Historia Lausiaca
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/palladius-helenopolitanus-pg-34-65" aria-label="More works by Palladius Helenopolitanus PG 34">
—
⋯
Original / primary: Pg Scrape Grc
21.2.1
Ἐλέγετο γὰρ παραβάλλειν τῷ μοναστηρίῳ τούτῳ, ποτὲ μὲν διὰ δέκα, ποτὲ δὲ διὰ εἴκοσι, ποτὲ δὲ διὰ πέντε ἡμερῶν, καθὼς ἂν αὐτὸν ὁ θεὸς ἦγεν ἐπ' εὐεργεσίᾳ τῶν παρατυγχα νόντων τῷ μοναστηρίῳ. Διάφοροι οὖν συνήχθησαν ἀδελφοί, διαφόρους ἔχοντες χρείας· ἐν οἷς καὶ Εὐλόγιός τις Ἀλεξαν δρεὺς μονάζων καὶ ἄλλος λελωβημένος, οἳ καὶ παρεγένοντο δι' αἰτίαν τοιάνδε.
21.3.1
Οὗτος ὁ Εὐλόγιος σχολαστικὸς ὑπῆρχεν ἐκ τῶν ἐγκυκλίων παιδευμάτων, ὃς ἔρωτι πληγεὶς ἀθανασίας ἀπετάξατο τοῖς θορύβοις, καὶ πάντα διασκορπίσας τὰ ὑπάρχοντα κατέλιπεν ἑαυτῷ βραχέα νομίσματα, ἐργά σασθαι μὴ δυνάμενος. Ἀκηδιῶν οὖν καθ' ἑαυτὸν καὶ μήτε εἰς συνοδίαν βουλόμενος εἰσελθεῖν μήτε μόνος πληροφο ρούμενος, εὗρέ τινα κατὰ τὴν ἀγορὰν ἐρριμμένον λελωβημέ νον ὃς οὔτε χεῖρας εἶχεν οὔτε πόδας. Τούτῳ μόνη ἡ γλῶττα ἀκατάτριπτος ὑπῆρχε πρὸς συμφορὰν τῶν ἐντυγχανόντων.
21.4.1
Ὁ οὖν Εὐλόγιος στὰς ἐνατενίζει αὐτῷ καὶ προσεύχε ται τῷ θεῷ, καὶ τίθεται διαθήκην μετὰ τοῦ θεοῦ ὅτι" Κύριε, ἐπὶ τῷ ὀνόματί σου λαμβάνω τοῦτον τὸν λελωβημένον καὶ διαναπαύω αὐτὸν μέχρι θανάτου, ἵνα διὰ τούτου κἀγὼ σωθῶ. Χάρισαί μοι ὑπομονὴν τῆς τούτου ὑπηρεσίας". Καὶ προσ ελθὼν τῷ λελωβημένῳ λέγει αὐτῷ·" Θέλεις, ὁ μέγας, λαμβάνω σε εἰς τὴν οἰκίαν καὶ διαναπαύω σε;" Λέγει αὐτῷ·" Καὶ πάνυ"." Οὐκοῦν, φησί, φέρω ὄνον καὶ λαμβάνω σε;" Συνέθετο. Ἐνέγκας οὖν ὄνον ἦρεν αὐτόν, καὶ ἀπήνεγκεν εἰς τὸ ἴδιον ξενίδιον, καὶ ἦν αὐτοῦ ἐπιμελούμενος.
21.5.1
Διακαρ τερήσας οὖν ὁ λελωβημένος ἐπὶ ἔτη δεκαπέντε ἐνοσοκομεῖτο παρ' αὐτοῦ, λουόμενος καὶ θεραπευόμενος ταῖς χερσὶ τοῦ Εὐλογίου καὶ ἀξίως τρεφόμενος τῆς νόσου. Μετὰ δὲ τὰ δεκαπέντε ἔτη δαίμων ἐνέσκηψεν εἰς αὐτὸν καὶ ἀποστασιάζει πρὸς τὸν Εὐλόγιον· καὶ ἤρξατο τοσαύταις δυσφημίαις καὶ λοιδορίαις πλύνειν τὸν ἄνδρα, ἐπιλέγων·" Σχάστα, φυγο κύρι, ἀλλότρια χρήματα ἔκλεψας, καὶ δι' ἐμοῦ θέλεις σωθῆ ναι. Ῥῖψόν με εἰς τὴν ἀγοράν· κρέα θέλω". Ἤνεγκεν αὐτῷ κρέα.
