Scholia in Apocalypsem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/origenes" aria-label="More works by Origenes">
—
⋯
Original / primary: Pg Scrape Grc
28.1
(Μετὰ τὸ ἐγνωκέναι μέ, φησιν, ὅτι ἡ ῥίζα Δαυείδ, ὁ νικήσας λέων ἐκ τῆς φυλῆς Ἰούδα, εἴληφεν τὸ βιβλίον ἐπὶ τῷ λῦσαι τὰς σφραγῖδας αὐτοῦ) Εἶδον ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων καὶ τῶν πρεσβυτέρων ἀρνίον ἑστηκὸς ἐσφαγμένον. μετὰ τὴν ἀνάστασιν καὶ ἀνάληψιν ὀφθὲν τὸ ἀρνίον οὐκέτι ἐσφαγμένον ὤφθη καὶ ἔτι ἑστός, τουτέστιν οὐκέτι ἀλλοιούμενον. εἰοὖν κατὰ καινὴν στάσιν ἔχει λοιπὸν ἑπτὰ κέρατα, ἁγίαν βασιλείαν καὶ εὐλογημένην ἔχει, ταύτης γὰρ σύμβολον τὰ ἑπτά. πρὸς τοῖς ἑπτὰ κέρασι καὶ ὀφθαλμοὺς ἑπτὰ ἔχει, οὐκ ἄλλους ὄντας τῶν ἑπτὰ τοῦ θεοῦ πνευμάτων ἃ πορεύεται ἐπὶ τῆς γῆς ἐπισκοποῦντα τὰ πρὸς ἀνθρώ πων πραττόμενα· συνᾴδει τούτοις τὸ Ἑπτὰ ὀφθαλμοὶ Κυρίου εἰ ὶν ἐπιβλέποντε ἐπὶ πᾶ αν τὴν γῆν. 29 Εἴρηταί που Κατευθυνθήτω ἡ προ ευχή μου ὡ θυμίαμα ἐνώπιόν ου· πλήρεις τούτων τῶν θυμιαμάτων φιάλαι τυγχάνουσι τὰ ἡγεμονικὰ τῶν γνησίως εὐχομέ νων Χριστῷ. ἐρεῖς δὲ καὶ τὰς κιθάρας τὴν ἡρμοσμένην εὐμούσως καὶ εὐμελῶς δύναμιν αὐτῶν καθ' ἣν νοοῦσι καὶ ἀγαπῶσιν Χριστόν. τί δὲ κατὰ τὸ ᾄδειν τὴν καινὴν ᾠδὴν λέγουσιν ἢ τό Ἄξιος εἶ, ὦ δέσποτα σωτήρ, λαβεῖν τὸ βιβλίον καὶ τὰ ἑξῆς; προφανῶς δὲ περὶ τοῦ σταυρωθέντος ἐστὶ ταῦτα, ἀχθέντο ὡ πρόβατον ἐπὶ φαγήν· ἐκ τῆς οὕτω γεναμένης σφαγῆς τὸ ῥεῦσαν αἷμα τιμὴ δίδοται ὑπὲρ τῶν σεσωσμένων. καὶ ἐπειδὴ μὴ ὑπὲρ μέρους ἢ ἑνὸς ἔθνους τῶν ἀνθρώπων ἐσταυρώθη, ἠγόρασεν τῷ αἵματι αὐτοῦ ἀπὸ πάσης φυλῆς Ἰσραὴλ καὶ διαλέκτου πάσης τῶν ἀνθρώπων. ἔτι μὴν καὶ λαοῦ καὶ ἔθνους διαφορὰν διαφόρ λαβεῖν φάσκοντα ὅτι ἐκ τῶν καθαρίων καὶ σοφῶν ἀνθρώπων ληφθέντες ἀπὸ λαοῦ, οἱ δὲ ἀπὸ τῶν χυδαιοτέρων καὶ πολλῶν ἀπὸ ἔθνους ἠγοράσθησαν. πιστοῦται ἡ προτέρα ὑπόθεσις τὸν ἀριθμὸν τῶν εἴκοσι τεσσάρων πρεσβυτέρων ἐκ τῆς προκειμένης λέξεως· αὐτοὶ γὰρ ὡμολόγησαν ὡς ἀπὸ τῶν ἀνθρώπων ἠγοράσθη σαν καὶ ἐξελέγησαν. ἡμεῖς οὖν οἱ ἀναγινώσκοντες ταῦτα καὶ μαθόντες ὅτι τὰ θυμιάματά εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων, καὶ πνευματικαὶ θυ ίαι καὶ εὐπρό δεκτ ι θεῷ αἱ ἀγαθαὶ πράξεις, ὁρῶμεν ὅτι ἀπὸ τῆς Χριστοῦ ἐπιδημίας ἐν παντὶ τόπῳ θυμίαμα προάγεται τῷ ὀνόματι Κυρίου καὶ θυ ία καθαρά· μέγα γὰρ αὐτοῦ τὸ ὄνομά ἐστιν ἐν τοῖ ἔθνε ι, διὰ τὴν τοῦ Χριστοῦ διδασκαλίαν, ὡς φησὶν ὁ προφήτης. 30 Ἐκ τῶν γραφῶν ἔστιν εὑρεῖν ὡς περ σῶμα θεοῦ γίαι εἰσί τινες, οἷον αἱ ὑπηρετικαὶ χεῖρε, καὶ ἐποπτικαὶ ὀφθαλμοί, καὶ ἐπὶ τῶν εὐχῶν τεταγμέναι ὦτα, καὶ ἀπελαστικαὶ προνοίας θεοῦ πόδε, τοῖς κατὰ γῆν διαιτωμένοις. ἐπεὶ οὖν μέλλει ἐρεῖν ὀργὴν θεοῦ μεγάλην, οὐ τὸ συμβεβηκὸς πάθος ὀνομάζεται, θεοῦ ὀργὴ καλούμενον, ἔξω ὑπάρχον αὐτοῦ, πλὴν εἰς χρείαν κατατασσόμενον τοῖς δεομένοις, ᾧ καὶ παραδίδονται, ὡς ἀνάξιοι θεοῦ, ἵνα ποθήσωσι τὸν θεὸν οὗ καταπεφρονήκασιν ὅτε ὑπὸ τὴν τοῦ χείρονος ἐξουσίαν γίνονται. καί ἐστιν ὀργὴ θεοῦ ὁ διάβολος. καὶ γὰρ ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν εἴρηται Καὶ προ έθετο ὀργὴν Κυρίου ἐκκαῆναι ἐπὶ Ἰ ραὴλ καὶ ἐπέει ε τὸν Δαυῒδ λέγων· Βάδιζε καὶ ἀρίθμη ον τὸν Ἰ ραὴλ καὶ τὸν Ἰούδαν. καί ἐστιν ἡ ὀργὴ τοῦ θεοῦ ἡ ἐπι εί α α τὸν Δαυῒδ οὐχὶ λέγου α ἀλλὰ λέγων· παρὰ αὐτὸν ἄρα τὸν θεόν, τὸν λεγόμενον εἰρηκέναι πολλά τινα πρὸς τοὺς ἁγίους, ἑτέρα τίς ἐστιν ἡ ὀργὴ αὐτοῦ ἡ ταῦτα λέγουσα καὶ κελεύουσα ἁμαρτάνειν ἁμαρτίαν ἐφ' ᾗ κόλασις ἀπὸ θεοῦ ἀκολουθεῖ τῷ πεισθέντι τῇ τοιάδε εἰρηκυίᾳ ὀργῇ– καὶ πῶς ἡ κολάζουσα ἐπὶ τοῖς ἁμαρτήμασι καὶ δικαίως κολάζουσα ἀνασείει ἐπὶ ἁμαρτίαν, ἵνα πείσασα