειμεν. Ὃς καί φησι· «βαλῶ κλῆρον καὶ ἐξοίσω ἐνώπιον Κυρίου τὸν κλῆρον». Οὐκοῦν οὐ συντυχικῶς. Λαγχάνει γὰρ ἡ φυλὴ «Βενιαμὶν» πρώτη, ὅπου ἦν «Ἱερουσαλήμ», καὶ ἐφεξῆς αἱ λοιπαί. Ἐν αἷς αἱ τρεῖς τῶν παιδισκῶν τοῦ Ἰακὼβ τελευταῖαι λαγχάνουσιν. Καὶ ἐν ἄλλοις δὲ «Δὰν» τελευταῖος εὑρίσκεται. Καὶ Σολομὼν δέ φησιν ἐν Παροιμίαις· «ἀντιλογίας παύει κλῆ ρος»· οὐδὲ «ἐν δυνάσταις» ἀντιλογίαν εἶναί φησι παρόντος κλήρου. Καὶ ἐθνικοὶ δὲ χρῶνται κλήροις, ἀλλ' οὐχ ὁμοίως, ὡς ἐπὶ τοῦ Ἰωνᾶ 441 οἱ συμπλέοντες. Καὶ ἐν τῇ καινῇ δὲ τοὺς Ἀποστόλους εὑρήσεις κλή ροις ἀντ' Ἰούδα τὸν Ματθίαν προβάλλοντας, τῆς εὐχῆς ἐπὶ τοῦτον ἐνεγκούσης τὸν κλῆρον. Εὑρήσεις δὲ τοῦτον καὶ ἐπὶ Χριστοῦ φθα νόντα καὶ τὰ τῆς Ἐκκλησίας ἐπὶ τῶν σωζομένων μυστήρια. Λέγεται γὰρ πρὸς Ἐφεσίους περὶ Χριστοῦ· «ἐν ᾧ καὶ ἐκληρώθημεν προορι σθέντες κατὰ πρόθεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν βούλησιν 442 τοῦ ὀνόματος αὐτοῦ εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον δόξης αὐτοῦ τοὺς προηλπικότας ἐν τῷ Χριστῷ». Καὶ πρὸς Κολασσαεῖς· «Εὐχαριστοῦντες τῷ πατρὶ τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί». Μήποτε οὖν, φασιν, ὡς ἐν ἀνθρώποις κλῆροι γίνον ται, οὕτως καὶ ἐν δυνάμεσιν; Ὡς ἂν οὖν μὴ πρὸς χάριν ἡ τῆς γῆς ἔξεστι διανέμησις γίνεσθαι, τῷ Θεῷ διὰ κλήρων Ἰησοῦς αὐτὴν ἐπιτρέπει. Τοιούτους δ' ἂν εἴποι 443 τις γεγονέναι κλήρους καὶ ἐπὶ τοῦ διαμερισμοῦ τῶν ἐθνῶν, «ὅτε διε μέριζεν ὁ Ὕψιστος ἔθνη». Οὐ γὰρ συντυχικῶς οἱ ἄγγελοι τὴν τῶν 444 τούτων ἐπιμέλειαν ἀνεδέξαντο, ὡς οὐδὲ τὴν ἑνὸς ἑκάστου ψυχήν, θειοτέρῳ δὲ κλήρῳ καὶ ὑπὲρ ἄνθρωπον. Οἱ δὲ περὶ τῆς γῆς κλῆροι τῆς κληροδοσίας τῆς μελλούσης τὴν οἰκονομίαν σημαίνουσιν. «Σκιὰν» γὰρ «περιέχει» τὰ παλαιὰ «τῶν μελ λόντων ἀγαθῶν». Καὶ εἴπερ ἔστι «προσεληλυθέναι Σιὼν ὄρει καὶ 445. 20 πόλει Θεοῦ ζῶντος. Ἱερουσαλὴμ ἐπουρανίῳ», διὰ τί μή, ὥσπερ «Ἱερουσαλὴμ» ἐν κλήρῳ γέγονε τοῦ Βενιαμίν, καὶ ἐφ' ἑκάστης φυλῆς εἶεν ἄν τινες ἀνάλογοι τόποι, «Βηθλεὲμ» τυχὸν καὶ «Χεβρών», ἐπουράνιοι κατὰ «τὴν γῆν τῶν πραέων»; 448 «Καὶ ὁ Ἀμορραῖος ὑπέμεινε τοῦ κατοικεῖν ἐν Ἑλὼμ καὶ ἐν Σαλαμείν· καὶ ἐβαρύνθη ἡ χεὶρ τοῦ Ἐφραῒμ ἐπ' αὐτούς». «Ἀμορραῖος» ἑρμηνεύεται ὁ λαλητὸς ἢ ὁ πικραίνων. Δῆλον δέ, ὡς οἱ πλείους τῶν ἀνθρώπων λαλοῦσι περὶ χειρόνων δυ νάμεων, οὐδὲν δὲ περὶ Θεοῦ. Οἵτινες καὶ πικραίνουσιν· οἳ καὶ «ὑπο μένουσιν οἰκεῖν» ἐν τοῖς κεκριωμένοις ἐθέλοντες, ὃ δηλοῖ τὸ «Ἐλώμ», καὶ ἐν τοῖς εἰρηνικοῖς, ὃ δηλοῖ «Σαλήμ», τῶν χειρόνων διὰ τῶν «Ἀμορραίων» σημαινομένων δυνάμεων. Καὶ ἐπεὶ τὸ «ὑπέμεινε» πόνον 449 δηλοῖ, τὴν αἰτίαν ἐπήνεγκε· «καὶ ἐβαρύνθη ἡ χεὶρ τοῦ Ἐφραῒμ ἐπ' αὐτούς». Αἱ γὰρ ἀγαθαὶ πράξεις βαρεῖαι ταῖς πονηραῖς ἄγαν δυνό μεσι βουλομέναις ἡμῖν ἐνοχλεῖν καὶ ὑποφόρους ἐργάζονται· τοσοῦτον ἰσχύουσιν. ὅρα δὲ τὸν Ἰησοῦν ἐπιεικῆ τε λίαν καὶ τῆς τοῦ Σωτῆρος ἐπωνυμίας ἐπάξιον. Μετὰ πάντας γὰρ λαμ 450. 20 βάνει τὸν κλῆρον, οὐκ αὐτὸς ἑλόμενος, ἀλλὰ «τῶν υἱῶν Ἰσραὴλ δε δωκότων» αὐτῷ· καὶ ταῦτα Χάλεβ τοῦ σὺν αὐτῷ σωθέντος πρώτου λαβόντος τὸν κλῆρον. Καὶ ὁ εἰσαγαγὼν αὐτούς, ὁ διανείμας, ὁ πρῶ τος ἐν ἅπασιν, «ἔσχατος» λαμβάνει, ἵνα ὄντως γένηται «πρῶτος». Τοιοῦτον τό· «ταπείνου σαυτὸν ἔναντι Κυρίου καὶ εὑρήσεις χάριν», καὶ τό· «ἡγούμενόν σε κατέστησαν; μὴ ἐπαίρου· γίνου ἐν αὐτοῖς ὡς εἷς ἐξ αὐτῶν». Λαβὼν δὲ μερίδα οἰκοδομεῖ τὸν τόπον, ὃν εἴληφεν, κοσμῶν αὐτόν, ὡς ἂν ποιήσειε κλῆρον ἄξιον μερίδος Θεοῦ. Καὶ πᾶς δὲ ὁ ἀληθὴς λαὸς δίδωσι τῷ ἀληθινῷ Ἰησοῦ τόπον 451 οἰκήσεως ἅμα αὐτῷ. Ὃν λαβὼν οἰκοδομεῖ καὶ κοσμεῖ κρείττονα ποιῶν ἢ παρέλαβεν ἕκαστον αὐτοῦ τόπον γενόμενον, ἐν ᾧ κατοικῶν ἐξαιρέ τως***. «Καὶ προσήλθοσαν οἱ ἀρχιπατριῶ ται τῶν υἱῶν Λευΐ». Οὗτοι κληρονομίᾳ ἀρκοῦνται Θεῷ καὶ «δεκάτας» 452 λαμβάνουσι γῆς ὡς καὶ τῶν ἄλλων ἁπάντων. Ἔδει δὲ καὶ τούτους κατὰ κλήρους διανείμασθαι τὰ διδόμενα καὶ τὸ μὲν ἴσον πᾶσι διὰ τοῦ κληρωθῆναι φυλάττεσθαι, τὸ δὲ κατ' ἀξίαν· δι' ὧν οἱ κλῆροι κατὰ θείαν κρίσιν ἀνήγοντο τοῖς πρώτοις τὰ πρωτεῖα παρέχοντες καὶ τοῖς 453 ἄλλοις ἑξῆς, ὡς καὶ ἐν τοῖς Ἀριθμοῖς τάξει τινὶ περὶ τὴν σκηνὴν ἐστρατοπεδεύοντο οἱ ἐκ τοῦ «Καὰθ» καὶ «Γηρσὼμ» καὶ «Μεραρί». 