Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Philocalia sive Ecloga
OrigenesEclo 26 · pg-scrape-grcMore by Origenes
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/origenes" aria-label="More works by Origenes"> —
⋯
More
Original / primary: Pg Scrape Grc
26.2.1
Οἰήσονται δέ τινες καὶ κατὰ τὰς γραφὰς ὁμοίως τρία γένη εἶναι τῶν ἀγαθῶν, καὶ τρία γένη τῶν κακῶν· τὰς γὰρ ἀρετὰς καὶ τὰς κακίας προσιέμενοι εἶναι ἀγαθὰ καὶ κακά, μετὰ τὰ ὁμολογούμενα καὶ ὑφ' ἡμῶν ἐν ἀρετῇ καὶ κακίᾳ καὶ ταῖς κατ' αὐτὰς πράξεσι, χρήσονται ῥητοῖς καὶ τὰ σωματικὰ καὶ τὰ ἐκτὸς δῆθεν ἀποφαινομένοις ἀγαθὰ ἢ κακὰ τυγχάνειν. Καὶ περὶ μὲν ἀρετῶν καὶ κακιῶν τί δεῖ καὶ λέγειν; τῶν ἠθικῶν δογμάτων διδασκόντων δεῖν ἡμᾶς μὲν αἱρεῖσθαι δικαιοσύνην καὶ σωφροσύνην καὶ φρόνησιν καὶ ἀνδρείαν καὶ τὰς κατ' αὐτὰς πράξεις, ἐκκλίνειν δὲ τὰ τούτοις ἐναντία. Διόπερ οὐ χρεία παραδειγμάτων εἰς τὰ παρὰ τῶν προαιρετικῶν ἀγαθά. Σωματικὰ δὲ καὶ ἐκτὸς ἀγαθὰ ἐκ τῆς κατὰ τὸ ῥητὸν ἐκδοχῆς πολλαχόθεν δείξουσι. Πλὴν ἐπὶ τοῦ παρόντος ἀρκεῖ παραθέσθαι τινὰ ἐκ τῶν ἐν Ἐξόδῳ καὶ Λευϊτικῷ καὶ Δευτερονομίῳ κειμένων, ὡς ἐν ἐπαγγελίᾳ πρὸς τοὺς τηροῦντας τὰς ἐντολάς, καὶ ὡς ἐν ἀπειλῇ καὶ κατάραις πρὸς τοὺς παραβαίνοντας αὐτάς· οἷον ὅτι ἡ ὑγεία ἀγαθόν ἐστι καὶ ἡ νόσος κακόν, ἀπὸ τῆς Ἐξόδου δείξει ταῦτα προσά γεσθαι· «Ἐὰν τηρήσῃς τὰς ἐντολάς μου καὶ τὰ προ στάγματά μου, πᾶσαν νόσον ἣν ἐπήγαγον τοῖς Αἰγυπτίοις οὐκ ἐπάξω ἐπὶ σέ· ἐγὼ γάρ εἰμι κύριος ὁ ἰώμενός σε.» Καὶ τὸ ἀπὸ τοῦ Δευτερονομίου δὲ πρὸς τοὺς ἁμαρτάνοντας λεγόμενον ὑπονοηθείη ἂν κακὸν μὲν παριστάνειν τὰς σωματικὰς πληγὰς καὶ τὰς νόσους, ἀγαθὸν δὲ δηλονότι τὴν ὑγείαν καὶ τὴν τοῦ σώματος ῥῶσιν. Ἔχει δὲ οὕτως ἡ λέξις· «Ἐὰν μὴ ἀκούσητε ποιεῖν πάντα τὰ ῥήματα τοῦ νόμου τούτου τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ, φοβεῖσθαι τὸ ὄνομα τὸ ἔντιμον καὶ τὸ θαυμαστὸν τοῦτο, Κύριον τὸν θεόν· καὶ παραδοξάσει κύριος τὰς πληγάς σου καὶ τὰς πληγὰς τοῦ σπέρματός σου, πληγὰς μεγάλας καὶ θαυμαστάς, καὶ νόσους πονηρὰς καὶ πλείστας. Καὶ ἐπιστρέψει ἐπὶ σὲ πᾶσαν τὴν πληγὴν Αἰγύπτου τὴν πονηράν, ἣν διευλαβοῦ ἀπὸ προσώπου αὐτῶν, καὶ κολληθήσεταί σοι· καὶ πᾶσαν μαλακίαν καὶ πᾶσαν πληγὴν τὴν μὴ γεγραμμένην ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου ἐπάξει κύριος ἐπὶ σέ, ἕως ἂν ἐξολοθρεύσῃ σε.» Καὶ πάλιν τοῖς παρα βαίνουσι τὰς ἐντολὰς λέγεται τό· «Ἐπιπέμψω ὑμῖν πυρετὸν καὶ ἴκτερον καὶ σφακελίζοντας τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ τὴν ψυχὴν ὑμῶν ἐκτήκουσαν.» Πρὸς τούτοις καὶ ἐν τῷ Δευτερονομίῳ τοῖς ἀφισταμένοις τῆς θεοσεβείας ἀπειλεῖ ὁ λόγος ὀπισθότονον ἀνίατον.
