Historia Lausiaca
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/palladius-helenopolitanus-pg-34-65" aria-label="More works by Palladius Helenopolitanus PG 34">
—
⋯
Original / primary: Pg Scrape Grc
10.2.1
Διηγεῖτο γάρ μοι ἡ μακαρία Μελάνιον ὅτι" Ἐν ἀρχαῖς παραγενομένη εἰς Ἀλεξάνδρειανἀπὸ τῆς Ῥώμης, καὶ ἀκούσασα περὶ τῆς τούτου ἀρετῆς, Ἰσιδώρου μοι τοῦ μακαρίου διηγησαμένου καὶ ὁδηγήσαντος πρὸς αὐτὸν εἰς τὴν ἔρημον, ὅτι προσήνεγκα αὐτῷ ἀργεντα ρίαν τριακοσίων λιτρῶν ἀργυρίου, παρακαλοῦσα αὐτὸν ἐκ τῶν πραγμάτων μου μετασχεῖν. Ὁ δὲ καθεζόμενος καὶ πλέκων θαλλοὺς εὐλόγησέ με φωνῇ μόνῃ καὶ εἶπεν·" Ὁ θεὸς δῴη σοι τὸν μισθόν".
10.3.1
Καὶ λέγει τῷ οἰκονόμῳ αὐτοῦ Ὠριγένει·" Δέξαι καὶ οἰκονόμησον αὐτὸ πάσῃ τῇ κατὰ Λιβύην καὶ τὰς νήσους ἀδελφότητι· ταῦτα γὰρ τὰ μοναστήρια πένεται πλέον"· παραγγείλας αὐτῷ μηδενὶ τῶν ἐν Αἰγύπτῳ δοῦναι, διὰ τὸ εὐπορωτέραν εἶναι τὴν χώραν. Ἐγὼ δέ, φησίν, ἑστῶσα καὶ ἐκδεχομένη τιμηθῆναι ἢ δοξασθῆ ναι ὑπ' αὐτοῦ ἐπὶ τῇ δόσει, μηδὲν παρ' αὐτοῦ ἀκούσασα, εἶπον αὐτῷ·" Ἵνα οἶδας, κύριε, πόσον ἐστί, τριακόσιαι λίτραι εἰσίν".
10.4.1
Ὁ δὲ μηδὲ ὅλως ἀνανεύσας ἀπεκρίνατό μοι·" Ωι ἤνεγκας αὐτά, τέκνον, σταθμοῦ χρείαν οὐκ ἔχει. Ὁ γὰρ τὰ ὄρη σταθμίζων πολλῷ μᾶλλον ἐπίσταται τὴν ποσότητα τοῦ ἀργυρίου. Εἰ μὲν γὰρ ἐμοὶ αὐτὸ ἐδίδως, καλῶς ἔλεγες· εἰ δὲ θεῷ, τῷ τοὺς δύο ὀβολοὺς μὴ παριδόντι, σιώπα". Οὕτως ᾠκονόμησε, φησίν, ὁ κύριος ἐν τῷ εἰσελθεῖν με εἰς τὸ ὄρος.
10.5.1
Μετ' ὀλίγον χρόνον κοιμᾶται ὁ ἄνθρωπος τοῦ θεοῦ ἀπύρεκτος, μὴ νοσήσας, ἀλλὰ τὴν σπυρίδα καταράπτων, ἐτῶν ὢν ἑβδομήκοντα· ὃς μεταστειλάμενός με, καὶ τοῦ τε λευταίου κεντήματος πρὸς ἀπαρτισμὸν ὄντος, μέλλων ἐκλεί πειν λέγει μοι·" Δέξαι ταύτην τὴν σπυρίδα ἐκ τῶν ἐμῶν χειρῶν, ἵνα μέμνησαί μου· ἄλλο γάρ σοι οὐκ ἔχω τί κατα λείψω"". Ὃν ἐνταφιάσασα καὶ ὀθονίοις τὸ σῶμα ἑλίξασα κατέθετο· καὶ οὕτως ἀνεχώρησε τῆς ἐρήμου, ἕως θανάτου τὴν σπυρίδα ἔχουσα μεθ' ἑαυτῆς.