454 Καὶ νῦν δὲ κατανοεῖν ἄξιον τῶν κλήρων τὴν ἄνισον ἰσότητα καὶ ἀναλογίαν καὶ τὴν πρὸς τὰς φυλὰς τῶν ἱερέων καὶ τῶν ἄλλων ἀνάκρασιν. Τεσσάρων γὰρ ὄντων κλι μάτων καὶ τῶν φυλῶν κατὰ ταῦτα διῃρημένων τὰς ἀνατολικὰς καὶ 455 πρώτας λαγχάνει «Καάθ»· ἔνθα καὶ ἡ τοῦ Ἰούδα τὰ πρῶτα φέρει τῶν φυλῶν ἡ τιμιωτάτη καὶ κατὰ τὴν ἁγίαν γῆν ἀκληρωτεὶ παρ' Ἰησοῦ πρώτη λαβοῦσα τὸν κλῆρον. Τὸν δὲ δεύτερον ἐν ἀνατολαῖς ἔλαχεν «ὁ Γηρσώμ», ὡς ἂν ὁ Καὰθ μὴ πᾶσαν λάβῃ τὴν ἀνατολήν, ἀλλὰ κρᾶ σίς τις ᾖ Λευϊτικῶν καὶ Ἰσραηλιτικῶν ταγμάτων· εἰ γὰρ πᾶσαν εἴλη φεν ὁ Καὰθ τὴν ἀνατολήν, ὕβρις ἦν τοῖς λοιποῖς. Νυνὶ δὲ κατὰ τὴν ἐκ Θεοῦ τῶν κλήρων δικαιοσύνην τοὺς «ἐν ἀνατολαῖς» «Ἰούδαν», «Ἰσσάχαρ», «Ζαβουλὼν» λαγχάνουσι «Καάθ», «Γηρσώμ», «Μεραρί», οἱ πρῶ τοι υἱοὶ τοῦ Λευΐ. Τοὺς δὲ «κατὰ λίβα Ῥουβὴν καὶ Συμεὼν καὶ Γὰδ» ἀπὸ «Καὰθ» κατὰ τὸν δεύτερον τόπον τὸν τοῦ «Συμεών», κατὰ δὲ τὸν πρῶτον «ὁ Μεραρὶ» τὸν «τοῦ Ῥουβήν». Πάλιν «ὁ Μεραρὶ» τὸν τρίτον «κατὰ ἀνατολὰς» ἐν Ἀριθμοῖς «τὸν Ζαβουλών», τῆς τοῦ Θεοῦ δικαιοσύνης μυστικῶς δηλούσης τὰ μέλλοντα τῆς τῶν ἐκεῖ κλήρων διανομῆς· Πάλιν «τῶν κατὰ θάλατταν Ἐφραῒμ καὶ Βενιαμὶν καὶ 456 Μανασσῆ» «ὁ Καὰθ» λαγχάνει τὸν δεύτερον «τὸν Βενιαμίν», «οἱ δὲ λοι ποὶ τοῦ Καὰθ» «τὸν Ἐφραΐμ», εἶτα «τοὺς ἀπὸ ἡμίσους φυλῆς Μανασσῆ» τοῦ ἐν τῇ ἁγίᾳ γῇ· εἶτα «Γηρσὼμ» πάλιν «τὸ ἥμισυ φυλῆς Μανασσῆ». Ἐπεὶ δὲ ἔδει καὶ τοὺς «ἀπὸ βορρᾶ» τιμηθῆναι τόπους τοῦ Ἰσραὴλ τοῖς τάγμασι τοῖς ἱερατικοῖς, ἵνα μὴ πλεονεκτηθῇ τὰ τελευταῖα τάγματα ὄντων «κατὰ βορρᾶν Δάν, Νεφθαλίμ, Ἀσήρ», «Καὰθ ὁ κατὰ τοὺς λοιπούς», οὐχ ὁ κατὰ τοὺς ἱερεῖς, λαγχάνει τὸν πρῶτον καὶ τι μιώτερον τῶν «κατὰ βορρᾶν», «τὸν Δάν», «ὁ» δὲ «Γηρσὼμ» τὸν δεύ τερον, «τὸν Ἀσήρ», εἶτα πάλιν «ὁ Γηρσὼμ» τὸν τρίτον, «τὸν Νεφ θαλίμ». Εἰ δὲ τῶν καθ' ἱστορίαν ἡ ποικιλία τὸν νοῦν καὶ τὴν μνήμην νικᾷ, τί δεῖ λέγειν περὶ τῆς τῶν