De gentibus Indiae et Bragmanibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/palladius-helenopolitanus-pg-34-65" aria-label="More works by Palladius Helenopolitanus PG 34">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1
De gentibus Indiae et Bragmanibus Παλλαδίου περὶ τῶν τῆς Ἰνδίας ἐθνῶν καὶ τῶν Βραγμάνων
1.1.1
Ἡ πολλὴ φιλοπονία σου καὶ φιλομαθία καὶ φιληκοΐα καὶ φιλοθεΐα, ἀνδρῶν ἀρίστων ἐγκαλλώπισμα, καὶ ἕτερον ἡμᾶς προε τρένατο προσδιηγήσασθαι πρᾶγμα ὑπερβολῇ φιλοσοφίας γέμον. κινούμενοι τοίνυν ἡμεῖς τῇ σῇ φιληκοΐᾳ πρὸς τοῖς εἰρημένοις προσεξηγησόμεθά σοι καὶ τὸν τῶν Βραγμάνων βίον, ὧν μὲν ἐγὼ οὔτε τὴν πατρίδα ἱστόρησα οὔτε τοῖς ἀνδράσι συντετύχηκα. πόρ ρω γάρ εἰσιν ἀπῳκισμένοι καὶ τῆς Ἰνδικῆς καὶ τῆς Σηρικῆς τῷ Γάγγῃ παροικοῦντες ποταμῷ, ἐγὼ δὲ εἰς τὰ ἀκρωτήρια μόνον ἔφ θασα τῆς Ἰνδικῆς πρὸ ἐτῶν ὀλίγων μετὰ τοῦ μακαρίου Μωϋσέως τοῦ ἐπισκόπου τῶν Ἀδουληνῶν· καὶ ἀγρίῳ καύματι ληφθείς– τοι ούτου ὄντος ὡς τοῦ ὕδατος ἐκ τῆς πηγῆς ἀναβλύζοντος ψυχροτάτου εἰς ὑπερβολὴν καὶ ληφθέντος ἐν ἀγγείοις παραχρῆμα βράσσειν– τοῦτο τοίνυν θεασάμενος αὖθις ὑπέστρενα μὴ στέξας τὸν καύσωνα. ὁ δὲ Γάγγης οὗτος ποταμὸς καθ' ἡμᾶς ἐστιν ὁ καλούμενος Φεισών, ὁ ἐν ταῖς γραφαῖς κείμενος, εἷς ὢν τῶν τεσσάρων ποταμῶν τῶν λεγομένων ἐξιέναι ἐκ τοῦ παραδείσου.
1.2.1
Διήγημα δὲ φέρεται Ἀλεξάνδρου τοῦ τῶν Μακεδόνων βασι λέως ἐξηγησαμένου ποσῶς τὸν βίον αὐτῶν· κἀκείνῳ δὲ τάχα ὑπῆρ χεν ὡς ἐκ παρακούσματος· οὔτε γὰρ αὐτός, ὡς οἶμαι, τὸν Γάγγην ἐπεραιώθη, ἀλλ' ἄχρι τῆς Σηρικῆς φθάσας, ἔνθα τὸν μέταξον οἱ σῆρες τίκτουσιν, κἀκεῖ λιθίνην στήλην στήσας ἐπέγρανεν· Ἀλέξανδρος ὁ Μακεδὼν ἔφθασε μέχρι τοῦ τόπου τούτου.
1.3.1
ἐγὼ δὲ ποσῶς τὰ περὶ τῶν Βραγμάνων δεδύνημαι μαθεῖν παρά τινος Θηβαίου σχολαστικοῦ, ἑκουσίως μὲν τὴν ἀποδημίαν ποιησαμένου, ἀκουσίως δὲ τῇ αἰχμαλωσίᾳ περιπεσόντος. οὗτος, ὡς ἔλεγεν, ἀφυὴς ἐγεγόνει ἐν τῇ δικανικῇ καὶ ἀκηδίᾳ ληφ θεὶς ἐκίσσησεν οὕτως τὴν τῶν Ἰνδῶν ἱστορῆσαι χώραν.
1.4.1
καὶ διαπλεύσας μετὰ πρεσβυτέρου ταύτην κατέλαβε πρῶ τον τὴν Ἀδούλην, εἶτα μετ' ἐκείνην τὴν Αὐξούμην, ἐν ᾗ ἦν καὶ βασιλίσκος μικρὸς τῶν Ἰνδῶν ἐκεῖ καθεζόμενος. ἐκεῖ δὲ χρονί σας καὶ πολλὴν συνήθειαν κτησάμενος ἠθέλησε καὶ ἐπὶ τὴν Τα προβάνην εἰσελθεῖν νῆσον, ἔνθα εἰσὶν οἱ λεγόμενοι Μακρόβιοι· ζῶσι γὰρ εἰς τὴν νῆσον ἐκείνην ἕως ἑκατὸν πεντήκοντα ἐτῶν οἱ γέροντες δι' ὑπερβολὴν τῆς τῶν ἀέρων εὐκρασίας καὶ ἀνεξερευ νήτου κρίματος θεοῦ. ἐν ταύτῃ δὲ τῇ νήσῳ καὶ ὁ μέγας βασιλεὺς κατοικεῖ τῶν Ἰνδῶν, ᾧ πάντες οἱ βασιλίσκοι τῆς χώρας ὑπόκειν ται ὡς σατράπαι, καθὼς αὐτὸς ὁ σχολαστικὸς ἡμῖν διηγήσατο μα θὼν καὶ αὐτὸς παρ' ἑτέρων· οὐ γὰρ δεδύνηται οὐδ' αὐτὸς εἰς τὴν νῆσον εἰσελθεῖν.
1.5.1
παράκεινται γὰρ ταύτῃ τῇ νήσῳ (εἰ μὴ ψευδές ἐστι τὸ λεχθέν) ὡς χίλιαι ἄλλαι νῆσοι τῆς ἐρυθρᾶς θαλάσσης ἐμβαλλού σης εἰς αὐτάς. ἐπεὶ τοίνυν ὁ μαγνῆτις λίθος ὁ τὸν σίδηρον ἐπι σπώμενος ἐν ἐκείναις γίνεται ταῖς νήσοις ταῖς λεγομέναις Μα νιόλοις, ὃ ἂν ἀπέλθῃ πλοῖον σιδηροῦς ἔχον ἥλους κατέχεται ὑπὸ τῆς τοῦ λίθου φύσεως μὴ δυνάμενον παρελθεῖν· ἔστι δὲ ἰδικῶς τὰ διαπερῶντα πλοῖα εἰς ἐκείνην τὴν μεγάλην νῆσον ἄνευ σιδή ρου ἐπιούροις ξυλίνοις κατεσκευασμένα.
1.6.1
ἔχει δέ, φησι, καὶ πέντε ποταμοὺς μεγίστους ἡ νῆσος αὕτη, ἐν οἷς νῆες διαπορεύονται. ὡς δὲ διηγοῦντο αὐτῷ οἱ ἐκεῖ θεν, οὐδέποτε ὀπώρα λείπει ἐν τῷ τόπῳ ἐκείνῳ τῆς νήσου· ἐν τῷ αὐτῷ γάρ, φησι, ὃς μὲν ἀνθεῖ κλάδων, ὃς δὲ ὀμφακίζει, ὃς δὲ καὶ τρυγᾶται {οὔτε ἄμπελος ὀμφακίζει οὔτε τρυγᾶται}. ἔχει δὲ καὶ φοίνικας καὶ τὸ κάρυον τὸ μέγιστον τὸ Ἰνδικὸν καὶ τὸ λε πτὸν τὸ ἀρωματίζον. ζῶσι δὲ οἱ οἰκήτορες τοῦ τόπου ἐκείνου γάλακτι καὶ ὀρύζῃ καὶ ὀπώρᾳ, ἐρίου οὐ τικτομένου παρ' αὐτοῖς, ἀλλ' οὐδὲ λίνου, προβάτων δὲ δέρματα καλῶς εἰργασμένα πε ρὶ τὴν ὀσφὺν περιτίθενται μόνον. ἔστι δὲ καὶ πρόβατα τετριχω μένα ἄνευ ἐρίου γαλακτιφόρα λίαν πλατείας ἔχοντα οὐράς. κέ χρηνται δὲ καὶ κρεωφαγίᾳ αἰγῶν καὶ προβάτων· χοῖρος γὰρ ἀπὸ Θηβαΐδος οὐκέτι εὑρίσκεται ἐν τοῖς μέρεσιν Ἰνδίας ἢ Αἰθιοπίας δι' ὑπερβολὴν καυμάτων.
