Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Philocalia
OrigenesPhil 25 · pg-scrape-grcMore by Origenes
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/origenes" aria-label="More works by Origenes"> —
⋯
More
Original / primary: Pg Scrape Grc
25.1.1
1nὍτι ὁ ἐκ προγνώ εω ἀφορι μὸ οὐκ ἀναιρεῖ τὸ αὐτεξού ιον. ἐκ τοῦ αʹ τόμου τῶν εἰ τὴν πρὸ Ῥωμαίου ἐξηγητικῶν, εἰ τό· Ἀφωρι μένο εἰ εὐαγγέλιον θεοῦ. Τρίτον ἔστιν ἰδεῖν τό· Ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ. καὶ ἐν τῇ πρὸς Γαλάτας ὁ ἀπόστολος περὶ ἑαυτοῦ τοιαῦτά φησιν· Ὅτε δὲ εὐδόκησεν ὁ θεὸς, ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί. ἐπιλαμβάνονται δὲ τῶν τοιούτων λέξεων οἱ μὴ συνιέντες τὸν ἐκ προγνώσεως θεοῦ προωρισμένον αἴτιον τυγχάνοντα τοῦ γίνεσθαι τὰ προγινωσκόμενα· καὶ οἴονται διὰ τούτων εἰσάγειν τοὺς ἐκ κατασκευῆς καὶ φύσεως σωζομένους. τινὲς δὲ καὶ τὸ ἐφ' ἡμῖν ἐκ τῶν τοιούτων ἀναιροῦσι ῥητῶν, συγχρώμενοι καὶ τῷ· Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας· ἐν ψαλμοῖς εἰρημένῳ. πρὸς μὲν οὖν τοῦτο εὐχερῶς ἔστιν ἀπαντῆσαι, ἐρωτῶντας περὶ τῆς ἑξῆς λέξεως· γέγραπται γάρ· Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας, ἐπλανήθησαν ἀπὸ γαστρὸς, ἐλάλησαν ψευδῆ· θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως. καὶ πευσόμεθά γε τῶν ὡς σαφεῖ τῇ λέξει ἐπιβαινόντων, εἰ οἱ ἀπαλλοτριω θέντες ἁμαρτωλοὶ ἀπὸ μήτρας ἅμα τῷ ἐξελθεῖν ἀπὸ γαστρὸς τῆς μητρὸς αὐτῶν ἐπλανήθησαν καὶ τῆς σωζούσης ὁδοῦ ἐσφάλησαν, αὐτοὶ εἰς τοῦτο ἐνεργήσαντες. πῶς δὲ οἱ ἀπαλλοτριωθέντες ἁμαρτωλοὶ ἀπὸ μήτρας ἀπὸ γαστρὸς ἐπλανήθησάν τε καὶ ἐλάλησαν ψευδῆ; οὐ γὰρ δὴ δείξουσιν ὅτι ἅμα τῷ γεννηθῆναι ἔναρθρον φωνὴν προήκαντο, ψευδῆ τινὰ προφερόμενοι. ἀλλ' εἰ προσέχομεν τοῖς προτεταγ μένοις τοῦ προορισμοῦ ἐν τῇ ἐξεταζομένῃ ἐπιστολῇ λεγο μένοις, δυνησόμεθα, τὰ περισπῶντα τοὺς ἁπλουστέρους πρὸς παραδοχὴν τοῦ ἀδικίαν κατηγοροῦντος κατὰ τοῦ θείου δόγματος καθελόντες, ἀπολογήσασθαι περὶ τοῦ ἐκ κοιλίας μητρὸς ἀφορίζοντος καὶ εἰς εὐαγγέλιον θεοῦ ἀφορίζοντος τὸν δοῦλον Ἰησοῦ Χριστοῦ κλητὸν ἀπόστολον Παῦλον. οὕτω δὲ ἔχει τὰ ῥητά· Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν θεὸν πάντα συνεργεῖ εἰς ἀγαθὸν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν· ὅτι οὓς προέγνω, καὶ προώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς· οὓς δὲ προώρισεν, τούτους καὶ ἐκάλεσεν· καὶ οὓς ἐκάλεσεν, τούτους καὶ ἐδικαίωσεν· οὓς δὲ ἐδικαίωσεν, τούτους καὶ ἐδόξασεν. 25. 2 Πρόσχωμεν οὖν τῇ τάξει τῶν λεγομένων. δικαιοῖ ὁ θεὸς καλέσας πρότερον, οὐκ ἂν δικαιώσας οὓς μὴ ἐκάλεσεν· καλεῖ δὲ πρὸ τῆς κλήσεως προορίσας, οὐκ ἂν καλέσας οὓς μὴ προώρισεν· καὶ ἔστιν αὐτῷ ἀρχὴ τῆς κλήσεως καὶ τῆς δικαιώσεως οὐχ ὁ προορισμός· οὗτος γὰρ εἰ ἦν ἀρχὴ τῶν ἑξῆς, κἂν πιθανώτατα ἐκράτουν οἱ παρεισάγοντες τὸν περὶ φύσεως ἄτοπον λόγον· ἀνωτέρω δέ ἐστι τοῦ προορισμοῦ ἡ πρόγνωσις· Οὓς γὰρ προέγνω, φησὶ, καὶ προώρισεν συμ μόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ. προενατενίσας οὖν ὁ θεὸς τῷ εἱρμῷ τῶν ἐσομένων, καὶ κατανοήσας ῥοπὴν τοῦ ἐφ' ἡμῖν τῶνδέ τινων ἐπὶ εὐσέβειαν καὶ ὁρμὴν ἐπὶ ταύτην μετὰ τὴν ῥοπὴν, καὶ ὡς ὅλοι ἑαυτοὺς ἐπιδώσουσι τῷ κατ' ἀρετὴν ζῇν, προέγνω αὐτοὺς, γινώσκων μὲν τὰ ἐνιστάμενα προγινώσκων δὲ τὰ μέλλοντα· καὶ οὓς οὕτω προέγνω, προώρισεν συμμόρφους ἐσομένους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ. ἔστιν οὖν τις ὁ υἱὸς τοῦ θεοῦ, εἰκὼν τυγχάνων τοῦ θεοῦ τοῦ ἀοράτου, καὶ τούτου εἰκὼν ἡ λεγομένη εἰκὼν τοῦ υἱοῦ τοῦ θεοῦ· ἥντινα νομίζομεν εἶναι ἣν ἀνέλαβεν ψυχὴν ὁ υἱὸς τοῦ θεοῦ ἀνθρωπίνην, γενομένην διὰ τὴν ἀρετὴν τῆς εἰκόνος τοῦ θεοῦ εἰκόνα. ταύτης δὲ, ἣν οἰόμεθα εἰκόνος εἰκόνα εἶναι [τοῦ υἱοῦ] τοῦ θεοῦ, συμμόρφους προώρισεν γενέσθαι ὁ θεὸς, οὓς διὰ τὴν περὶ αὐτῶν πρόγνωσιν προώ ρισεν. οὐ νομιστέον τοίνυν εἶναι τῶν ἐσομένων αἰτίαν τὴν πρόγνωσιν τοῦ θεοῦ· ἀλλ' ἐπεὶ ἔμελλεν γίνεσθαι κατ' ἰδίας ὁρμὰς τοῦ ποιοῦντος, διὰ τοῦτο προέγνω, εἰδὼς τὰ πάντα πρὸ γενέσεως αὐτῶν· καὶ ὡς εἰδὼς τὰ πάντα πρὸ γενέσεως αὐτῶν τούσδε μέν τινας προέγνω καὶ προώρισεν συμμόρ φους ἐσομένους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, ἄλλους δὲ εἶδεν ἀπηλλοτριωμένους. ἐὰν δέ τις ἀνθυποφέρῃ πρὸς ταῦτα, εἰ δυνατόν ἐστι μὴ γενέσθαι ἃ τοιάδε ἔσεσθαι προεγίνωσκεν ὁ θεός· φήσομεν ὅτι δυνατὸν μὲν μὴ γενέσθαι· οὐχὶ δὲ, εἰ δυνατὸν μὴ γενέσθαι, ἀνάγκη μὴ γενέσθαι ἢ γενέσθαι· καὶ γίνεται οὐ πάντως ἐξ ἀνάγκης, ἀλλὰ δυνατοῦ ὄντος καὶ τοῦ αὐτὰ μὴ γενέσθαι. τῆς δὲ λογικῆς ἔχεται ἐντρεχείας τε καὶ θεωρίας ὁ περὶ τῶν δυνατῶν τόπος, ἵνα ὁ σμήξας ἑαυτοῦ τὸ ὄμμα τῆς ψυχῆς δυνηθῇ τῇ λεπτότητι τῶν ἀποδείξεων παρακολουθήσας κατανοῆσαι, πῶς καὶ μέχρι τῶν τυχόντων οὐκ ἐμποδίζεται τὸ εἶναί τι εἰς πολλὰ δυνατὸν, ἑνὸς ἐκ τῶν πολλῶν ὄντος τοῦ ἐσομένου, καὶ οὐ κατὰ ἀνάγκην ἐσομένου· προεγνωσμένου τε οὑτωσὶ, ὅτι ἔσται μὲν οὐκ ἐξ ἀνάγκης δὲ ἔσται, ἀλλ' ἐνδεχομένου τυγχάνοντος τοῦ μὴ γενέσθαι ἔσται τὸ οὐ στοχαστικῶς εἰρημένον ἀλλ' ἀληθῶς προεγνω σμένον. 25. 3 Μὴ νομιζέτω δέ τις ἡμᾶς τὸ Κατὰ πρόθεσιν σεσιωπηκέναι ὡς θλίβον ἡμῶν τὸν λόγον· ἐπεί φησιν ὁ Παῦλος· Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν θεὸν πάντα συνεργεῖ εἰς ἀγαθὸν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν. ἀλλὰ προσεχέτω ὅτι τοῦ κατὰ πρόθεσιν εἶναι κλητοὺς τὴν αἰτίαν καὶ ὁ ἀπόστολος ἀποδέδωκεν εὐθέως, εἰπών· Ὅτι οὓς προέγνω, καὶ προώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ. καὶ τίνα γε μᾶλλον ἐχρῆν ἐγκαταχωρισθῆναι εἰς τὴν δικαιοῦσαν κλῆσιν τῇ προθέσει τοῦ θεοῦ ἢ τοὺς ἀγαπῶντας αὐτόν; πάνυ δὲ τὴν ἐκ τοῦ ἐφ' ἡμῖν αἰτίαν παρίστησι τῆς προθέσεως καὶ τῆς προγνώσεως τό· Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν. σχεδὸν γὰρ εἶπεν ὅτι πάντα συνεργοῦντα εἰς ἀγαθὸν διὰ τοῦτο συνεργεῖ, ἐπεὶ ἄξιοί εἰσι συνεργίας οἱ ἀγαπῶντες τὸν θεόν. ἅμα δὲ καὶ ἐρωτήσωμεν τοὺς τὰ ἐναντία λέγοντας, καὶ ἀποκρινάσθωσαν ἡμῖν πρὸς ταῦτα. ἔστω καθ' ὑπόθεσιν εἶναί τινα ἐφ' ἡμῖν· καὶ τοῦτο ἐροῦμεν αὐτοῖς ἀναιροῦσι τὸ ἐφ' ἡμῖν, ἕως ἐκ τῆς διδομένης ὑποθέσεως ἐλεγχθῇ αὐτῶν ὁ λόγος οὐχ ὑγιὴς ὤν. ὄντος δὴ τοῦ ἐφ' ἡμῖν, ἆρα ὁ θεὸς ἐπιβαλὼν τῷ εἱρμῷ τῶν ἐσομένων προγνώσεται τὰ πρα χθησόμενα ἐκ τοῦ ἐφ' ἡμῖν ἑκάστῳ τῶν ἐχόντων τὸ ἐφ' ἡμῖν, ἢ οὐ προγνώσεται; τὸ μὲν οὖν λέγειν Οὐ προγνώσεται, ἀγνοοῦντός ἐστι τὸν ἐπὶ πᾶσι νοῦν καὶ τὴν μεγαλωσύνην τοῦ θεοῦ. εἰ δὲ δώσουσιν ὅτι προγνώσεται, πάλιν ἐρωτή σωμεν αὐτοὺς, ἆρα τὸ ἐγνωκέναι αὐτὸν αἴτιόν ἐστι τοῦ ἔσεσθαι τὰ ἐσόμενα, διδομένου τοῦ εἶναι τὸ ἐφ' ἡμῖν; ἢ ἐπεὶ ἔσται προέγνω, καὶ οὐδαμῶς ἐστὶν αἰτία αὐτοῦ ἡ πρό γνωσις τῶν ἐσομένων ἐκ τοῦ ἐφ' ἡμῖν ἑκάστῳ; δυνατὸν οὖν ἦν τῶνδέ τινων ἀπαντησάντων μὴ τόδε ἀλλὰ τόδε ἐνεργῆσαι τὸν δημιουργηθέντα αὐτεξούσιον. 