26.3.1
Τὰ δὲ ἐκτὸς οἱ βουλόμενοι ἀγαθὰ κατὰ τὸν θεῖον ἐπαγγέλλεσθαι λόγον τοῖς μὲν ἀπὸ τοῦ Λευϊτικοῦ, τούτοις χρήσονται· «Ἐὰν ἐν τοῖς προστάγμασί μου πορεύησθε, καὶ τὰς ἐντολάς μου φυλάσσησθε καὶ ποιήσητε αὐτάς, δώσω τὸν ὑετὸν ὑμῖν ἐν καιρῷ αὐτοῦ, καὶ ἡ γῆ δώσει τὰ γενήματα αὐτῆς, καὶ τὰ ξύλα τῶν πεδίων δώσει τὸν καρπὸν αὐτῶν· καὶ καταλήψεται ὑμῖν ὁ ἀλοητὸς τὸν τρυγητόν, καὶ ὁ τρυγητὸς καταλήψεται τὸν σπόρον, καὶ φάγεσθε τὸν ἄρτον ὑμῶν εἰς πλησμονήν, καὶ κατοικήσετε μετὰ ἀσφαλείας ἐπὶ τῆς γῆς ὑμῶν»· καὶ τὰ ἑξῆς. Ἐκ δὲ τοῦ Δευτερονομίου τούτοις χρήσονται· «Καὶ ἔσται ὡς ἂν διαβῆτε τὸν Ἰορδάνην εἰς τὴν γῆν ἣν κύριος ὁ θεὸς δίδωσιν ὑμῖν, καὶ φυλάσσεσθε ποιεῖν πάσας τὰς ἐντολὰς αὐτοῦ ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον, καὶ δώσει σε κύριος ὁ θεός σου ὑπεράνω πάντων, καὶ ἥξουσιν ἐπὶ σὲ πᾶσαι αἱ εὐλογίαι αὗται καὶ εὑρήσουσί σε, ἐὰν ἀκούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου. Εὐλογη μένος σὺ ἐν πόλει, καὶ εὐλογημένος σὺ ἐν ἀγρῷ· εὐλογημένα τὰ ἔγγονα τῆς κοιλίας σου καὶ τὰ γενήματα τῆς γῆς σου καὶ τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου· εὐλογημέναι αἱ ἀποθῆκαί σου καὶ τὰ ἐγκαταλίμματά σου»· καὶ τὰ ἑξῆς. Ὡς πάλιν ἐκ τῶν ἐναντίων τοῖς ἀσεβοῦσι λέγεται τό· «Ἐπικατάρατος σὺ ἐν πόλει, καὶ ἐπικατάρατος σὺ ἐν ἀγρῷ· ἐπικατάρατοι αἱ ἀποθῆκαί σου καὶ τὰ ἐγκαταλίμματά σου· ἐπικατάρατα τὰ τέκνα τῆς κοιλίας σου καὶ τὰ γενήματα τῆς γῆς σου· ἐπικατάρατα τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου.» Καὶ ἄλλα δὲ δυσεξαρίθμητα ἐνεγκοῦσιν οἱ βουλόμενοι ἐν σωματικοῖς καὶ τοῖς ἐκτὸς εἶναι ἀγαθὰ καὶ κακά· ἐφάψονταί τε καὶ τῶν εὐαγγελίων, λέγοντες τὸν σωτῆρα ἐληλυθότα ὡς κακὰ ἀφῃρηκέναι ἀπὸ τῶν ἀνθρώπων τὴν τυφλότητα τὴν σωματικὴν καὶ τὴν κωφότητα καὶ τὴν πάρεσιν τῶν μελῶν, καὶ πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν τεθεραπευκέναι, ἀγαθὰ ἀντὶ τῶν προκατειληφότων κακῶν δωρούμενον τό τε διορατικὸν τὸ σωματικὸν καὶ τὸ ἀκουστικὸν καὶ τὴν ἄλλην ὑγείαν καὶ ῥῶσιν· καὶ δυσωπήσουσί σε φάσκοντες, εἰ μὴ καὶ ἡμεῖς ὁμολογήσομεν κακὸν εἶναι τὸ δαιμονιᾷν καὶ τὸ σεληνιάζεσθαι, ὡς πάλιν ἐκ τοῦ ἐναντίου ἀγαθὸν τὸ τούτων ἀπηλλάχθαι. Ἀλλὰ καὶ οἱ ἀπόστολοι χαρίσματα ἰαμάτων καὶ ἐνεργήματα δυνάμεων ἐπιτελοῦντες κατ' αὐτὸ τὸ ἐνεργεῖν ἀγαθὰ ἐποίουν τοῖς ἀνθρώποις καὶ κακῶν αὐτοὺς ἀπήλλαττον. Διαβήσονται δὲ οἱ τὰ τοιαῦτα λέγοντες καὶ ἐπὶ τὸν μέλλοντα αἰῶνα, φάσκοντες τῷ κακὸν εἶναι τὸν πόνον τοὺς ἁμαρτωλοὺς πυρὶ αἰωνίῳ παραδίδοσθαι· εἰ δὲ κακὸν ὁ πόνος, ἀνάγκη τὴν ἡδονὴν ἀγαθὸν εἶναι.