21.6.1
Πάλιν οὖν ἀνέκραξεν·" Οὐ πληροφοροῦμαι· ὄχλους θέλω· εἰς τὴν ἀγορὰν θέλω. Ὦ βία· ῥῖψόν με ὅπου με εὗρες". Ὡς εἰ εἶχε χεῖρας τάχα ἂν καὶ ἀπήγξατο, τοῦ δαί μονος αὐτὸν οὕτως ἀγριώσαντος. Ἀπέρχεται τοίνυν πρὸς τοὺς ἐκ γειτόνων ἀσκητὰς ὁ Εὐλόγιος καὶ λέγει αὐτοῖς·" Τί ποιήσω, ὅτι εἰς ἀπελπισμόν με ἤγαγεν ὁ λελωβημένος οὗτος; Ῥίψω αὐτόν; Θεῷ δεξιὰς ἔδωκα καὶ φοβοῦμαι. Ἀλλὰ μὴ ῥίψω αὐτόν; Κακάς μοι ἡμέρας καὶ νύκτας δίδωσι. Τί οὖν αὐτῷ ποιήσω οὐκ οἶδα".
21.7.1
Οἱ δὲ λέγουσιν αὐτῷ·"̔ Ως ἔτι ζῇ ὁ μέγας", οὕτω γὰρ ἐκάλουν τὸν Ἀντώνιον," ἄνελθε πρὸς αὐτὸν βαλὼν τὸν λελωβημένον εἰς πλοῖον, καὶ ἀνένεγκε αὐτὸν εἰς τὸ μοναστήριον καὶ ἔκδεξαι ἕως ἐξέλθῃ ἐκ τοῦ σπηλαίου καὶ ἀνένεγκε αὐτῷ τὸ κρῖμα· καὶ ὃ ἐάν σοι εἴπῃ, στοίχησον αὐτοῦ τῇ ἐπικρίσει, ὁ θεὸς γάρ σοι λαλεῖ δι' αὐτοῦ". Καὶ ἠνέσχετο αὐτῶν, καὶ βαλὼν τὸν λελω βημένον εἰς σκαφίδιον βουκολικόν, ἐξῆλθεν ἐν νυκτὶ τῆς πό λεως, καὶ ἀνήνεγκεν αὐτὸν εἰς τὸ μοναστήριον τῶν μαθητῶν τοῦ ἁγίου Ἀντωνίου.
21.8.1
Συνέβη δὲ τὴν ἄλλην ἡμέραν ἐλ θεῖν τὸν μέγαν ἑσπέραν βαθεῖαν, ὡς διηγήσατο ὁ Κρόνιος, ἐμπεφιβλωμένον χλανίδα δερματίνην. Ἐρχόμενος οὖν εἰς τὸ μοναστήριον αὐτῶν ταύτην εἶχε τὴν συνήθειαν καλεῖν τὸν Μακάριον καὶ ἐρωτᾶν αὐτόν·" Ἄδελφε Μακάριε, ἦλθόν τινες ἀδελφοὶ ὧδε;" Ἀπεκρίνατο·" Ναί."" Αἰγύπτιοί εἰσιν ἢ Ἱεροσολυμῖται;" Σημεῖον δὲ αὐτῷ δεδώκει ὡς" Ἐὰν ἀπραγοτέρους ἴδῃς, λέγε ὅτι Αἰγύπτιοί εἰσιν· ὅταν δὲ εὐλα βεστέρους καὶ λογιωτέρους, λέγε Ἱεροσολυμῖται".
21.9.1
Ἠρώ τησεν οὖν αὐτῷ κατὰ τὸ εἰωθός·" Αἰγύπτιοί εἰσιν οἱ ἀδελφοί, ἢ Ἱεροσολυμῖται;" Ἀπεκρίνατο ὁ Μακάριος καὶ λέγει αὐτῷ·" Μίγμα εἰσίν". Ὅτε μὲν ἔλεγεν αὐτῷ·" Αἰγύπτιοί εἰσιν", ἔλεγε πρὸς αὐτὸν ὁ ἅγιος Ἀντώνιος·" Ποίησον φακὸν καὶ δὸς αὐτοῖς φαγεῖν"· καὶ ἐποίει αὐτοῖς εὐχὴν μίαν, καὶ ἀπέ λυεν αὐτούς. Ὅτε δὲ ἔλεγεν ὅτι" Ἱεροσολυμῖταί εἰσιν", ἐκάθητο διὰ πάσης νυκτός, λαλῶν αὐτοῖς τὰ πρὸς σωτη ρίαν.