μελλόντων οἰκονομίας; 460 «Τότε συνεκάλεσεν Ἰησοῦς τοὺς υἱοὺς Ῥουβήν». Ἀπολύονται οἱ πέραν Ἰορδάνου κληρονομήσαντες. Ὅταν γὰρ ἀπολαύωμεν τὰς ἐπαγγελίας οἱ ὑπὸ τῷ Ἰησοῦ στρατευόμενοι καὶ συγκάμωσιν ἡμῖν οἱ ὑπὸ Μωϋσέως λαβόντες τὴν κληρονομίαν, οὔπω δὲ κατοικήσαντες ἐν αὐτῇ, ἀπολύονται ἕκαστος εἰς τὰ ἴδια μετὰ τῶν τελῶν τῶν ὑπὸ Ἰησοῦ διδομένων, ὡς ἂν ἕκαστος κατοικήσῃ ἐν εἰρήνῃ παντὸς πολέμου καθαιρεθέντος. Οὗτοι δὲ καὶ μέγαν οἰκοδομοῦσι βωμὸν καὶ ἀπόστασιν ἐγκληθέν τες ἀπολογοῦνται, ὡς τὸ θυσιαστήριόν ἐστιν, ὅπου Ἰησοῦς ἄρχει, ἐκείνου 461. 20 δὲ τοῦτο μίμημά τε καὶ σύμβολον· ὡς ἂν μὴ τοὺς ἐκτὸς Ἰορδάνου ξένους μετὰ χρόνον οἱ ἐντὸς εἶναι νομίσωσιν, κωλύοντες αὐτοὺς τῆς τοῦ ἱεροῦ μετοχῆς. Δηλοῖ δὲ ταῦτα, ὡς ὁ λαὸς τῆς περιτομῆς ὁ πρό τερος, οἱ υἱοὶ Ῥουβὴν τοῦ πρωτοτόκου, οἱ υἱοὶ Γὰδ ἄλλου πρωτοτό κου, οἱ υἱοὶ Μανασσῆ ἄλλου πρωτοτόκου (κατὰ χρόνον δηλονότι) 462 ποιοῦσι βωμὸν οὐ τὸν ἀληθινόν, ἀλλὰ σύμβολον· ἵνα μὴ διέλωμεν αὐτοὺς ἀπ' ἐκείνων. Ἀδελφοὶ γὰρ ἡμῶν οἱ πρὸ τῆς παρουσίας Ἰουδαῖοι καὶ τὸ ἀληθινὸν μυστήριον ᾔδεσαν ὡς οὐκ ἔχουσιν. Ἀλλ' αἱ παλαιαὶ θυσίαι τῶν ἀληθινῶν τύπος ἐτύγχανον, ὅπου ἦν Ἰησοῦς. Ἀμφότεροι τοίνυν γινόμεθα «μία ποίμνη, εἷς ποιμήν». Ὡς γὰρ πάλαι ἀπέθνησκεν ὁ λαὸς καὶ ἦλθεν Ἀαρὼν καὶ ἔστη μεταξὺ τῶν τεθνη κότων καὶ τῶν ζώντων καὶ ἀπὸ τῶν λοιπῶν τὸν θάνατον ἔστησεν, οὕτως ὁ ἀληθινὸς ἀρχιερεὺς μεταξὺ τῶν τεθνηκότων καὶ τῶν ζώντων τῶν τε μέχρι τῆς παρουσίας τὸν Ἰουδαϊσμὸν τετηροκότων καὶ τῶν αὐτὸν μὴ δεξαμένων καὶ ἑαυτοὺς μᾶλλον ἢ τὸν Ἰησοῦν νεκρωσάντων, δι' ὧν «ἐφ' ἑαυτοὺς τὸ αἷμα» φέρειν ἐτόλμησαν Ἰησοῦ (διὸ καὶ «πᾶν αἷμα δίκαιον ἔφθασεν ἐπ' αὐτούς»)· μεταξὺ τοίνυν ἐλθὼν ἔστησεν 463 ἀφ' ἡμῶν τὴν τοῦ θανάτου νομήν. τῶν νεκρῶν Ἰουδαίων μηδὲν ἔτι ποιούντων ἀληθινὸν τῶν ὑπὸ νόμου διῃρημένων. Παρ' ἡμῖν γὰρ ὁ ἀληθινὸς ναὸς ὁ ἐκ «λίθων ζώντων» καὶ Ἰησοῦς ὁ ἀληθινός. «Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν».

Intertext edge

Open linked passage

Note