Historia Lausiaca
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/palladius-helenopolitanus-pg-34-65" aria-label="More works by Palladius Helenopolitanus PG 34">
—
⋯
Original / primary: Pg Scrape Grc
20.2.1
Οὗτος παραβαλὼν συντυχίας ἕνεκεν τῷ ἁγίῳ Μακαρίῳ τῷ λεγομένῳ πολιτικῷ, λέγει αὐτῷ·" Ἀββᾶ Μακάριε, θλίβομαι". Ἠνάγκασεν οὖν αὐτὸν εἰπεῖν διὰ ποίαν αἰτίαν. Ὁ δὲ λέγει αὐτῷ·" Ἐν κώμῃ τινὶ παρθένος κατοικεῖ τις τριακοστὸν ἔτος ἔχουσα ἀσκουμένη· περὶ ἧς μοι διηγήσαντο ὅτι παρεκτὸς σαββάτου ἢ κυριακῆς οὐδέποτε γεύεται· ἀλλὰ τὸν χρόνον ὅλον ἕλκουσα τὰς ἑβδομάδας διὰ πέντε ἐσθίουσα ἡμερῶν ποιεῖ εὐχὰς ἑπτακοσίας. Καὶ ἀπευ δόκησα ἐμαυτοῦ τοῦτο μαθὼν ὅτι ὑπὲρ τὰς τριακοσίας οὐκ ἠδυνήθην ποιῆσαι".
20.3.1
Ἀποκρίνεται αὐτῷ ὁ ἅγιος Μακάριος·" Ἐγὼ ἑξηκοστὸν ἔτος ἔχω τεταγμένας ἑκατὸν εὐχὰς ποιῶν καὶ τὰ πρὸς τροφὴν ἐργαζόμενος καὶ τοῖς ἀδελφοῖς τὴν ὀφειλὴν τῆς συντυχίας ἀποδιδούς, καὶ οὐ κρίνει με ὁ λογισμὸς ὡς ἀμελήσαντα. Εἰ δὲ σὺ τριακοσίας ποιῶν ὑπὸ τοῦ συνειδότος κρίνῃ, δῆλος εἶ καθαρῶς αὐτὰς μὴ εὐχό μενος, ἢ δυνάμενος πλείονας εὔχεσθαι καὶ μὴ εὐχόμενος". 21. tΠερὶ Εὐλογίου καὶ τοῦ λελωβημένου 21. 1 Κρόνιός μοι διηγήσατο ὁ πρεσβύτερος τῆς Νιτρίας ὅτι" Νεώτερος ὢν καὶ ἀκηδίας χάριν φυγὼν ἐκ τῆς μονῆς τοῦ ἀρχιμανδρίτου μου, ἀλώμενος ἔφθασα ἕως τοῦ ὄρους τοῦ ἁγίου Ἀντωνίου. Ἐκάθητο δὲ μεταξὺ Βαβυλῶνος καὶ Ἡρακλέους εἰς τὴν πανέρημον τὴν φέρουσαν κατὰ θάλασσαν τὴν ἐρυθρὰν ὡς ἀπὸ τριάκοντα σημείων τοῦ ποταμοῦ. Ἐλ θὼν οὖν αὐτοῦ εἰς τὸ μοναστήριον τὸ παρὰ τὸν ποταμόν, ἔνθα οἱ τούτου μαθηταὶ ἐκαθέζοντο εἰς τὸ λεγόμενον Πίσπιρ Μακάριος καὶ Ἀμάτας οἳ καὶ ἔθαψαν αὐτὸν κοιμηθέντα, ἐξεδεξάμην ἡμέρας πέντε ἵνα συντύχω τῷ ἁγίῳ Ἀντωνίῳ.