ἐπὶ τὸ ἁμαρτάνειν κολάσῃ δικαίως; ἀδίκως γὰρ κολάσει ἡ αἰτία τῆς ἁμαρτίας τὸν ἡμαρτηκότα. ἀλλά, καθὼς εἴρηται, ὀργὴν θεοῦ οἶμαι εἶναι τὸν διάβολον τῷ ἀναπείθειν ἁμαρτάνειν, βουλόμενον ὑποχείριον λαβεῖν τὸν ἡμαρτηκότα ἐκ τοῦ ἁμαρτάνειν. καὶ γὰρ ἐν τῇ πρώτῃ τῶν Παραλειπομένων τὴν αὐτὴν αἰτίαν τοῦ Δαυῒδ ἱστορῶν οὕτω φησίν Καὶ ἔ τη ὁ διάβολο ἐν τῷ Ἰ ραὴλ καὶ ἐπέ ει ε τὸν Δαυῒδ τοῦ ἀριθμῆ αι τὸν Ἰ ραήλ· τῇ γὰρ ἐπέσεισε προσηγορίᾳ ἐχρήσατο καὶ τῇ δευτέρᾳ τῶν Βασιλειῶν καὶ τῇ πρώτῃ τῶν Παραλειπομένων, τῇ μὲν ἐπὶ τῆς ὀργῆ τοῦ κυρίου τῇ δὲ ἐπὶ τοῦ διαβόλου. εἰ δὲ τὸ ἐπέσεισεν αἴτιον τοῦ ἁμαρτάνειν ἐστίν, αἴτιον δὲ τοῦ ἁμαρτάνειν ὁ διάβολός ἐστιν, διάβολος δι' ἀμφοτέρων τῶν προσηγοριῶν ὠνομάσθη, διά τε τῆς καθημαξευμένης καὶ τῆς τοὺς πολλοὺς λανθανούσης, τῆς αὐτὸν ὀνομαζούσης ὀργὴν Κυρίου20, κατὰ τὴν μεγάλην Ὠδὴν καὶ ἀλλαχοῦ λέγουσαν Ἀπέ τειλα τὴν ὀργήν ου κατέφαγεν αὐτοὺ ὡ καλάμην καὶ τὰ ἑξῆς· πᾶν γὰρ τὸ ἀποστελλόμενον ὑπό τινος, τοῦτο ἕτερόν ἐστιν τοῦ ἐξαποστέλλοντος. τίς οὖν ἂν εἴη ἡ ὀργὴ ἡ ἀποστελλομένη ἐπὶ τοὺς Αἰγυπτίους ἤ, ὡς ἐδιδάξαμεν ἐν τῇ πρώτῃ τῶν Παραλειπομένων, ὁ διάβολος; εἰ τοίνυν παραδίδοσθαι τῇ ὀργῇ τοῦ θεοῦ λέγονται οἱ ἁμαρτωλοί, νοητέον αὐτοὺς παραδίδοσθαι τῷ διαβόλῳ, ὡς ὁ Παῦλος τὸν Κορίνθιον καὶ οὓ παρέδωκε τῷ Σατανᾷ ἵνα παιδευθῶ ιν μὴ βλα φημεῖν. Ἔχομεν καὶ ἀγγέλους ἐφορῶντας καὶ βοηθοῦντας ἡμῖν εὖ πράττουσι, καὶ κρίσις γίνεται καθολικὴ πρὸς τούτους πάντας, ὡς φησίν· ἀνά ταθι γάρ φησι, κρίθητι πρὸ τὰ ὄρη, καὶ ἀκου άτω αν οἱ βουνοὶ φωνήν ου· ἀκού ατε, βουνοί, τὴν κρί ιν τοῦ Κυρίου. καὶ δοκεῖ ἐν τούτοις προστάσσεσθαι ὁ λόγος τοῦ θεοῦ κρίνεσθαι μετὰ τῶν ἐγκεχειρισμένων τὰ ἀνθρώπινα δυνάμεων, ἵνα δύνηταί τις παραστῆσαι εἰ, διὰ τήν τινος ἀμέλειαν καὶ παράλειψιν τῶν ἐπιβαλλόντων