26.4.1
Σαφῆ μὲν οὖν ἐκ τῶν εἰρημένων τὰ δυνάμενα ἐπὶ πλεῖον δυσωπῆσαι τοὺς οὐχ οἵους τε λῦσαι τὰ προσαγόμενα περὶ τοῦ τρία γένη τῶν ἀγαθῶν εἶναι καὶ τρία τῶν κακῶν κατὰ τὸν λόγον τῶν γραφῶν. Ταύτην τοίνυν τὴν ἀπάτην οὐ μόνον οἱ ὁμολογουμένως ἀκέραιοι τῶν πεπιστευκότων ἠπάτηνται, ἀλλὰ καί τινες τῶν ἐπαγγελλομένων σοφίαν τὴν κατὰ Χριστόν, οἰόμενοι τοῦ δημιουργοῦ τοιάσδε τινὰς εἶναι ἐπαγγελίας, καὶ πέρα τῶν ἀπὸ τῆς λέξεως δηλουμένων μηδὲν σημαίνεσθαι κατὰ τὰς ἀπειλάς. Πρὸς πάντας τοίνυν τοὺς τὰ τοιαῦτα ἐκ τῶν γραφῶν ὑπολαμβάνοντας ἐπαπορητέον, εἰ τετηρήκασι τὸν νόμον οἱ προφῆται, ὧν ἁμαρτήματα οὐ κατηγορεῖται· οἷον Ἠλίας ὁ ἀκτημονέστατος, ὡς μηδὲ ἄρτον ἔχειν παρ' ἑαυτῷ φαγεῖν καὶ διὰ τοῦτο πέμπεσθαι πρὸς γυναῖκα εἰς Σάρεπτα τῆς Σιδωνίας· καὶ Ἐλισσαῖος, ὃς παρὰ τῇ Σουμανίτιδι βραχυτάτην ἔλαβε κατάλυσιν καὶ σκιμπόδιον καὶ λυχνίαν εὐτελῆ, ὃς καὶ ἀρρωστήσας ἐτελεύτησε· καὶ Ἠσαΐας ὁ πορευθεὶς γυμνὸς καὶ ἀνυπόδετος τρισὶν ἔτεσι· καὶ Ἱερεμίας ὁ ἐμβληθεὶς εἰς λάκκον βορβόρου καὶ ἀεὶ μυκτηρισθείς, ὥστε καὶ ἐρημίαν οἰκῆσαι εὔξασθαι· καὶ ὁ Ἰωάννης ὁ ἐν ταῖς ἐρημίαις διατρίβων καὶ πλὴν ἀκρίδων καὶ μέλιτος ἀγρίου μηδενὸς μεταλαμβάνων, δέρματι περιεζωσμένος τὴν ὀσφὺν καὶ ἀπὸ τριχῶν καμήλου ἠμφιεσμένος. Ὁμολο γήσουσι γὰρ αὐτοὺς τετηρηκέναι τὸν νόμον. Καὶ ἀπαιτήσομεν εἰ ἃ νοοῦσιν ἀγαθὰ τοῖς τετηρηκόσι τούτοις ὑπῆρκται. Οὐκ ἔχοντες δὲ δεῖξαι, περικλεισθήσονται εἰς τὸ ἤτοι ψευδεῖς εἶναι τὰς ἐπαγγελίας τὰς λεγομένας δίδοσθαι τοῖς θεοσεβέσιν ἢ ἀληθεῖς τυγχανούσας ἀναγωγῆς δεῖσθαι· εἰ δ' ἐπ' ἀλληγορίαν ἀναγκασθέντες ἔλθωσιν, ἀθετηθήσεται αὐτῶν ἡ ὑπόληψις ἡ περὶ τοῦ τὸν νόμον ἀπειλεῖν νόσον σωματικὴν καὶ τὰ ἐκτὸς νομιζόμενα κακὰ τοῖς ἠσεβηκόσιν, ἢ ἐπαγγέλλεσθαι ὑγιαίνοντα εἶναι τὰ σώματα καὶ περιουσίαν ἔσεσθαι τοῖς τῷ θεῷ κατηκολουθηκόσι.