25. 4 Τούτων οὖν καὶ τοιούτων ἂν λεχθησομένων, σώζεται καὶ τό· Εὖγε, ἀγαθὲ δοῦλε καὶ πιστέ· ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου· καὶ πᾶς ἔπαινος. σώζεται δὲ καὶ τὸ εὔλογον τοῦ· Πονηρὲ δοῦλε καὶ ὀκνηρὲ, ἔδει σε βαλεῖν τὸ ἀργύριόν μου εἰς τράπεζαν. οὕτω δὲ σωθήσεται μόνως τὰ δικαίως λεγόμενα πρὸς μὲν τοὺς ἐκ δεξιῶν· Δεῦτε πρός με οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμα σμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· ὅτι ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν· καὶ τὰ ἑξῆς· πρὸς δὲ τοὺς ἐξ εὐω νύμων· Πορεύεσθε ἀπ' ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· ὅτι ἐπείνων, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· καὶ τὰ ἑξῆς. ἀλλὰ καὶ εἴπερ τό· Ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ· καὶ τό· Ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου· ἀνάγκην τινὰ περιεῖχε, πῶς ἂν εὐλόγως ἔφασκε τό· Ὑπο πιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μήπως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι· καὶ τό· Οὐαὶ γάρ μοί ἐστιν ἐὰν μὴ εὐαγγελίζωμαι; σαφῶς γὰρ ἐκ τούτων παρίστησιν ὅτι εἰ μὴ ὑπεπίαζεν αὐτοῦ τὸ σῶμα καὶ ἐδουλαγώγει οἷόν τε ἦν αὐτὸν ἄλλοις κηρύξαντα ἀδόκιμον γενέσθαι, καὶ ὅτι δυνατὸν ἦν οὐαὶ αὐτῷ γενέσθαι εἰ μὴ εὐηγγελίζετο. μήποτε οὖν σὺν τούτοις ἀφώρισεν αὐτὸν ὁ θεὸς ἐκ κοιλίας μητρὸς, καὶ ἀφώρισεν αὐτὸν εἰς εὐαγγέλιον θεοῦ, σὺν τῷ ἑωρακέναι τὴν αἰτίαν τοῦ δικαίου ἀφορισμοῦ, ὅτι ὑποπιάσει τὸ σῶμα καὶ δουλαγωγήσει εὐλαβούμενος μήπως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένηται, καὶ ὅτι, εἰδὼς οὐαὶ αὐτῷ ἔσεσθαι ἐὰν μὴ εὐαγγελίσηται, φόβῳ τῷ πρὸς τὸν θεὸν πρὸς τὸ μὴ γενέσθαι ἐν τῷ οὐαὶ οὐκ ἐσιώπα ἀλλ' εὐηγγελίζετο. καὶ ταῦτα δὲ ἑώρα ὁ ἀφορίζων αὐτὸν ἐκ κοιλίας μητρὸς αὐτοῦ καὶ ὁ ἀφορίζων αὐτὸν εἰς τὸ ἑαυτοῦ εὐαγγέλιον, ὅτι ἐν κόποις ἔσται περισσοτέρως, ἐν φυλακαῖς περισσευόντως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις· ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν λήψεται, τρὶς ῥαβδισθήσεται, ἅπαξ λιθασθήσεται· καὶ τάδε τινὰ πείσεται καυχώμενος ἐν ταῖς θλίψεσι καὶ εἰδὼς ὅτι ἡ θλίψις ὑπομο νὴν κατεργάζεται καὶ ὑπομένων. διὰ ταῦτα δὲ ἄξιον ἦν αὐ τὸν ἀφορισθῆναι εἰς εὐαγγέλιον θεοῦ προγινωσκόμενον ἔσεσθαι, καὶ ἀφορισθῆναι αὐτὸν ἐκ κοιλίας μητρὸς αὐτοῦ. καὶ ἀφωρίζετο εἰς εὐαγγέλιον θεοῦ οὐ διὰ τὴν φύσιν ἔχουσάν τι ἐξαίρετον καὶ ὅσον ἐπὶ τῇ κατασκευῇ ὑπὲρ τὰς τῶν μὴ τοιούτων φύσεις, ἀλλὰ διὰ τὰς προεγνωσμένας μὲν πρότερον πράξεις ὕστερον δὲ γενομένας ἑκάστην ἐκ τῆς παρασκευῆς καὶ τῆς προαιρέσεως τῆς ἀποστολικῆς. νῦν δὲ ἀποδιδόναι εἰς τὸ ἀπὸ τοῦ ψαλμοῦ ῥητὸν οὐκ ἦν εὔκαιρον, παρεκβατικὸν γὰρ ἦν· διὸ εἰς τὴν οἰκείαν τάξιν θεοῦ διδόντος ἀποδοθήσεται, ὅταν τὸν ψαλμὸν διηγώμεθα. ἀρκέσει δὲ καὶ ταῦτα πεπλεονασμένα εἰς τὸ Ἀφωρισμένος. 26. 1nΠερὶ τοῦ τίνα τὰ ἀγαθὰ καὶ τίνα τὰ κακὰ, καὶ ὅτι ἐν προαιρετικοῖ ταῦτα καὶ ἐν ἀπροαιρέτῳ, καὶ κατὰ τὴν τοῦ χρι τοῦ διδα καλίαν, ἀλλ' οὐχ ὡ Ἀρι τοτέλη οἴεται. ἐκ τοῦ τόμου τοῦ εἰ τὸν δʹ ψαλμὸν, εἰ τό· Πολλοὶ λέγου ι· τί δείξει ἡμῖν τὰ ἀγαθά; Πολλῆς παρὰ τοῖς ἀνθρώποις ζητήσεως τυγχα νούσης περὶ τοῦ τίνα τὰ ἀγαθὰ καὶ τίνα τὰ κακά· καί τινων μὲν ἀπροαίρετα λεγόντων εἶναι τὰ ἀγαθὰ καὶ τὰ κακὰ, ὡσπερεὶ τὴν ἡδονὴν ἀγαθὸν ἀποφαινομένων, κακὸν δὲ τὸ πονηρόν· ἑτέρων δὲ ἐν μόνοις προαιρετικοῖς κατακλειόντων τὰ ἀγαθὰ καὶ τὰ κακὰ, καὶ τὰς μὲν ἀρετὰς καὶ τὰς κατ' αὐτὰς πράξεις μόνας ἀγαθὰ λεγόντων, τὰς δὲ κακίας καὶ τὰς κατὰ κακίαν ἐνεργείας κακά· τρίτων δὲ ὄντων τῶν μιγνύντων, καὶ ἅμα ἐν προαιρετικοῖς καὶ ἀπροαιρέτοις λεγόντων εἶναι τὰ ἀγαθὰ καὶ τὰ κακά· εἰκότως ὑπὸ τῶν πιθανοτήτων περιελκόμενοι οἱ πολλοὶ τῶν πιστευόντων φιλομαθοῦντες εἰς τὸν περὶ ἀγαθῶν τόπον λέγοιεν ἂν τό· Τίς δείξει ἡμῖν τὰ ἀγαθά; ὅτι μὲν οὖν ἐν προαιρετικοῖς ἐστὶν ἡ τῶν ἀγαθῶν φύσις, πᾶς ὁστισοῦν ἀποδεχόμενος τὸν περὶ κρίσεως τόπον ἀδιστάκτως ὁμολογήσαι ἄν· ἀγαθὸν γάρ φησιν εἶναι ἐφ' ᾧ ἀκούσεταί τις τό· Εὖγε, ἀγαθὲ δοῦλε καὶ πιστέ· ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου· ἀγαθὸν δὲ καὶ τὸ ἀπὸ τοῦ ἀγαθοῦ ἀνθρώπου ἐκ τῆς καρδίας αὐτοῦ προ φερόμενον, ὡς ὁ σωτήρ φησιν· Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὰ ἀγαθά. καὶ ἁπαξαπλῶς πᾶς καρπὸς δένδρου ἀγαθοῦ προαιρετικὸς ὢν ἀγαθόν ἐστιν· ὡς ἀγάπη καὶ εἰρήνη καὶ χαρὰ καὶ μακροθυμία, χρηστότης τε καὶ ἀγαθωσύνη καὶ πίστις καὶ πραΰτης καὶ ἐγκράτεια· τὰ δὲ ἐναντία τούτοις κακά. εἰ δὲ καὶ κατὰ τὴν τοῦ χριστοῦ διδασκαλίαν ἔστι τι ἀγαθὸν καὶ κακὸν, καὶ ἐν ἀπροαιρέτοις ζητητέον· κἂν ᾖ δέ τι ἀγαθὸν ἢ κακὸν ἐν ἀπροαιρέτοις, ὡς ὕστερον ἐξετάσαντες τάχα δείξομεν. ἀλλ' οὔτι γε τὰ ἀπὸ τῶν μιγνύντων τοῖς προ αιρετικοῖς τὰ ἀπροαίρετα λεγόμενα ἀγαθὰ ἂν εἴη καὶ κακά· ἐκεῖνοι γὰρ οἴονται τῶν ἀγαθῶν τὰ μὲν εἶναι περὶ ψυχὴν, τὰ δὲ περὶ σῶμα, τὰ δὲ ἐκτός· ὁμοίως δὲ καὶ τῶν κακῶν· καὶ περὶ ψυχὴν μὲν, ἀρετὴν καὶ τὰς κατ' ἀρετὴν πράξεις, ἢ κακίαν καὶ τὰς κατὰ κακίαν πράξεις· περὶ σῶμα δὲ, ὑγείαν καὶ εὐεξίαν καὶ κάλλος, ἢ νόσον καὶ καχεξίαν καὶ αἶσχος· περὶ τὰ ἐκτὸς δὲ, πλοῦτον καὶ εὐγένειαν καὶ δόξαν, ἢ πενίαν καὶ δυσγένειαν καὶ ἀδοξίαν. 26. 