1.7.1
διηγεῖτο οὖν οὗτος ὁ σχολαστικός, ὅτι ἀπὸ τῆς Αὐξούμης εὑρών τινας πλοιαρίοις διαβαίνοντας Ἰνδοὺς ἐμπορίας χάριν ἐπειράθη ἐνδότερον ἀπελθεῖν· καὶ φθάσας ἐγγὺς τῶν καλουμένων Βισάδων τῶν τὸ πίπερ συναγόντων· ἔθνος δέ ἐστιν ἐκεῖνο πάνυ σμικρότατον καὶ ἀδρανέστατον, λιθίνοις σπηλαίοις ἐνοικοῦντες, οἵτινες καὶ κρημνοβατεῖν ἐπίστανται διὰ τὴν τοῦ τόπου συστρο φὴν καὶ τὸ πίπερ οὕτως ἀπὸ τῶν θάμνων συνάγουσι· δενδρύφια γάρ εἰσι κολοβά, ὡς ἔλεγεν ἐκεῖνος ὁ σχολαστικός. εἰσὶ δὲ καὶ οἱ Βισάδες ἀνθρωπάρια κολοβὰ μεγαλοκέφαλα, ἄκαρτα καὶ ἁπλό τριχα· οἱ δὲ λοιποὶ Αἰθίορες καὶ Ἰνδοὶ μέλανές εἰσιν καὶ νεανικοὶ καὶ φριξότριχες.
1.8.1
" ἐκεῖθεν δέ", φησι," κατασχεθεὶς ὑπὸ τοῦ δυναστεύοντος πραγμάτων ἐπειρώμην ὡς τολμήσας εἰσελθεῖν εἰς τὴν χώραν αὐτῶν· καὶ οὔτε ἐκεῖνοι τὴν ἀπολογίαν ἐδέχοντο τὴν ἐμὴν μὴ ἐπιστάμε νοι τὴν διάλεκτον τῆς ἡμετέρας χώρας, οὔτε δὲ ἐγὼ τὰς παρ' ἐκεί νων εὐθύνας εἰς ἐμὲ γινομένας ἐγνώριζον. οὐδὲ γὰρ ἐγὼ τὴν ἐκείνων ἠπιστάμην γλῶσσαν, μόναις δὲ ταῖς διαστροφαῖς τῶν ὄνεων ἀλλήλοις ἐστοιχοῦμεν γνώριμα σημεῖα. ἐγὼ μὲν τὰς ἐκεί νων ἐγκληματώδεις φωνὰς ἐκ τοῦ ὑφαίμου τῆς χρόας τῶν ὀφθαλμῶν καὶ τοῦ ἀγρίου τρισμοῦ τῶν ὀδόντων καὶ τῶν κινήσεων τὴν τῶν λεγομένων παρ' αὐτῶν ἐστοχαζόμην δύναμιν, ἐκεῖνοι δὲ αὖ πάλιν ἐκ τοῦ τρόμου τοῦ ἐμοῦ καὶ τῆς ἀγωνίας καὶ τῆς ὠχρότητος τοῦ προσώπου τό τε τῆς ψυχῆς ἐλεεινὸν διὰ τῆς τοῦ σώματος δειλίας ἐναργῶς κατεμάνθανον.
1.9.1
κατασχεθεὶς οὖν παρ' αὐτοῖς ἑξαετίαν ὑπηρέτησα, τῷ ἀρτοκοπείῳ παραδοθεὶς εἰς ἐργασίαν. ἦν δὲ τὸ ἀνάλωμα τοῦ βασιλέως αὐτῶν, φησι, μόδιος εἷς σίτου εἰς ὅλον αὐτοῦ πα λάτιον, κἀκεῖνος οὐκ οἶδα πόθεν φερόμενος. οὕτως δέ, φησιν, ἐν τῇ ἑξαετίᾳ ἠδυνήθην πλεῖστα ἐκ τῆς γλώσσης αὐτῶν σημει ώσασθαι, δι' ὧν καὶ τὰ παρακείμενα λοιπὸν ἔθνη μεμάθηκα.