αὐτῷ ὑπὲρ ἀνθρώπων, ἐν ἁμαρτήματι ἢ αἰτίᾳ γέγονεν. νοήσομεν δὲ τοῦτο χρησάμενοι παραδείγματι, φέρε εἰπεῖν, κρίσει λαοῦ μετὰ τῶν ἐπισκόπων καὶ κρίσει υἱῶν μετὰ τοῦ πατρὸς καὶ κρίσει μανθανόντων μετὰ τοῦ διδασκάλου, ὅτε ποτὲ μὲν ὁ λαὸς τὴν αἰτίαν τῶν ἁμαρτημάτων αὐτοῦ δείξει παρὰ τῶν ἐπισκόπων γεγονέναι, ποτὲ δὲ ὁ ἐπίσκοπος, παραστήσας πάντα τὰ παρ' ἑαυτοῦ πεποιηκέναι ἐλλελοιπέναι τι τῶν ἐπιβαλλόντων σπουδαίῳ ἄρχοντι, τῶν ἐγκλημάτων ἔνοχον ἀποδείξει τὸν λαόν. τὸ δὲ ὅμοιον νόει καὶ περὶ υἱῶν τὴν παρὰ τοῖς πατράσιν ἀνατροφὴν αἰτι μένων, καὶ περὶ αὑτῶν μὲν ἀπολογουμένων ἀποδεικνυόντων δὲ τοὺς πατέρας αἰτίους γεγονέναι τοιούτων πταισμάτων· ὁμοίως δὲ τοὐναντίον τῶν πατέρων ἀπολογουμένων ὡς μηδὲν παραλιπόντων εἰς τὴν κατὰ τὸν θεοῦ λόγον ἀνατροφὴν πρὸς τοὺς υἱούς, τῶν δὲ υἱῶν ἐλεγχομένων παρὰ τὴν ἰδίαν ῥᾳθυμίαν ἐν ἁμαρτήμασι γενομένων. οὐ μακρὰν δὲ τούτων ἐστὶν νοῆσαι καὶ περὶ μαθητῶν καὶ διδασκάλων. 31 Σκυθρωπῶν μελλόντων ἐπιφέρεσθαι, ὑπηρετῶν τις ἄγγελος θεοῦ φων πρὸς τοὺς ἐγχειρισθέντας τὰ ἐπίπονα, τέως μὴ ἐπάγειν αὐτὰ ἕως σφραγῖδας ἐπὶ τῶν μετώπων λάβωσιν οἱ τοῦ θεοῦ δοῦλοι. ἐντέλλεται τοῦτο αὐτὸ λέξεσιν ἑτέραις ἐν Ἰεζεκιὴλ τῷ προφήτῃ Κόπτετε καὶ μὴ φείδε θέ τι, ἐφ' οἷ δέ ἐ τι τὸ ημεῖον μὴ ἐγγίητε. μήποτε οὖν, ἐπεὶ οἱ κολαζόμενοι διὰ ἰδίας ἁμαρτίας τοῦτο πάσχουσιν, τοῖς δικαίοις χαρακτήρ τις σημαίνων τὴν προσοῦσαν αὐτοῖς δικαιοσύνην τίθεται ἐπὶ τοῦ μετώπου, τουτέστιν ἐπὶ τῆς ἀρετῇ παρρησίας αὐτῶν, οἳ τοῦ προκειμένου τυχόντες σημείου χάριν ὁμολογοῦντες τῷ δεδωκότι φασίν Ἐ ημειώθη ἐφ' ἡμᾶ τὸ φῶ τοῦ προ ώπου ου Κύριε, καὶ πάλιν Δέδωκα τοῖ φοβουμένοι ε ημείω ιν τοῦ φυγεῖν ἀπὸ προώπου τόξου. Ζητητέον εἰ δυνατὸν ἀπὸ τοῦ κατὰ σάρκα Ἰσραήλ, ἔτι ἐν τούτῳ Ἰωάννου τῷ βίῳ περιόντος, ἀνδρῶν