2 Οἰήσονται δέ τινες καὶ κατὰ τὰς γραφὰς ὁμοίως τρία γένη εἶναι τῶν ἀγαθῶν, καὶ τρία γένη τῶν κακῶν· τὰς γὰρ ἀρετὰς καὶ τὰς κακίας προσιέμενοι εἶναι ἀγαθὰ καὶ κακὰ, μετὰ τὰ ὁμολογούμενα καὶ ὑφ' ἡμῶν ἐν ἀρετῇ καὶ κακίᾳ καὶ ταῖς κατ' αὐτὰς πράξεσι, χρήσονται ῥητοῖς καὶ τὰ σωματικὰ καὶ τὰ ἐκτὸς δῆθεν ἀποφαινομένοις ἀγαθὰ ἢ κακὰ τυγχάνειν. καὶ περὶ μὲν ἀρετῶν καὶ κακιῶν τί δεῖ καὶ λέγειν; τῶν ἠθικῶν πραγμάτων διδασκόντων δεῖν ἡμᾶς μὲν αἱρεῖσθαι δικαιοσύνην καὶ σωφροσύνην καὶ φρόνησιν καὶ ἀνδρείαν καὶ τὰς κατ' αὐτὰς πράξεις, ἐκκλίνειν δὲ τὰ τούτοις ἐναντία. διόπερ οὐ χρεία παραδειγμάτων εἰς τὰ παρὰ τῶν προαιρετικῶν ἀγαθά· σωματικὰ δὲ καὶ ἐκτὸς ἀγαθὰ ἐκ τῆς κατὰ τὸ ῥητὸν ἐκδοχῆς πολλαχόθεν δείξουσι. πλὴν ἐπὶ τοῦ παρόντος ἀρκεῖ παραθέσθαι τινὰ ἐκ τῶν ἐν Ἐξόδῳ καὶ Λευϊτικῷ καὶ Δευτερονομίῳ κειμένων, ὡς ἐν ἐπαγγελίᾳ πρὸς τοὺς τηροῦντας τὰς ἐντολὰς, καὶ ὡς ἐν ἀπειλῇ καὶ κατάραις πρὸς τοὺς παραβαίνοντας αὐτάς· οἷον ὅτι ἡ ὑγεία ἀγαθόν ἐστι καὶ ἡ νόσος κακὸν, ἀπὸ τῆς Ἐξόδου δείξει ταῦτα προσάγεσθαι· Ἐὰν τηρήσῃς τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου, πᾶσαν νόσον ἣν ἐπήγαγον τοῖς Αἰγυπτίοις οὐκ ἐπάξω ἐπὶ σέ· ἐγὼ γάρ εἰμι κύριος ὁ ἰώμενός σε. καὶ τὸ ἀπὸ τοῦ Δευτερονομίου δὲ πρὸς τοὺς ἁμαρτάνοντας λεγόμενον ὑπονοηθείη ἂν κακὸν μὲν παριστάνειν τὰς σωματικὰς πληγὰς καὶ τὰς νόσους, ἀγαθὸν δὲ δηλονότι τὴν ὑγείαν καὶ τὴν τοῦ σώματος ῥῶσιν. ἔχει δὲ οὕτως ἡ λέξις· Ἐὰν μὴ ἀκούσητε ποιεῖν πάντα τὰ ῥήματα τοῦ νόμου τούτου τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ, φοβεῖσθαι τὸ ὄνομα τὸ ἔντιμον καὶ τὸ θαυμαστὸν τοῦτο, Κύριον τὸν θεόν· καὶ παραδοξάσει κύριος τὰς πληγάς σου καὶ τὰς πληγὰς τοῦ σπέρματός σου, πληγὰς μεγάλας καὶ θαυμαστὰς, καὶ νόσους πονηρὰς καὶ πλείστας. καὶ ἐπιστρέψει ἐπὶ σὲ πᾶσαν τὴν πληγὴν Αἰγύπτου τὴν πονηρὰν, ἣν διευλαβοῦ ἀπὸ προσώπου αὐτῶν, καὶ κολλη θήσεταί σοι· καὶ πᾶσαν μαλακίαν καὶ πᾶσαν πληγὴν τὴν μὴ γεγραμμένην ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου ἐπάξει κύριος ἐπὶ σὲ, ἕως ἂν ἐξολοθρεύσῃ σε. καὶ πάλιν τοῖς παραβαίνουσι τὰς ἐντολὰς λέγεται τό· Ἐπιπέμψω ὑμῖν πυρετὸν καὶ ἴκτερον καὶ σφακελίζοντας τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ τὴν ψυχὴν ὑμῶν ἐκτήκουσαν. πρὸς τούτοις καὶ ἐν τῷ Δευτερονομίῳ τοῖς ἀφισταμένοις τῆς θεοσεβείας ἀπειλεῖ ὁ λόγος ὀπισθότονον ἀνίατον. 26. 3 Τὰ δὲ ἐκτὸς οἱ βουλόμενοι ἀγαθὰ κατὰ τὸν θεῖον ἐπαγγέλλεσθαι λόγον τοῖς μὲν ἀπὸ τοῦ Λευϊτικοῦ, τούτοις χρήσονται· Ἐὰν ἐν τοῖς προστάγμασί μου πορεύησθε, καὶ τὰς ἐντολάς μου φυλάσσησθε καὶ ποιήσητε αὐτὰς, δώσω τὸν ὑετὸν ὑμῖν ἐν καιρῷ αὐτοῦ, καὶ ἡ γῆ δώσει τὰ γενήματα αὐτῆς, καὶ τὰ ξύλα τῶν πεδίων δώσει τὸν καρπὸν αὐτῶν· καὶ καταλήψεται ὑμῖν ὁ ἀλοητὸς τὸν τρυγητὸν, καὶ ὁ τρυγητὸς καταλήψεται τὸν σπόρον, καὶ φάγεσθε τὸν ἄρτον ὑμῶν εἰς πλησμονὴν, καὶ κατοικήσετε μετὰ ἀσφαλείας ἐπὶ τῆς γῆς ὑμῶν· καὶ τὰ ἑξῆς. ἐκ δὲ τοῦ Δευτερονομίου τούτοις χρήσονται· Καὶ ἔσται ὡς ἂν διαβῆτε τὸν Ἰορδάνην εἰς τὴν γῆν ἣν κύριος ὁ θεὸς δίδωσιν ὑμῖν, καὶ φυλάσσεσθε ποιεῖν πάσας τὰς ἐντολὰς αὐτοῦ ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον, καὶ δώσει σε κύριος ὁ θεός σου ὑπεράνω πάντων, καὶ ἥξουσιν ἐπὶ σὲ πᾶσαι αἱ εὐλογίαι αὗται καὶ εὑρήσουσί σε, ἐὰν ἀκούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου. εὐλογη μένος σὺ ἐν πόλει, καὶ εὐλογημένος σὺ ἐν ἀγρῷ· εὐλογημένα τὰ ἔγγονα τῆς κοιλίας σου καὶ τὰ γενήματα τῆς γῆς σου καὶ τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προ βάτων σου· εὐλογημέναι αἱ ἀποθῆκαί σου καὶ τὰ ἐγκατα λίμματά σου· καὶ τὰ ἑξῆς. ὡς πάλιν ἐκ τῶν ἐναντίων τοῖς ἀσεβοῦσι λέγεται τό· Ἐπικατάρατος σὺ ἐν πόλει, καὶ ἐπικατάρατος σὺ ἐν ἀγρῷ· ἐπικατάρατοι αἱ ἀποθῆκαί σου καὶ τὰ ἐγκαταλίμματά σου· ἐπικατάρατα τὰ τέκνα τῆς κοιλίας σου καὶ τὰ γενήματα τῆς γῆς σου· ἐπικατάρατα τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου. καὶ ἄλλα δὲ δυσεξαρίθμητα ἐνεγκοῦσιν οἱ βουλόμενοι ἐν σωματικοῖς καὶ τοῖς ἐκτὸς εἶναι ἀγαθὰ καὶ κακά· ἐφ άψονταί τε καὶ τῶν εὐαγγελίων, λέγοντες τὸν σωτῆρα ἐληλυθότα ὡς κακὰ ἀφῃρηκέναι ἀπὸ τῶν ἀνθρώπων τὴν τυφλότητα τὴν σωματικὴν καὶ τὴν κωφότητα καὶ τὴν πάρεσιν τῶν μελῶν, καὶ πᾶσαν νόσον καὶ πᾶσαν μαλα κίαν τεθεραπευκέναι, ἀγαθὰ ἀντὶ τῶν προκατειληφότων κακῶν δωρούμενον τό τε διορατικὸν τὸ σωματικὸν καὶ τὸ ἀκουστικὸν καὶ τὴν ἄλλην ὑγείαν καὶ ῥῶσιν· καὶ δυσωπήσουσί σε φάσκοντες, εἰ μὴ καὶ ἡμεῖς ὁμολο γήσομεν κακὸν εἶναι τὸ δαιμονιᾷν καὶ τὸ σεληνιάζεσθαι, ὡς πάλιν ἐκ τοῦ ἐναντίου ἀγαθὸν τὸ τούτων ἀπηλλά χθαι. ἀλλὰ καὶ οἱ ἀπόστολοι χαρίσματα ἰαμάτων καὶ ἐνερ γήματα δυνάμεων ἐπιτελοῦντες κατ' αὐτὸ τὸ ἐνεργεῖν ἀγαθὰ ἐποίουν τοῖς ἀνθρώποις καὶ κακῶν αὐτοὺς ἀπήλλαττον. διαβήσονται δὲ οἱ τὰ τοιαῦτα λέγοντες καὶ ἐπὶ τὸν μέλλοντα αἰῶνα, φάσκοντες τῷ κακὸν εἶναι τὸν πόνον τοὺς ἁμαρτω λοὺς πυρὶ αἰωνίῳ παραδίδοσθαι· εἰ δὲ κακὸν ὁ πόνος, ἀνάγκη τὴν ἡδονὴν ἀγαθὸν εἶναι. 26. 4 Σαφῆ μὲν οὖν ἐκ τῶν εἰρημένων τὰ δυνάμενα ἐπὶ πλεῖον δυσωπῆσαι τοὺς οὐχ οἵους τε λῦσαι τὰ προσαγόμενα περὶ τοῦ τρία γένη τῶν ἀγαθῶν εἶναι καὶ τρία τῶν κακῶν κατὰ τὸν λόγον τῶν γραφῶν. ταύτην τοίνυν τὴν ἀπάτην οὐ μόνον οἱ ὁμολογουμένως ἀκέραιοι τῶν πεπιστευκότων ἠπάτηνται, ἀλλὰ καί τινες τῶν ἐπαγγελλομένων σοφίαν τὴν κατὰ Χριστὸν, οἰόμενοι τοῦ δημιουργοῦ τοιάσδε τινὰς εἶναι ἐπαγγελίας, καὶ πέρα τῶν ἀπὸ τῆς λέξεως δηλουμένων μηδὲν σημαίνεσθαι κατὰ τὰς ἀπειλάς. πρὸς πάντας τοίνυν τοὺς τὰ τοιαῦτα ἐκ τῶν γραφῶν ὑπολαμβάνοντας ἐπαπορητέον, εἰ τετηρήκασι τὸν νόμον οἱ προφῆται, ὧν ἁμαρτήματα οὐ κατηγορεῖται· οἷον Ἠλίας ὁ ἀκτημονέστατος, ὡς μηδὲ ἄρτον ἔχειν παρ' ἑαυτῷ φαγεῖν καὶ διὰ τοῦτο πέμπεσθαι πρὸς γυναῖκα εἰς Σάρεπτα τῆς Σιδωνίας· καὶ Ἐλισσαῖος, ὃς παρὰ τῇ Σουμανίτιδι βραχυτάτην ἔλαβε κατάλυσιν καὶ σκιμπό διον καὶ λυχνίαν εὐτελῆ, ὃς καὶ ἀρρωστήσας ἐτελεύτησε· καὶ Ἠσαΐας ὁ πορευθεὶς γυμνὸς καὶ ἀνυπόδετος τρισὶν ἔτεσι· καὶ Ἱερεμίας ὁ ἐμβληθεὶς εἰς λάκκον βορβόρου καὶ ἀεὶ μυκτηρισθεὶς, ὥστε καὶ ἐρημίαν οἰκῆσαι εὔξασθαι· καὶ ὁ Ἰωάννης ὁ ἐν ταῖς ἐρημίαις διατρίβων καὶ πλὴν ἀκρίδων καὶ μέλιτος ἀγρίου μηδενὸς μεταλαμβάνων, δέρματι περιε ζωσμένος τὴν ὀσφὺν καὶ ἀπὸ τριχῶν καμήλου ἠμφιεσμένος. ὁμολογήσουσι γὰρ αὐτοὺς τετηρηκέναι τὸν νόμον. καὶ ἀπαιτήσομεν εἰ ἃ νοοῦσιν ἀγαθὰ τοῖς τετηρηκόσι τούτοις ὑπῆρκται. οὐκ ἔχοντες δὲ δεῖξαι, περικλεισθήσονται εἰς τὸ ἤτοι ψευδεῖς εἶναι τὰς ἐπαγγελίας τὰς λεγομένας δίδοσθαι τοῖς θεοσεβέσιν ἢ ἀληθεῖς τυγχανούσας ἀναγωγῆς δεῖσθαι· εἰ δ' ἐπ' ἀλληγορίαν ἀναγκασθέντες ἔλθωσιν, ἀθετηθήσεται αὐτῶν ἡ ὑπόληψις ἡ περὶ τοῦ τὸν νόμον ἀπειλεῖν νόσον σωματικὴν καὶ τὰ ἐκτὸς νομιζόμενα κακὰ τοῖς ἠσεβηκόσιν, ἢ ἐπαγγέλλεσθαι ὑγιαίνοντα εἶναι τὰ σώματα καὶ περι ουσίαν ἔσεσθαι τοῖς τῷ θεῷ κατηκολουθηκόσι. 26. 5 Πῶς δὲ οὐκ ἠλίθιον ἐπὶ τοῖς κακοῖς μέγα φρονεῖν καὶ αὐχεῖν τοὺς ὄντας ἐν αὐτοῖς; εἰ γὰρ κακαὶ αἱ θλίψεις, φησὶ δὲ ὁ ἀπόστολος καυχᾶσθαι ἐν ταῖς θλίψεσι, δῆλον ὅτι καυχᾶται ἐν κακοῖς· τοῦτο δὲ ἠλίθιον, καὶ ὁ ἀπόστολος οὐκ ἠλίθιος· οὐκ ἄρα κακὰ τὰ τοιάδε γυμνάσματα τοῦ ἁγίου, ὅστις ἐν παντὶ θλιβόμενος οὐ στενοχωρεῖται, ἀπορού μενος οὐκ ἐγκαταλείπεται, πειραζόμενος οὐ θανατοῦται, νομιζόμενος εἶναι πτωχὸς πολλοὺς πλουτίζει, καὶ ὑπολαμ βανόμενος μηδὲν κεκτῆσθαι πάντα κατέχει· τοῦ γὰρ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων, τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός. ἔτι δὲ ἕπεται τοῖς ὑπολαμβάνουσι κατὰ τὴν γραφὴν τρία γένη τῶν ἀγαθῶν εἶναι, δῆλον δὲ ὅτι καὶ τῶν κακῶν, τοὺς δικαίους ἀεὶ ἐν πολλοῖς κακοῖς εἶναι· ἀληθευούσης τῆς λεγούσης προφητείας· Πολλαὶ αἱ θλίψεις τῶν δικαίων. οὐκ ἄκαιρον δὲ καὶ τῶν τῷ Ἰὼβ συμβεβηκότων ὑπομνῆσαι τοὺς οἰομένους τάδε τινὰ κακὰ εἶναι· ᾧ ὁ χρηματισμὸς μετὰ τὸ ἐνεγκεῖν γενναιότατα τοὺς περιστάντας ἀγῶνάς φησιν· Οἴει δέ με ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος; εἰ γὰρ οὐκ ἄλλως ἀναφαίνεται ὁ Ἰὼβ δίκαιος ἢ ἐκ τοῦ τάδε τινὰ καὶ τάδε αὐτῷ συμπτώματα γεγονέναι, πῶς ἂν αὐτῷ κακὰ λέγοιμεν ὑπάρχειν τὰ αἴτια τοῦ ἀναφῆναι αὐτοῦ τὴν δικαιοσύνην; ἑπόμενα δ' ἂν τούτοις εἴη, μηδὲ τὸν διάβολον τῷ ἁγίῳ κακὸν τυγχάνειν. τῷ γοῦν Ἰὼβ ὁ διάβολος κακὸν οὐκ ἦν· ἐπεὶ τοῖς ἀγαπῶσι τὸν θεὸν πάντα συνεργεῖ εἰς ἀγαθὸν ὁ θεὸς, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν. ἔτι δὲ πρὸς τούτοις παρὰ τὸ ἐναργὲς εἶναί φαμεν τὸ τὸν δίκαιον ἐν ταῖς κατὰ τὸ ῥητὸν εὐλογίαις ἔσεσθαι τῶν ἐν ταῖς γραφαῖς ἐγκειμένων νομιζομένων ἀγαθῶν· πολλὴ γὰρ ἱστορία ἡ περὶ τοῦ ἁγίου ἐξεταζομένη ἐναντιοῦται ταῖς τοιαύταις ἐκδοχαῖς. καὶ ἀνόητόν ἐστι τὸ ὑπολαμβάνειν δανειστὴν τὸν ἅγιον ἔσεσθαι, πολλῶν ἐθνῶν τραπέζας κατὰ πόλιν ἀνοίγοντα, καὶ περισπώμενον περὶ τὰς δόσεις καὶ λήψεις, καὶ ποιοῦντα πράγματα ἀπηγορευμένα· Τὸ ἀργύριον γὰρ αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ ὁ δίκαιος καὶ δῶρα ἐπ' ἀθώοις οὐκ ἔλαβε· καί· Ὁ ποιῶν ταῦτα οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα. καὶ κατὰ τὸν Ἰεζεκιὴλ ὁ ἅγιος ἐπὶ τόκῳ καὶ πλεονασμῷ οὐκ ἔδωκε τὸ ἀργύριον. τὸ δὲ καὶ πυρετὸν νομίζειν διὰ τὰς ἁμαρτίας γίνεσθαι ἀπαιδεύτων εἰς ὑπερ βολήν ἐστι δόγμα, πολλάκις τῶν αἰτίων τῆς τοιᾶσδε νόσου προδήλων ὄντων· ἢ γὰρ διὰ τὸ περιέχον ἢ διὰ τοιάδε ὕδατα ἢ διὰ τοιάσδε τροφάς. καὶ εἰ ἆθλα τοῖς δικαίοις ὑγεία καὶ πλοῦτος, ἐχρῆν μηδένα τῶν ἀσεβῶν ὑγιαίνειν μηδὲ πλουτεῖν. ὑγείαν δὲ τὴν τοιάνδε κατάστασιν τῆς ψυχῆς ζητητέον, καὶ πλοῦτον τὸν κατὰ Σολομῶντα λύτρον τυγχάνοντα τῆς ψυχῆς, λέγοντα· Λύτρον ἀνδρὸς ψυχῆς ὁ ἴδιος πλοῦτος· φευκτέον δὲ πενίαν, καθ' ἣν ἀναγέγραπται· Πτωχὸς δὲ οὐχ ὑφίσταται ἀπειλήν. ἔτι δὲ τραύματα καὶ μώλωπας καὶ νόσους ἐκληπτέον τὰ γινόμενα διὰ τὴν κακίαν ταῖς ἀπροσεκ τούσαις ψυχαῖς· περὶ ὧν καὶ ὁ προφήτης μέμφεται τοὺς ἐν τοῖς τοιούτοις τυγχάνοντας, λέγων· Ἀπὸ ποδῶν ἕως κεφαλῆς οὔτε τραῦμα οὔτε μώλωψ οὔτε πληγὴ φλεγμαί νουσα· οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι οὔτε ἔλαιον οὔτε καταδέσμους. 26. 6 Ταῦτα μὲν οὖν αὐτάρκη τοῖς μὴ πάνυ ἀμβλέσι, πρὸς τὸ ἀπὸ τούτων ἑαυτοῖς ἀναλεξαμένοις τὰ περισπῶντα ῥητὰ τῶν γραφῶν ἐπιβάλλειν τῇ ἀξίᾳ νοήσει τῆς ἐνεργείας τοῦ ἁγίου πνεύματος. ἔτι δὲ ὑπὲρ τοῦ δυσωπῆσαι τοὺς οἰομένους τάδε εἶναι τὰ ἀγαθὰ τὰ τοῖς ἁγίοις δοθησόμενα καὶ τάδε τὰ κακὰ τοῖς ἁμαρτωλοῖς, καὶ ταῦτα προσθετέον· ὅτι πᾶν τὸ διά τι ἔλαττόν ἐστι τοῦ δι' ὅ ἐστιν· οἷον τομαὶ καὶ καυτῆρες καὶ ἔμπλαστροι δι' ὑγείαν παραλαμβανόμενα ἐλάττονα τυγχάνει τῆς ὑγείας. κἂν ὡς ἐν ἰατρικοῖς δὲ βοηθήμασι ἀγαθὰ λέγηται ταῦτα, χρὴ ἐκλαμβάνειν ὅτι οὐκ ἔστι τελικὰ ἰατρικῆς ἀγαθὰ ἀλλὰ ποιητικά· τελικὸν δὲ κατὰ τὴν ἰατρικὴν ἀγαθὸν ἡ τοῦ σώματος ὑγεία. οὕτω τοίνυν καὶ εἰ τάσδε τὰς ἐντολὰς τηρητέον ὑπὲρ τοῦ τῶνδε τῶν ἀγαθῶν τυχεῖν, τὰ δὲ ἆθλα τὰ σωματικά ἐστι καὶ τὰ ἐκτός· αἱ ἀγαθαὶ πράξεις ἔσονται οὐκ ἀγαθαὶ ὡς τελικαὶ, ἀλλ' ἢ ἄρα ὡς ποιητικαὶ ἀγαθῶν· καὶ ἔσται διαφέρων ὁ πλοῦτος, ὃν οἴονται ἐπαγγέλλεσθαι τὴν γραφὴν, καὶ ἡ τοῦ σώματος ὑγεία, τῆς δικαιοσύνης καὶ αὐτῆς δὲ τῆς ὁσιότητος καὶ τῆς εὐσεβείας καὶ τῆς θεοσεβείας τῶν τηλικούτων ἀν δραγαθημάτων. ἅπερ παραδέξασθαι ἀνθρώπων ἐστὶ τὸ ἀξίωμα τῆς ἀρετῆς μὴ γινωσκόντων, ἀλλὰ τὰ ὑλικὰ αὐτῆς προτιμώντων· πάντων γάρ ἐστιν ἀτοπώτατον τὸ τῶν ἀνδραγαθημάτων λέγειν διαφέρειν τὸ πλουτεῖν καὶ τὸ ὑγιαίνειν σωματικῶς. διὰ τὰ μοχθηρὰ δὴ ταῦτα δόγματα ἀκολούθως τινὲς προσήκαντο καὶ μετὰ τὴν ἀνάστασιν ἐν ταῖς πρώταις ἐπαγγελίαις ἐσθίειν ἡμᾶς μέλλειν τὰ τοιάδε βρώματα καὶ πίνειν, τινὲς δὲ καὶ τεκνοποιεῖν. ταῦτα δὲ φθάσαντα καὶ εἰς τοὺς ἀπὸ τῶν ἐθνῶν μεγάλης εὐηθείας δόξαν ἀπενέγκασθαι ποιήσει τὸν χριστιανισμὸν, πολλῷ βελτίονα δόγματα ἐχόντων τινῶν ἀλλοτρίων τῆς πίσ τεως. 26. 7 Ἡμεῖς δὲ ἤδη τὸ φαινόμενον ἡμῖν ἀπὸ τῆς ἐξε τάσεως τῶν ἱερῶν λογίων παραθησόμεθα· ἐφάσκομεν γὰρ ἀρέσκεσθαι μὲν τῷ λέγειν ἐν προαιρετικοῖς καὶ ἐν ἀπροαι ρέτοις εἶναι τὰ ἀγαθὰ καὶ τὰ κακά· οὐ μὴν ἠριθμοῦμεν εἰς τὰ ἀπροαίρετα τῶν ἀγαθῶν τὴν ὑγείαν καὶ τὸ κάλλος καὶ τὴν εὐγένειαν καὶ τὴν εὐδοξίαν καὶ τὸν πλοῦτον· καὶ κατὰ τὸ δυνατὸν ἐπειράθημεν τὰ περισπῶντα ὡς ἐν ἐπιτομῇ διαλύσασθαι. τίνα τοίνυν ἐστὶ τὰ ἀπροαίρετα ἀγαθὰ ἤδη λεκτέον· ἐπεὶ ἀληθὲς τό· Ἐὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν· καί· Ἐὰν μὴ κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων. οἰκοδομεῖ δὲ οἶκον πᾶς ὁ προκόπτων, καὶ φυλάσσει πόλιν πᾶς ὁ τέλειος· μάταιον δὲ τὸ ἔργον τοῦ οἰκοδομοῦντος καὶ ματαία ἡ φυλακὴ τοῦ τηροῦντος, ἐὰν μὴ κύριος οἰκοδομήσῃ καὶ κύριος φυλάξῃ. ἐκτὸς ἂν εἴη τῆς προαιρέσεως ἡμῶν ἀγαθὸν ἡ ἀντιλαμβανομένη τοῦ κυρίου δύναμις τῆς οἰκοδο μῆς τοῦ οἰκοδομοῦντος καὶ συνοικοδομοῦσα τῷ οὐ δυναμένῳ καθ' αὑτὸν ἀπαρτίσαι τὸ οἰκοδομούμενον· τὰ δὲ αὐτὰ καὶ ἐπὶ τῆς φυλασσομένης πόλεως νοητέον. καὶ ὥσπερ ἐὰν εἴποιμι τὸ γεωργικὸν ἀγαθὸν τὸ ποιητικὸν τοῦ καρποῦ μικτὸν εἶναι ἐκ προαιρετικοῦ τοῦ κατὰ τὴν τέχνην τοῦ γεωργοῦ καὶ ἀπροαιρέτου τοῦ παρὰ τῆς προνοίας, κατὰ τὴν τῶν ἀέρων εὐκρασίαν καὶ φορὰν αὐτάρκους ὑετοῦ· οὕτω τὸ τοῦ λογικοῦ ἀγαθὸν μικτόν ἐστιν ἔκ τε τῆς προαιρέσεως αὐτοῦ καὶ τῆς συμπνεούσης θείας δυνάμεως τῷ τὰ κάλλιστα προελομένῳ. οὐ μόνον τοίνυν εἰς τὸ καλὸν καὶ ἀγαθὸν γενέσθαι χρεία καὶ τῆς προαιρέσεως τῆς ἡμετέρας καὶ τῆς θείας συμπνοίας, ἥτις ἐστὶν ὡς πρὸς ἡμᾶς ἀπροαίρετον, ἀλλὰ καὶ εἰς τὸ γενόμενον καλὸν καὶ ἀγαθὸν διαμεῖναι ἐν τῇ ἀρετῇ· μεταπεσουμένου καὶ τοῦ τελειωθέντος, εἰ ὑπερεπ αρθείη ἐπὶ τῷ καλῷ καὶ ἑαυτὸν ἐπιγράφοι τούτου αἴτιον, οὐχὶ δὲ τὴν δέουσαν δόξαν ἀναφέρων τῷ τῶν πολλῶν πλεῖον δωρησαμένῳ εἰς τὴν κτῆσιν καὶ τὴν συνοχὴν τῆς ἀρετῆς. τοιοῦτον δέ τι αἴτιον καὶ τοῦ κατὰ τὸν Ἰεζεκιὴλ εἰρημένου ἀμώμου περιπεπατηκέναι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ, ἕως εὑρεθῇ ἀνομία ἐν αὐτῷ, ἡγούμεθα τυγχάνειν τοῦ αὐτὸν κατὰ τὸν Ἠσαΐαν ἐκπεπτωκέναι ἐκ τοῦ οὐρανοῦ, ἑωσφόρον ποτὲ γενόμενον πρωῒ ἀνατέλλοντα, ὕστερον συντετριμμένον ἐπὶ τὴν γῆν. οὐ μόνον γὰρ ἐπὶ τοῖς υἱοῖς τῶν ἀνθρώπων, ἐάν τις τέλειος ᾖ, τῆς ἀπὸ θεοῦ σοφίας ἀπούσης, ἀληθὲς τὸ εἰς οὐδὲν αὐτὸν λογισθῆναι· ἀλλὰ καὶ ἐπὶ τῆς ἀγγελικῆς τάξεως καὶ ἀρχικῆς καὶ πάσης τῆς ὅσον θεὸς πάρεστιν αὐτῇ θείας τυγχανούσης. τάχα γοῦν ὁρῶν ὁ ἱερὸς ἀπόστο λος πολὺ ἔλαττον τὸ ἡμέτερον προαιρετικὸν τῆς τοῦ θεοῦ δυνάμεως πρὸς τὴν κτῆσιν τῶν ἀγαθῶν, φησὶ τὸ τέλος οὐ τοῦ θέλοντος εἶναι οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ· οὐχ ὡς χωρὶς τοῦ θέλειν καὶ τρέχειν ἐλεοῦντος θεοῦ, ἀλλ' ὡς οὐδενὸς ὄντος τοῦ θέλειν καὶ τρέχειν συγκρίσει τοῦ ἐλέου τοῦ θεοῦ· καὶ διὰ τοῦτο τὴν ἐπιγραφὴν τοῦ καλοῦ δεόντως μᾶλλον ἀνατιθέναι τῷ ἐλέῳ τοῦ θεοῦ ἤπερ τῷ ἀν θρωπίνῳ θέλειν καὶ τρέχειν. 26. 8 Ταῦτα δὲ ἐπὶ πολὺ παρεκβεβηκέναι δοκοῦντες ἐξη τάσαμεν, πειθόμενοι ἀναγκαῖα αὐτὰ εἶναι πρὸς τό· Πολλοὶ λέγουσι· τίς δείξει ἡμῖν τὰ ἀγαθά; κατὰ τὸ δυνατὸν γὰρ ὁ λόγος τοῖς λέγουσι πολλοῖς· Τίς δείξει ἡμῖν τὰ ἀγαθά; παρέστησε καὶ ἔδειξε τίνα τὰ ἀγαθὰ, δῆλον δὲ ὅτι καὶ τίνα τὰ κακά· ἵνα διά τε ἀσκήσεων καὶ εὐχῶν κτησώμεθα τὰ ἀγαθὰ καὶ ἀνατρέψωμεν τὰ κακὰ ἀπὸ τῶν ψυχῶν ἡμῶν. ἀλλ' ἐπείπερ ἐστὶν ἐν τῷ φράζειν ὁτὲ μὲν κυριολεκτεῖν, ὁτὲ δέ που καὶ καταχρῆσθαι, οὐ θαυμαστὸν εἴ ποτε εὑρήσομεν τὴν τῶν ἀγαθῶν καὶ κακῶν προσηγορίαν κειμένην ἐπὶ τῶν σωματικῶν καὶ τῶν ἐκτὸς λεγομένων παρὰ τοῖς οὐχ ὑγιῆ δόγματα ἔχουσιν· οἷον ἐν τῷ Ἰώβ· Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; καὶ ἐν τῷ Ἱερεμίᾳ· Κατέβη κακὰ παρὰ κυρίου ἐπὶ πύλας Ἱερουσαλήμ. ἀντὶ γὰρ τοῦ εἰπεῖν· εἰ τὰ τοιάδε τινὰ χρηστὰ καὶ ἡδέα τυγχάνοντα ἐδεξάμεθα παρὰ τῆς προνοίας εἰς ἡμᾶς ἐφθακότα, τὰ πικρὰ καὶ ἐπίπονα οὐχὶ προθύμως ἐνεγκοῦμεν; λέγεται τό· Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; καὶ ἀντὶ τοῦ φάναι· κατὰ πρόνοιαν τάδε τινὰ τῇ Ἱερουσαλὴμ ὑπὲρ τοῦ παιδευθῆναι τοὺς ἐνοικοῦντας ἐν αὐτῇ γεγένηται, γέγραπται τό· Κατέβη κακὰ παρὰ κυρίου ἐπὶ πύλας Ἱερουσαλήμ. δεήσει τοίνυν τὰ πράγματα συνιέντας μὴ γλίσχρους εἶναι περὶ τὰ ὀνόματα, ἀλλὰ καταλαμβάνειν πότε κυρίως κατὰ τῶν πραγμάτων ταῦτα τέτακται, καὶ πότε διὰ τὴν στενοχωρίαν τῶν ὀνομάτων ἐν καταχρήσει. εἰ δὲ καὶ ὁ σωτὴρ τάδε τινὰ ἰάσατο, καὶ ἐδωρήσατο ὑγείαν καὶ ὄψεις καὶ ἀκοὰς ἀνθρώποις· προηγουμένως μὲν τὴν ἀναγωγὴν αὐτῶν ζητητέον, τοῦ λό γου τὰ τῆς ψυχῆς πάθη θεραπεύειν διὰ τούτων τῶν ἱστοριῶν δηλουμένου. οὐκ ἄτοπον δὲ ἐπὶ τοῖς τοιούτοις καὶ τὰ κατὰ τὴν ἱστορίαν ἀπαγγελλόμενα νοεῖν γεγονέναι ὑπὲρ κατα πλήξεως τῶν τότε ἀνθρώπων· ἵνα οἱ μὴ πειθόμενοι λόγοις ἀποδεικτικοῖς καὶ διδασκαλικοῖς δυσωπηθέντες τὰς τερα στίους δυνάμεις συγκαταθῶνται τῷ διδάσκοντι. 27. 1n Εἰ τό· Ἐ κλήρυνε κύριο τὴν καρδίαν Φαραώ."̓ Ε κλήρυνε δὲ κύριο τὴν καρδίαν Φαραὼ, καὶ οὐκ ἠβουλήθη ἐξαπο τεῖλαι αὐτού." Πολλάκις ἐν τῇ Ἐξόδῳ κείμενον τό· Ἐσκλήρυνε κύριος τὴν καρδίαν Φαραώ· καί· Ἐγὼ σκληρυνῶ τὴν καρδίαν Φαραώ· σχεδὸν πάντας τοὺς ἐντυγχάνοντας ταράσσει, τούς τε ἀπιστοῦντας αὐτῇ καὶ τοὺς πιστεύειν λέγοντας. τοῖς μὲν γὰρ ἀπιστοῦσι μετ' ἄλλων πολλῶν καὶ τοῦτο αἴτιον ἀπιστίας εἶναι δοκεῖ, ὅτι λέγεται περὶ θεοῦ τὰ ἀνάξια θεοῦ· ἀνάξιον δὲ θεοῦ τὸ ἐνεργεῖν σκλήρυνσιν περὶ καρ δίαν οὑτινοσοῦν, καὶ ἐνεργεῖν σκλήρυνσιν ἐπὶ τῷ ἀπειθῆσαι τῷ βουλήματι τοῦ σκληρύνοντος τὸν σκληρυνόμενον· καὶ πῶς, φασὶν, οὐκ ἄτοπον τὸν θεὸν ἐνεργεῖν τινὰ ἐπὶ τῷ ἀπειθεῖν αὐτοῦ τῷ βουλήματι; δῆλον γὰρ ὅτι μὴ βουλο μένου πειθόμενον ἔχειν οἷς προστάσσει τὸν Φαραώ. τοῖς δὲ πιστεύειν νομιζομένοις διαφωνία οὐχ ἡ τυχοῦσα γεγένη ται διὰ τό· Ἐσκλήρυνε κύριος τὴν καρδίαν Φαραώ. οἱ μὲν γὰρ πειθόμενοι μὴ ἄλλον εἶναι θεὸν παρὰ τὸν δημιουργὸν φρονοῦσιν ὡς ἄρα κατὰ ἀποκλήρωσιν ὁ θεὸς ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει, αἰτίαν οὐκ ἔχοντος τοῦ τόνδε μὲν ἐλεεῖσθαι τόνδε δὲ σκληρύνεσθαι ὑπ' αὐτοῦ. ἕτεροι δὲ βέλτιον παρὰ τούτους φερόμενοί φασι πολλὰ καὶ ἄλλα κεκρύφθαι τῆς γραφῆς αὐτοῖς νοήματα, καὶ οὐ παρὰ τοῦτο τῆς ὑγιοῦς πίστεως τρέπεσθαι· ἓν δὲ τῶν ἀποκεκρυμ μένων εἶναι καὶ τὸν περὶ ταύτης τῆς γραφῆς ὑγιῆ λόγον. οἱ δὲ ἕτερον θεὸν φάσκοντες παρὰ τὸν δημιουργὸν δίκαιον μὲν αὐτὸν εἶναι θέλουσι καὶ οὐκ ἀγαθὸν, σφόδρα ἰδιωτικῶς ἅμα καὶ ἀσεβῶς ἐνεχθέντες ἐν τῷ χωρίζειν δικαιοσύνην ἀγαθότητος, καὶ οἴεσθαι ὅτι οἷόν τέ ἐστι δικαιοσύνην εἶναι ἔν τινι χωρὶς ἀγαθότητος καὶ ἀγαθότητα δίχα δικαιοσύνης· ὅμως δὲ καὶ τοῦτο λέγοντες ἐναντία τῇ ἰδίᾳ ὑπολήψει περὶ δικαίου προσίενται θεοῦ σκληρύνειν τὴν καρδίαν Φαραὼ καὶ ἀπειθῆ αὐτὴν κατασκευάζειν ἑαυτῷ. εἰ γὰρ ὁ τὸ κατ' ἀξίαν ἑκάστῳ ἀπονέμων δίκαιος καὶ ἀπὸ τῆς ἑαυτῶν αἰτίας κρείττοσιν ἢ χείροσι γεγενημένοις ἀποδιδοὺς ὧν ἐπιτήδειον ἕκαστον τυγχάνειν ἐπίσταται, πῶς δίκαιος ὁ ἁμαρτίας χεί ρονος αἴτιος γενόμενος τῷ Φαραώ; καὶ οὐχ ἁπλῶς αἴτιος, ἀλλ' ὅσον ἐφ' οἷς ἐκεῖνοι ἐξεδέξαντο συνεργήσας εἰς τὸ γενέσθαι αὐτὸν ἀδικώτατον. ἐπ' οὐδὲν γὰρ ἀναφέροντες ἄξιον προαιρέσεως δικαίου θεοῦ τὴν σκλήρυνσιν τῆς καρδίας Φαραὼ, οὐκ οἶδ' ὅπως δίκαιον θεὸν, κἂν καθ' ἃ διηγεῖσθαι βούλωνται, παραστῆσαι δύνανται τὸν σκληρύνοντα τὴν καρδίαν Φαραώ. ὅθεν θλιπτέον αὐτοὺς ἐν τοῖς κατὰ τὸν προκείμενον τόπον, ὅπως ἤτοι παραστήσωσι πῶς δίκαιος σκληρύνει, ἢ τολμήσωσιν εἰπεῖν ὅτι ἐπεὶ σκληρύνει πονη ρὸς ὁ δημιουργός· ἢ μήτε εὐποροῦντες ἀποδείξεων πρὸς τὸ τὸν δίκαιον σκληρυντικὸν εἶναί τινος, μήτε τολμῶντες τὸ ἐπὶ τοσοῦτον ἀσεβὲς προέσθαι περὶ τοῦ κτίσαντος ὡς περὶ πονηροῦ, καταφύγωσιν ἐπὶ ἑτέραν ὁδὸν ἐξηγητικὴν τοῦ· Ἐσκλήρυνε κύριος τὴν καρδίαν Φαραώ· ἀποστάντες τοῦ, ἐκ τοῦ νομίζειν τὰ κατὰ τὰς λέξεις νοεῖν, τὰς ἰδίας ἀναιρεῖν περὶ δικαίου θεοῦ νοήσεις. τὸ δὲ τελευταῖον κἂν ἀπορεῖν ὅ τί ποτε ὁ λόγος ὑποβάλλει ὁμολογήσουσιν. 27. 