Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Lausiaca
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/palladius-helenopolitanus-pg-34-65" aria-label="More works by Palladius Helenopolitanus PG 34"> —
⋯
More
Original / primary: Pg Scrape Grc
15.2.1
Οὗτος ὕστερον ᾠκοδόμησε κέλλαν ἑαυτῷ· καὶ ζήσας ἄλλα εἰκοσιπέντε ἔτη ἐν τῷ κελλίῳ ἐκείνῳ χαρίσματος ἠξιώθη καταπτύειν δαιμόνων, ἐντρυφῶν τῇ μονότητι. Τούτῳ πολλὰ συγχρονίσας ἠρώτων πῶς αὐτοῦ διάκειται ὁ λογισμὸς ἐπὶ τῇ τοῦ φόνου ἁμαρτίᾳ· ὃς τοσοῦτον ἔλεγεν ἀπέχειν λύπης ὡς καὶ προσευχαριστεῖν ἐπὶ τῷ φόνῳ· γεγένηται γὰρ αὐτῷ ὑπόθεσις σωτηρίας ὁ ἀκούσιος φόνος.
15.3.1
Ἔλεγε δὲ ἀπὸ γραφῶν φέρων τὴν μαρτυρίαν ὅτι οὐκ ἂν Μωσῆς ἠξιοῦτο τῆς θεϊκῆς ὀπτασίας καὶ τῆς τοσαύτης δωρεᾶς καὶ τῆς συγγραφῆς τῶν ἁγίων λόγων, εἰ μὴ φόβῳ τοῦ Φαραὼ διὰ τὸν φόνον ὃν ἔδρασεν ἐν τῇ Αἰγύπτῳ κατειλήφει τὸ ὄρος τὸ Σινᾶ. Ταῦτα δὲ λέγω οὐχ ὁδοποιῶν εἰς φόνον, δεικνύων δὲ ὅτι εἰσὶ καὶ περιστατικαὶ ἀρεταί, ὅταν μὴ ἑκουσίως τις τῷ ἀγαθῷ προσέλθῃ· τῶν γὰρ ἀρετῶν αἱ μέν εἰσι προαιρετικαί, αἱ δὲ περιστατικαί. 16. tΠερὶ Ναθαναήλ 16. 1 Γέγονεν ἄλλος τις τῶν παλαιῶν ὀνόματι Ναθα ναήλ. Τοῦτον ἐγὼ ζῶντα μὲν οὐ κατείληφα· κεκοίμητο γὰρ πρὸ τῆς ἐμῆς εἰσόδου πρὸ ἐτῶν δεκαπέντε· τοῖς δὲ συνασκή σασιν αὐτῷ καὶ συγχρονίσασι περιτυχὼν ἐφιλοπραγμόνουν τοῦ ἀνδρὸς τὴν ἀρετήν· ἔδειξαν δέ μοι αὐτοῦ καὶ τὴν κέλλαν, εἰς ἣν ᾤκει μὲν οὐκέτι οὐδεὶς διὰ τὸ ἐγγυτέρω αὐτὴν εἶναι τῆς οἰκουμένης· ἐκεῖνος γὰρ τότε αὐτὴν ἔκτισεν ὅτε σπάνιοι ἦσαν οἱ ἀναχωρηταί. Διηγοῦντο οὖν τοῦτο περὶ αὐτοῦ ἐξαιρέτως, ὅτι τοσαύτην ἔσχεν ὑπομονὴν ἐν τῷ κελλίῳ ὡς μὴ σαλευθῆναι τῆς προθέσεως.

Intertext edge

Open linked passage

Note