Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Selecta in Leviticum
OrigenesLevi 1.1 · pg-scrape-grcMore by Origenes
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/origenes" aria-label="More works by Origenes"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1
Selecta in LeviticumΚαὶ ἀνεκάλεσε Μωϋσῆν. Λευϊτικὸν ὠνόμασται, ἐπειδὴ τὸ τῆς ἱερωσύνης καὶ τὰ τῶν θυσιῶν καὶ ὅσα τοιαῦτα προσέταξεν ὁ Θεὸς, ἐν τούτῳ Λευϊτικῷ φέ ρεται. Ἔχει μὲν οὖν καὶ ἡ Ἔξοδος τοῦ Θεοῦ νομοθεσίας· ὅπως δὲ ἐτελέσθησαν οἱ ἱερεῖς χρισθέντες, καὶ ὅπως κατεσκευάσθη ἡ σκηνὴ καὶ σύμπηξιν ἔλαβεν ἁρμόνιον, καὶ ἄλλα πλείονα ἱστορεῖ τὸ Λευϊτικόν. Εἰ δὲ καὶ ἕτερά τινα περιέχει, οὐ θαυμαστὸν, ἐπιγραφὴ γάρ ἐστι, Λευϊτικὸν, τοῦ ἐν αὐτῷ καιριωτέρου δηλω τικόν. Τοῦ αὐτοῦ. Τὸν περὶ θυσιῶν λόγον οἱ μὴ ὀρθῶς ἐνορῶντες καταφρονοῦσιν ἢ ὡς εὐτελοῦς νομοθεσίας, καὶ μηδὲν ἄξιον τοῦ Δημιουργοῦ ἐχούσης, ἢ αὐτοῦ τοῦ Δημιουργοῦ ὡς εὐτελῆ νομοθετοῦντος ἀσεβῶς κα ταψηφίζονται. Ὁ δὲ νοήσας τὸ τοῦ Δαυῒδ καὶ τοῦ Ἀποστόλου, τοῦ μὲν λέγοντος· «Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου·» τοῦ δὲ βοῶντος· «Ὁ νόμος πνευματι κός ἐστι,» δύναται διαβλέψαι ὡς ἄξια Θεοῦ ἐστιν ἀποκεκρυμμένα ἐν τούτοις μαθήματα. Ἄνθρωπος ἐξ ὑμῶν, ἐὰν προσαγάγῃ δῶρα τῷ Κυρίῳ. Τετηρήκαμεν δὲ πολλαχοῦ τῶν Γραφῶν τὰ μὲν δῶρα ἐπὶ τῶν ζώων λέγεσθαι, τὰς δὲ θυσίας ἐπὶ τῶν ἀψύχων κατὰ τὸ ἐν τῇ Γενέσει λεγόμενον· «Καὶ ἐπεῖδεν ὁ Θεὸς ἐπὶ Ἄβελ, καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ, ἐπὶ δὲ Κάϊν καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσ έσχεν.» Ἔτι δὲ καὶ τοῦτο ῥητέον, ἐπὶ μὲν τῶν ἐμ ψύχων· «Ἄνθρωπος, φησὶν, ἐξ ὑμῶν, ἐὰν προσαγάγῃ δῶρα·» ἐπὶ δὲ τῶν ἀψύχων, «ἐὰν ψυχή.» Τὸ ἄψυ χον ἡ ψυχή· ἵνα τοῦ μὲν ἀλόγου τὸ λογικὸν μόνον καταλείπηται, καὶ τοῦ ἀψύχου ὑπὸ τοῦ πυρὸς νενικη μένου ἀπομείνοι τὸ ἔμψυχον μόνον. Προχεοῦσι τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον. Θυ σιαστήριον καρπώσεως ὁ βωμὸς λέγεται, ἐφ' οὗ θυ σίαι