παρθένων τοσαύτας εἶναι χιλιάδας. ἐπεὶ τοίνυν πολὺ τὸ ἀδύνατον ἡ αἰσθητὴ διήγησις φέρει, ἀληθῆ δὲ εἶναι τὰ ἐν τῇ βίβλῳ ἁγίᾳ οὔσῃ, ἀνάγκη κατὰ πνευματικὴν ἀκολουθίαν ἐκλαμβάνειν τὰ προκείμενα. ἀκόλουθον γὰρ τὸν ἀληθινὸν Ἰσραήλ, τὸν οὐκ ἔχοντα δόλον, εἰς φυλὰς διαιρεῖσθαι· τούτο οὖν τοῦ Ἰσραὴλ λέγωμεν πλῆθος ἀνδρῶν παρθένων εἶναι, οὐκ ἀδύνατόν τί φαμεν, οἱ γὰρ Χριστῷ προσεληλυθότες πάντες Ἰουδαῖοί τε καὶ Ἕλληνες συμπληροῦσι τὸ νοητὸν τοῦτο ἔθνος. καὶ ἐπεὶ οἱ οὕτως Ἑβραῖοι πολλὴν ἁρμονίαν καὶ συμφωνίαν ἔχουσιν, στρεφόμενοι περὶ αὑτοὺς ἐν τῷ καταρτίζε θαι ἑνὶ νοῒ καὶ μιᾷ γνώμῃ, τοσούτῳ ἀριθμῷ καὶ ἴσαι διαιρέσεις αὐτοῦ ὑπόκεινται. ἐστὶν τοίνυν τετράγωνος ὁ ἀριθμὸς ἰσάκις ἰσοσκελισθεὶς ἀπὸ τοῦ ιβʹ. δωδεκάκις γὰρ ιβʹ ρμδʹ. βεβαίας δὲ στάσεως σύμβολον τὸ τετράγ νον σχῆμα φέρει. 32 Παρακατιὼν λέγει ταύτας ρμδʹ χιλιάδας παρθένους· καὶ ἐὰν λαμβάνῃς φυλὰς ταύτας τὰς σωματικὰς τὰς λεγομένας ἐν τῷ Ἰσραήλ, ποῦ παρθένους, ποῦ ιβʹ χιλιάδας παρθενίας, εὕροις ἂν κατὰ φυλήν; ἀλλ' ἐν τῇ ἐκκλησίᾳ τοῦτο εὑρίσκομεν, παρθενίαν ἐζηλωμένην διδάσκοντος αὐτὴν τοῦ Λόγου, οὐ κατ' ἐπιταγὴν οὐδὲ ἵνα βρόχον ἐπιβάλῃ τοῖς ἀκούουσιν, ἀλλ' αὐθαίρετον ἐν εὐφρο ύνῃ καὶ ἀγαλλιά ει, καθὼς γέγραπται. οὗτοι οὖν εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν, ὡς εἴρηται, παρθένοι γάρ εἰσιν· καὶ οὐχ εὑρέθη ψεῦδος ἐν τῷ στόματι αὐτῶν. 33 Αὗται αἱ λευκαὶ στολαὶ δύνανται δηλοῖν τὰς ἀχράντους προθέσεις καὶ πράξεις αὐτῶν. πρὸς ταῖς λευκαῖς στολαῖς ἅς εἰσιν περιβεβλημένοι, φοίνικας ἐν ταῖς χερσὶν κατέχουσιν, σύμβολον τῆς νίκης ᾗ νενικήκα ιν τὸν κόμον. Οὗτοί εἰσιν οἱ ἀπὸ τῆς μεγάλης θλίψεως ἐρχόμενοι, διὰ μαρτυρίου καὶ ὁμολογίας δηλονότι, καὶ τῶν ἄλλων περιστάσεων τῶν διὰ Χριστὸν ἃς ἐπάγουσιν τοῖς Ἰησοῦ μαθηταῖς οἱ πονηροὶ ἄνθρωποί τε καὶ δαίμονες, λευκάναντες καὶ πλύναντες ἃς περίκεινται στολὰς τῷ αἵματι τοῦ ὑπὲρ αὐτῶν σφαγέντος ἀρνίου. ὅπως δὲ οἱ ἄνθρωποι νοήσωμεν τὸ ἀδιάστατον τῆς θεραπείας αὐτῶν, ὠνομάσθη ὁ παρ' ἡμῖν χρόνος τεμνόμενος εἰς ἡμέραν καὶ νύκτα. 