26.5.1
Πῶς δὲ οὐκ ἠλίθιον ἐπὶ τοῖς κακοῖς μέγα φρονεῖν καὶ αὐχεῖν τοὺς ὄντας ἐν αὐτοῖς; Εἰ γὰρ κακαὶ αἱ θλίψεις, φησὶ δὲ ὁ ἀπόστολος καυχᾶσθαι ἐν ταῖς θλίψεσι, δῆλον ὅτι καυχᾶται ἐν κακοῖς· τοῦτο δὲ ἠλίθιον, καὶ ὁ ἀπόστολος οὐκ ἠλίθιος· οὐκ ἄρα κακὰ τὰ τοιάδε γυμνάσματα τοῦ ἁγίου, ὅστις ἐν παντὶ θλιβόμενος οὐ στενοχωρεῖται, ἀπορού μενος οὐκ ἐγκαταλείπεται, πειραζόμενος οὐ θανατοῦται, νομιζόμενος εἶναι πτωχὸς πολλοὺς πλουτίζει, καὶ ὑπολαμ βανόμενος μηδὲν κεκτῆσθαι πάντα κατέχει· τοῦ γὰρ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων, τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός. Ἔτι δὲ ἕπεται τοῖς ὑπολαμβάνουσι κατὰ τὴν γραφὴν τρία γένη τῶν ἀγαθῶν εἶναι, δῆλον δὲ ὅτι καὶ τῶν κακῶν, τοὺς δικαίους ἀεὶ ἐν πολλοῖς κακοῖς εἶναι· ἀληθευούσης τῆς λεγούσης προφητείας· «Πολλαὶ αἱ θλίψεις τῶν δικαίων.» Οὐκ ἄκαιρον δὲ καὶ τῶν τῷ Ἰὼβ συμβεβηκότων ὑπομνῆσαι τοὺς οἰομένους τάδε τινὰ κακὰ εἶναι· ᾧ ὁ χρηματισμὸς μετὰ τὸ ἐνεγκεῖν γενναιότατα τοὺς περιστάντας ἀγῶνάς φησιν· «Οἴει δέ με ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος;» Εἰ γὰρ οὐκ ἄλλως ἀναφαίνεται ὁ Ἰὼβ δίκαιος ἢ ἐκ τοῦ τάδε τινὰ καὶ τάδε αὐτῷ συμπτώματα γεγονέναι, πῶς ἂν αὐτῷ κακὰ λέγοιμεν ὑπάρχειν τὰ αἴτια τοῦ ἀναφῆναι αὐτοῦ τὴν δικαιοσύνην; Ἑπόμενα δ' ἂν τούτοις εἴη, μηδὲ τὸν διάβολον τῷ ἁγίῳ κακὸν τυγχάνειν. Τῷ γοῦν Ἰὼβ ὁ διάβολος κακὸν οὐκ ἦν· ἐπεὶ «τοῖς ἀγαπῶσι τὸν θεὸν πάντα συνεργεῖ εἰς ἀγαθὸν ὁ θεός, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν». Ἔτι δὲ πρὸς τούτοις παρὰ τὸ ἐναργὲς εἶναί φαμεν τὸ τὸν δίκαιον ἐν ταῖς κατὰ τὸ ῥητὸν εὐλογίαις ἔσεσθαι τῶν ἐν ταῖς γραφαῖς ἐγκειμένων νομιζομένων ἀγαθῶν· πολλὴ γὰρ ἱστορία ἡ περὶ τοῦ ἁγίου ἐξεταζομένη ἐναντιοῦται ταῖς τοιαύταις ἐκδοχαῖς. Καὶ ἀνόητόν ἐστι τὸ ὑπολαμβάνειν δανειστὴν τὸν ἅγιον ἔσεσθαι, πολλῶν ἐθνῶν τραπέζας κατὰ πόλιν ἀνοίγοντα, καὶ περισπώμενον περὶ τὰς δόσεις καὶ λήψεις, καὶ ποιοῦντα πράγματα ἀπηγορευμένα· «Τὸ ἀργύριον γὰρ αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ ὁ δίκαιος καὶ δῶρα ἐπ' ἀθώοις οὐκ ἔλαβε»· καί· «Ὁ ποιῶν ταῦτα οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα.» Καὶ κατὰ τὸν Ἰεζεκιὴλ ὁ ἅγιος ἐπὶ τόκῳ καὶ πλεονασμῷ οὐκ ἔδωκε τὸ ἀργύριον. Τὸ δὲ καὶ πυρετὸν νομίζειν διὰ τὰς ἁμαρτίας γίνεσθαι ἀπαιδεύτων εἰς ὑπερβολήν ἐστι δόγμα, πολλάκις τῶν αἰτίων τῆς τοιᾶσδε νόσου προδήλων ὄντων· ἢ γὰρ διὰ τὸ περιέχον ἢ διὰ τοιάδε ὕδατα ἢ τοιάσδε τροφάς. Καὶ εἰ ἆθλα τοῖς δικαίοις ὑγεία καὶ πλοῦτος, ἐχρῆν μηδένα τῶν ἀσεβῶν ὑγιαίνειν μηδὲ πλουτεῖν. Ὑγείαν δὲ τὴν τοιάνδε κατάστασιν τῆς ψυχῆς ζητητέον, καὶ πλοῦτον τὸν κατὰ Σολομῶντα λύτρον τυγχάνοντα τῆς ψυχῆς, λέγοντα· «Λύτρον ἀνδρὸς ψυχῆς ὁ ἴδιος πλοῦτος»· φευκτέον δὲ πενίαν, καθ' ἣν ἀναγέγραπται· «Πτωχὸς δὲ οὐχ ὑφίσταται ἀπειλήν.» Ἔτι δὲ τραύματα καὶ μώλωπας καὶ νόσους ἐκληπτέον τὰ γινόμενα διὰ τὴν κακίαν ταῖς ἀπροσεκτούσαις ψυχαῖς· περὶ ὧν καὶ ὁ προφήτης μέμφεται τοὺς ἐν τοῖς τοιούτοις τυγχάνοντας, λέγων· «Ἀπὸ ποδῶν ἕως κεφαλῆς οὔτε τραῦμα οὔτε μώλωψ οὔτε πληγὴ φλεγμαίνουσα· οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι οὔτε ἔλαιον οὔτε καταδέσμους.» 26. 6 Ταῦτα μὲν οὖν αὐτάρκη τοῖς μὴ πάνυ ἀμβλέσι, πρὸς τὸ ἀπὸ τούτων ἑαυτοῖς ἀναλεξαμένοις τὰ περισπῶντα ῥητὰ τῶν γραφῶν ἐπιβάλλειν τῇ ἀξίᾳ νοήσει τῆς ἐνεργείας τοῦ ἁγίου πνεύματος. Ἔτι δὲ ὑπὲρ τοῦ δυσωπῆσαι τοὺς οἰομέ νους τάδε εἶναι τὰ ἀγαθὰ τὰ τοῖς ἁγίοις δοθησόμενα καὶ τάδε τὰ κακὰ τοῖς ἁμαρτωλοῖς, καὶ ταῦτα προσθετέον· ὅτι πᾶν τὸ διά τι ἔλαττόν ἐστι τοῦ δι' ὅ ἐστιν· οἷον τομαὶ καὶ καυτῆρες καὶ ἔμπλαστροι δι' ὑγείαν παραλαμβανόμενα ἐλάττονα τυγχάνει τῆς ὑγείας. Κἂν ὡς ἐν ἰατρικοῖς δὲ βοηθήμασι ἀγαθὰ ταῦτα λέγηται, χρὴ ἐκλαμβάνειν ὅτι οὐκ ἔστι τελικὰ ἰατρικῆς ἀγαθὰ ἀλλὰ ποιητικά· τελικὸν δὲ κατὰ τὴν ἰατρικὴν ἀγαθὸν ἡ τοῦ σώματος ὑγεία. Οὕτω τοίνυν καὶ εἰ τάσδε τὰς ἐντολὰς τηρητέον ὑπὲρ τοῦ τῶνδε τῶν ἀγαθῶν τυχεῖν, τὰ δὲ ἆθλα τὰ σωματικά ἐστι καὶ τὰ ἐκτός· αἱ ἀγαθαὶ πράξεις ἔσονται οὐκ ἀγαθαὶ ὡς τελικαί, ἀλλ' εἰ ἄρα ὡς ποιητικαὶ ἀγαθῶν· καὶ ἔσται διαφέρων ὁ πλοῦτος, ὃν οἴονται ἐπαγγέλλεσθαι τὴν γραφήν, καὶ ἡ τοῦ σώματος ὑγεία, τῆς δικαιοσύνης καὶ αὐτῆς δὲ τῆς ὁσιότητος καὶ τῆς εὐσεβείας καὶ τῆς θεοσεβείας τῶν τηλικούτων ἀνδραγαθημάτων. Ἅπερ παραδέξασθαι ἀνθρώπων ἐστὶ τὸ ἀξίωμα τῆς ἀρετῆς μὴ γινωσκόντων, ἀλλὰ τὰ ὑλικὰ αὐτῆς προτιμώντων· πάντων γάρ ἐστιν ἀτοπώτατον τὸ τῶν ἀνδραγαθημάτων λέγειν διαφέρειν τὸ πλουτεῖν καὶ τὸ ὑγιαίνειν σωματικῶς. Διὰ τὰ μοχθηρὰ δὴ ταῦτα δόγματα ἀκολούθως τινὲς προσήκαντο καὶ μετὰ τὴν ἀνάστασιν ἐν ταῖς πρώταις ἐπαγγελίαις ἐσθίειν ἡμᾶς μέλλειν τὰ τοιάδε βρώματα καὶ πίνειν, τινὲς δὲ καὶ τεκνοποιεῖν. Ταῦτα δὲ φθάσαντα καὶ εἰς τοὺς ἀπὸ τῶν ἐθνῶν μεγάλης εὐηθείας δόξαν ἀπενέγκασθαι ποιήσει τὸν χριστιανισμόν, πολλῷ βελτίονα δόγματα ἐχόντων τινῶν ἀλλοτρίων τῆς πίστεως.
