Historia Lausiaca
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/palladius-helenopolitanus-pg-34-65" aria-label="More works by Palladius Helenopolitanus PG 34">
—
⋯
Original / primary: Pg Scrape Grc
19.6.1
Ὥσπερ γὰρ κύων ἐν μακέλλῳ τῇ συνηθείᾳ οὐκ ἀφίσταται, ἂν δὲ κλεισθῇ τὸ μάκελλον καὶ μηδεὶς αὐτῷ μηδὲν δῷ, οὐκέτι ἐγγίζει· οὕτω καὶ σὺ ἐὰν ἐπιμείνῃς, ἀκηδιάσας ὁ δαίμων ἔχει σου ἀποστῆναι". Ἀναχωρήσας οὖν ἀπὸ τῆς ὥρας ἐκείνης σφοδρότερον ἠσκεῖτο, καὶ μάλιστα ἀπὸ βρωμάτων, οὐδενὸς μεταλαμβάνων πλὴν ἄρτου ξηροῦ ἐν δώδεκα οὐγκίαις, ἐργαζόμενος ἔργον πλεῖστον, καὶ πεν τήκοντα προσευχὰς ἐκτελῶν. Κατατήξας οὖν αὐτοῦ τὸ σωμά τιον, ἔμεινε πυρούμενος ἔτι καὶ ἐνυπνιαζόμενος.
19.7.1
Πάλιν παρέβαλεν ἄλλῳ τινὶ τῶν ἁγίων καὶ λέγει αὐτῷ·" Τί ποιήσω ὅτι σκοτίζουσί μου τὸν λογισμὸν τὰ ἐνύπνια τῆς ψυχῆς κατὰ συνήθειαν ἡδονῆς;" Λέγει αὐτῷ·" Ἐπειδὴ τὸν νοῦν σου οὐκ ἀπέστησας τῶν περὶ ταῦτα φαντασιῶν, τούτου χάριν ὑφίστασαι τοῦτο· δὸς ἑαυτὸν εἰς ἀγρυπνίαν καὶ προσεύχου νηφόντως καὶ ἐλευθεροῦσαι ἀπὸ τούτων τα χέως". Ὃς ἀκούσας καὶ ταύτης τῆς ὑποθέσεως ἀπελθὼν ἐν τῇ κέλλῃ ἔδωκε λόγον μὴ κοιμηθῆναι διὰ πάσης νυκτός, μὴ κλῖναι γόνυ.
19.8.1
Μείνας οὖν ἐν τῷ κελλίῳ ἐπὶ ἔτη ἕξ, τὰς νύκτας πάσας εἰς τὸ μέσον τοῦ κελλίου ἵστατο προσ ευχόμενος, ὀφθαλμὸν μὴ καμμύων· καὶ τοῦ πράγματος περιγενέσθαι οὐκ ἠδυνήθη. Ὑπέθετο οὖν ἑαυτῷ πάλιν ἄλλην πολιτείαν, καὶ ἐξερχόμενος τὰς νύκτας ἀπῄει εἰς τὰς κέλ λας τῶν γερόντων καὶ ἀσκητικωτέρων, καὶ λαμβάνων τὰς ὑδρίας αὐτῶν λεληθότως ἐπλήρου ὕδατος. Ἀπὸ μήκους γὰρ ἔχουσι τὸ ὕδωρ, οἱ μὲν ἀπὸ δύο, οἱ δὲ ἀπὸ πέντε σημείων, ἄλλοι ἀπὸ ἡμίσεος.