ὁλοκαυτώσεως· θυσιαστήριον δὲ θυμιάματος, τὸ ἔσω θυσιαστήριον. Τοῦ αὐτοῦ. Ἐπειδὴ ἔχαιρον ταῖς θυσίαις οἱ Ἰουδαῖοι ἐν Αἰγύπτῳ ταύταις προσεθίσαντες, ὡς καὶ ἡ ἐν τῇ ἐρήμῳ μοσχοποιία μαρτυρεῖ, ἐπέτρεψεν ὁ Θεὸς ταύτας αὐτῷ προσαγαγεῖν, ταύτῃ χαλινώσας τῆς πολυθεΐας τὰς ἀτάκτους ὁρμὰς καὶ τοῦ μὴ θύειν δαί μοσι. Ἐὰν δὲ ψυχὴ μία ἁμάρτῃ ἀκουσίως. Ἀκούσιόν ἐστιν ὅπερ ἄν τις ποιῇ κακόν. Σημειωτέον ὅτι τὸ ἀ γνόημα τὸ ἀκούσιον, ἁμαρτίαν καλεῖ ἡ Γραφή. Καὶ ἄλλων τινῶν μέμνηται ὁ μακάριος Παῦλος φάσκων· Σκιὰν γὰρ εἶχεν ὁ νόμος τῶν μελλόντων. Τοῦ αὐτοῦ. «Ψυχὴ ἐὰν ἁμάρτῃ ἀκουσίως, φησὶ, καὶ μὴ ποιήσῃ ἀπὸ πασῶν τῶν ἐντολῶν Κυρίου,» κατὰ φύσιν ἔχει. Ἔστι γὰρ τάχα τινὰ καὶ προστά γματα Κυρίου, ἃ οὐ δεῖ ποιεῖν κατὰ τό· «Ἔδωκα αὐτοῖς προστάγματα οὐ καλά.» Ψυχὴ οὖν ἁμαρτά νει ἀκουσίως, ὅτε προφάσει εὐσεβείας τὸ μὴ δέον τηρεῖ. Καὶ δεῖται θυσίας πρὸς ἄφεσιν· οὐ δεομέ νου θυσίας τοῦ δρῶντος ἐξεπίτηδες· ὡς ὁ γεγονὼς Ἰουδαῖος ἵνα Ἰουδαίους κερδήσῃ, καὶ περιτεμὼν τὸν Τιμόθεον. Ἡ ψυχὴ ἐκείνη ἥτις ἐὰν ἅψηται παντὸς πρά γματος ἀκαθάρτου, ἢ θνησιμαίου. Θνησιμαῖον δέ φησι τὸν ἀποθανόντα τῷ Θεῷ ἄνθρωπον, ᾧ χρὴ μηδὲ συνεσθίειν· ὁ γὰρ ἁπτόμενος αὐτοῦ ἀκάθαρτός ἐστι. Καὶ τοῦτο ἀκάθαρτόν ἐστι τὸ θηρευθὲν ὑπὸ τοῦ ἀν τιδίκου ἡμῶν διαβόλου. Κτήνη ἀκάθαρτα εἴη ἂν, οἱ προσελθόντες μὲν τῷ λόγῳ κτηνώδεις, πρὸς θάνατον δὲ ἁμαρτήσαντες, καὶ μὴ γενόμενοι ἄξιοι σωθῆναι κἂν μετὰ κτηνῶν, κατὰ τὸ λέγον ῥητόν· «Ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε.» Πᾶς ὃς ἐὰν ἅψηται αὐτῶν ἁγιασθήσεται. Τινὲς τὸ «ἁγιασθήσεται,» μολυνθήσεται, φασὶν, οὐ διὰ τὴν θυσίαν, οἶμαι, ἀλλὰ διὰ τὸ τολμηρὸν αὐτοῦ ἁπτομένου. Ἀγγαῖος γάρ φησιν· «Ὃς ἂν ἅψηται, μιανθήσεται.» Τοῦ αὐτοῦ. Λέγομεν ὡς διατροφῆς ἀφορμὴ μᾶλλον τοῖς ἱερεῦσιν ἦσαν αἱ θυσίαι καὶ σκιὰ τῆς εὐσεβείας. Διπλοῦν δέ ἐστι τὸ κέρδος τὸ ἀπὸ τοῦ θύειν· καὶ ὅτι Θεῷ προσάγεται τιμὴ, καὶ ὅτι ἃ θύει τις οὐκ ἂν προσκυνήσειεν, οὐδὲ ἂν οἰηθείη Θεὸν εἶναι. Καὶ οὐ μὴ ἀποθάνητε. Θάνατον ὁ λόγος ἔοικεν ἀπειλεῖν