26.7.1
Ἡμεῖς δὲ ἤδη τὸ φαινόμενον ἡμῖν ἀπὸ τῆς ἐξε τάσεως τῶν ἱερῶν λογίων παραθησόμεθα· ἐφάσκομεν γὰρ ἀρέσκεσθαι μὲν τῷ λέγειν ἐν προαιρετικοῖς καὶ ἐν ἀπροαιρέτοις εἶναι τὰ ἀγαθὰ καὶ τὰ κακά· οὐ μὴν ἠριθμοῦμεν εἰς τὰ ἀπροαίρετα τῶν ἀγαθῶν τὴν ὑγείαν καὶ τὸ κάλλος καὶ τὴν εὐγένειαν καὶ τὴν εὐδοξίαν καὶ τὸν πλοῦτον· καὶ κατὰ τὸ δυνατὸν ἐπειράθημεν τὰ περισπῶντα ὡς ἐν ἐπιτομῇ διαλύσασθαι. Τίνα τοίνυν ἐστὶ τὰ ἀπροαίρετα ἀγαθὰ ἤδη λεκτέον· Ἐπεὶ ἀληθὲς τό· «Ἐὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν»· καί· «Ἐὰν μὴ κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσ σων»· οἰκοδομεῖ δὲ οἶκον πᾶς ὁ προκόπτων, καὶ φυλάσσει πόλιν πᾶς ὁ τέλειος· μάταιον δὲ τὸ ἔργον τοῦ οἰκοδομοῦντος καὶ ματαία ἡ φυλακὴ τοῦ τηροῦντος, ἐὰν μὴ κύριος οἰκο δομήσῃ καὶ κύριος φυλάξῃ· ἐκτὸς ἂν εἴη τῆς προαιρέσεως ἡμῶν ἀγαθὸν ἡ ἀντιλαμβανομένη τοῦ κυρίου δύναμις τῆς οἰκοδομῆς τοῦ οἰκοδομοῦντος καὶ συνοικοδομοῦσα τῷ οὐ δυναμένῳ καθ' αὑτὸν ἀπαρτίσαι τὸ οἰκοδομούμενον· τὰ δὲ αὐτὰ καὶ ἐπὶ τῆς φυλασσομένης πόλεως νοητέον. Καὶ ὥσπερ ἐὰν εἴποιμι τὸ γεωργικὸν ἀγαθὸν τὸ ποιητικὸν τοῦ καρποῦ μικτὸν εἶναι ἐκ προαιρετικοῦ τοῦ κατὰ τὴν τέχνην τοῦ γεωργοῦ καὶ ἀπροαιρέτου τοῦ παρὰ τῆς προνοίας, κατὰ τὴν τῶν ἀέρων εὐκρασίαν καὶ φορὰν αὐτάρκους ὑετοῦ· οὕτω τὸ τοῦ λογικοῦ ἀγαθὸν μικτόν ἐστιν ἔκ τε τῆς προ αιρέσεως αὐτοῦ καὶ τῆς συμπνεούσης θείας δυνάμεως τῷ τὰ κάλλιστα προελομένῳ. Οὐ μόνον τοίνυν εἰς τὸ καλὸν καὶ ἀγαθὸν γενέσθαι χρεία καὶ τῆς προαιρέσεως τῆς ἡμετέρας καὶ τῆς θείας συμπνοίας, ἥτις ἐστὶν ὡς πρὸς ἡμᾶς ἀπροαίρετον, ἀλλὰ καὶ εἰς τὸ γενόμενον καλὸν καὶ ἀγαθὸν διαμεῖναι ἐν τῇ ἀρετῇ· μεταπεσουμένου καὶ τοῦ τελειωθέντος, εἰ ὑπερεπαρθείη ἐπὶ τῷ καλῷ καὶ ἑαυτὸν ἐπιγράφοι τούτου αἴτιον, οὐχὶ δὲ τὴν δέουσαν δόξαν ἀναφέρων τῷ τῶν πολλῶν πλεῖον δωρησαμένῳ εἰς τὴν κτῆσιν καὶ τὴν συνοχὴν τῆς ἀρετῆς. Τοιοῦτον δέ τι αἴτιον καὶ τοῦ κατὰ τὸν Ἰεζεκιὴλ εἰρημένου ἀμώμου περιπεπατη κέναι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ, ἕως εὑρεθῇ ἀνομία ἐν αὐτῷ, ἡγούμεθα τυγχάνειν τοῦ αὐτὸν κατὰ τὸν Ἠσαΐαν ἐκπεπτωκέναι ἐκ τοῦ οὐρανοῦ, ἑωσφόρον ποτὲ γενόμενον πρωῒ ἀνατέλλοντα, ὕστερον συντετριμμένον ἐπὶ τὴν γῆν. Οὐ μόνον γὰρ ἐπὶ τοῖς υἱοῖς τῶν ἀνθρώπων, ἐάν τις τέλειος ᾖ, τῆς ἀπὸ θεοῦ σοφίας ἀπούσης, ἀληθὲς τὸ εἰς οὐδὲν αὐτὸν λογισθῆναι· ἀλλὰ καὶ ἐπὶ τῆς ἀγγελικῆς τάξεως καὶ ἀρχικῆς καὶ πάσης τῆς ὅσον θεὸς πάρεστιν αὐταῖς θείας τυγχανούσης. Τάχα γοῦν ὁρῶν ὁ ἱερὸς ἀπόστολος πολὺ ἔλαττον τὸ ἡμέτερον προαιρετικὸν τῆς τοῦ θεοῦ δυνάμεως πρὸς τὴν κτῆσιν τῶν ἀγαθῶν, φησὶ τὸ τέλος «οὐ τοῦ θέλοντος εἶναι οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ»· οὐχ ὡς χωρὶς τοῦ θέλειν καὶ τρέχειν ἐλεοῦντος θεοῦ, ἀλλ' ὡς οὐδενὸς ὄντος τοῦ θέλειν καὶ τρέχειν συγκρίσει τοῦ ἐλέου τοῦ θεοῦ· καὶ διὰ τοῦτο τὴν ἐπιγραφὴν τοῦ καλοῦ δεόντως μᾶλλον ἀνατιθέναι τῷ ἐλέῳ τοῦ θεοῦ ἤπερ τῷ ἀνθρωπίνῳ θέλειν καὶ τρέχειν.