1.10.1
ἀπελύθην δέ, φησιν, ἐκεῖθεν τῷ τρόπῳ τούτῳ· ἕτερος βασιλεὺς ποιήσας μάχην μετὰ τοῦ κατέχοντός με διέβαλεν αὐ τὸν πρὸς τὸν μέγαν βασιλέα τὸν ἐν Ταπροβάνῃ νήσῳ καθεζόμε νον ὡς ἄνδρα ἀξιόλογον Ῥωμαῖον αἰχμάλωτον λαβὼν τοῦτον ἔχει εἰς ὑπηρεσίαν ἀγενεστάτην. ὁ δὲ πέμψας κριτὴν ἕνα καὶ μαθὼν τὸ ἀκριβὲς ἐκέλευσεν αὐτὸν ἀσκοδαρῆναι ὡς ὑβρίσαντα Ῥωμαῖον· πάνυ γὰρ τιμῶσι τε καὶ φοβοῦνται τὴν Ῥωμαίων ἀρχὴν ὡς δυναμένην καὶ τῇ χώρᾳ αὐτῶν ἐπιβῆναι δι' ὑπερβολὴν ἀνδρείας καὶ εὐμηχανίας.
1.11.1
ἔλεγεν οὖν οὗτος ὅτι οἱ Βραγμᾶνες ἔθνος ἐστὶν οὐ προ αιρέσει ἀποτασσόμενον ὡς οἱ μοναχοί, ἀλλ' ἔλαχον τὸν κλῆρον τοῦτον ἄνωθεν καὶ ἐκ θεοῦ κριμάτων, τὴν τοῦ ποταμοῦ παροι κίαν, φυσικῶς ἐν γυμνότητι διαζῶντες. παρ' οἷς οὐδὲν τετρά ποδον ὑπάρχει, οὐ γεώργιον, οὐ σίδηρος, οὐκ οἰκοδομή, οὐ πῦρ, οὐκ ἄρτος, οὐκ οἶνος, οὐχ ἱμάτιον, οὐκ ἄλλο τι τῶν εἰς ἐργασίαν συντελούντων ἢ ἀπόλαυσιν συντεινόντων. ἔχουσι δὲ ἀέρα λιγυρόν τε καὶ εὔκρατον καὶ πάνυ κάλλιστον. σεβόμενοι τὸν θεὸν καὶ γνῶσιν ἔχοντες οὐχ οὕτως δὲ λεπτὴν οὔτε δὲ δι ευκρινεῖν οὕτως τοὺς τῆς προνοίας λόγους δυνάμενοι ὅμως εὔ χονται ἀδιαλείπτως. εὐχόμενοι δὲ ἀντὶ τῆς ἀνατολῆς τῷ οὐρα νῷ ἀτενίζουσι, τῇ τροπῇ τῆς ἀνατολῆς οὐ προσέχοντες.
1.12.1
ἐσθίουσι δὲ τὰ παρατυγχάνοντα ἀκρόδρυα καὶ λαχάνων τὰ ἄγρια, ὅσα ἡ γῆ ἐκφύει αὐτομάτως, καὶ ὕδωρ πίνουσι νομάδες ὄντες ἐν ὕλαις ἐπὶ φύλλοις ἀναπαυόμενοι. παρ' αὐτοῖς δὲ πολὺ τὸ περσεϊνὸν ξύλον καὶ τὸ λεγόμενον ἀκάνθινον καί τινα ἕτε ρα ἐπιχώρια καρποφόρα ἀφ' ὧν ἀποζῶσιν.