ἱερεῦσιν, οἶνον καὶ σίκερα πίνουσιν, ἡνίκα ἂν εἰς τὴν σκηνὴν εἰσπορεύωνται. Δεῖ γὰρ τοὺς ὑπὲρ τοῦ λαοῦ εὐχομένους ἐπισκόπους ἀποστρέφεσθαι ἀπὸ μέθης, οὐ μόνον τῆς ἀπὸ οἴνου, ἀλλὰ καὶ τῆς τῶν πραγμάτων, καὶ διαλογισμῶν ἀνθρωπίνων. Οὐχ ὡς ἄτοπον δὲ ἀπαγορεύει τοῦτο, ἀλλ' ὅτι ᾔδει τὸ ἀκρατὲς τῶν Ἰσραηλιτῶν, ὅτι ὁπόταν ἅψοιντο, εἰς ἀμετρίαν ἐχώρουν. Ἵν' ὅτε εἰς τὰ ἅγια εἰσπορεύονται, νηφάλιον τὸ τῆς ψυχῆς ἀκριβὲς ἔχωσι, καὶ λεπτὸν τοῦ Θεοῦ μνημόσυνον. Διὰ τί οὐκ ἐφάγετε τὸ περὶ τῆς ἁμαρτίας ἐν τόπῳ ἁγίῳ; Δείκνυσι δὲ ὅτι μὴ τῶν ἱερέων ἐσθιόντων, ἀτέλεστος ἡ θυσία, καὶ ἡ ἁμαρτία μένει· ἐχρῆν γὰρ καὶ ἐκ τοῦ αἵματος εἰσενεχθῆναι, καὶ αὐτοὺς φαγεῖν. Εἰ σήμερον προσαγηόχασι τὰ περὶ τῆς ἁμαρτίας αὐτῶν. Ἐπεὶ συνέβη, φησὶ, τοῖς περὶ Ναδὰβ καὶ Ἀβιοὺδ προσκρούσασι τῷ Θεῷ ἀποθανεῖν, ὅτεκαιρὸς ἦν φαγεῖν αὐτοὺς τὸ περὶ ἁμαρτίας τοῦ λαοῦ τοῦ ἀφεθῆναι ἃ ἥμαρτε, πῶς οἱ ἐν ἁμαρτίαις ἡμεῖς σήμερον ἐλεγχθέντες διὰ τοῦ φαγεῖν τὴν ἄφεσιν προξενήσομεν; Χρὴ γὰρ τὸν ἱερέα πρότερον περὶ αὑτοῦ ἐξιλάσασθαι. Ταῦτα τὰ κτήνη ἃ φάγεσθε. Θηρία μὲν οὖν οὐδαμῶς ἐστι καθαρά· πάντα γὰρ ἀκάθαρτα κατὰ τὸν εἰπόντα νόμον· «Πᾶν ὃ ἐὰν πορεύηται ἐπὶ χειρῶν αὐτοῦ ἐν πᾶσι τοῖς θηρίοις, ἀκάθαρτα ἔσται ὑμῖν.» Εἴη δ' ἂν γενικῶς θηρία πάντες οἱ ὠμότατοι τῶν ἀνθρώπων, περὶ ὧν φησιν ὁ Προφήτης· «Ἐν τῷ ἐγγίζειν ἐπ' ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου·» καὶ τὰ ἑξῆς. Πᾶν κτῆνος δικηλοῦν ὁπλήν. Δικηλῆ τὸν εὐσεβῶς ἐν τῷ αἰῶνι τούτῳ πολιτευόμενον καὶ διὰ τὸν μέλλοντα αἰῶνα ἐπ' ἐκεῖνον σπεύδοντα· πρὸς δὲ τὸ διχηλεῖν καὶ ὀνυχιστῆρας ὀνυχίζειν περιαιρούμενον τὰ περιττὰ καὶ νεκρὰ, ἀπὸ τῶν χειρῶν, τοῦτ' ἔστι πράξεων· καὶ ποδῶν, τουτέστι τῆς πορείας. Πρὸς τούτοις καὶ ἀνὰ μηρυκισμὸν οὐκ ἀποτιθέμενον μόνον τὴν πνευματικὴν τροφὴν, ἀλλὰ καὶ ἀναμιμνησκόμενον καὶ συνεχῶς αὐτὴν μελετῶντα. Οὗτος ὁ νόμος περὶ τῶν κτηνῶν καὶ τῶν πετεινῶν καὶ πάσης ψυχῆς. Πολὺν ποιεῖται λόγον περὶ καθαροῦ καὶ ἀκαθάρτου· πρῶτον ἁγίαν εἶναι τὴν ψυχὴν ἐκπαιδεύει. Εἰ γὰρ τὸ φυσικὸν τοιοῦτον οἷον ἐκ προστάγματος Θεοῦ γέγονεν, ἀκάθαρτον, πόσῳ μᾶλλον τὸ ἀπὸ μοχθηρᾶς προαιρέσεως, καὶ οὐκ ἐκ προστάγματος Θεοῦ γεγονός; Εἰ τὸ οὗ Θεὸς ποιητὴς ἀκάθαρτον εἶναι νομίζοι τις, πόσῳ μᾶλλον τὸ ἐναντίως ἔχον πρὸς τὸ τοῦ Θεοῦ βούλημα, καὶ ποιοῦν ὅπερ ἀπηγόρευσεν; Ἀνθρώπῳ ἐάν τινι γένηται ἐν δέρματι χρωτὸς αὐτοῦ οὐλή. Ἀνάγεται ταῦτα ἐπί τινας μώμους τῆς ψυχῆς. Καὶ ὥσπερ ἐπὶ τῶν τοῦ σώματος τραυμάτων μετὰ τὴν θεραπείαν ἔσθ' ὅτε ἴχνος τοῦ πεπονθέναι τοὺς τόπους καταλείπεται ἐν τῇ καλουμένῃ οὐλῇ· τὸν αὐτὸν τρόπον ἡ λαβοῦσα τραῦμα ἁμαρτίας ψυχὴ, κἂν τύχῃ θεραπείας, οἱονεὶ οὐλὴν ἐνίοτε ἔχει καταλειπομένην. Δεῖ δὲ καὶ τὸν τρόπον τοῦ ἀπ' αὐτῆς καθαρισμοῦ ἢ οὐ καθαρισμοῦ ἐξεπίστασθαι. Ἀνδρὶ ἢ γυναικὶ ᾧ ἐὰν γένηται αὐτῷ ἁφὴ λέπρας. Παρατηρητέον ἐφ' ὧν μὲν λέγεται ἀνθρώπων· «Ἐάν τινι γένηται ἐν δέρματι χρωτὸς αὐτοῦ·» ἤ· «Ἀνδρὶ ἢ γυναικὶ, ᾧ ἐὰν γένηται ἐν αὐτοῖς ἁφὴ λέπρας·» ἐφ' ὧν δέ· «Σὰρξ, ἐὰν γένηται ἐν τῷ δέρματι αὐτοῦ ἕλκος·» ἤ· «Σὰρξ ἐὰν γένηται ἐν τῷ δέρματι αὐτοῦ κατάκαυμα πυρός.» Ταῦτα δὲ θραῦμά ἐστιν. Τὰ ἱμάτια αὐτοῦ ἔσται παραλελυμένα. Διὰ τούτων αἰνίττεται μὴ δεῖν συγκρύπτειν τὰ ἁμαρτήματα, καὶ σκεπάζειν αὐτὰ τὸν τὴν ψυχὴν λελεπρωμένον. Ὥσπερ τοῦ παραλελυμένου τὰ ἱμάτια οὗ [οὐκ] ἐσκέπασται ἡ ἀσχημοσύνη· οὕτως βούλεται πᾶσιν ἐκκεῖσθαι μὴ γενόμενον τάφον κεκονιαμένον. Τὸδέ γε περιβεβλῆσθαι τὸ στόμα, ἐστὶ τὸ μὴ ἔχειν παῤῥησίαν ἀνοῖξαι τὸ στόμα· τὸ δὲ τῆς παρεμβολῆς ἐξοίχεσθαι, τὸ μηκέτι τοῖς τῶν ἁγίων αὑτὸν συναυλίζεσθαι χοροῖς. Καὶ σφάξουσι τὸ ὀρνίθιον τὸ ἓν εἰς ἀγγεῖον ὀστράκινον. Θύεται τὸ ὀρνίθιον εἰς ἀγγεῖον ὀστράκινον, προεμβληθέντος εἰς αὐτὸ ὕδατος ζῶντος, ἵνα γένηται ὁ καθαρισμὸς ὕδατι καὶ αἵματι, ἅπερ ἐξῆλθεν ἀπὸ τῆς πλευρᾶς τοῦ Σωτῆρος. Ξύλον δὲ κέδρινόν φησι τὸ τῆς σωτηρίας ἡμῶν ξύλον. Τὸ δὲ κεκλωσμένον κόκκινον τύπος ἦν τοῦ τιμίου αἵματος, δι' οὗ καθαίρεται ὁ κόσμος ὅλος. Οἶμαι δὲ τὸν ὕσσωπον, τὴν διὰ τοῦ πνεύματος θερμότητα· τὸ δὲ σπαρτίον τὸ κόκκινον τὴν πρὸς