2 Ταῦτα μὲν οὖν ἐσπαράχθω ἐξεταζόμενα περὶ θεοῦ ἐν τῷ προκειμένῳ προβλήματι. ἐπεὶ δὲ εἰς τὸν περὶ φύσεως τόπον οἱ ὑπολαμβάνοντές τινας ἐκ τῆς κατασκευῆς ἐπ' ἀπωλείᾳ γεγονέναι καὶ ταῦτα φέρουσι, λέγοντες δη λοῦσθαι ὃ διδάσκουσι διὰ τοῦ ἐσκληρύνθαι ὑπὸ κυρίου τὴν καρδίαν Φαραὼ, φέρε ταῦτα αὐτῶν πυνθανώμεθα· ὁ ἐπ' ἀπωλείᾳ κτισθεὶς οὐκ ἄν ποτε ποιῆσαί τι τῶν κρειττόνων δύναιτο, αὐτῆς τῆς ἐνυπαρχούσης φύσεως ἀντιπραττούσης αὐτῷ πρὸς τὰ καλά· τίς οὖν χρεία τὸν Φαραὼ ἀπωλείας, ὥς φατε, υἱὸν τυγχάνοντα σκληρύνεσθαι ὑπὸ τοῦ θεοῦ, ἵνα μὴ ἀποστείλῃ τὸν λαόν; εἰ γὰρ μὴ ἐσκληρύνετο, ἀπέστει λεν ἄν. ἀποκρινέσθωσαν δὴ περὶ τούτου λέγοντες, τί ἂν ἐποίησεν ὁ Φαραὼ, εἰ μὴ ἐσκληρύνθη; εἰ μὲν γὰρ ἀπέλυε μὴ σκληρυνθεὶς, οὐχὶ φύσεως ἀπολλυμένης ἦν. εἰ δὲ μὴ ἀπέλυε, περισσὸν τὸ σκληρύνεσθαι αὐτοῦ τὴν καρδίαν· ὁμοίως γὰρ οὐκ ἀπέλυε καὶ μὴ σκληρυνθείς. τί δὲ ἐνερ γῶν ὁ θεὸς περὶ τὸ ἡγεμονικὸν αὐτοῦ ἐσκλήρυνεν αὐτόν; καὶ πῶς αὐτὸν αἰτιᾶται λέγων· Ἀνθ' ὧν ἀπειθεῖς μοι, ἰδοὺ ἐγὼ ἀποκτενῶ τὰ πρωτότοκά σου; ἆρα γὰρ ὁ σκληρύνων σκληρὸν σκληρύνει; σαφὲς δ' ὅτι τὸ σκληρὸν οὐ σκληρύ νεται, ἀλλ' ἀπὸ ἁπαλότητος εἰς σκληρότητα μεταβάλλει· ἁπαλότης δὲ καρδίας κατὰ τὴν γραφὴν ἐπαινετὴ, ὡς πολ λαχοῦ τετηρήκαμεν. λεγέτωσαν τοιγαροῦν εἰ χρηστὸς ὁ Φαραὼ τυγχάνων γεγένηται πονηρός· ἀλλὰ καὶ ἤτοι αἰτιώ μενος ὁ θεὸς τὸν Φαραὼ μάτην αἰτιᾶται ἢ οὐ μάτην· εἰ μὲν οὖν μάτην, πῶς ἔτι σοφὸς καὶ δίκαιος; εἰ δὲ μὴ μάτην, αἴτιος ἐτύγχανε τῶν ἁμαρτημάτων τῶν κατὰ τὴν ἀπείθειαν ὁ Φαραώ· καὶ εἰ αἴτιος, οὐ φύσεως ἦν ἀπολλυμένης. πευστέον μέντοι γε καὶ τοῦτο, διὰ τὸ καταχρώμενον τὸν ἀπόστολον τοῖς ἐντεῦθεν ῥητοῖς λέγειν· Ἄρ' οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει. ἐρεῖς οὖν μοι, τί ἔτι μέμ φεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; τίς ὁ σκληρύνων καὶ ἐλεῶν; οὐ γὰρ δὴ ἑτέρου τὸ σκληρύνειν καὶ ἑτέρου τὸ ἐλεεῖν κατὰ τὴν ἀποστολικὴν φωνὴν, ἀλλὰ τοῦ αὐτοῦ. ἤτοι οὖν οἱ ἐν Χριστῷ ἐλεούμενοι τοῦ σκληρύ νοντός εἰσι τὴν καρδίαν Φαραὼ, καὶ μάτην ἀναπλάσσεται αὐτοῖς ἕτερος θεὸς ἢ ὁ ἀγαθὸς κατ' αὐτοὺς θεὸς, οὐκ ἐλεήμων μόνον ἀλλὰ καὶ σκληρύνων· ἢ καὶ οὐκέτ' ἂν εἴη, ὡς ὑπολαμβάνουσιν, ἀγαθός. 27. 3 Πάντα δὲ ταῦτα ἐπίτηδες ἐπὶ πλεῖον ἐξητάσαμεν πρὸς τοὺς ἀβασανίστως ἑαυτοῖς χαριζομένους τὸ νενοηκέναι καὶ ἐπιβαίνοντας τῇ ἁπλότητι τῶν ἡμετέρων ἐνιστάμενοι, καὶ δεικνύντες ὅτι οὔτε εἰς ἃ ὑπολαμβάνουσι περὶ θεοῦ, οὔτε εἰς ἃ δογματίζουσι περὶ φύσεων, συμβάλλεται αὐτοῖς ὡς οἴονται ὁ λόγος ὁ κατὰ τὸ ἐνεστηκὸς ἐξεταζόμενος ἀνάγνωσμα. ἡμεῖς δὲ πολλαχόθεν πειθόμενοι ἀπό τε τῶν ἱερῶν γραφῶν καὶ ἀπὸ τῆς ἐνεργείας τῆς κατὰ τὸ μέγεθος καὶ τάξεως τῶν δημιουργημάτων, παρὰ θεοῦ τοῦ κτίσαντος τὰ βλεπόμενα καὶ τὰ μὴ βλεπόμενα, τὰ πρόσκαιρα καὶ τὰ αἰώνια, ὡς ἑνὸς ὄντος καὶ τοῦ αὐτοῦ κατὰ πάντα τῷ πατρὶ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν, ἀγαθῷ θεῷ καὶ δικαίῳ καὶ σοφῷ· ἐπὶ τὸν σκοπὸν ἐκεῖνον τὰς γραφὰς ἄγειν ἀγωνιζό μεθα, τοῦ μὲν δεικνύναι πάντα ἀγαθοῦ θεοῦ καὶ δικαίου καὶ σοφοῦ, οὐδὲ κατὰ τὸ τυχὸν ὑπονοηθέντες ἂν τοῖς γε νοῦν ἔχουσιν ἀποπίπτειν, κατὰ δὲ τὸ ἐφαρμόζειν ἢ μὴ τῇ ἀγαθότητι αὐτοῦ καὶ δικαιοσύνῃ καὶ σοφίᾳ τὰ λεγόμενα, θεοῦ σωτῆρος δεόμενοι. 27. 4 Τοιαῦτα τοίνυν καὶ περὶ τοῦ· Ἐσκλήρυνε κύριος τὴν καρδίαν Φαραώ· ὑπονοοῦμεν. ἰατρός ἐστι ψυχῆς ὁ λόγος τοῦ θεοῦ, ὁδοῖς θεραπείας χρώμενος ποικιλωτάταις καὶ ἁρμοδίαις πρὸς τοὺς κακῶς ἔχοντας καὶ ἐπικαιροτάταις· τῶν δὲ τῆς θεραπείας ὁδῶν αἱ μέν εἰσιν ἐπὶ πλεῖον αἱ δὲ ἐπ' ἔλαττον πόνους καὶ βασάνους ἐμποιοῦσαι τοῖς εἰς ἴασιν ἀγομένοις· πάλιν τε αὖ βοηθήματα ὁτὲ μὲν ἀπεμφαινόντως γίνεται, ὁτὲ δὲ οὐχ οὕτως ἔχει· καὶ πάλιν τάχιον ἢ βράδιον· καὶ μετὰ τὸ ἐμφορηθῆναι τῆς ἁμαρτίας, ἢ μετὰ τὸ ὥσπερ εἰπεῖν μόνον ἅψασθαι αὐτῆς. μαρτυριῶν δὲ τῶν εἰς ἕκαστον πλήρης πᾶσα ἡ θεόπνευστος γραφή· σκυθρωπο τέρων βοηθημάτων ἐπὶ πλεῖον ἢ ἐπ' ἔλαττον ἀναγεγραμ μένων γεγονέναι τῷ λαῷ, κατὰ τὰ συμβεβηκότα αὐτῷ ὑπὲρ ἐπιστροφῆς καὶ διορθώσεως ἐν πολέμοις μείζοσιν ἢ ἐλάττοσι καὶ λιμοῖς πολυχρονιωτέροις ἢ ὀλιγοχρονιωτέ ροις· ἀπεμφαινόντων δὲ ἐν τῷ· Οὐκ ἐπισκέψομαι ἐπὶ τὰς θυγατέρας ὑμῶν ὅταν πορνεύσωσιν, καὶ ἐπὶ τὰς νύμφας ὑμῶν ὅταν μοιχεύσωσιν. τάχα γὰρ τὰς ἐπὶ πλεῖον ἐφιε μένας ψυχὰς τῶν σωματικῶν καὶ ἡδέων εἶναι νομιζομένων παρ' ἑαυταῖς ἐγκαταλείπει, ἕως κορεσθεῖσαι ἀποστραφῶσι τὰ ὧν ὀρέγονται, οἱονεὶ καὶ ἐμέσαι αὐτὰ βουλόμεναι καὶ οὐκ ἂν ἔτι ταχέως τοῖς αὐτοῖς, διὰ τὸ ὡς ἐπὶ πλεῖον ἐμ πεφορῆσθαι αὐτὰς καὶ ἐπὶ τοσοῦτον βεβασανίσθαι, περι πεσούμεναι. βράδιον δὲ ἐπὶ τὴν θεραπείαν ἄγονται αἱ καταφρονήσουσαι ἂν τοῦ δεύτερον τοῖς αὐτοῖς περιπεσεῖν, διὰ τὸ τάχιον ἀπηλλάχθαι τῶν κακῶν. οἶδε δὲ ὁ τεχνίτης θεὸς τὰς διαθέσεις ἑκάστων καὶ, ὡς ἐπιβάλλει αὐτῷ μόνῳ, ἐπιστημόνως δυνάμενος τὰς θεραπείας προσάγειν, τί χρὴ καὶ πότε ἑκάστῳ ποιεῖν. 27. 5 Ὥσπερ δὲ ἐπί τινων σωματικῶν παθημάτων, εἰς βάθος ἵν' οὕτως εἴπω τοῦ κακοῦ κεχωρηκότος, ὁ ἰα τρὸς διά τινων φαρμάκων εἰς τὴν ἐπιφάνειαν ἕλκει καὶ ἐπισπᾶται τὴν ὕλην, φλεγμονὰς χαλεπὰς ἐμποιῶν καὶ διοιδήσεις καὶ πόνους πλείονας ἢ οὓς εἶχέ τις πρὶν ἐπὶ τὸ θεραπευθῆναι ὁδεῦσαι· ὥσπερ ἔθος αὐτοῖς ποιεῖν ἐπὶ λυσσοδήκτων καὶ ἑτέρων τινῶν τὰ παραπλήσια τούτοις πεπονθότων· οὕτως οἶμαι καὶ τὸν θεὸν οἰκονομεῖν τὴν κρύφιον κακίαν εἰς τὸ βάθος κεχωρηκυῖαν τῆς ψυχῆς. καὶ ὥσπερ λέγοι ἂν ὁ ἰατρὸς ἐπὶ τοῦδέ τινος· ἐγὼ φλεγμονὰς ποιήσω περὶ τὸν τόπον τῆς ἀνέσεως, καὶ διοιδῆσαι ἀναγ κάσω τάδε τινὰ τὰ μέρη, ὥστε ἀπόστημα χαλεπὸν ἐνεργά σασθαι· λέγοντος δὲ ταῦτα τοῦ ἰατροῦ, ὁ μὲν ἀκούων αὐτοῦ ἐπιστημονικώτερον οὐκ αἰτιάσεται ἀλλὰ καὶ ἐπαι νέσεται τὸν ταῦτα οἱονεὶ ἀπειλοῦντα ἐνεργάσασθαι, ὁ δέ τις ψέξει φάσκων ἀλλότριον τῆς τῶν ἰατρῶν ἐπαγγελίας ποιεῖν τὸν δέον ὑγιάζειν ἐπὶ φλεγμονὰς καὶ ἀποστήματα ἄγοντα· οὕτως οἶμαι καὶ τὸν θεὸν εἰρηκέναι τό· Ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν Φαραώ. καὶ τούτων γεγραμμένων, ὁ μὲν ἀκούων ὡς θεοῦ λογίων τὸ μὲν ἀξίωμα τοῦ λέγοντος τηρῶν ἀποδέχεται, καὶ ζητῶν πᾶς εὑρίσκει καὶ ἐν τούτοις ἀγαθότητα τοῦ θεοῦ παραστῆσαι γινομένην· φανερώτερον μὲν ἐπὶ σωτηρίᾳ τοῦ λαοῦ, διὰ πλειόνων παραδόξων πιστοποιουμένου· καὶ δεύτερον περὶ τῶν Αἰγυπτίων, ὅσοι ἔμελλον καταπληττόμενοι τὰ γινόμενα ἀκολουθεῖν τοῖς Ἑβραίοις· Ἐπίμικτος γὰρ, φησὶ, λαὸς πολὺς τῶν Αἰ- γυπτίων συνεξῆλθεν αὐτοῖς· ἀπορρητότερον δὲ καὶ βαθύ τερον τάχα καὶ ἐπὶ τῷ ὄφελος γενέσθαι αὐτῷ τῷ Φαραὼ, οὐκ ἔτι ἀποκρύπτοντι τὸν ἰὸν οὐδὲ τὴν ἕξιν συνέχοντι, ἀλλ' ἕλκοντι καὶ εἰς τοὐμφανὲς αὐτὸν ἄγοντι καὶ τάχα διὰ τοῦ πράττειν ἐκλύοντι, ἵνα πάντα τὰ τῆς ἐνυπαρχούσης κακίας ἐκβράσματα ἐπιτελέσας ἄτονον ὕστερον ἔχῃ τὸ τῶν κακῶν οἰστικὸν δένδρον, τάχα καὶ ξηραινόμενον ἐπὶ τέλει, ὅτε καταποντοῦται, οὐχ ὡς οἰηθείη ἄν τις ἐπὶ τῷ παντελῶς ἀπολέσθαι, ἀλλ' ἐπὶ τῷ ἀποβαλόντα τὰ ἁμαρτήματα κουφισθῆναι, καὶ τάχα ἐν εἰρήνῃ ἢ μὴ ἐν τοσούτῳ πολέμῳ τῆς ψυχῆς εἰς ᾅδου καταβῆναι. 