10.6.1
Οὗτος ὁ Παμβὼ τελευτῶν, κατ' αὐτὴν τὴν ὥραν τοῦ ἐκλιμπάνειν παρεστῶσι Ὠριγένει τῷ πρεσβυτέρῳ καὶ οἰκο νόμῳ καὶ Ἀμμωνίῳ, ἀνδράσι περιβοήτοις, καὶ λοιποῖς ἀδελφοῖς, τοῦτο λέγεται εἰρηκέναι, ὅτι" Ἀφ' οὗ ἦλθον εἰς τὸν τόπον τοῦτον τῆς ἐρήμου καὶ ᾠκοδόμησά μου τὴν κέλλαν καὶ ᾤκησα, ἐκτὸς τῶν χειρῶν μου οὐ μέμνημαι" δωρεὰν ἄρτον" φαγών· οὐ μεταμεμέλημαι ἐπὶ λόγῳ ᾧ ἐλάλησα ἕως τῆς ἄρτι ὥρας· καὶ οὕτως ἀπέρχομαι πρὸς τὸν θεὸν ὡς μηδὲ ἀρξάμενος θεοσεβεῖν".
10.7.1
Προσεμαρτύρουν δὲ αὐτῷ ἀφηγούμενοι ἡμῖν Ὠριγένης τε καὶ Ἀμμώνιος ὅτι" Οὐδέποτε ἐρωτηθεὶς λόγον γραφικὸν ἢ ἄλλον τινὰ πραγματικὸν παραυτὰ ἀπεκρίνατο, ἀλλ' ἔλεγεν·" Οὐδέπω εὕρηκα". Πολ λάκις δὲ παρῆλθε καὶ τρίμηνον καὶ ἀπόκρισιν οὐκ ἐδίδου, λέγων μὴ κατειληφέναι. Οὕτω μέντοι τὰς ἀποφάσεις αὐτοῦ ἐδέχοντο, γινομένας περιεσκεμμένως κατὰ θεόν, ὡς ἀπὸ θεοῦ. Ταύτην γὰρ τὴν ἀρετὴν ἐλέγετο καὶ ὑπὲρ τὸν μέγαν Ἀντώνιον καὶ ὑπὲρ πάντας ἐσχηκέναι, τὴν εἰς τὸ ἀκριβὲς τοῦ λόγου".
10.8.1
Φέρεται δὲ τοιαύτη πρᾶξις τοῦ Παμβώ, ὅτι Πίωρ ὁ ἀσκητὴς παραβαλὼν αὐτῷ ἴδιον ἀπήνεγκεν ἄρτον, καὶ ἐγκλη θεὶς παρ' αὐτοῦ·" Τίνος ἕνεκεν τοῦτο πεποίηκας;" ἀπεκρί νατο·" Ἵνα σε μὴ βαρήσω", φησίν. Ὃν σιγῇ ῥητῶς ἐπαίδευσε· μετὰ χρόνον γὰρ παραβαλὼν αὐτῷ, βρέξας τὸν ἄρτον ἐβάσταζε, καὶ ἐπερωτηθεὶς εἶπεν·" Ἵνα μή σε βαρήσω καὶ ἔβρεξα". 11. tΠερὶ Ἀμμωνίου 11. 1 Ἀμμώνιος οὗτος ὁ μαθητὴς αὐτοῦ ἅμα τρισὶν ἀδελφοῖς ἑτέροις καὶ δυσὶν ἀδελφαῖς αὐτοῦ εἰς ἄκρον φιλο θείας ἐλάσαντες, κατειλήφασι τὴν ἔρημον, κἀκεῖναι κατ' ἰδίαν ποιήσασαι μονὴν καὶ οὗτος κατ' ἰδίαν, ὡς ἱκανὸν ἀπέχειν μεταξὺ ἀλλήλων. Ἐπειδὴ δὲ καθ' ὑπερβολὴν φιλόλογος ἦν ὁ ἀνήρ, καὶ πόλις τις ἠράσθη αὐτοῦ εἰς λόγον ἐπισκόπου, προσῆλθον τῷ μακαρίῳ Τιμοθέῳ παρακαλέσαντες αὐτὸν χει ροτονῆσαι αὐτὸν αὐτοῖς ἐπίσκοπον.