34 Ἐπίστησον εἰ αἱ πλυθεῖσαι καὶ λευκανθεῖσαι στολαὶ τῶν ἐκ μεγάλης θλίψεως ἀναβεβηκότων εἶναι δύναται τὰ σώματα αὐτῶν, ἤδη προτεθεωρημένα ὡς ἀν στάντα ἄφθαρτα καὶ πνευματικά. 35 Κρίνας ὁ θεὸς πληγαῖς ὑποβάλλειν τοὺς ἁμαρτωλούς, ἀπειράτους τῶν πληγῶν τούτων ἐνίους ἀνθρώπους εἴασεν, καὶ τοὺς ἔτι ἐμμένοντας οἷς εἰργάζοντο καὶ ὅσοι ἄγευστοι δὶς τῶν πληγῶν ἀπελείφθησαν, ἵνα ἔχωσι μετανοίας τόπον, ὥστε μὴ προσκυνεῖν ἔτι τὰ δαιμόνια τὰ χρύσεα καὶ τὰ ἐξ ἑτέρας ὕλης κατεσκευασμένα ἀγάλματα. δηλοῦται ὡς προσκυνοῦσί τινες τὰ δαιμόνια τὰ χρύσεα καὶ τὰ ἀργύρεα, χάλκεά τε καὶ ξύλινα· ἵνα δαιμόνια νοῆται τὰ ἐφεδρεύοντα πνεύματα τοῖς ἀψύχοις μορφώμασι. χρύσεά τε καὶ τὰ λοιπά, μὴ αἰσθανόμενα δι' ὄψεως καὶ ἀκοῆς μηδὲ βαδίζοντα, τὰ αἰσθητὰ ἀγάλματα. Στόμα γὰρ ἔχου ιν καὶ οὐ λαλή ου ι καὶ τὰ ἑξῆς, ὡς γέγραπται ἐν τοῖς ψαλμοῖς. 36 Ὅτι οἱ μεγάλοι λόγοι σαφηνιζόμενοι βρονταί εἰσι τοῖς δικαίοις καὶ ὁ προ φήτης τάχα μὲν δηλοῖ φάσκων φωνὴ τῆ βροντῆ ου ἐν τῷ τροχῷ· ζητήσεις γὰρ ἐκεῖ τροχόν, καὶ κυκλούμενον τὸν τροχὸν ἰδὼν ὄψει ἐκεῖ βροντήν. ἐξετάζων δὲ καὶ τὰ περὶ τοὺς υἱοὺς τῆς βροντῆς Ἰάκωβον καὶ Ἰωάννην, οὓς ἐκάλεσεν ὁ Ἰησοῦς Βοανεργέ, ὅ ἐ τιν υἱοὶ βροντῆ, εὑρήσεις αὐτοὺς εἰκότως υἱοὺ βροντῆ κεκλημένους διὰ τὴν μεγαλοφωνίαν τῶν νοημάτων καὶ δογμάτων αὐτῶν. Ἤκουσα γὰρ (φησί) βροντῶν ἑπτά, καὶ ὅσα ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ ἔμελλον γράφειν καὶ ἐλέχθη μοι Μὴ γράψῃς ὅσα ἐλάλησαν αἱ ἑπτὰ βρονταί. ἄρα νοεῖς ἐπὶ τούτων ὅτι αἱ τοιαῦται βρονταὶ ἐλάλησαν