Historia Lausiaca
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/palladius-helenopolitanus-pg-34-65" aria-label="More works by Palladius Helenopolitanus PG 34">
—
⋯
Original / primary: Pg Scrape Grc
12.3.1
Τοὺς οὖν ὀκτὼ μῆνας δίφρος αὐτῷ ἔκειτο πλατύτατος ἐν ᾧ ἀδιαλείπτως ἐκαθέζετο, μηκέτι ἐν κλίνῃ ἀναπεσεῖν δυνάμενος διὰ τὰς χρείας τὰς λοιπάς. Ἐν τῷ πάθει δὲ τούτῳ ὢν ἄλλους ἰᾶτο. Ἀναγκαίως οὖν ἐξηγησάμην τὸ πάθος τοῦτο, ἵνα μὴ ξενιζώμεθα ὅταν τι περιστατικὸν ἀνδράσι δικαίοις συμβαίνῃ. Τελευτήσαντος δὲ αὐτοῦ, αἱ φλιαὶ τῆς θύρας ἐπήρθησαν καὶ αἱ παραστάδες, ἵνα δυνηθῇ τὸ σῶμα ἐξε νεχθῆναι τοῦ οἴκου· τοσοῦτος ἦν ὁ ὄγκος. 13. tΠερὶ Ἀπολλωνίου 13. 1 Ἀπολλώνιός τις ὀνόματι ἀπὸ πραγματευτῶν, ἀπο ταξάμενος καὶ οἰκήσας τὸ ὄρος τῆς Νιτρίας, μήτε τέχνην μαθεῖν δυνάμενος μήτε ἄσκησιν γραφικὴν τῷ ἠκμακέναι, ζήσας ἐν τῷ ὄρει εἴκοσι ἔτη ταύτην ἔσχε τὴν ἄσκησιν· ἐκ τῶν ἰδίων χρημάτων καὶ ἐκ τῶν ἰδίων πόνων παντοῖα ἰατρικὰ καὶ κελλαρικὰ ἀγοράζων εἰς τὴν Ἀλεξάνδρειαν, πάσῃ τῇ ἀδελφότητι ἐπήρκει εἰς τὰς νόσους.