26.8.1
Ταῦτα δὲ ἐπὶ πολὺ παρεκβεβηκέναι δοκοῦντες ἐξητά σαμεν, πειθόμενοι ἀναγκαῖα αὐτὰ εἶναι πρὸς τό· «Πολλοὶ λέγουσι· τίς δείξει ἡμῖν τὰ ἀγαθά;» Κατὰ τὸ δυνατὸν γὰρ ὁ λόγος τοῖς λέγουσι πολλοῖς· Τίς δείξει ἡμῖν τὰ ἀγαθά; παρέστησε καὶ ἔδειξε τίνα τὰ ἀγαθά, δῆλον δὲ ὅτι καὶ τίνα τὰ κακά· ἵνα διά τε ἀσκήσεων καὶ εὐχῶν κτησώμεθα τὰ ἀγαθὰ καὶ ἀνατρέψωμεν τὰ κακὰ ἀπὸ τῶν ψυχῶν ἡμῶν. Ἀλλ' ἐπείπερ ἐστὶν ἐν τῷ φράζειν ὁτὲ μὲν κυριολεκτεῖν, ὁτὲ δέ που καὶ καταχρῆσθαι, οὐ θαυμαστὸν εἴ ποτε εὑρήσομεν τὴν τῶν ἀγαθῶν καὶ κακῶν προσηγορίαν κειμένην ἐπὶ τῶν σωματικῶν καὶ τῶν ἐκτὸς λεγομένων παρὰ τοῖς οὐχ ὑγιῆ δόγματα ἔχουσιν· οἷον ἐν τῷ Ἰώβ· «Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς κυρίου, τὰ κακὰ οὐχ ὑποί σομεν;» καὶ ἐν τῷ Ἱερεμίᾳ· «Κατέβη κακὰ παρὰ κυρίου ἐπὶ πύλας Ἱερουσαλήμ.» Ἀντὶ γὰρ τοῦ εἰπεῖν· εἰ τὰ τοιάδε τινὰ χρηστὰ καὶ ἡδέα τυγχάνοντα ἐδεξάμεθα παρὰ τῆς προνοίας εἰς ἡμᾶς ἐφθακότα, τὰ πικρὰ καὶ ἐπίπονα οὐχὶ προθύμως ἐνεγκοῦμεν; λέγεται τό· Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Καὶ ἀντὶ τοῦ φάναι· κατὰ πρόνοιαν τάδε τινὰ τῇ Ἱερουσαλὴμ ὑπὲρ τοῦ παιδευθῆναι τοὺς ἐνοικοῦντας ἐν αὐτῇ γεγένηται, γέγραπται τό· Κατέβη κακὰ παρὰ κυρίου ἐπὶ πύλας Ἱερουσαλήμ. Δεήσει τοίνυν τὰ πράγματα συνιέντας μὴ γλίσχρους εἶναι περὶ τὰ ὀνόματα, ἀλλὰ καταλαμβάνειν πότε κυρίως κατὰ τῶν πραγμάτων ταῦτα τέτακται, καὶ πότε διὰ τὴν στενοχωρίαν τῶν ὀνομάτων ἐν καταχρήσει. Εἰ δὲ καὶ ὁ σωτὴρ τάδε τινὰ ἰάσατο, καὶ ἐδωρήσατο ὑγείαν καὶ ὄψεις καὶ ἀκοὰς ἀνθρώποις· προηγουμένως μὲν τὴν ἀναγωγὴν αὐτῶν ζητητέον, τοῦ λόγου τὰ τῆς ψυχῆς πάθη θεραπεύειν διὰ τούτων τῶν ἱστοριῶν δηλουμένου. Οὐκ ἄτοπον δὲ ἐπὶ τοῖς τοιούτοις καὶ τὰ κατὰ τὴν ἱστορίαν ἀπαγγελλόμενα νοεῖν γεγονέναι ὑπὲρ καταπλήξεως τῶν τότε ἀνθρώπων· ἵνα οἱ μὴ πειθόμενοι λόγοις ἀποδεικτικοῖς καὶ διδασκαλικοῖς δυσωπηθέντες τὰς τεραστίους δυνάμεις συγκαταθῶνται τῷ διδάσκοντι. 27. 1n Εἰς τό· «Ἐσκλήρυνε κύριος τὴν καρδίαν Φαραώ.» «Ἐσκλήρυνε δὲ κύριος τὴν καρδίαν Φαραώ, καὶ οὐκ ἠβουλήθη ἐξαποστεῖλαι αὐτούς.» Πολλάκις ἐν τῇ Ἐξόδῳ κείμενον τό· «Ἐσκλήρυνε κύριος τὴν καρδίαν Φαραώ»· καί· «Ἐγὼ σκληρυνῶ τὴν καρδίαν Φαραώ»· σχεδὸν πάντας τοὺς ἐντυγχάνοντας ταράσσει, τούς τε ἀπιστοῦντας αὐτῇ καὶ τοὺς πιστεύειν λέγοντας. Τοῖς μὲν γὰρ ἀπιστοῦσι μετ' ἄλλων πολλῶν καὶ τοῦτο αἴτιον ἀπιστίας εἶναι δοκεῖ, ὅτι λέγεται περὶ θεοῦ τὰ ἀνάξια θεοῦ· ἀνάξιον δὲ θεοῦ τὸ ἐνεργεῖν σκλήρυνσιν περὶ καρδίαν οὑτινοσοῦν, καὶ ἐνεργεῖν