21.10.1
Ἐν ἐκείνῃ οὖν τῇ ἑσπέρᾳ καθεσθείς, φησί, προσκαλεῖται πάντας, καὶ μηδενὸς μηδὲν αὐτῷ εἰρηκότος ὁποῖον ὄνομα ἔχει, σκοτίας οὔσης φωνεῖ καὶ λέγει·" Εὐλόγιε, Εὐλόγιε, Εὐλόγιε", ἐκ τρίτου. Ἐκεῖνος οὐκ ἀπεκρίνατο ὁ σχολαστικός, οἰόμενος ἄλλον Εὐλόγιον καλεῖσθαι. Λέγει αὐτῷ πάλιν·" Σοὶ λέγω, Εὐλόγιε, τῷ ἀπὸ Ἀλεξανδρείας ἐλ θόντι". Λέγει αὐτῷ ὁ Εὐλόγιος·" Τί κελεύεις, δέομαί σου;"" Τί ἧκες;" Ἀποκρίνεται ὁ Εὐλόγιος καὶ λέγει αὐτῷ·"̔ Ο ἀποκαλύψας σοι τὸ ὄνομά μου, καὶ τὸ πρᾶγμά σοι ἀπεκάλυψε".
21.11.1
Λέγει αὐτῷ ὁ Ἀντώνιος·" Οἶδα διὸ ἦλθες· ἀλλ' ἐπὶ πάντων τῶν ἀδελφῶν εἰπέ, ἵνα καὶ αὐτοὶ ἀκούσωσι". Λέγει αὐτῷ ὁ Εὐλόγιος·" Τοῦτον τὸν λελωβη μένον εὗρον ἐν τῇ ἀγορᾷ· καὶ δεξιὰς ἔδωκα τῷ θεῷ ἵνα αὐτὸν νοσοκομήσω, κἀγὼ σωθῶ δι' αὐτοῦ, καὶ αὐτὸς δι' ἐμοῦ. Ἐπεὶ οὖν μετὰ τοσαῦτα ἔτη εἰς ἄκρον με χειμάζει καὶ ἐνεθυμήθην αὐτὸν ῥῖψαι, τούτου χάριν ἦλθον πρὸς τὴν σὴν ἁγιωσύνην, ἵνα μοι συμβουλεύσῃς τί ὀφείλω ποιῆσαι, καὶ προσεύξῃ περὶ ἐμοῦ· δεινῶς γὰρ χειμάζομαι".
21.12.1
Λέ γει αὐτῷ ὁ Ἀντώνιος ἐμβριθεῖ καὶ αὐστηρᾷ τῇ φωνῇ·"̔ Ρίπτεις αὐτόν; Ἀλλ' ὁ ποιήσας αὐτὸν οὐ ῥίπτει αὐτόν. Ῥίπτεις αὐτὸν σύ; Ἐγείρει ὁ θεὸς τὸν καλλίονά σου καὶ συνάγει αὐτόν". Ἐφησυχάσας οὖν ὁ Εὐλόγιος κατέπτηξε. Καὶ καταλείψας πάλιν τὸν Εὐλόγιον ἄρχεται τῇ γλώττῃ μαστίζειν τὸν λελωβημένον καὶ ἀποβοᾶν· 21. 13" Λελωβη μένε, πεπηρωμένε, ἀνάξιε τῆς γῆς καὶ τοῦ οὐρανοῦ, οὐ παύῃ θεομαχῶν; Οὐκ οἶδας ὅτι ὁ Χριστός ἐστιν ὁ ὑπη ρετῶν σοι; Πῶς τολμᾷς κατὰ τοῦ Χριστοῦ τοιαῦτα φθέγ γεσθαι; Οὐ διὰ τὸν Χριστὸν ἑαυτὸν ἐδούλωσεν εἰς τὴν σὴν ὑπηρεσίαν;" Στύψας οὖν καὶ τοῦτον ἀφῆκε. Καὶ δια λεχθεὶς τοῖς λοιποῖς πᾶσι τὰ πρὸς τὴν χρείαν ἀπολαμβά νεται τὸν Εὐλόγιον καὶ τὸν λελωβημένον καὶ λέγει αὐτοῖς· 21. 14" Μὴ περιστραφῆτε μηδαμοῦ, ἀπέλθετε· μὴ χωρισθῆτε ἀπ' ἀλλήλων, ἀλλ' ἢ εἰς τὴν κέλλαν ὑμῶν εἰς ἣν ἐχρο νίσατε. Ἤδη γὰρ ἀποστέλλει ὁ θεὸς ἐφ' ὑμᾶς. Ὁ πειρασμὸς γὰρ οὗτος συνέβη ὑμῖν ἐπειδὴ ἀμφότεροι περὶ τὸ τέλος ἔχετε καὶ στεφάνων μέλλετε ἀξιοῦσθαι. Μὴ οὖν ἄλλο τι ποιήσητε, καὶ ἐλθὼν ὁ ἄγγελος μὴ εὕρῃ ὑμᾶς ἐν τῷ τόπῳ". Θᾶττον οὖν ὁδεύσαντες ἦλθον εἰς τὴν κέλλαν ἑαυτῶν. Καὶ ἐντὸς τεσσαράκοντα ἡμερῶν τελευτᾷ ὁ Εὐλόγιος· ἐντὸς δὲ ἄλλων τριῶν ἡμερῶν τελευτᾷ ὁ λελωβημένος." 