27. 6 Ἀλλ' εἰκὸς δυσπειθῶς ἕξειν τοὺς ἐντευξομένους, βίαιον ὑπολαμβάνοντας εἶναι τὸ λεγόμενον, ὡς ἄρα συμ φέρον γεγόνοι τῷ Φαραὼ τὸ ἐσκληρύνθαι αὐτοῦ τὴν καρδίαν, καὶ ὑπὲρ αὐτοῦ πάντα τὰ ἀναγεγραμμένα γεγο νέναι μέχρι καὶ τῆς καταποντώσεως. ὅρα δὲ εἰ δυνάμεθα ἐντεῦθεν τὸ δυσπειθὲς περιελόντες πειθὼ ἐνεργάσασθαι περὶ τῶν εἰρημένων. Πολλαὶ αἱ μάστιγες, φησὶν ὁ Δαυεὶδ, τῶν ἁμαρτωλῶν· ὁ δὲ υἱὸς αὐτοῦ διδάσκει ὅτι Μαστιγοῖ ὁ θεὸς πάντα υἱὸν ὃν παραδέχεται. ἔτι δὲ αὐτὸς ὁ Δαυεὶδ ἐπ αγγελίαν προφητεύων τὴν περὶ Χριστοῦ καὶ τῶν εἰς αὐτὸν πιστευόντων φησίν· Ἐὰν ἐγκαταλείπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νόμον μου, καὶ τοῖς κρίμασί μου μὴ πορευθῶσιν· ἐὰν τὰ δικαιώματά μου βεβηλώσωσι, καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν· ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐν μάστιξιν τὰς ἀδικίας αὐτῶν· τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ' αὐτῶν. οὐκοῦν χάρις κυρίου ἐστὶ τὸν ἄνομον ἐπισκεφθῆναι ἐν ῥάβδῳ καὶ τὸν ἁμαρτωλὸν μάσ τιξι. καὶ ὅσον γε οὐ μαστιγοῦται ὁ ἁμαρτάνων, παιδεύσει καὶ διορθώσει οὐδέπω ὑπάγεται. διὸ καὶ ἀπειλεῖ ὁ θεὸς, ἐὰν μεγάλα γένηται τὰ ἁμαρτήματα τῶν τὴν Ἰουδαίαν οἰκούντων, μηκέτι ἐπισκέψασθαι ἐπὶ τὰς θυγατέρας αὐτῶν ὅταν πορνεύσωσιν, καὶ ἐπὶ τὰς νύμφας αὐτῶν ὅταν μοι χεύσωσιν. καὶ ἀλλαχοῦ φησίν· Ἀνθ' ὧν ἐκαθάρισά σε, καὶ οὐκ ἐκαθαρίσθης, οὐ θυμωθήσομαι ἐπὶ σοὶ ἔτι, οὐδὲ ζηλώσω ἐπὶ σοὶ ἔτι. οὐκοῦν οἷς οὐ θυμοῦται ἁμαρτά νουσιν, ἵν' οὕτως εἴπω, χολούμενος οὐ θυμοῦται. 27. 7 Παρατηρητέον δὲ καὶ ἐν ταῖς προφητικαῖς ἀπειλαῖς ἐπὶ τοῖς πολλοῖς, ὅτι ἐπιλέγεται τό· Γνώσονται ὅτι ἐγώ εἰμι κύριος· καὶ ἀπειλαῖς οὐ μόνον Ἰσραηλιτικαῖς, ἀλλὰ καὶ Αἰγυπτίοις καὶ Ἀσσυρίοις καὶ ἑτέρων ἐχθρῶν τοῦ λαοῦ. τοῦτο δὲ τὸ ἐπὶ τέλει πολλῶν νομιζομένων ἀπειλῶν καὶ ἐν τῇ Ἐξόδῳ ἀναγέγραπται· Καὶ γνώσονται γὰρ, φησὶ, πάντες οἱ Αἰγύπτιοι ὅτι ἐγώ εἰμι κύριος· ὡς διὰ τοῦτο τῶν νομιζομένων χαλεπῶν ἐπαγομένων αὐτοῖς, ἵνα γνῶσι τὸν κύριον. ἐν δὲ τοῖς Μακκαβαϊκοῖς τοιοῦτόν τι λέγεται· Παρακαλῶ δὲ τοὺς ἐντυγχάνοντας τῇδε τῇ βίβλῳ μὴ συστέλλεσθαι διὰ τὰς συμφορὰς, νομίζειν δὲ τὰ γινόμενα μὴ πρὸς ὄλεθρον ἀλλὰ πρὸς παιδείαν τοῦ γένους ἡμῶν εἶναι· καὶ γὰρ τὸ μὴ πολὺν χρόνον ἐᾶσθαι δυσσεβοῦντας, ἀλλ' εὐθέως περιπίπτειν ἐπιτιμίοις, μεγάλης εὐεργεσίας σημεῖόν ἐστι· οὐ γὰρ καθάπερ ἐπὶ τῶν ἄλλων ἐθνῶν ἀναμένει μακροθυμῶν ὁ δεσπότης, ἕως εἰς τέλος ἀφιεμένων αὐτῶν τῶν ἁμαρτημάτων ὕστερον αὐτοὺς ἐκδικῇ, οὕτως καὶ ἐφ' ἡμῶν ἔκρινεν· παιδεύων δὲ μετὰ συμφορᾶς οὐκ ἐγκατα λείπει τὸν ἑαυτοῦ λαόν. εἰ γὰρ τὸ ὑποπίπτειν ἐπιτιμίοις διὰ τὰ ἁμαρτήματα μεγάλης εὐεργεσίας ἐστὶ σημεῖον, ἐπιτιμώμενος καὶ ὁ Φαραὼ μετὰ τὸ ἐσκληρύνθαι αὐτοῦ τὴν καρδίαν, καὶ κολαζόμενος ἅμα τῷ λαῷ αὐτοῦ, ὅρα εἰ μὴ οὐ μάτην ἐπιτετίμηται μηδὲ ἐπὶ τῷ ἰδίῳ κακῷ. οἱονεὶ δὲ μιμητὴς θεοῦ γινόμενος κατὰ τὸ ἐπιβάλλον τοῖς καιροῖς ὁ Δαυεὶδ ἐντέλλεται περὶ τοῦ Ἰωὰβ τῷ Σολομῶντι κολάσαι αὐτὸν διὰ τὰ ἡμαρτημένα εἰς Ἀβεννὴρ υἱὸν Νὴρ, καὶ ἀπο κτεῖναι διὰ τὰ ἐπταισμένα· εἶτα ἐπιφέρει· Καὶ κατάξεις αὐτοῦ τὴν πολιὰν ἐν εἰρήνῃ εἰς ᾅδου. δῆλον δὲ ὅτι, ὡς καὶ ὁ Ἑβραῖος ἡμῖν ἀπήγγειλε, τὸ διὰ τοῦ κολασθῆναι αὐτὸν ἐν εἰρήνῃ κοιμηθήσεσθαι, οὐκ ἔτι ὀφειλομένης αὐτῷ βα σάνου καὶ κολάσεως, διὰ τὸ ἐντεῦθεν ἤδη ἀπειληφέναι αὐτὸν, μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγήν. οὕτω δ' ἡμεῖς καὶ πᾶσαν ἀπειλὴν καὶ πόνον καὶ κόλασιν τὰ προσαγόμενα ἀπὸ τοῦ θεοῦ νοοῦμεν γίνεσθαι οὐδέποτε κατὰ τῶν πα σχόντων, ἀλλ' ἀεὶ ὑπὲρ αὐτῶν. καὶ τὰ χαλεπώτατα γοῦν νομιζόμενα θεῷ προσάπτεσθαι τῶν ὀνομάτων, θυμὸς καὶ ὀργὴ, ἐλέγχειν καὶ παιδεύειν λέγεται ἐν τῷ· Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με· τοῦ ταῦτα εὐχομένου δεομένου μὴ δεηθῆναι ἐλέγχου τοῦ διὰ θυμοῦ θεοῦ καὶ παιδεύσεως τῆς διὰ τῆς ὀργῆς αὐτοῦ, ὥς τινων ἐλεγχθησομένων τῷ θυμῷ τοῦ θεοῦ καὶ παιδευθησο μένων τῇ ὀργῇ αὐτοῦ. 27. 8 Ἵνα δὲ μᾶλλον προσιώμεθα τὰ λεγόμενα, καὶ ἀπὸ τῆς καινῆς διαθήκης παραπλησίοις ῥητοῖς χρηστέον, τοῦ μὲν σωτῆρος λέγοντος· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ εἴθε ἤδη ἐκάη· οὐκ ἂν γὰρ, μὴ σωτηρίου ὄντος τοῦ πυρὸς ὃ ἦλθε βαλεῖν ἐπὶ τὴν γῆν, καὶ ἀνθρώποις γε σω τηρίου, ἔλεγε ταῦτα ὁ τοῦ ἀγαθοῦ θεοῦ υἱός. ἀλλὰ καὶ ὁ Πέτρος ἀνελὼν τῷ λόγῳ τὸν Ἀνανίαν καὶ τὴν Σάπφειραν, ἁμαρτήσαντας ἐν τῷ ψεύδεσθαι οὐκ ἀνθρώποις ἀλλὰ τῷ κυρίῳ, οὐ μόνον πεφροντικὼς τῆς οἰκοδομῆς τῆς τῶν ἐκ τοῦ ὁρᾷν τὸ γεγενημένον εὐλαβεστέρων ἐσομένων εἰς τὴν Χριστοῦ πίστιν, ἀλλὰ καὶ τῶν ἀποθνησκόντων· βουλό μενος αὐτοὺς κεκαθαρμένους τῷ αἰφνιδίῳ θανάτῳ καὶ παρὰ προσδοκίαν ἀπαλλάξαι τοῦ σώματος, ἔχοντάς τι καὶ δικαι ώσεως, ἐπεὶ κἂν τὸ ἥμισυ τῶν ὑπαρχόντων δεδώκασιν εἰς τὴν χρείαν τῶν δεομένων. καὶ Παῦλος δὲ τὸν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ τῷ λόγῳ τυφλῶν διὰ τῶν πόνων ἐπιστρέφει εἰς τὴν θεοσέβειαν, λέγων αὐτῷ· Ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς κυρίου τὰς εὐθείας; καὶ νῦν ἔσῃ τυφλὸς, μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. ποίου γὰρ καιροῦ, ἢ τοῦ ὅτε ἐπιπληχθεὶς καὶ βασανισθεὶς διὰ τὰ ἁμαρτήματα ἔμελλε μετανοῶν ἄξιος γενέσθαι ἀμφοτέρως τὸν ἥλιον ἰδεῖν· καὶ κατὰ σῶμα, ἵνα ἐξαγγέληται ἡ θεία δύναμις ἐπὶ τῇ ἀποκαταστάσει τῆς ὄψεως αὐτοῦ· καὶ κατὰ ψυχὴν, ὅτε ἔμελλεν ὡς πιστεύων ὄνασθαι τῆς θεοσεβείας; ἀλλὰ καὶ Δημᾶς καὶ Ἑρμογένης, οὓς παρέδωκε τῷ Σατανᾷ ἵνα παιδευθῶσι μὴ βλασφημεῖν, παραπλήσιόν τι πεπόνθασι τοῖς προειρημένοις. καὶ ὁ ἐν Κορίνθῳ τὴν γυναῖκα τοῦ πατρὸς ἐσχηκὼς καὶ αὐτὸς παραδίδοται τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου. οὐ θαυμαστὸν οὖν εἰ καὶ τὰ περὶ τὸν Φαραὼ τὸν σκληρυνόμενον καὶ ἐπὶ τέλει τοιαύταις κολάσεσι περιβαλλόμενον ἀπὸ ἀγαθότητος οἰκο νομεῖται θεοῦ. ταῦτα δὲ ἡμῖν ἐπὶ τοῦ παρόντος, ὡς ὑπέπεσεν, εἰρήσθω περὶ τοῦ· Ἐσκλήρυνε δὲ κύριος τὴν καρδίαν Φαραώ. ἐὰν δέ τις τὸ πρὸς θεὸν εὐσεβὲς τηρῶν κρείττονα καὶ μηδαμῶς ἀσεβείας ἐφαπτόμενα εὑρίσκῃ, μετὰ μαρτυριῶν τῶν ἀπὸ τῶν θείων γραφῶν, ἐκείνοις μᾶλλον χρηστέον. 