σκλήρυνσιν ἐπὶ τῷ ἀπειθῆσαι τῷ βουλήματι τοῦ σκληρύνοντος τὸν σκληρυνόμενον· καὶ πῶς, φασίν, οὐκ ἄτοπον τὸν θεὸν ἐνεργεῖν τινὰ ἐπὶ τῷ ἀπειθεῖν αὐτοῦ τῷ βουλήματι; δῆλον γὰρ ὅτι μὴ βουλο μένου πειθόμενον ἔχειν οἷς προστάσσει τὸν Φαραώ. Τοῖς δὲ πιστεύειν νομιζομένοις διαφωνία οὐχ ἡ τυχοῦσα γεγένηται διὰ τό· «Ἐσκλήρυνε κύριος τὴν καρδίαν Φαραώ.» Οἱ μὲν γὰρ πειθόμενοι μὴ ἄλλον εἶναι θεὸν παρὰ τὸν δημιουργὸν φρονοῦσιν ὡς ἄρα κατὰ ἀποκλήρωσιν ὁ θεὸς «ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει», αἰτίαν οὐκ ἔχοντος τοῦ τόνδε μὲν ἐλεεῖσθαι τόνδε δὲ σκληρύνεσθαι ὑπ' αὐτοῦ. Ἕτεροι δὲ βέλτιον παρὰ τούτους φερόμενοί φασι πολλὰ καὶ ἄλλα κεκρύφθαι τῆς γραφῆς αὐτοῖς νοήματα, καὶ οὐ παρὰ τοῦτο τῆς ὑγιοῦς πίστεως τρέπεσθαι· ἓν δὲ τῶν ἀποκεκρυμμένων εἶναι καὶ τὸν περὶ ταύτης τῆς γραφῆς ὑγιῆ λόγον. Οἱ δὲ ἕτερον θεὸν φάσκοντες παρὰ τὸν δημιουργὸν δίκαιον μὲν αὐτὸν εἶναι θέλουσι καὶ οὐκ ἀγαθόν, σφόδρα ἰδιωτικῶς ἅμα καὶ ἀσεβῶς ἐνεχθέντες ἐν τῷ χωρίζειν δικαιοσύνην ἀγαθότητος, καὶ οἴεσθαι ὅτι οἷόν τέ ἐστι δικαιοσύνην εἶναι ἔν τινι χωρὶς ἀγαθότητος καὶ ἀγαθότητα δίχα δικαιοσύνης· ὅμως δὲ καὶ τοῦτο λέγοντες ἐναντία τῇ ἰδίᾳ ὑπολήψει περὶ δικαίου προσίενται θεοῦ σκληρύνειν τὴν καρδίαν Φαραὼ καὶ ἀπειθῆ αὐτὴν κατασκευάζειν ἑαυτῷ. Εἰ γὰρ ὁ τὸ κατ' ἀξίαν ἑκάστῳ ἀπονέμων δίκαιος καὶ ἀπὸ τῆς ἑαυτῶν αἰτίας κρείττοσιν ἢ χείροσι γεγενημένοις ἀποδιδοὺς ὧν ἐπιτήδειον ἕκαστον τυγχάνειν ἐπίσταται, πῶς δίκαιος ὁ ἁμαρτίας χείρονος αἴτιος γενόμενος τῷ Φαραώ; Καὶ οὐχ ἁπλῶς αἴτιος, ἀλλ' ὅσον ἐφ' οἷς ἐκεῖνοι ἐξεδέξαντο συνεργήσας εἰς τὸ γενέσθαι αὐτὸν ἀδικώτατον. Ἐπ' οὐδὲν γὰρ ἀνα φέροντες ἄξιον προαιρέσεως δικαίου θεοῦ τὴν σκλήρυνσιν τῆς καρδίας Φαραώ, οὐκ οἶδ' ὅπως δίκαιον θεόν, κἂν καθ' ἃ διηγεῖσθαι βούλωνται, παραστῆσαι δύνανται τὸν σκληρύ νοντα τὴν καρδίαν Φαραώ. Ὅθεν θλιπτέον αὐτοὺς ἐν τοῖς κατὰ τὸν προκείμενον τόπον, ὅπως ἤτοι παραστήσωσι πῶς δίκαιος σκληρύνει, ἢ τολμήσωσιν εἰπεῖν ὅτι ἐπεὶ σκληρύνει πονηρὸς ὁ δημιουργός· ἢ μήτε εὐποροῦντες ἀποδείξεων πρὸς τὸ τὸν δίκαιον σκληρυντικὸν εἶναί τινος, μήτε τολμῶντες τὸ ἐπὶ τοσοῦτον ἀσεβὲς προέσθαι περὶ τοῦ κτίσαντος ὡς περὶ πονηροῦ, καταφύγωσιν ἐπὶ ἑτέραν ὁδὸν ἐξηγητικὴν τοῦ· «Ἐσκλήρυνε κύριος τὴν καρδίαν Φαραώ»· ἀπο στάντες τοῦ, ἐκ τοῦ νομίζειν τὰ κατὰ τὰς λέξεις νοεῖν, τὰς ἰδίας ἀναιρεῖν περὶ δικαίου θεοῦ νοήσεις. Τὸ δὲ τελευταῖον κἂν ἀπορεῖν ὅ τί ποτε ὁ λόγος ὑποβάλλει ὁμολογήσουσιν.

Intertext edge

Open linked passage

Note