21. 15 Χρονοτριβήσας δὲ ὁ Κρόνιος ἐν τοῖς περὶ τὴν Θηβαΐδα τόποις κατῆλθεν εἰς τὰ μοναστήρια Ἀλεξανδρείας. Καὶ συνέβη τοῦ μὲν τὰ τεσσαρακοστὰ ἐπιτελεῖσθαι, τοῦ δὲ τὰ τρίτα παρὰ τῆς ἀδελφότητος. Ἔμαθεν οὖν ὁ Κρόνιος καὶ ἐξέστη· καὶ λαβὼν εὐαγγέλιον καὶ θεὶς ἐν μέσῳ τῆς ἀδελ φότητος διωμόσατο ἀφηγησάμενος τὸ συμβὰν ὅτι" Τῶν λόγων τούτων ὅλων ἑρμηνεὺς γέγονα, τοῦ μακαρίου Ἀντω νίου ἑλληνιστὶ μὴ εἰδότος· ἐγὼ γὰρ ἠπιστάμην ἀμφοτέρας τὰς γλώσσας, καὶ ἡρμήνευσα αὐτοῖς, τοῖς μὲν ἑλληνιστί, ἐκείνῳ δὲ αἰγυπτιστί." 21. 16 Καὶ τοῦτο δὲ διηγήσατο ὁ Κρόνιος, ὅτι" Ἐν τῇ νυκτὶ ἐκείνῃ διηγήσατο ἡμῖν ὁ μακάριος Ἀντώνιος ὅτι"̓ Ενιαυτὸν ὁλόκληρον ηὐξάμην ἀποκαλυφθῆναί μοι τὸν τόπον τῶν δικαίων καὶ τῶν ἁμαρτωλῶν. Καὶ ἐθεασάμην μακρόν τινα γίγαντα μέχρι τῶν νεφελῶν, μέλανα, τὰς χεῖρας ἐκτε ταμένας ἔχοντα ἐπὶ τὸν οὐρανόν, καὶ ὑποκάτω αὐτοῦ λίμνην ἔχουσαν μέτρον θαλάσσης· καὶ ἑώρων ψυχὰς ἀνιπταμένας ὡς ὄρνεα.
21.17.1
Καὶ ὅσαι μὲν ὑπερίπταντο αὐτοῦ τῶν χει ρῶν καὶ τῆς κεφαλῆς διεσώζοντο· ὅσαι δὲ παρὰ τῶν χειρῶν αὐτοῦ ἐκοσσίζοντο ἐνέπιπτον εἰς τὴν λίμνην. Ἦλθεν οὖν μοι φωνὴ λέγουσα· Ταύτας ἃς βλέπεις ὑπεριπταμένας ψυχὰς τῶν δικαίων αἱ ψυχαί εἰσιν αἳ εἰς τὸν παράδεισον σώζονται· αἱ δὲ ἄλλαι εἰσὶν αἱ εἰς τὸν ᾅδην ὑποσυρόμεναι, τοῖς θελή μασι τῆς σαρκὸς καὶ τῇ μνησικακίᾳ ἐξακολουθήσασαι"". 22. tΠερὶ Παύλου τοῦ ἁπλοῦ 22. 1 Διηγεῖτο δὲ καὶ τοῦτο ὁ Κρόνιος καὶ ὁ ἅγιος Ἱέραξ καὶ πλείονες ἄλλοι περὶ ὧν μέλλω λέγειν, ὅτι Παῦλός τις ἄγροικος γεωργός, καθ' ὑπερβολὴν ἄκακος καὶ ἁπλοῦς, ὡραιοτάτῃ ἐζεύχθη γυναικὶ κακοτρόπῳ τῇ γνώμῃ, ἥτις διελάνθανεν ἁμαρτάνουσα ἐπὶ μήκιστον χρόνον. Εἰσελθὼν οὖν ἐξ ἀγροῦ αἰφνίδιον ὁ Παῦλος εὗρεν αὐτοὺς αἰσχρο πραγοῦντας, τῆς προνοίας εἰς τὸ συμφέρον ὁδηγούσης τὸν Παῦλον. Καὶ γελάσας σεμνὸν ἐπιφωνεῖ αὐτοῖς καὶ λέγει·" Καλῶς, καλῶς· ἀληθῶς οὐ μέλει μοι. Μὰ τὸν Ἰησοῦν ἐγὼ αὐτὴν οὐκέτι αἴρω. Ὕπαγε, ἔχε αὐτὴν καὶ τὰ παιδία αὐτῆς· ἐγὼ γὰρ ὑπάγω γίνομαι μοναχός".