27. 9n καὶ ἐν ἄλλοι περὶ τοῦ αὐτοῦ· Ἔτι δὲ ἐφίστημι ἐν τοῖς κατὰ τὸν τόπον μήποτε, ὥσπερ οἱ ἰατροὶ τῶν λυσσοδήκτων τὸν ἰὸν ἐπισπώμενοι εἰς τὴν ἐπιφάνειαν, ἵνα μὴ ἔνδον νεμόμενος διαφθείρῃ τὸν ἄνθρωπον, χαλεπωτέρας ἐμποιοῦσι διαθέσεις καὶ φλεγ μονάς· οὕτως ὁ θεὸς τὴν ἐγκρυπτομένην καὶ ἐμφωλεύουσαν τοῖς βάθεσι τῆς ψυχῆς κακίαν, διὰ τῆς αὐτοῦ ἰατρικῆς ἐπισπᾶται ἐπὶ τὰ ἔξω, ὥστε φανερὰν αὐτὴν καὶ ἐναργεστέραν γενέσθαι, ἵνα μετὰ τοῦτο τὴν ἑξῆς ἐπαγάγῃ θεραπείαν. τοιαῦτα δὲ ἡγοῦμαι καὶ τὰ ἐν Δευτερονομίῳ ῥητὰ, τοῦτον ἔχοντα τὸν τρόπον· Καὶ μνησθήσῃ πᾶσαν τὴν ὁδὸν ἣν διήγαγέν σε κύριος ὁ θεός σου τοῦτο τεσσαρακοστὸν ἔτος ἐν τῇ ἐρήμῳ, ὅπως κακώσῃ σε καὶ πειράσῃ σε, καὶ διαγνω σθῇ τὰ ἐν τῇ καρδίᾳ σου, εἰ φυλάξῃ τὰς ἐντολὰς αὐτοῦ ἢ οὔ. καὶ ἐκάκωσέν σε καὶ ἐλιμαγχόνησέν σε, καὶ ἐψώμισέν σε τὸ μάννα ὃ οὐκ ᾔδεις σὺ καὶ οὐκ ᾔδεισαν οἱ πατέρες σου· ἵνα ἀναγγείλῃ σοι ὅτι οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ ζήσεται ὁ ἄνθρωπος. τήρει δὲ ἐν τούτοις ὅτι κακοῖ ὁ θεὸς καὶ ἐκπειράζει, ἵνα διαγνωσθῇ τὰ ἐν τῇ ἑκάστου καρδίᾳ, ὡς ὄντα μὲν ἐναποκείμενα δὲ τῷ βάθει καὶ εἰς φανερὸν διὰ τῶν κακώσεων ἐρχόμενα. τοιοῦτόν ἐστι καὶ τὸ ἐν τῷ Ἰὼβ ὑπὸ τοῦ κυρίου διὰ λαίλαπος καὶ νεφῶν ἀπαγγελλόμενον πρὸς τὸν Ἰὼβ οὕτως· Οἴει δέ με ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος; οὔτε γὰρ εἶπε· ἵνα γένῃ δίκαιος· ἀλλ'· ἵνα ἀναφανῇς· τοιοῦτος ὢν μὲν καὶ πρὸ τῶν πειρα σμῶν, ἀναφανῇς δὲ ἐν τοῖς συμβεβηκόσιν. 27. 10n καὶ πάλιν ἐν ἄλλῳ τόπῳ ἐν ταῖ αὐταῖ εἰ τὴν Ἔξοδον ημειώ ε ιν· Ἔλεγε δέ τις τῶν καθ' ἡμᾶς, ἀπὸ τῆς συνηθείας τὸ ζητούμενον παραμυθούμενος, ὅτι πολλάκις οἱ χρηστοὶ κύριοι μακροθυμοῦντες ἐπὶ τοὺς ἁμαρτάνοντας τῶν οἰκετῶν λέγειν εἰώθασι τό· Ἐγώ σε ἀπώλεσα· καί· Ἐγώ σε πονη- ρὸν ἐποίησα· μετὰ ἤθους ἐμφαίνοντες ὅτι ἡ χρηστότης αὐτῶν καὶ ἡ μακροθυμία πρόφασις δοκεῖ γεγονέναι τῆς ἐπὶ πλεῖον πονηρίας. ὥσπερ οὖν τούτων λεγομένων συκοφαν τῶν τις δύναται λέγειν, ὅτι ὡμολόγησεν ὁ δεσπότης πονηρὸν πεποιηκέναι τὸν οἰκέτην· οὕτω τὰ ὑπὸ τῆς ἀγαθότητος τοῦ θεοῦ πρόφασις γενόμενα τῆς σκληρότητος τοῦ Φαραὼ ἐσκληρυκέναι ἀναγέγραπται τὴν καρδίαν Φαραώ. παραμυ θήσεται δὲ οὗτος ἐξ ἀποστολικῶν ῥητῶν ὃ νενόηκεν εἰπεῖν· Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιάν σε ἄγει; κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. ὁ αὐτὸς γοῦν ἀπόστολος ἐν τῇ αὐτῇ ἐπιστολῇ τῇ πρὸς Ῥωμαίους φησίν· Εἰ δὲ θέλων ὁ θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν· ὡς τῆς μακροθυμίας τοῦ θεοῦ ἐνηνοχυίας τὰ σκεύη τῆς ὀργῆς καὶ οἱονεὶ γεγεννηκυίας. εἰ γὰρ παρὰ τὸ μακροθυμεῖν αὐτὸν οὐ κολάζοντα τοὺς ἁμαρ τάνοντας ἀλλ' ἐλεοῦντα ἐπλεόνασε τῇ χύσει τῆς κακίας, αὐτός πως ἤνεγκε τῇ ἑαυτοῦ μακροθυμίᾳ τὰ σκεύη τῆς ὀργῆς, καὶ, ἵν' οὕτως εἴπω, αὐτὸς αὐτὰ πεποίηκε σκεύη ὀργῆς, καὶ κατὰ τοῦτο αὐτὸς ἐσκλήρυνε τὴν καρδίαν αὐτῶν. ὅτε γὰρ σημείων τοσούτων καὶ τεράτων γινομένων οὐ πείθεται ὁ Φαραὼ, ἀλλὰ μετὰ τηλικαῦτα ἀνθίσταται, πῶς οὐ σκληρότερος καὶ ἀπιστότερος ὢν ἐλέγχεται, τῆς σκλη ρότητος καὶ τῆς ἀπιστίας δοκούσης ἐκ τῶν τεραστίων δυνάμεων γεγονέναι; ὅμοιον δὲ καὶ τὸ ἐν τῷ εὐαγγελίῳ· Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον· οὐ γὰρ προέθετο ὁ σωτὴρ εἰς κρίμα ἐλθεῖν, ἀλλ' ἠκολούθησε τῷ ἐληλυθέναι αὐτὸν τὸ εἰς κρίμα αὐτὸν ἐληλυθέναι τῶν μετὰ τὰ τεράστια οὐ πεπιστευκότων αὐτῷ· ἀλλὰ καὶ εἰς πτῶσιν πολλῶν παρεγένετο· οὐ προθέμενος ὅτε παρεγίνετο ποιῆσαι πεσεῖν τούτους, ὧν εἰς πτῶσιν ἐλήλυθεν. 27. 11n καὶ μεθ' ἕτερα· Οὕτως τὰ τεράστια γινόμενα τοῖς μὲν δεχομένοις καὶ πιστεύουσιν, ὥσπερ τοῖς ἐπιμίκτοις Αἰγυπτίοις τοῖς συνεληλυθόσι τῷ λαῷ, ἔλεος ἦν· τοῖς δὲ ἀπειθοῦσι σκλη ρότητα ταῖς καρδίαις αὐτῶν ἐπιφέρει. καὶ ἐκ τοῦ εὐαγγε λίου δὲ ἔτι παρὰ τὰ εἰρημένα ἔστι τὰ ὅμοια παραθέσθαι, περὶ τοῦ καὶ τὸν σωτῆρα κακῶν αἴτιον δοκεῖν γεγονέναι τισίν· Οὐαί σοι, Χοραζίν· οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένετο τὰ σημεῖα τὰ γενόμενα ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμενοι μετενόησαν. πλὴν λέγω ὑμῖν, Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἢ ὑμῖν. καὶ σὺ, φησὶν, Καπερναούμ· καὶ τὰ ἑξῆς. προ γνώστης γὰρ ὢν ὁ σωτὴρ τῆς ἀπιστίας τῶν ἐν Χοραζὶν καὶ τῶν ἐν Βηθσαϊδὰ καὶ τῶν ἐν Καπερναοὺμ, καὶ ὅτι ἀνεκτό τερον γίνεται γῇ Σοδόμων ἐν ἡμέρᾳ κρίσεως ἢ ἐκείνοις, διὰ τί τὰ τεράστια ἐπετέλει ἐν Χοραζὶν καὶ ἐν Βηθσαϊδὰ, ὁρῶν ὅτι διὰ ταῦτα ἀνεκτότερον γίνεται ἐν ἡμέρᾳ κρίσεως Τυρίοις καὶ Σιδωνίοις ἢ τούτοις; 27. 12n καὶ μεθ' ἕτερα· Σὺ δὲ ἐρεῖς τῷ Φαραώ· τάδε λέγει κύριος· υἱὸς πρωτότοκός μου Ἰσραήλ· εἶπα δέ σοι· ἐξαπόστειλον τὸν λαόν μου ἵνα μοι λατρεύσῃ· εἰ δὲ μὴ βούλει ἐξαποστεῖλαι αὐτὸν, ὅρα οὖν, ἐγὼ ἀποκτενῶ τὸν υἱόν σου τὸν πρωτότοκον. λεκτέον οὖν τοῖς φάσκουσι δικαίου ταῦτα εἶναι θεοῦ, καὶ ὑπολαμβάνουσι κατὰ τὸ πρόχειρον τῆς λέξεως ἐσκληρύνθαι τὴν καρδίαν Φαραώ· πῶς δίκαιος ὁ σκληρύνας τε τὴν καρδίαν τοῦ βασιλέως ἵνα μὴ ἐξαποστείλῃ τὸν λαὸν αὐτοῦ, καὶ ἀπειλῶν εἰ μὴ ἀπολύσει ἀποκτεῖναι τὸν πρωτότοκον αὐτοῦ υἱόν; θλιβόμενοι γὰρ πονηρὸν αὐτὸν ὁμολογήσουσιν. εἶτα πάλιν ἀπὸ ἑτέρων ἀνατραπήσονται καὶ συναχθήσονται εἰς τὸ μὴ τῇ προχείρῳ λέξει δουλεύειν, οὐ δυναμένῃ κατ' αὐτοὺς σῶσαι τὸ δίκαιον τοῦ δημιουργοῦ. ἅπαξ δὲ ἐὰν συναναγκασθῶσι βεβιασμένως ταῦτα ἐξετάζειν, ἀναβή σονται ἐπὶ τὸ μηκέτι κατηγορεῖν τοῦ δημιουργοῦ ἀλλὰ φάσκειν αὐτὸν εἶναι ἀγαθόν. πευστέον οὖν τῶν οἰομένων νενοηκέναι τό· Ἐσκλήρυνε κύριος τὴν καρδίαν Φαραώ· πότερον ἀληθῶς ταῦτα λέγεσθαι πιστεύουσιν ὑπὸ τοῦ θεοῦ διὰ Μωσέως ἐνθουσιῶντος ἢ ψευδῶς. εἰ μὲν γὰρ ψευδῶς, οὔτε δίκαιος ἔτι κατ' αὐτοὺς ὁ θεὸς οὔτε ἀληθὴς, καὶ ὅσον ἐπὶ τούτοις οὐδὲ θεός· εἰ δ' ἀληθῶς, κατανοείτωσαν εἰ μὴ ὡς αὐτεξούσιον αἰτιᾶται λέγων· Εἰ δὲ μὴ βούλει ἐξαποστεῖ- λαι αὐτόν· καὶ ἀλλαχοῦ· Ἕως τίνος οὐ βούλει ἐντραπῆναί με; τὸ γάρ· Ἕως τίνος οὐ βούλει ἐντραπῆναί με; δυσω- πητικῶς λέγεται πρὸς τὸν Φαραὼ, ὡς οὐκ ἐντρεπόμενον οὐ παρὰ τὸ μὴ δύνασθαι ἀλλὰ παρὰ τὸ μὴ βούλεσθαι. καὶ τὸ λεγόμενον δὲ ἀνωτέρω παρὰ Μωσέως πρὸς Φαραώ· Ἵνα γνῷς ὅτι τοῦ κυρίου ἡ γῆ· καὶ σὺ καὶ οἱ θεράποντές σου ἐπίσταμαι ὅτι οὐδέποτε πεφόβησθε τὸν κύριον· δηλοῖ ὅτι φοβηθήσονται· ὅπερ ἁρμόζει πρὸς τοὺς ἑτεροδόξους περί τε ἀγαθότητος θεοῦ καὶ τοῦ μὴ εἶναι ἀπολλυμένην φύσιν.

Intertext edge

Open linked passage

Note