1.13.1
καὶ οἱ μὲν ἄνδρες εἰς τὸ μέρος τοῦ Ὠκεανοῦ ἐκεῖθεν τοῦ ποταμοῦ τοῦ Γάγγου παροικοῦσιν· οὗτος γὰρ ὁ ποταμὸς εἰς τὸν Ὠκεανὸν εἰσβάλλει· αἱ δὲ γυναῖκες αὐτῶν εἰσιν ἐντεῦθεν τοῦ Γάγγου ἐπὶ τὸ μέρος τῆς Ἰνδίας. περαιοῦνται δὲ οἱ ἄν δρες πρὸς τὰς γυναῖκας Ἰουλίῳ καὶ Αὐγούστῳ μηνί· οὗτοι γάρ εἰσι παρ' αὐτοῖς οἱ μῆνες ψυχρότατοι τοῦ ἡλίου πρὸς ἡμᾶς ὑπὲρ βοῤῥᾶν ὑψωθέντος· οἳ καὶ εὐκρατότεροι λέγονται εἶναι οἱ μῆνες ἐκεῖνοι καὶ οἶστρον κινεῖν. καὶ ποιήσαντες μετὰ τῶν γυναικῶν τεσσαράκοντα ἡμέρας αὖθις ἀντιπερῶσιν. γεννησάσης μέντοι τῆς γυναικὸς δύο παιδία οὐκέτι ὁ ἀνὴρ περᾷ πρὸς τὴν ἑαυτοῦ γυναῖκα κοινωνίας χάριν. ἀντιστήσαντες οὖν ὑπὲρ αὐτῶν τὸ ἀντίσωμα τὸν ἐπίλοιπον ἐγκρατεύονται χρόνον. ἐὰν δὲ συμβῇ στεῖραν ἐν αὐταῖς εὑρεθῆναι γυναῖκα, μέχρι πενταετίας περᾷ πρὸς αὐτὴν ὁ ἀνὴρ συγγινόμενος αὐτῇ· καὶ ἐὰν μὴ γεννήσῃ, οὐ κέτι αὐτῇ προσεγγίζει. διὸ οὐδὲ εἰς πλῆθος πολυάνθρωπον ἐκ τέταται αὐτῶν τὸ ἔθνος διά τε τὴν δυσζωΐαν τοῦ τόπου καὶ διὰ τὴν φυσικὴν ἐγκράτειαν τῆς γεννήσεως.
1.14.1
αὕτη τῶν Βραγμάνων ἐστὶν ἡ πολιτεία. τὸν δὲ ποταμὸν λέ γουσι δυσπεραίωτον εἶναι διὰ τὸν λεγόμενον ὀδοντοτύραννον· ζῷ ον γάρ ἐστι μέγιστον εἰς ὑπερβολήν, ἐνυπάρχον τῷ ποταμῷ ἀμφί βιον, ἐλέφαντα ὁλόκληρον καὶ ἀκέραιον καταπιεῖν δυνάμενον· ἐν δὲ τῷ καιρῷ τοῦ περάματος τῶν Βραγμάνων πρὸς τὰς ἑαυτῶν γυ ναῖκας οὐκ ὀπτάνεται ἐν τοῖς τόποις ἐκείνοις. εἰσὶ δὲ καὶ δρά κοντες μέγιστοι ἐν τοῖς ποταμοῖς ἐκείνοις ἕως πηχῶν ἑβδομή κοντα, ὡς καὶ δορὰν μίαν ἐθεασάμην ἐγὼ δύο ποδῶν πλάτος ἔχου σαν. οἱ δὲ μύρμηκές εἰσι τῶν ἐκεῖ παλαιστιαῖοι, οἱ δὲ σκορπί οι πηχυαῖοι· διὸ καὶ δυσδιόδευτοί εἰσιν ἐκεῖνοι οἱ τόποι. οὐ πᾶς δὲ τόπος τῶν ἐκεῖ ἔχει τοιαῦτα ζῷα ἢ ἰοβόλα θηρία, ἀλλ' ἡ ἀοίκητος μόνη. ἀγέλη ἐλεφάντων πολλή.
1.15.1
Ἀῤῥιανοῦ μέντοι τοῦ μαθητοῦ τοῦ Ἐπικτήτου τοῦ φιλοσόφου τοῦ καὶ δούλου γεγενημένου, δι' εὐφυΐαν δὲ φύσεως εἰς φιλοσοφίαν ἐλάσαντος ἐν τοῖς καιροῖς Νέρωνος τοῦ βασιλέως τοῦ κολάσαντος τοὺς ἀοιδίμους ἀποστόλους Πέτρον καὶ Παῦλον, τούτου τὰ κατὰ Ἀλέξανδρον τὸν Μακεδόνα ἱστορήσαντος {φησὶ γὰρ} ὃ ἐκεκτήμην πονημάτιον ἀπέστειλα τῇ ἀνδρείᾳ τῆς σῆς καλοκἀγαθίας, ὑποτάξας μου τῷ ὑπομνηματικῷ· ὅπερ ἀναγινώσ κων νουνεχῶς καὶ φροντίσας ἐμμελῶς βιώσεις ἀσφαλῶς.