λόγους δυναμένους γράφεσθαι καὶ μὴ γράφεσθαι· καὶ ὅτι ἤκουσεν ἐνάρθρου φωνῆς διὰ τῆς τοιαύτης φωνῆς ὁ ἱερὸς Ἰωάννης. ἀλλὰ μήποτε αἱ ἑπτὰ βρονταὶ αἱ ἐλαληκυῖαι τῷ Ἰωάννῃ, ἐὰν προσσχῇς τῇ γραφῇ, εὑρήσεις τίνες εἰσίν· μία βροντὴ οφία· ἄλλη βροντὴ ύνε ι· τρίτη βροντὴ βουλή· τετάρτη βροντὴ ἰ χύ· γνῶ ι πέμπτη βροντή· ἕκτη· ἑβδόμη βροντὴ φόβο. ἐὰν ταῦτα λαλουσῶν ἀκούσω τῶν βροντῶν, δύναμαι γράφειν, οὐδὲ γὰρ αὐτὸν τὸν κό μον χωρῆ αι τὰ γραφόμενα βιβλία ἀπὸ φωνῆς τῶν ἁγίων βροντῶν τῶν λαλουσῶν ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν. 37 Καὶ ἦλθεν ἡ ὀργή σου καὶ ὁ καιρὸς τῶν νεκρῶν κατὰ τὸν τῆς συντελείας καιρόν, φανερωθέντων πάντων τῷ βήματι τοῦ Χριτοῦ ἐπὶ τῷ λαβεῖν ἕκα τον ἐπαξίως τῶν βεβιωμένων. ἡ ὀργὴ τοῦ θεοῦ συνίσταται, ἣν ἕκαστος ἐθη αύρι εν ἑαυτῷ ἐν ἡμέρᾳ ὀργῆ καὶ ἀποκαλύψεω δικαιοκρι ία τοῦ θεοῦ· ἐν ᾧ καιρῷ καὶ ὁ τῶν προφητῶν καὶ ἁγίων φοβουμένων τὸ ὄνομα τοῦ θεοῦ μισθὸς ἀποδοθήσεται. τῶν οὖν μισθὸν ληψομένων τρία τάγματα δηλοῦται, προφητῶν καὶ ἁγίων καὶ ἑτέρων φοβουμένων τὸ ὄνομα τοῦ θεοῦ. καὶ ὅρα οἱ εἰσαγόμενοι εἰς εὐλάβειαν σημαίνονται τῷ φοβεῖσθαι τὸ ὄνομα τοῦ θεοῦ, οἱ δὲ αὐτὸν καὶ μὴ τὸ ὄνομα αὐτοῦ ἔτι φοβούμενοι τῇ τῶν ἁγίων προσηγορίᾳ· φοβήθητε γὰρ τὸν Κύριον οἱ ἅγιοι αὐτοῦ, ὅτι οὐκ ἔ τιν ὑ τέρημα τοῖ φοβουμένοι αὐτόν. ὡς ἐν εἴδει τούτων τῶν ἁγίων εὑρήσεις τοὺς προφήτας· ἐπὶ πλεῖον γὰρ προφήτου ὁ ἅγιος· ἀνάγκη γὰρ τὸν θεοῦ προφήτην καὶ ἅγιον εἶναι, ἀλλ' οὐκ ἀντιστρέφει· πολλοὶ ἅγιοι ὄντες οὐ προφητεύουσιν. 38 Ὅρα μὴ ὁ δράκων πολεμήσας μετὰ τῶν ἀγγέλων καὶ θλιβείς, βληθεὶς κάτω ἐκ τοῦ οὐρανοῦ ἔσυρεν πίπτων τὸ τρίτον τῶν ἀστέρων, ἅτινα ἄστρα θείας δυνάμεις οὔσας συναπεστατηκέναι αὐτῷ καὶ συγκατενεχθῆναι τῷ δράκοντι· ὡς Ἠσαΐας φησίν πῶ ἐξέπε εν ὁ ἑω φόρο ἐξ οὐρανοῦ;