Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Lausiaca
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/palladius-helenopolitanus-pg-34-65" aria-label="More works by Palladius Helenopolitanus PG 34"> —
⋯
More
Original / primary: Pg Scrape Grc
11.2.1
Καὶ λέγει αὐτοῖς·" Ἀγάγετέ μοι αὐτὸν καὶ χειροτονῶ αὐτόν". Ὡς οὖν ἀπῆλθον μετὰ βοηθείας καὶ εἶδεν ὅτι κατελήφθη, παρεκάλεσεν αὐτοὺς καὶ διωμόσατο μὴ καταδέχεσθαι χειροτονίαν, μηδὲ ἐξέρχε σθαι τῆς ἐρήμου· καὶ οὐ συνεχώρησαν αὐτῷ. Βλεπόντων οὖν αὐτῶν λαβὼν ψαλίδα τὸ οὖς αὐτοῦ τὸ ἀριστερὸν ἕως πυθμέ νος ἐψάλισε, λέγων αὐτοῖς·" Κἂν ἀπὸ τοῦ νῦν πληροφο ρήθητε ὅτι ἀδύνατόν μοι γενέσθαι, τοῦ νόμου ἀπαγορεύοντος ὠτότμητον εἰς ἱερωσύνην μὴ ἀπάγεσθαι".
11.3.1
Οὕτως οὖν ἀφέντες αὐτὸν ἀνεχώρησαν, καὶ ἀπελθόντες εἶπον τῷ ἐπισκό πῳ. Καὶ λέγει αὐτοῖς·" Οὗτος ὁ νόμος παρὰ Ἰουδαίοις πολιτευέσθω· ἐμοὶ δὲ καὶ ῥινότμητον ἐὰν ἐνέγκητε, ἄξιον ὄντα τοῖς τρόποις, χειροτονῶ". Ἀπελθόντες οὖν πάλιν παρ εκάλουν αὐτόν· καὶ διώμνυτο αὐτοῖς ὅτι" Ἐάν με ἀναγ κάσητε, τὴν γλῶσσάν μου ἀποτέμνω". Οὕτως οὖν ἀφέντες αὐτὸν ἀνεχώρησαν.
11.4.1
Τούτου τοῦ Ἀμμωνίου φέρεται τὸ θαῦμα τοῦτο, ὅτι οὐδέποτε ἡδονῆς αὐτῷ ἐπαναστάσης τοῦ σαρκίου αὐτοῦ ἐφείσατο, ἀλλὰ σίδηρον ἐκπυρώσας προσετίθει τοῖς ἑαυτοῦ μέλεσιν, ὡς πάντοτε αὐτὸν ἡλκωμένον εἶναι. Ἡ μέντοι τρά πεζα αὐτοῦ γέγονεν ἐκ νεότητος ὠμοφαγία ἕως θανάτου· οὐδὲν γὰρ ὃ διὰ πυρὸς διήρχετο ἔφαγέ ποτε ἐκτὸς ἄρτου. Παλαιὰν καὶ καινὴν γραφὴν ἀποστηθίσας καὶ ἐν συγγράμ μασιν ἀνδρῶν ἐλλογίμων Ὠριγένους καὶ Διδύμου καὶ Πιερίου καὶ Στεφάνου διῆλθε μυριάδας ἑξακοσίας, ὡς μαρτυροῦσιν αὐτῷ οἱ τῆς ἐρήμου πατέρες.
11.5.1
Παρακλητικὸς δὲ ἦν τοῖς ἐν τῇ ἐρήμῳ ἀδελφοῖς εἰ καί τις ἄλλος. Τούτῳ ψήφους ἐδίδου ὁ μακάριος Εὐάγριος ἀνὴρ πνευματοφόρος καὶ διακρι τικός, λέγων ὅτι" Οὐδέποτε αὐτοῦ ἀπαθέστερον ἑώρακα ἄνθρωπον". [Οὗτος ἐν Κωνσταντίνου πόλει ποτὲ παραγενόμενος διὰ χρείαν,... μετ' ὀλίγον χρόνον κοιμᾶται, καὶ θάπτεται ἐν τῷ μαρτυρίῳ τῷ λεγομένῳ Ῥουφινιαναῖς. Οὗ τὸ μνῆμα λέγεται θεραπεύειν πάντας τοὺς ῥιγιαζομένους.] 12. tΠερὶ Βενιαμίν 12. 1 Ἐν τούτῳ τῷ ὄρει τῆς Νιτρίας ἀνήρ τις Βενιαμὶν οὕτω καλούμενος, βιώσας ἐπὶ ἔτη ὀγδοήκοντα καὶ εἰς ἄκρον ἀσκήσας, κατηξιώθη χαρίσματος ἰαμάτων, ὡς παντὶ ᾧ ἂν χεῖρα ἐπετίθει ἢ ἔλαιον εὐλογήσας ἐδίδου, πάσης ἀπαλλάτ τεσθαι ἀρρωστίας. Οὗτος τοίνυν ὁ τοιούτου χαρίσματος καταξιωθεὶς πρὸ ὀκτὼ μηνῶν τοῦ θανάτου αὐτοῦ ὑδρω πίασε, καὶ ἐπὶ τοσοῦτον ὠγκώθη αὐτοῦ τὸ σῶμα ὡς ἄλλον Ἰὼβ φαίνεσθαι. Παραλαβὼν οὖν ἡμᾶς Διόσκορος ὁ ἐπίσκοπος, τότε δὲ πρεσβύτερος ὢν τοῦ ὄρους τῆς Νιτρίας, ἐμέ τε καὶ τὸν μακάριον Εὐάγριον, λέγει ἡμῖν· 12. 2" Δεῦτε, ἴδετε νέον Ἰὼβ ἐν τοσούτῳ ὄγκῳ σώματος καὶ πάθει ἀνιάτῳ ἄμε τρον κεκτημένον εὐχαριστίαν". Ἀπελθόντες οὖν ἐθεασάμεθα τοσοῦτον ὄγκον σώματος ὡς μὴ δύνασθαι δάκτυλον χειρὸς αὐτοῦ περιλαμβάνειν ἄλλους δακτύλους. Μὴ δυνάμενοι δὲ ἀτενίζειν τῇ τοῦ πάθους δεινότητι τοὺς ὀφθαλμοὺς ἀπεστρέ ψαμεν. Τότε λέγει ἡμῖν ὁ μακάριος ἐκεῖνος Βενιαμίν·" Εὔ ξασθε, τέκνα, ἵνα μὴ ὁ ἔσωθέν μου ἄνθρωπος ὑδρωπιάσῃ· οὗτος γὰρ οὔτε με εὐπαθῶν ὤνησεν, οὔτε δυσπαθῶν ἔβλαψε".

Intertext edge

Open linked passage

Note