σάρκα σύμβασιν τοῦ Λόγου δηλοῦν. Τὴν κεφαλὴν αὐτοῦ καὶ τὸν πώγωνα ξυρηθήσεται. Ξυρᾶται τὴν κεφαλὴν, κατὰ τὰ κεφαλαιωδέστερα καὶ ἀρχικώτερα τῶν δογμάτων· κατὰ δὲ τὸν πώγωνα, ὅπερ σύμβολόν ἐστι τοῦ ἀνδρὸς, ἀποτιθέμενος τὰ τοῦ ἀνδρὸς ἁμαρτήματα· κατὰ δὲ τὰς ὀφρῦς, πᾶσαν οἴησιν, καὶ ἵν' οὕτως ὀνομάσω, ὀφρύωσιν ἀποτιθέμενος. Σύμβολον δέ φησι ταῦτα προσφύντα καὶ ἐξανθήσαντα τῇ ψυχῇ, νεκρότητος τρίχες ὀνομαζόμενα. Λήψεται δύο ἀμνοὺς ἀμώμους ἐνιαυσιαίους. Εἰς τρία ὁ λόγος διαιρεῖ τὰ ἀναφερόμενα· ἓν μὲν τὴν λύσιν τῶν προημαρτημένων· ἓν δὲ, τὸ ὅλον ἀναφέρεσθαι τῷ Θεῷ· ἕτερον δὲ, τὸ ἀναφερόμενον ἐπ' αὐτὸν τὸν καθαριζόμενον τῶν ὑπ' αὐτοῦ γινομένων. Τάχα δὲ καὶ τὰ τρία τῆς σεμιδάλεως δέκατα παραλαμβάνεται, ἵν' ἓν μὲν τῶν δεκάτων τῷ σφαζομένῳ ἀμνῷ συναχθῇ, καὶ τὸ δεύτερον τῷ λοιπῷ, καὶ τὸ τρίτον τῷ προβάτῳ. Ἤδη τοίνυν ἐπὶ τῷ πέμπτῳ καθαρισμῷ ἔχει οὐχὶ ἄλευρον, ἀλλὰ σεμίδαλιν, ὅπερ σύμβολόν ἐστιν ὕλης ἄρτου καθαροῦ, καὶ ταύτην ἐλαίῳ πεφυραμένην· ὅπερ ὡς τρέφον φῶς, φωτὸς χρείαν καὶ οὐ πυρὸς ἐπιτελοῦν παραλαμβάνεται. Ἔχει δὲ καθ' ἑαυτὸ χωρὶς τοῦ εἰς φύρασιν τῆς σεμιδάλεως παραλαμβανομένου ἐλαίου, ἔλαιον ὃ διὰ τοῦ ἱερέως ἀναφέρεται μέτρου κοτύλης τυγχάνον. Καὶ πάνυ δοκεῖ μοι ἱερέως δέεσθαι τό· «Στήσει ὁ ἱερεὺς ὁ καθαρίζων τὸν ἄνθρωπον τὸν καθαριζόμενον, καὶ ταῦτα ἔναντι Κυρίου.» Καὶ ἥξει τίνος αὐτοῦ ἡ οἰκία, καὶ ἀναγγελεῖ τῷ ἱερεῖ. Καὶ οὐδέποτέ φαμεν κατηγορήσοντα τῆς οἰκίας τῆς ἑαυτοῦ δεῖν ἰέναι τινὰ πρὸς τὸν ἱερέα, τὸν νομοθέτην εἰπεῖν· ἀλλ' ὥσπερ δὴ μᾶλλον ἐξ ἰατροῦ τῷ συμβεβηκότι φάρμακον ἐξαιτήσοντα. Λελεπρῶσθαι δὴ οὖν φαμεν τὴν τῶν Ἰουδαίων συναγωγήν. Τὸ δὲ τοῦ ἀναγγέλλοντός ἐστι πρόσωπον, ὁ τῶν ἁγίων προφητῶν χορός· οἳ καὶ ἐξαγγέλλονται τῷ μεγάλῳ ἀρχιερεῖ, τουτέστι πρὸ τῆς ἀγανακτήσεως, τῆς ἀπονοίας τῶν Ἰουδαίων τὰ πάθη, οὐ μίσει, οὐδὲ ἀπεχθείᾳ, ἀλλ' αἰδοῖ τῇ περὶ τὸν εὐεργέτην συνομολογοῦντες μὲν τὰ ἐκείνων πλημμελήματα, ἐλεεῖσθαι δ' οὖν ὅμως παρακαλοῦντες.

Intertext edge

Open linked passage

Note