19.9.1
Μιᾶς οὖν τῶν νυκτῶν ἐπιτηρήσας ὁ δαίμων καὶ μὴ καρτερήσας, ἐγκύψαντι αὐτῷ εἰς τὸ φρέαρ δέδωκε κατὰ τῶν ψοῶν ῥοπάλῳ τινὶ καὶ ἀφῆκεν αὐτὸν νεκρόν, μὴ αἰσθανόμενον μήτε ὃ πέπονθε μήτε παρὰ τίνος. Τὴν ἄλλην οὖν ἡμέραν ἐλθών τις ἀντλῆσαι ὕδωρ εὗρεν αὐτὸν ἐκεῖ κείμενον, καὶ ἀνήγγειλε τῷ μεγάλῳ Ἰσιδώρῳ τῷ πρεσ βυτέρῳ τῆς Σκήτεως. Λαβὼν οὖν αὐτὸν ἀνήνεγκεν εἰς τὴν ἐκκλησίαν· καὶ ἐπὶ ἔτος ἓν ἐνόσησεν ὡς μόλις γενέσθαι τὸ σῶμα αὐτοῦ καὶ τὴν ψυχὴν ἐν ἰσχύϊ.
19.10.1
Λέγει οὖν αὐτῷ ὁ μέγας Ἰσίδωρος·" Παῦσαι φιλονεικῶν, Μωσῆ, τοῖς δαί μοσι· καὶ μὴ αὐτοῖς ἐπέμβαινε· μέτρα γάρ εἰσι καὶ τῆς ἀνδρείας τῆς ἐν τῇ ἀσκήσει". Ὁ δὲ λέγει αὐτῷ·" Οὐ μὴ παύσωμαι μέχρις οὗ παύσηταί μου ἡ φαντασία τῶν δαι μόνων". Λέγει οὖν αὐτῷ·" Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πέπαυταί σου τὰ ἐνύπνια· κοινώνησον οὖν μετὰ παρρησίας· ἵνα γὰρ μὴ καυχήσῃ ὡς περιγενόμενος πάθους, τούτου χάριν κατεδυναστεύθης πρὸς τὸ συμφέρον".
19.11.1
Καὶ ἀπῆλθε πάλιν ἐπὶ τὴν κέλλαν αὐτοῦ. Μετὰ ταῦτα ἐρωτηθεὶς παρὰ Ἰσιδώρου ὡς μετὰ μῆνας δύο, ἔλεγε μηκέτι μηδὲν πεπον θέναι. Κατηξιώθη δὲ οὗτος χαρίσματος κατὰ δαιμόνων οὕτως ὡς τὰς μυίας ταύτας ἡμᾶς φοβεῖσθαι μᾶλλον ἢ ἐκεῖνον τοὺς δαίμονας. Αὕτη ἡ πολιτεία Μωσέως τοῦ Αἰθίοπος, ὃς καὶ αὐτὸς ἦν ἐν τοῖς μεγάλοις τῶν πατέρων συναριθμού μενος. Τελευτᾷ οὖν ἐτῶν ἑβδομήκοντα πέντε ἐν τῇ Σκήτει γενόμενος πρεσβύτερος, καταλιπὼν καὶ μαθητὰς ἑβδομή κοντα. 20. tΠερὶ Παύλου 20. 1 Ὄρος ἐστὶν ἐν τῇ Αἰγύπτῳ ἀπάγον ἐπὶ τὴν Σκῆτιν τὴν πανέρημον ὃ καλεῖται Φέρμη. Ἐν τούτῳ τῷ ὄρει κα θέζονται ὡς πεντακόσιοι ἄνδρες ἀσκούμενοι· ἐν οἷς καὶ Παῦλός τις, οὕτω καλούμενος, ταύτην ἔσχε τὴν πολιτείαν· οὐκ ἔργου ἥψατο, οὐ πραγματείας, οὐκ ἔλαβε παρά τινος παρεκτὸς οὗ ἤσθιεν. Ἔργον δὲ αὐτῷ καὶ ἄσκησις γέγονε τὸ ἀδιαλείπτως προσεύχεσθαι. Τετυπωμένας οὖν εἶχεν εὐχὰς τριακοσίας, τοσαῦτα οὖν ψηφία συνάγων καὶ ἐν τῷ κόλπῳ κατέχων, καὶ ῥίπτων καθ' ἑκάστην εὐχὴν ἔξω τοῦ κόλπου μίαν ψῆφον.